Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 164 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
164.1
[δε γιλλο] Ἡ δέ γε Γιλλώ, τοῦτο δὴ τὸ ἀρχαῖον καὶ πολυθρύλλητον ὄνομα, οὔτε δαίμων τίς ἐστιν οὔτε ἄνθρωπος ἀθρόον εἰς ὠμότητα θηρίου μετενεχθείς· ἀπείρηται γὰρ πᾶσι φιλοσόφοις τῶν φύσεων ἡ μετάβασις, καὶ οὔτε θηρίον ποτ' ἂν ἐξανθρωπισθείη οὔτε μὴν ἄνθρωπος εἰς θῆρα μετενεχθείη, ἀλλ' οὔτε εἰς δαίμονα οὔτε εἰς ἄγγελον. ὀνόματα δὲ δαιμόνων καὶ δυνάμεις αὐτῶν πολλάς τε καὶ ἐν πολλοῖς γνοὺς οὔτε παρὰ τοῖς λογίοις οὔτε παρὰ ταῖς ἀγυρτικαῖς βίβλοις τοῦ Πορφυρίου τῇ Γιλλῷ ἐντετύχηκα. ἀπόκρυφον δέ μοι βιβλίον Ἑβραϊκὸν τοῦτο τὸ ὄνομα προσέπλασεν. ὁ δὲ τὸ βιβλίον γράψας τὸν Σολομῶντα ποιεῖται ὑπόθεσιν, κἀκεῖνον εἰσάγει ὥσπερ ἐν δράματι τὰ τῶν δαιμόνων ὀνόματα καὶ τὰς πράξεις ἀγγέλλοντα. ἔστι γοῦν παρ' αὐτῷ ἡ Γιλλὼ δύναμίς τις πρὸς τὰς γενέσεις καὶ τὰς οὐσίας ἀντίθετος. αὕτη γοῦν τά τε κυοφορούμενα, φησίν, ἀναιρεῖ καὶ ὁπόσα τῆς μήτρας διολισθήσοι, καὶ χρόνος αὐτῇ τῆς ἀναιρέσεως ἐνιαύσιος ὥρισται· εἶτα δὴ δεσμεῖ αὐτὴν ἡ Ἀδράστεια. Ἀλλ' ἥ γε τήμερον ἐπέχουσα δόξα τοῖς γραϊδίοις τὴν δύναμιν ταύτην παρέχεται· πτεροῖ γοῦν τὰς παρηβηκυίας καὶ ἀφανῶς εἰσοικίζει τοῖς βρέφεσιν· εἶτα θηλάζειν ποιεῖ ταύτας καὶ πᾶσαν τὴν ἐν τοῖς βρέφεσιν ἀπορροφᾶν ὥσπερ ὑγρότητα. τὰ γοῦν συντακέντα τῶν νεογνῶν Γιλλόβρωτα αἱ περὶ τὴν λεχὼ ὀνομάζουσιν. ἔστι δὲ καὶ τοῦτο πάθος σώμασιν οἰκεῖον νεογιλλοῖς ὥσπερ καὶ τὸ παρὰ τοῖς πολλοῖς παιδικὸν ὀνομαζόμενον. ἀλλ' ἐκεῖνο μέν ἐστιν ἐπίληψις ἀκριβὴς διὰ τὴν τῶν μορίων ὑγρότητα πασχούσης τῆς μήνιγγος, τοῦτο δὲ σύντηξις τῶν σπλάγχνων ἀπὸ στερήσεως, ἅτε στερρότητος στερουμένων, ὑφιζανόντων καὶ τοῖς βρέφεσιν ἐμποιούντων τὸν θάνατον. Ὅτι μὲν οὖν πεφανέρωται ταῦτα τῷ βίῳ ἴσασιν οἱ σοφοί· σὺ δέ τι πλέον ἐπίστασο, τὰ μὲν ἀνάγων εἰς ὑψηλοτέρας ἐννοίας, τὰ δὲ ἀπὸ δοξῶν ἀρχαίων εἰς τὰς δημώδεις ὑπολήψεις κατάγων.

Intertext edge

Open linked passage

Note