Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 25 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Οὐκ ἔστιν ἡ ψυχὴ ἀριθμός. ἡ γὰρ ψυχὴ οὐσία, ὁ δὲ ἀριθμὸς ποσόν. ἔτι ἡ ψυχὴ συνεχής, ὁ δ' ἀριθμὸς οὐ συνεχής. μίαν φησὶν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων, τὰς δὲ κατὰ μέρος διαφόρους· κατ' εἶδος ζῴου καὶ ψυχῆς εἶδος λέγει. ἡ ψυχὴ οὔτε σῶμα οὔτε συμβεβηκός, λείπει ἀσώματός ἐστι καὶ ἄφθαρτος κατὰ τοὺς θείους πατέρας. Ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν λέγεται, οὐκ ἀλλοίωσις δέ. ὥσπερ ὁ ἥλιος τὸν ἀέρα εἰς φῶς μεταβάλλει ἀσύγχυτος αὐτὸς μένων, οὕτω καὶ ἡ ψυχὴ ἐν τῷ σώματι· παρὰ τοσοῦτον δὲ τὸ διάφορον, ὅτι ὁ ἥλιος ἐν τόπῳ περιγράφεται. οὐ κρατεῖται ἡ ψυχὴ ὑπὸ τοῦ σώματος, ἀλλὰ μᾶλλον κρατεῖ. καὶ τὸ σῶμα ἐν τῇ ψυχῇ ἐστι· διὰ παντὸς γὰρ σώματος χωροῦσι τὰ νοητὰ ἀκωλύτως. ἡ ψυχὴ ἐν ἑαυτῇ μέν ἐστιν ὅταν λογίζηται, ἐν τῷ νοῒ ὅταν νοῇ, ἐν τῷ σώματι δὲ ὡς ἐν σχέσει καὶ {ἐν} τῷ παρεῖναι, ὡς λέγεται καὶ ὁ θεὸς ἐν ἡμῖν. δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχὴν ὡς ὑπὸ τῆς ἐρωμένης τὸν ἐραστήν. οὐ σωματικῶς οὐδὲ τοπικῶς, ἀλλὰ κατὰ σχέσιν δέδεται ἡ ψυχὴ τῷ σώματι· τὸ γὰρ ἀμερὲς οὐκ ἐν τόπῳ. λέγει Εὐνόμιος ὡς αἱ θεῖαι δυνάμεις ἡνώθησαν ταῖς δυνάμεσι τοῦ σώματος ἤγουν ταῖς αἰσθήσεσι, καὶ τοῦτο δοξάζει σάρκωσιν. χρὴ δὲ νοεῖν ὡς κατὰ τὴν οἰκείαν φύσιν τῶν ἀσωμάτων ἀσυγχύτως γίνεται ἡ ἕνωσις τῶν οὐσιῶν, μὴ καταβλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας. ἡ γὰρ καθαρὸς ἀσώματος φύσις ἀκωλύτως χωρεῖ διὰ πάντων, δι' αὐτῆς δ' οὐδέν. οὐκ εὐδοκία τοίνυν ὁ τρόπος τῆς ἑνώσεως· τὸ γὰρ ἀναλαβεῖν σῶμα εὐδοκίας, τὸ δὲ μὴ σύγχυσιν γενέσθαι φύσεως θείας. Τὰ ἔναιμα ἐκ τῶν χυμῶν, τὰ δ' ἄναιμα ἐκ τῶν ἄλλων χυμῶν καὶ ἐκ τοῦ ἀναλογοῦντος αἵματι. Ἀριστοτέλης τὰ ζῷα προσεχῶς ἐξ αἵματός φησι γίνεσθαι καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ τὸ σπέρμα ἐξ αἵματος. ὁ δ' Ἱπποκράτης λέγει ἐκ τῶν τεττάρων, ἵν' ἐκ τῶν γεωδεστέρων τὰ στερεώτερα γίνωνται, ἐκ δὲ τῶν μαλακωτέρων τὰ μαλακά. ποτὲ καὶ οἱ τέτταρες εὑρίσκονται ἐν τῷ αἵματι ἐν ταῖς φλεβοτομίαις, ὅθεν καὶ δοκοῦσιν ἐν τούτῳ συμφωνεῖν. 26 Αἱ τέτταρες ποιότητες ἐν τοῖς στοιχείοις εἰσὶ καὶ οὐ καθ' αὑτάς. τὸ στοιχεῖον ἁπλοῦν σῶμά ἐστιν κατ' ἐνέργειαν ἔχον ἄκρας τὰς ποιότητας. ἕκαστον τῶν στοιχείων ἀποβαλὸν μίαν τῶν ποιοτήτων ἕτερόν τι γίνεται κατὰ σύγκρισιν καὶ διάκρισιν. δύο γένη ἀέρος κατὰ τὸν Ἀριστοτέλην, τὸ ἀτμῶδες τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος καὶ τὸ καπνῶδες τὸ ἐξ ἀποσβέσεως πυρός. τοῦτο θερμόν· ἐκεῖνο τὰ πρῶτα μέν ἐστι θερμόν, ὕστερον δὲ ψύχεται. ἐκ δὲ τῶν τεττάρων στοιχείων τὰ πάντα καὶ εἰς ταῦτα ἀναλύεται. Πλάτων φησὶ τὰ τρία στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα, οὐ μὴν δὲ καὶ τὴν γῆν. πυραμὶς γὰρ καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον ἐκ σκαληνῶν συγκείμενα δύνανται διαλύεσθαι καὶ αὖθις συνίστασθαι, κύβος δὲ διαλυθεὶς εἰς ἄλλο τι τῶν τριῶν σχημάτων οὐ μεταβάλλει· ἐξ ἰσοπλεύρων γὰρ τριγώνων συνίσταται. τῷ πυρὶ ὀξύτης, μανότης, κίνησις· τῇ γῇ ἀμβλύτης, πυκνότης, στάσις. ἔστιν ὡς ὀξύτης πρὸς ἀμβλύτητα ἀὴρ πρὸς ὕδωρ, ὡς κίνησις πρὸς στά [σιν] ὕδωρ πρὸς γῆν, ὡς ἄρα πῦρ πρὸς ἀέρα ἀὴρ πρὸς ὕδωρ. Αἰσθητήρια μὲν πέντε, αἴσθησις δὲ μία, ἡ ψυχική. ἡ ἁφὴ ἐν τῇ γεώδει φύσει, τῷ αὐγοειδεστάτῳ ἡ ὄψις τῶν αὐγοειδῶν, τῷ ἀερώδει τὰ παθήματα τοῦ ἀέρος. οὐ πρὸς τὰ τέτταρα στοιχεῖα τέτταρες καὶ αἱ αἰσθήσεις, ἀλλὰ πέντε· τὸ γὰρ τῶν ὀσμῶν γένος μέσον ἀέρος καὶ ὕδατος. τῶν ψυχικῶν τὰ μὲν δορυφορικὰ καὶ ἀρχικά, ἤγουν τὸ διανοητικὸν καὶ ἐπιστημονικόν, τὰ δὲ ὑπουργικὰ ὡς τὰ αἰσθητικὰ καὶ ἡ καθ' ὁρμὴν κίνησις. Ἵππαρχος ἀκτῖνάς φησιν ἀπὸ τῶν ὀφθαλμῶν ἀποτείνεσθαι καὶ καθάπερ χεῖρας ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ. οἱ δὲ γεωμέτραι τὸν μὲν δεξιὸν ὀφθαλμὸν τείνειν φασὶν ἀκτῖνας ἐπὶ τὰ ἀριστερά, τὸν δ' ἀριστερὸν ἐπὶ τὰ δεξιά, καὶ ἀπὸ τῆς ἐμπτώσεως ἀποτελεῖσθαι κῶνον. οἱ Ἐπικούρειοι εἴδωλα τῶν φαινομένων φασὶ προσπίπτειν τοῖς ὀφθαλμοῖς. ἡ αὐγὴ τοῦ ἡλίου ψαύουσα τοῦ ἄνω πέρατος τοῦ ἀέρος διαδίδωσι δύναμιν. ὁ ἀὴρ ὄργανον τῷ ὀφθαλμῷ πρὸς τὴν τῶν ὁρωμένων διάγνωσιν. ὡς ὁ ἐγκέφαλος 27 πρὸς τὸ νεῦρον, οὕτως ὀφθαλμὸν πρὸς ἀέρα ἐμψυχωμένον δυνάμει ἡλιακῆς αὐγῆς. Πορφύριός φησιν ὡς ἡ ψυχὴ ἐντυγχάνει τοῖς ὁρατοῖς καὶ ἐπιγινώσκει αὐτὰ ὡς συνέχουσα πάντα. ὁρᾷ ἡ ὄψις κατ' εὐθείας γραμμάς. αἰσθάνεται χρωμάτων μὲν πρῶτον, εἶτα καὶ ἀριθμῶν καὶ κινήσεων καὶ στάσεων, ἔπειτα ὁμαλὸν ἀνώμαλον, τραχὺ λεῖον, ὀξὺ καὶ ἀμβλύ, κοινὰ ἁφῆς καὶ ὄψεως. Ἁπάντων αἰσθητηρίων [ἕκαστον] δύο. γλῶττα διττή, τοῖς ὄφεσι μόνοις διῃρημένη. διτταὶ αἱ ἐμπρόσθιοι κοιλίαι τοῦ ἐγκεφάλου, ὅθεν διττὰ νεῦρα καταπέμπονται ταῖς αἰσθήσεσιν. ἁφῆς ἀπολλυμένης ἀπόλλυται τὸ ζῷον· διὰ τοῦτο καὶ κοινή, ἵνα φυλάττηται πανταχόθεν. ὡς ἡ ὄψις διὰ μέσου ἀέρος ὁρᾷ, καὶ ἡ ἁφὴ διὰ βακτηρίας σκληρῶν καὶ ὑγρῶν αἰσθάνεται. τριχῶν ἀμοιροῦσι χεῖρες, ἵνα μᾶλλον τῶν ἁπτῶν ἀντιλαμβάνωνται. Ἡ ὄψις κατ' εὐθείας γραμμὰς ὁρᾷ, ὄσφρησις καὶ ἀκοὴ καὶ τοῦτο καὶ πανταχόθεν· αἱ δ' ἄλλαι μόνῳ τῷ πλησιασμῷ τῶν ὑποκειμένων ἀντιλαμβάνονται, τῇ ὑπερώᾳ νεῦρα ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν ἀντίληψιν. γευστικαὶ ποιότητες γλυκύτης, ὀξύτης, δριμύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης· κατὰ ταύτας τὸ ὕδωρ ἄποιον. Τοῦ διανοητικοῦ εἰσὶν αἱ κρίσεις, αἱ συγκαταθέσεις, αἱ ἀποφυγαί, αἱ ὁρμαί, τὸ βουλευτικόν, αἱ νοήσεις καὶ ἀρεταί, αἱ ἐπιστῆμαι. ἡ ψυχὴ διὰ τῶν αἰσθητηρίων τῶν αἰσθητῶν ἀντιλαμβάνεται καὶ γίνεται δόξα, διὰ τοῦ νοῦ τῶν νοητῶν καὶ γίνεται νόησις. ὅταν ταῦτα διασῴζῃ, τότε ἐστὶ μνήμη. τὰ νοητὰ μνημονεύεται κατὰ συμβεβηκός, καθ' ἑαυτὰ δὲ τὰ αἰσθητά. φυσικὴ ἔννοια ἡ [ἀδιδάκτως πᾶσι προσοῦσα]. τινὲς τῶν φρενιτιζόντων τὰς αἰσθήσεις διασῴζουσι, τῆς διανοίας μόνης βλαβείσης. Τὸ ἄλογον μέρος τῆς ψυχῆς παθητικὸν καλεῖται καὶ ὀρεκτικόν. πάθος ἐστὶ γὰρ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. ἐνέργεια ἡ κατὰ φύσιν κίνησις, 28 πάθος ἡ παρὰ φύσιν· ἐνέργεια ἡ κατὰ τὸν σφυγμὸν κίνησις, πάθος ἡ περὶ τοὺς παλμούς. τὸ πάθος ὀφείλει ἔχειν καὶ σφοδρότητα. Τῶν ἡδονῶν αἱ μὲν ψυχικαὶ, αἱ δὲ σωματικαὶ μετὰ κοινωνίας τῆς ψυχῆς. μόνα σώματος πάθη χωρὶς ψυχῆς τομαί, ῥεύσεις. ἔτι ταῖς καλαῖς πράξεσιν ἡδοναὶ οὐ πάθη εἰσίν, ἀλλὰ πείσεις κατὰ Πλάτωνα. οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις· ἡ γὰρ γένεσις οὐκ ὄντων, ἡ ἡδονὴ τῶν ὄντων. καὶ γένεσις ταχεῖα καὶ βραδεῖα, οὐ μὴν καὶ ἡδονή. τῶν ἀγαθῶν τὰ μὲν ἕξεις, τὰ δ' ἐνέργειαι, τὰ δ' ὄργανα. ὅσα ἐνεργειῶν εἴδη καλῶν ἢ φαύλων, τόσα καὶ ἡδονῶν ὁμοίως. Ὁ θεωρητικὸς ἀπαθής, ὁ σπουδαῖος μετριοπαθής. Γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν, τοῦ θερμοῦ παντὸς σπεύδοντος εἰς τὴν καρδίαν, ἐπὶ τὸ ἀρχικόν, ὡς ὁ δῆμος, ὅταν φοβεῖται, καταφεύγει πρὸς τοὺς ἄρχοντας. Τὸ θρεπτικόν, τὸ γεννητικόν, τὸ σφυγμικὸν οὐ πείθεται λόγῳ, ἀλλὰ τὸ θυμικὸν καὶ ἐπιθυμητικόν. Τὰ νεῦρα ἐκ τοῦ ἐγκεφάλου, ἀρτηρίαι ἐκ τῆς καρδίας, φλέβες ἐκ τοῦ ἥπατος. ὄργανα τοῦ σπέρματος φλέβες καὶ ἀρτηρίαι. τῆς καθ' ὁρμὴν κινήσεως εἴδη τὸ κινητικὸν τοῦ σώματος, τὸ φωνητικὸν καὶ ἀναπνευστικόν· ἐν ἡμῖν δὲ ταῦτα. Τῆς κατὰ προαίρεσιν καὶ καθ' ὁρμὴν κινήσεως ἀρχὴ ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελός, ὄργανα τὰ νεῦρα καὶ μύες. μόνος ἄνθρωπος καθέζεται {χωρὶς} ἄτερ ἐρείσματος. κάμπτει τὰ σκέλη πρὸς δύο ὀρθὰς γωνίας κατά τε ἰσχίον καὶ ἰγνύν. Ἔσω καὶ ἔξω τῶν διδύμων ἡ σὰρξ ἁπαλὴ οὖσα καὶ ὑπὸ τῆς δριμύτητος δακνομένη ἐμμανῆ ποιεῖ τοῦ θοροῦ τὴν ἔκκρισιν. ἐκ δὲ τῶν νεφρῶν ἡ δριμύτης ἀρύεται περὶ τῶν φλεβῶν. ἡ θρὶξ σκέπη προβάτοις, κόσμος ἀνθρώποις, κόσμος καὶ σκέπη τῷ λεόντι καὶ λοιποῖς τ [ισι] ζῴοις. Ἀκούσιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ' οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. διὰ τοῦτο αἱ ἀποβολαὶ τῶν φορτίων ἐν καιρῷ χει29 μῶνος ἐκ τῆς νηὸς ἑκούσιοί εἰσι καὶ τὸ ἀποφαγεῖν Ζήνωνα τὴν γλῶτταν, ὡς μὴ εἰπεῖν Διονυσίῳ τὰ ἀπόρρητα. ὅταν τις ἄκων ἐχθρὸν φονεύσῃ καὶ ἐπιχαίρῃ τούτῳ, τοῦτο οὐχ ἑκούσιον, οὐ μὴν καὶ ἀκούσιον. τινὰ τὴν ἀρχὴν ἀκούσιον ἔχει, τὸ τέλος δ' ἑκούσιον. ἄλλο δι' ἄγνοιαν ποιεῖν, καὶ ἕτερον τὸ ἀγνοεῖν. ἐὰν γὰρ ἐφ' ἡμῖν τῆς ἀγνοίας τὸ αἴτιον, οὐ δι' ἄγνοιαν ποιοῦμεν, ὡς ὁ μεθύων καὶ φαῦλα ποιῶν. Τὸ κατὰ προαίρεσιν ἑκούσιον· οὐ μὴν καὶ ἀνάπαλιν. τὰ παιδία γὰρ καὶ τὰ ἄλογα ἑκουσίως ποιεῖ μόνον. ἡ ὄρεξις διαιρεῖται εἰς ἐπιθυμίαν, θυμὸν καὶ βούλησιν. βούλεται πλουτεῖν καὶ ὑγιαίνειν· οὐ μὴν δὲ λέγεται καὶ προαιρεῖσθαι. ἡ βούλησις τοῦ τέλους ἐστίν, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἔτι δόξα ἀληθὴς καὶ ψευδής, οὐ μὴν καὶ προαίρεσις. ἔτι δόξα τῶν καθόλου, προαίρεσις τῶν καθέκαστα. προαίρεσίς ἐστιν τὸ μικτὸν ἐκ βουλῆς, κρίσεως καὶ ὀρέξεως. βούλησις ἐπὶ τοῖς ἔτι ζητουμένοις, προαίρεσις ἐπὶ τοῖς ἤδη προκεκριμένοις. πᾶσα βουλὴ ζήτησις, οὐ μὴν καὶ ἀνάπαλιν· βουλόμεθα περὶ τῶν ἐφ' ἡμῖν, ζητοῦμεν καὶ περὶ τῶν οὐκ ἐφ' ἡμῖν. βουλευόμεθα δὲ περὶ τῶν ἐπίσης ἐνδεχομένων. ἔχεται πρᾶξις μὲν δυνάμεως, δύναμις οὐσίας. Αἰγύπτιοί φασιν ἐκμειλίττεσθαι τὴν εἱμαρμένην, καὶ τοὺς ἀστέρας θεραπευέσθαι καὶ μετατρέπεσθαι πρὸς τὸ κρεῖττον. Πλάτων φησὶ κατ' οὐσίαν εἱμαρμένην τὴν τοῦ παντὸς ψυχήν, κατ' ἐνέργειαν δὲ νόμον θεῖον ἀπαράβατον. τῶν γινομένων αἴτια ἢ θεὸς ἢ εἱμαρμένη ἢ φύσις ἢ τύχη ἢ αὐτόματον. τύχη ἐστὶ σύμπτωσις καὶ συνδρομὴ δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων ἄλλο τι παρ' ὃ πέφυκεν ἀποτελούντων. Ἀριστοτέλης ἐπὶ τῶν ἠθικῶν φησιν ἀρετῶν· «ἃ ποιοῦντες μανθάνομεν, ταῦτα μαθόντες ποιοῦμεν· κρατεῖν γὰρ ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα, καὶ γενόμενοι σώφρονες κρατοῦμεν ἡδονῶν.» ἰστέον ὡς ἐφ' οἷς αἱ προτροπαὶ καὶ ἀποτροπαί, ταῦτα ἐφ' ἡμῖν. Ἀρχὴ πράξεως νοῦς ὁ ἡμέτερος. ἐφ' ἡμῖν αἱ κατὰ τέχνην ἐνέργειαι, ἡ ἀρετὴ καὶ πᾶσα πρᾶξις ψυχικὴ καὶ λογική. ὄντος τοῦ ἐφ' ἡμῖν καὶ τῆς προνοίας, ἀνάγκη κατ' ἄμφω τὰ γινόμενα γίνεσθαι. οἱ πολλοὶ τὴν δυσκρα30 σίαν αἰτίαν τῶν παθῶν προβαλλόμενοι ἀνάγκῃ φασὶ γίνεσθαι τὴν κακίαν καὶ τὴν ἀρετήν. Μία δύναμις τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, σωφρονεῖν καὶ ἀκολασταίνειν. οὐ μὴν καὶ ἡ αὐτὴ ἕξις τῶν ἀντικειμένων, οἷον τοῦ ἀκολασταίνειν καὶ σωφρονεῖν, ἀλλὰ τῶν ἐναντίων αἱ ἐναντίαι. ἡ δύναμις φυσική ἐστιν, ἡ δὲ ἕξις ἐπείσακτος καὶ διδακτή. Πρόνοιά ἐστιν ἡ ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Ἐπίκουρός φησι· «τὸ μακάριον καὶ ἄφθαρτον οὔτ' αὐτὸ πράγματα ἔχει οὔτ' ἄλλῳ παρέχει». πολλὰ τῶν κατὰ πρόνοιαν οὐκ ἔστι φύσεως ἔργα· μέρος γὰρ προνοίας ἡ φύσις. διὰ τρεῖς αἰτίας οὐκ ἂν εἴη πρόνοια· ἢ ἐν τῷ μὴ γινώσκειν τὸν θεὸν τί τὸ καλόν, ἢ τῷ μὴ βούλεσθαι, ἢ τῷ μὴ δύνασθαι. καὶ τὰ τρία ἄτοπα. φασίν «οὐ βούλεται, οὐ διὰ ῥαθυμίαν, ἀλλὰ δι' ἕτερον καὶ δεύτερον τρόπον, διὰ τὸ ἀπρεπές». εἰ οὐ δύναται προνοεῖν, ἢ διὰ τὸ αὐτὸν μὴ πεφυκέναι ἢ διὰ τὸ μὴ τὰ καθέκαστα προνοίας εἶναι δεκτικά. καὶ ἀμφότερα δὲ ἄτοπα. ὅπερ ὁ τεχνίτης πρὸς τὸ τεχνηθέν, οἰκοδόμος πρὸς οἰκίαν καὶ πρὸς τὸ γεννηθὲν ὁ πατήρ. Συλλογαὶ διάφοροι καὶ ποικίλαι Τῶν ψυχικῶν δυνάμεων αἱ μὲν λογικαί, αἱ δὲ ἄλογοι· τῶν λογικῶν αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί· ὁμοίως καὶ αἱ ἄλογοι. πάλιν αἱ λογικαὶ καὶ γνωστικαὶ διαιροῦνται εἰς δόξαν, διάνοιαν, νοῦν. ἡ οὖν δόξα καταγίνεται περὶ τὸ καθόλου αἰσθητόν, ὅτι πᾶς ἄνθρωπος δίπους, καὶ τῶν διανοητικῶν ἄνευ λόγου τὰ συμπεράσματα, οἷον ἡ ψυχὴ ἀθάνατος· τὸ διατί δὲ οὐκ οἶδε· διανοίας γὰρ τοῦτο. κατὰ Πλάτωνα δόξα διανοίας ἀποτελεύτησις. ἡ γὰρ διάνοια [μεταβαίνει] διὰ προτάσεως εἰς συμπέρασμα, ὃ οἶδεν ἡ δόξα μόνον. ὁ δὲ νοῦς ἐπέκεινα τῶν κατὰ ἀπόδειξιν 31 οἶδε. γίνεται δὲ τοῦτο τοῖς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γεγονόσι. νοῦς ἐστὶ ἕξις τῆς ψυχῆς τελειοτάτη. ὁ νοῦς καταγίνεται περὶ τὰ νοητά, διάνοια περὶ τὰ διανοητά, δόξα περὶ τὰ δοξαστά. Πλωτῖνος· «ἀγέσθωσαν οἱ νέοι διὰ τῶν μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀιδίου φύσεως.» Ἀπορία, εἰ μὴ δυνατὸν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστώσασθαι· οὐ γάρ, ἐπειδὴ ξανθὸς ἢ λευκὸς ὁ ἵππος, καὶ πάντες. ἢ κατὰ διάνοιαν ἢ κατὰ φαντασίαν ἢ αἴσθησιν; πῶς κατὰ δόξαν δυνατὸν τὴν διάνοιαν τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου συλλογίσασθαι; ὡς Ἀριστοτέλης δείκνυσι διὰ τῆς σελήνης ὅλα τὰ ἄστρα σφαιρικὰ ὡς ὁμοούσια, οὕτω καὶ ἡ δόξα, ὑπὸ τῆς αἰσθητοῖς μαθοῦσα ὅτι ὁ Σωκράτης καὶ Πλάτων δίπους, ἀναμιμνήσκεται οἷον καὶ πάντα ἄνθρωπον δίπουν δοξάζει. Πρακτικαί, λογικαί, γνωστικαί. βούλησις ἡ τοῦ ἀγαθοῦ μόνου καὶ προαίρεσις ἡ τῶν ἀμφοτέρων. καὶ ἡ μὲν βούλησις τῆς λογικῆς μόνον ψυχῆς, ἡ δὲ τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ, ἤγουν μετὰ ὑπελθεῖν τῷ σώματι. Τῶν ἀλόγων αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί. αἴσθησις ἡ περὶ τὰ ἐκτὸς καὶ τὸ παρόν, φαντασία ἡ περὶ τὰ ἐντός, ἣν καὶ νοῦν καλεῖ ὁ Ἀριστοτέλης ὡς ἔνδον ἔχουσαν τὸ γνωστόν, παθητικὸν ὡς οὐκ ἀσχηματίστως ἀλλὰ μετὰ τύπων ἔχουσαν τὸ γνωστόν. ἡ φαντασία τῶν πέντε αἰσθήσεων δέχεται τοὺς τύπους, ἡ δὲ αἴσθησις ἑκάστη τὸ ἴδιον. τῶν ὀρεκτικῶν θυμὸς καὶ ἐπιθυμία. τί δέ; οὐκ ἐπιθυμεῖ καὶ ὁ θυμούμενος τοῦδε καὶ ὁ λογικὸς σοφίας; ὥσπερ ἡ διάθεσις λέγεται καὶ καθ' αὑτὴν καὶ ἐπὶ τῆς ἕξεως, οὕτω καὶ ἐπιθυμία καὶ ἐν τοῖς δυσὶ φαίνεται καὶ καθ' ἑαυτήν. εἰσὶ καὶ αἱ θρεπτικαὶ δυνάμεις θρεπτική, αὐξητική, γεννητική. Ἡμεῖς οὖν ἔχομεν καὶ τὰς λογικὰς ὡς λογικοί, ὡς ζῷα τὰς ἀλόγους, ὡς ἔμψυχα τὰς φυτικάς. οἱ ἔχοντες τοιγαροῦν τὰς λογικὰς ἔχουσι καὶ τὰς ἀλόγους, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς οἱ ἔχοντες ὀφθαλμοὺς καὶ ἀκοὴν καὶ τὰς λοιπὰς αἰσθήσεις, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς οἱ ἀσπάλακες χωρὶς ὄψεως, οἱ σπόγγοι ἁφῆς μόνης. 32 Ἡ φύσις ἐφιεμένη τῆς τοῦ πρώτου ἀιδιότητος τοῦτο ἐσκόπησε, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο. καὶ ἐπειδὴ ἡ γέννησις ἐν ὡρισμένῳ γίνεται μεγέθει, δεόμεθα αὐξήσεως, ἥτις ἐδεήθη τῆς θρεπτικῆς δυνάμεως. ὅταν ἐνεργοῦμεν ὡς ἄνθρωποι, λογικῶς ἐνεργοῦμεν· ὡς ἄλογοι, ὅταν κατὰ θυμὸν καὶ ἐπιθυμίαν· καὶ ὅταν κατὰ τὰς θρεπτικὰς καὶ αὐξητικάς, ὡς φυτά. καὶ ὁ Πλωτῖνος «ὅσοι» φησί «κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐμμανῶς ἐνεργοῦσι κινδυνεύουσιν ἀποδενδρωθῆναι». Ἡ ἐπιθυμία διαφέρει τῆς θρεπτικῆς αὐξητικῆς, ὅτι δι' αἰσθήσεως ποιεῖ, ὃ ποιεῖ, καὶ ἡδέως· αἱ δὲ τοιαῦται δυνάμεις ἐφίενται ἁπλῶς καὶ ἀνεπαισθήτως. Τί οὖν; τρεῖς ψυχὰς ἔχομεν; λύσις· ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι δοκεῖ ἕν τι εἶναι, οὕτω καὶ τῇ ἀλόγῳ καὶ τῇ φυτικῇ ἑνωθεῖσα μίαν συνάφειαν ποιεῖ· ἐξῆπται γὰρ τῆς λογικῆς ἡ ἄλογος καὶ ταύτης ἡ φυτική. ἡ μὲν ἄλογος ἀκούει λόγου, ὡς τὸ «τέτλαθι κραδίη, ἐπεὶ κύντερον ἄλλο ποτ' ἔτλης», ἡ δὲ φυτικὴ οὐδαμῶς, καὶ διὰ τοῦτο πορρωτέρω τῆς λογικῆς. εἰ δὲ καὶ τὴν θρεπτικὴν μετριωτέραν ποιοῦμεν ἢ τὴν γεννητικήν, πλὴν οὐκ αὐτὴν δύναμιν ἀλλὰ τὴν ἐπιθυμίαν. Τὴν ψυχὴν οἱ μέν φασιν ἀσώματον, οἱ δὲ σῶμα, καὶ τούτων οἱ μὲν ἁπλοῦν, οἱ δὲ σύνθετον, καὶ τούτων οἱ μὲν ἐκ συνημμένων, οἱ δὲ ἀσυνάπτων. τῶν δὲ ἁπλοῦν οἱ μὲν αἰθέριον ἤγουν οὐράνιον, ὡς Ἡρακλείδης ὁ Ποντικός, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος (ὅθεν καὶ πυρίαν αὐτὴν καλεῖ), οἱ δὲ ἀερίαν, ὡς Ἀναξιμένης καί τινες τῶν Στωικῶν, οἱ δὲ δι' ὕδατος, ὡς Θαλῆς καὶ Ἵππων ὁ ἄθεος. τῶν δὲ σύνθετον οἱ μὲν ἐξ ἀσυνάπτων, ὡς Δημόκριτος καὶ Λεύκιππος οἱ τὰ ἄτομα εἰσάγοντες (ἐκ γὰρ σφαιρικῶν σχημάτων τεθῆναι ταύτην ἔλεγον), οἱ δὲ συναπτῶν, ὡς ὁ εἷς τῶν ἕνδεκα Κριτίας (αἷμα γὰρ ἔλεγεν). τῶν δὲ ἀσώματον οἱ μὲν χωριστὴν τῶν σωμάτων, οἱ δὲ ἀχώριστον. καὶ τῶν ἀχώριστον οἱ μὲν τὸν λόγον τῆς κράσεως, οἷον ἐὰν διπλάσιον πῦρ ἢ ἡμιόλιον μιχθῇ τῷ ὕδατι ποιεῖ ψυχήν· οἱ δὲ ἐντελέχειαν, ἥτις ἐστὶν τελειότης καὶ εἶδος τοῦ ὑποκειμένου τὸ γινόμενον ἐκ τοιᾶσδε συνθέσεως τῶν στοιχείων. τῶν δὲ χωριστὴν οἱ μὲν καὶ τὰς τρεῖς χωριστάς, ὡς Νουμήνιος, φασαν· οἱ δὲ ἀχώριστον καὶ διὰ τοῦτο θνητήν, ὡς καὶ ὁ Ἀλέξανδρος ὁ Ἀφροδισιεύς· οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν, τὰς δ' ἄλ33 λας ἀχωρίστους· ἄλλοι τὴν φυτικὴν μόνην, τὴν δ' ἄλογον τούτου μὲν χωριστήν, ἄλλου δὲ σώματος τοῦ πνευματικοῦ ἀχώριστον· ταύτην τὴν δόξαν Ἀριστοτέλης καὶ Πλάτων ἐπρέσβευσαν. Ὅτι ἡ ψυχὴ οὐ σῶμα, δῆλον ἐντεῦθεν. τὸ σῶμα διαιρετὸν εἰς ἄπειρα καὶ δέεται τοῦ συνέχοντος, ὅ ἐστιν ἡ ψυχή. εἰ γοῦν καὶ αὕτη σῶμα, δεηθείη ἂν ἑτέρου συνέχοντος, καὶ τοῦτο ἐπ' ἄπειρον. ἀνάγκη ἄρα τὴν συνεκτικὴν δύναμιν ἀσώματον εἶναι. ἔτι εἰ ἡ αἴσθησις ἡ χείρων τῶν γνωστικῶν δυνάμεων ἀσώματος, μᾶλλον αἱ κρείττους. ὅτι δὲ ἡ αἴσθησις ἀσώματος, δῆλον ἐντεῦθεν. οὐδὲν σῶμα κατὰ τὸ αὐτὸ μόριον ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναντίων ἐστὶν ἀντιληπτικόν, ἡ δὲ αἴσθησις δύναται τοῦτο καὶ ἐν ταὐτῷ διακρῖναι τὸ λευκὸν καὶ τὸ μέλαν ἀμερῶς· καὶ λοιπὸν ἀσώματος. οὐ γὰρ κατ' ἄλλο ἂν εἴπῃς καὶ ἄλλο μέρος· τὸ γὰρ κρῖνον ἓν καὶ τὸ αὐτὸ ὀφείλει εἶναι. καὶ ἡ φαντασία ἀσώματος· φυλάττει γὰρ καὶ τοὺς νῦν καὶ τοὺς προτέρους τύπους. εἰ γὰρ ἦν σῶμα, τάχ' ἂν ἠφάνιζε τοὺς προτέρους ὡς ὁ κηρός. καὶ οἱ φυσικοὶ λόγοι ἀμερεῖς καὶ ἀσώματοι· ἐν ἑκάστῳ γὰρ μορίῳ οἱ αὐτοὶ λόγοι καὶ ἐν τῷ παντὶ σπέρματι, οἱ θρεπτικοὶ καὶ διαπλαστικοί. ὥσπερ δὲ τὸ πᾶν σπέρμα εἰ δεχθῇ τῆς μήτρας ζῷον ἀποτελεῖ, οὕτω καὶ τὸ μόριον· ἀμερίστως ἄρα ἐν ἑκάστῳ μορίῳ ἀσωμάτως. καὶ ὥσπερ ἐν τῷ ὅλῳ δένδρῳ ἡ φυτικὴ δύναμις, οὕτω καὶ ἐν τῷ κλάδῳ. πόθεν οὖν τὰ τέρατα, εἰ μὴ παρὰ τὸ ἐνδεῖν καὶ πλεονάζειν τὸ σπέρμα; λύσις· ἡ ὕλη ἐστὶν αἰτία ἧς δεῖ κατὰ τὸ ποσὸν καὶ ποιόν. ἁπλῶς οὖν εἰ καὶ αἱ δυνάμεις αὗται ἀσώματοι, δέονται συμμετρίας ποσοῦ καὶ ποιοῦ, ἐπεὶ καὶ ὁ κύκλος ἀσώματος, ἀλλὰ δέεται εἰς σύστασιν ποιοῦ τινος καὶ ποσοῦ· οὐκ ἂν γὰρ συσταίη εἰ μὴ ἐπιλάβοιτο ὑποκειμένου μεγέθει καὶ ποιότητι, ἤγουν οὐκ ἂν συσταίη ἢ ἐν ὑγρῷ ἢ ἐν ἀκαριαίῳ σώματι. εἰ γὰρ ἦσαν σώματα, ἐν τῷ ἀποτμηθέντι κλάδῳ ὅλαι ἂν ἦσαν, καὶ τὸ δένδρον κολοβὸν ἂν ἦν. εἰ δέ τις εἴπῃ ὅτι «σώματά εἰσι ὁμοιομερῆ δι' ὅλου ἥκοντα, τῶν δὲ ὁμοιομερῶν τὸ αὐτὸ εἶδος ἐν τῷ μέρει καὶ ἐν τῷ ὅλῳ», λύσις· ἀλλὰ σῶμα διὰ σώματος οὐ χωρεῖ. ὅτι δὲ ἡ λογικὴ ἀσώματος, δῆλον. οὐδὲν τῶν σωμάτων αὐτὸ ἑαυτὸ γινώσκει, αὕτη δὲ ἑαυτὴν γινώσκει, αὕτη εὑρίσκει καὶ εὑρίσκεται. ἔτι αἱ ἐν ὑποκειμένῳ τῷ σώματι αἰσθήσεις τούτου ἀμαυρουμένου καὶ αὐταὶ ἀμαυροῦνται, ἡ ψυχὴ τούτου 34 μαραινομένου ἀκμάζει. ἔτι πᾶν ἐφίεται φυλάττειν τὸ οἰκεῖον ὑποκείμενον. εἰ ἡ ψυχὴ ἐνσώματος, πῶς θέλει φθείρειν αὐτό; Ἀξίωμα. πᾶσα οὐσία ἔχουσα ἐνέργειαν χωριστὴν σώματος ἐξ ἀνάγκης καὶ αὐτὴ χωριστή. εἰ γὰρ μή, τοῦ κρείττονος τὸ καταδεέστερον κρεῖττον. εἰ τῆς ψυχῆς ἐνέργεια χωριστὴ σώματος, λοιπὸν καὶ αὐτὴ χωριστή. πᾶσα δὲ χωριστὴ σώματος οὐσία ἀίδιος. εἰ δὲ φθαρτή, πρὶν γενέσθαι ἢ ἠδύνατο γενέσθαι ἢ οὐκ ἠδύνατο. εἰ μὴ ἠδύνατο, οὐκ ἂν ἐγένετο. εἰ δὲ ἠδύνατο, ὑλική· τοῦτο γὰρ ἡ δύναμις εἶναι καὶ μὴ εἶναι. εἰ δὲ ἄυλα τὰ χωριστὰ τῆς ὕλης, οὐκ ἔσονται ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. διττῶς ἡ φθορά· ἢ σώματος τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει, ἢ τοῦ τῶν ἀσωμάτων ἀποσβεννυμένου εἴδους τῇ ἀναρμοστίᾳ τοῦ ὑποκειμένου ἐν ᾧ τὸ εἶναι ἔχει. ἡ γοῦν ψυχὴ ἀσώματος, καὶ τὸ εἶναι ἔχει οὐκ ἐν ὑποκειμένῳ. καὶ πῶς ἂν φθαρῇ; καὶ ἡ μὲν λογικὴ ψυχὴ οὐκ ἐν σώματι, αἱ δ' ἄλλαι ἐν σώματι καὶ διὰ σώματος καὶ αἱ ἐνέργειαι αὐτῶν οὐκ ἄνευ σώματος, ἤγουν ἡ θρεπτική, αὐξητική, γεννητική, ἐπιθυμητική, θυμητική. αἱ [δυνάμεις] αὗται μετὰ θάνατον διαμένουσι τῷ σώματι· αὔξονται γὰρ ὄνυχες καὶ τρίχες, εἰ καὶ τῇ ἀληθείᾳ τῇ τήξει καὶ τῇ ἀπογυμνώσει τῶν σαρκῶν δοκοῦσιν αὔξεσθαι. καὶ ἡ ἄλογος δὲ ἐπιδιαμένει τῷ πνευματικῷ σώματι, ὃ ἐκ τῶν τεττάρων μέν ἐστιν, ἐκ τοῦ πλεονάζοντος δὲ ἀέρος καλεῖται πνευματικὸν καὶ γήινον. τοῦτο τὸ σῶμα κατὰ τὴν φλυαρίαν τῶν Ἑλλήνων ἐπιφέρει ἡ ψυχή, καὶ κολαζομένη αἰσθάνεται· οὐ γὰρ ἂν εἶχεν αἰσθάνεσθαι χωρίς τινος σώματος. Τί δὲ τὸ σῶμα τὸ ἐναέριον; οὐχὶ καὶ τοῦτο ἀσώματον; λύσις· ἀλλ' ἐπιφέρεται καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ μετὰ τὸ καθαρθῆναι ἡ ψυχὴ ἀποβάλλεται καὶ ταύτας καὶ τὸ ἀέριον σῶμα. πάλιν δὲ ἐπιφέρεται ἕτερον σῶμα αὐγοειδὲς ἢ ἀστροειδές. εἰ γὰρ ἀεικίνητός ἐστι, δεῖ ἔχειν ἀιδίως ἐξημμένον τι σῶμα κατὰ τὴν φλυαρίαν τῶν Ἑλλήνων. Αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν τῷ πνεύματι ἵδρυνται, αἱ ζωτικαὶ δὲ καὶ ἄλογοι φοιτῶσι καὶ εἰς τὸ σῶμα. αἱ αἰσθήσεις δὲ πᾶσαι τῷ ἐγκεφάλῳ ἐλλάμπονται διὰ τῶν νεύρων, καὶ πεπονθότος αὐτοῦ ἀνενέργητοι γίνονται (μῆνιγξ ἐστὶν ὑμήν τις σκέπων τὸν ἐγκέφαλον), καὶ τοῦ νωτιαίου μέρους πεπονθότος τὸ ἀνωτέρω ἀπολαύει αἰσθήσεως, τὰ δὲ κάτω οὔ, διὰ τὸ μὴ χορηγεῖσθαι ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰσθητικὴν δύναμιν. 35 Ἡ θεολογία ῥᾴστη καὶ δύσληπτος· τὸ μὲν διὰ τὴν τῶν ἑστώτων γνῶσιν, τὸ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν. Πλάτων ἀθανάτοις ὁμώνυμον ἐπιφέρει τὴν ψυχήν, ὅτι τὸ κυρίως ἀθάνατον καὶ κατ' οὐσίαν καὶ ἐνέργειαν ἀμετάβλητον, ἡ δὲ ψυχὴ οὐχὶ καὶ κατ' ἐνέργειαν· ὡσαύτως καὶ τὰ οὐράνια· μεταβάλλει γὰρ κατὰ τόπον. Ἡ περὶ ψυχῆς πραγματεία λυσιτελεῖ πρὸς τὰ ἠθικά, ὅτι ἀδύνατον κοσμῆσαι ἤθη μὴ ἐπεσκεμμένους τὰς δυνάμεις τῆς ψυχῆς· καὶ πρὸς θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστ {ικ} οῦ καὶ ἐν ἡμῖν· καὶ πρὸς φυσικήν, ὅτι περὶ τῶν ἐν σώματι εἰδῶν καταγίνεται αὐτή, ὧν δὴ κάλλιστον ἡ ψυχή. Ἡ ψυχὴ ὡς ποιητικὸν αἴτιον κινεῖ τὸ ζῷον μόνον βουλήσει· ὡς εἰδικὸν εἰδοποιεῖ, τὰ γὰρ ἔμψυχα κατὰ ψυχὴν εἰδοποιεῖται· τελικόν, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα, αὐτὴ δὲ οὗ ἕνεκα. ἡ μὲν ψυχὴ πορρωτέρω ἀρχή, ἡ δὲ φύσις προσεχής. Ἡ νόησις ἴδιον τῆς ψυχῆς, τὸ δὲ αἰσθάνεσθαι, φαντασιοῦσθαι, φοβεῖσθαι, θυμοῦσθαι, ἐπιθυμεῖν τοῦ συναμφοτέρου. τὸ πάσχειν διττόν· ἢ τὸ φθείρεσθαι, ὡς τὸ ξύλον ὑπὸ τοῦ πυρός, ἢ τὸ τελειοῦσθαι καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἄγεσθαι, ὡς αἱ αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν. Οὐκ εἴ τι καθ' αὑτό, τοῦτο καὶ πρώτως. καὶ τὸ ζῷον τῷ ἀνθρώπῳ καθ' αὑτὸ μέν, οὐ μὴν καὶ πρώτως. Τεκμήριόν ἐστιν τὸ ἄλυτον σημεῖον, τὸ ἐκ καπνοῦ πῦρ κατανοῆσαι· ἂν δὲ λύηται, σημεῖον, ὡς τὸ «ἥδε ὠχρὰ ἐπεὶ τέτοκεν». Ἐπὶ τί γένος ἀνάγεται ἡ ψυχὴ δύσκολον. οἱ μὲν γὰρ οὐσίαν λέγουσιν, οἱ δὲ ποσόν, ὡς Ξενοκράτης ἀριθμόν, οἱ δὲ ποιόν, ἤγουν κρᾶσιν ἢ ἐντελέχειαν, ὡς ἰατροί, οἱ δὲ πρός τι, οἱ λόγον διπλάσιον ἢ ἡμιόλιον. Ἡ δύναμις εὑρίσκεται ἐν τῇ οὐσίᾳ ὡς ἐν τῷ σπέρματι ἄνθρωπος, ἐν τῷ ποσῷ ὡς οἱ παῖδες δυνάμει ἄνδρες, ἐν τῷ ποιῷ ὡς οἱ ψυχροὶ θερμοί, ἐν τῇ κατὰ τόπον μεταβολῇ· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, δυνάμει δύνει. ἡ ὕλη μὲν μόνως ἐστὶ δύναμις, ἐνεργείᾳ δὲ οὐδὲ ἕν· τὸ εἶδος μόνον ἐντελέχεια· τὸ ἐξ ὕλης καὶ εἴδους ἐν ἀμφοτέροις. δυνάμει πάντως ἐν τῇ ὕλῃ καὶ ποτὲ μὲν τοῦτο ἔχει δυνάμει, ποτὲ δὲ ἐκεῖνο ἐνερ36 γείᾳ· μᾶλλον δὲ ἅμα καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, κατ' ἄλλο καὶ ἄλλο. τὰ θεῖα οὐδέποτε δυνάμει, ὅτι οὐκ ἐν ὕλῃ. Δύνασθαι καὶ πολλὰς ψυχὰς λέγειν τῷ ἀνθρώπῳ καθ' ὃ διαφέρουσι τῷ εἴδει καὶ μίαν διὰ τὴν συμφυΐαν καὶ συμπάθειαν. καὶ γὰρ αἱ λογικαὶ δυνάμεις διαβαίνουσι μεχρὶ καὶ τῶν φυτικῶν. Οἱ κρᾶσιν λέγοντες τὴν ψυχὴν τὰ αἰτιατὰ κρείττω ποιοῦσι τῶν αἰτίων· τὸ γὰρ ἄψυχον σῶμα ψυχῆς αἴτιον ποιοῦσι καὶ τὸ ἄζων ζωῆς. Οὐκ ἔστιν ἓν γένος τῶν ψυχῶν, ἐπειδὴ ταύταις τὸ πρότερον καὶ ὕστερον θεωρεῖται· πρότερον γὰρ ἡ λογικὴ καὶ ὅπου αὕτη καὶ αἱ λοιπαί, οὐ μὴν καὶ ἀνάπαλιν. ὡς τὰ ἀφ' ἑνὸς οὖν καὶ πρὸς ἓν ὁ περὶ ψυχῆς λόγος. Φαίνεται ὁ Ἀριστοτέλης δοξάζων τὰς πρὸ τῶν πολλῶν ἰδέας ἐν τῷ λέγειν «ἡ τάξις ἐν τῷ στρατηγῷ καὶ τοῖς στρατιώταις, ἡ ὑγεία ἐν τῷ νοσοῦντι καὶ τῷ ἰατρῷ, οὕτω καὶ ἡ ἐνταῦθα τάξις θεῷ καὶ τῷ κόσμῳ». οἱ ὁρισμοὶ οὐκ ἐν τοῖς πρὸ τῶν πολλῶν, ἀλλὰ ἐν τοῖς ἐννοηματικοῖς (τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ὁριζόμεθα), ταῦτα δὲ ὑστερογενῆ. Σαφέστερα ἃ ἐνεργοῦσι ἔν τισι τῶν ἐνεργειῶν, ὡς αἰσθητὸν αἰσθήσεως καὶ δοξαστὸν δόξης, ἐκτὸς νοῦ καὶ νοητοῦ· οὗτος γὰρ ἡμέτερος, τὸ δὲ ὑπὲρ ἡμᾶς. ψυχή ἐστιν οὐσία αὐτοκίνητος. Ἀπορία· εἰ διὰ τῶν ὁρισμῶν τὰ οἷον συμβεβηκότα γινώσκομεν καὶ διὰ τούτων τοὺς ὁρισμούς, διάλληλος δεῖξις. λύσις· ἐκ τῶν ἐναργῶν συμβεβηκότων γινώσκομεν τοὺς ὅρους, ἐκ δὲ τούτων τὰ ἀφανῆ συμβεβηκότα. ὁ Ἀριστοτέλης μὴ δυνάμενος ὁρίσασθαι τὸν τόπον σαφῶς εὗρε συμβεβηκότα τὸ περιέχειν τὸ ἐν τόπῳ, τὸ ἴσον εἶναι αὐτῷ. τὸ αὐτὸ ποιεῖ καὶ ἐπὶ κενοῦ καὶ ἀπείρου, ὁμοίως καὶ ἐπὶ ψυχῆς λαμβάνει φανταστικόν, κατὰ τόπον κινητικόν, ζωῆς ποιητικὸν καὶ ἕτερα. οὐ πάντα ὀφείλει περιλαμβάνειν ὁ ὅρος, ἀλλ' ὅσα δύναται διακρίνειν οὐσιωδῶς τὴν φύσιν τοῦ πράγματος. Τὸ οὐκ ἄνευ τινὸς τριχῶς· ἢ τὸ μήτε βλάπτον ἢ ὠφελοῦν, ὡς «οὐκ ἄνευ σκιᾶς τὸ ἐν φωτὶ σῶμα», ἢ τὸ ἐξ ἀνάγκης, ὡς ὄργανον («ἠρίστευσεν Ἀχιλλεὺς ἀλλ' οὐκ ἄνευ μελίας»), ἢ τὸ πάθος ἐμποδίζον, ὡς «ἐν χειμῶνι πλεύσας ἐσώθη ἀλλ' οὐκ ἄνευ κινδύνου». 37 Κατὰ τοῦ Ἀριστοτέλους λέγουσι· εἰ ἔστι πάθος ἴδιον ψυχῆς, ἤγουν ἐνέργεια, χωριστὴν ἔχει καὶ τὴν οὐσίαν· ὁ ὀφθαλμὸς ἰδίαν ἔχει ἐνέργειαν, λοιπὸν οὖν καὶ χωριστὴν ἔχει οὐσίαν. τὸ ἴδιον διττόν· ἢ τὸ ὂν μὲν ἔν τινι, δεόμενον καὶ τοῦ ὅλου, ὡς βάδισις τοῦ ποδός, ἢ τὸ μὴ δεόμενον, ὡς ἡ γλυκύτης ἐν τῷ οἰνομέλιτι τοῦ μέλιτος· ἰδία γὰρ τούτου καὶ χωριστή. καὶ ὁ ὀφθαλμὸς δὲ δέεται ἐγκεφάλου, πνεύματος καὶ τῶν ὀπτικῶν νεύρων. ἑτέρα λύσις· ἡ ὅρασις ἐνέργεια τοῦ ὀφθαλμοῦ οὐχ ὡς οὐσίας, ἀλλ' ὡς ὀργάνου· τῆς δὲ ψυχῆς ὡς οὐσίας. δεύτερος κανών· ὧν αἱ ἐνέργειαι τοῦ συναμφοτέρου, ἤγουν ἀχώριστοι, τούτων οὐδ' ἡ οὐσία χωριστή. ἰδοὺ οὖν τοῦ κυβερνήτου ἡ μὲν ἐνέργεια ἀχώριστος τοῦ πλοίου, ἡ δὲ οὐσία χωριστή. λύσις· ὁ κυβερνήτης ἐνεργεῖ καὶ ὡς κυβερνήτης καὶ ὡς ἄνθρωπος. αἱ μὲν οὖν ὡς κυβερνήτου ἐνέργειαι ἀχώριστοι τοῦ πλοίου καὶ οὐκ ἴδιαι τοῦ κυβερνήτου, αἱ δὲ ὡς ἀνθρώπου ἴδιαι. οὐ λέγομεν δὲ ὅτι δεῖ τὴν χωριστὴν οὐσίαν πάσας ἔχειν τὰς ἐνεργείας ἰδίας, ἀλλά τινας, καὶ διὰ ταύτας χωριστή· ἐπὶ δὲ τῆς ἀχωρίστου πάσας καὶ ἀχωρίστους. ἑτέρα λύσις· ἄλλη συμφυΐα οὐσιῶν καὶ ἄλλη κυβερνήτου πρὸς ναῦν· τί γὰρ ἡ τούτου συμφυΐα πρὸς ἐκείνην; Τριῶν ὄντων ἐν τοῖς φυσικοῖς, εἴδους, ὕλης καὶ αἰτίας, πῶς τῇ ὕλῃ τὸ εἶδος, φέρονται τούτοις μέθοδοι πέντε· ἡ φυσική, ἥτις διαλέξεται περὶ τοῦ εἴδους, τῆς ὕλης καὶ τῆς αἰτίας, οἷον «τῶν οὐρανίων ὕλη οὐ τὰ τέτταρα στοιχεῖα, ἀλλὰ καὶ πέμπτον τι σφαιρικόν, ὡς πολυχωρητότατον ἢ διὰ τὸ πρεπῶδες τοῦ τοιούτου σχήματος, ὃ μήτε ἀρχὴν ἢ τέλος ἔχει· κύκλῳ κινεῖται κατὰ μίμησιν τῶν ὑπὲρ αὐτὸν νόων οἳ εἰς ἑαυτοὺς συννεύουσι· νοῦς γὰρ τὰ εἴδη ὁρῶν ἑαυτὸν ὁρᾷ καὶ ἀνάπαλιν· καὶ ὅτι ὁ νοῦς πανταχοῦ ἐστί». καὶ ταῦτα ὁ φυσικός· ἀποδώσει οὖν διὰ ταῦτα τὸν ὅρον ἐξ ὕλης καὶ εἴδους. ἡ μερικὴ τέχνη, ἤγουν ἰατρικὴ ἢ τεκτονική, ἧς διαφέρει φυσικὴ ὅτι αὐτὴ καὶ ἐκ τῶν πορρωτέρω αἰτίας ἀποδίδωσι. τυχὸν ἰατρὸς μὲν αἰτιᾶται τοὺς τέτταρας χυμοὺς ἢ τὰ τέτταρα στοιχεῖα, ὁ δὲ φυσικὸς καὶ τὴν ὕλην καὶ τὸ εἶδος. ἡ διαλεκτική, ἣ ἀποδώσει τοὺς ὁρισμοὺς ἐκ τῆς αἰτίας, περὶ ταῦτα καταγίνεται, καθὼς ὁρίζεται καὶ τὸν θυμὸν ὄρεξιν ἀντιλυπήσεως. ἡ μαθηματική, ἥτις ἀποδίδωσι τῶν καθ' αὑτὰ εἰδῶν ἐξ ἀφαιρέσεως τοὺς ὁρισμούς. ἡ πρώτη φιλοσοφία περὶ τῶν πάντῃ 38 χωριστῶν τῆς ὕλης εἰδῶν διαλέξεται. τί οὖν διαφέρει πρῶτος φιλόσοφος καὶ μαθηματικός; οἱ λόγοι τῶν εἰδῶν τῶν ἐν ὕλῃ εἰσὶ καὶ ἐν τῇ ἡμετέρᾳ ψυχῇ καὶ ἐν τῷ νῷ τῷ δημιουργικῷ. καὶ τῶν ἐν τῇ ψυχῇ οἱ μὲν διαστατοί, οἱ ἐν τῇ φαντασίᾳ, οἱ δὲ ἀμερεῖς καὶ ἀδιάστατοι, ὡς οἱ ἐν τῷ λογιστικῷ. ὁ μὲν οὖν γεωμέτρης περὶ τῶν ἐν φαντασίᾳ διαστατῶν εἰδῶν διαλέξεται· ὡς γὰρ ἀβακίῳ κέχρηται τῇ φαντασίᾳ μεριστῶς ἐνεργῶν καὶ διαστήματα ἀναμετρῶν καὶ τέμνων. ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῶν εἰδῶν τῶν ἐν τῷ λογικῷ καὶ τῶν ἐν τῷ δημιουργικῷ διαλέξεται. οἱ μὲν οὖν ἐν τῷ λογικῷ εἰκόνες τῶν πρώτων, οἱ δὲ ἐν τῷ δημιουργικῷ νῷ ἀρχέτυποι καὶ ποιητικοί. περὶ ἐκείνων δὲ εἶπέν τις ὡς καθαρτικὸς παθῶν καὶ ἀγνοίας, περὶ δὲ τούτων ὡς θεωρητικός. ὁ ἐξ ὕλης καὶ εἴδους ὁρισμὸς τοῦ φυσικοῦ, ὁ ἐξ εἴδους τοῦ διαλεκτικοῦ, ὁ ἐξ ὕλης οὐδεμιᾶς· οὐδεμία γὰρ τέχνη περὶ ὕλην μόνην καταγίνεται. Τριττὸς ὁ θυμός· ὁ χωριστὸς παντὸς σώματος γεώδους ἀερίου, ὁ ἐν τῷ πνεύματι ὁ χωριστὸς μόνον τοῦ γεώδους, καὶ ὁ ἀχώριστος τοῦ σώματος, ἤγουν ἡ ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος. Λέγουσί τινες ὅτι οὔτε ἡ βῶλος κάτω κινεῖται κατὰ φύσιν· ἡ γὰρ γῆ τὸ μέσον χώραν ἔχει καὶ οὐ τὴν κάτω, οὔτε τὸ πῦρ τὴν ἄνω, ὅτι τὸ ὅλον τὴν κυκλικήν. λύσις· αἱ τοιαῦται κινήσεις οὐ κατὰ φύσιν, ἀλλ' ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν, ὡς λέγομεν τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. Τὸ θεῖον ἑστὸς ἀκίνητον τὰ πάντα κινεῖ, τὰ δ' ἄλλα κινοῦντα κινοῦνται. τὸ κάλλος καὶ ἡ εἰκὼν κινοῦσι μὴ κινούμενα. Ῥυσμὸς κατὰ Ἀβδηρίτους τὸ σχῆμα, τροπὴ ἡ διάθεσις, διαθιγὴ ἡ τάξις. Αὐτοκίνητον λέγει τὴν ψυχὴν ὁ Πλάτων, οὐ διὰ τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ τὴν κατὰ βούλησιν καὶ διάνοιαν. Πέντε τὰ γένη κατὰ Πλάτωνα, οὐσία, ταυτότης, ἑτερότης, κίνησις, στάσις, οὐχ ὡς τὰ παρὰ τοῖς φιλοσόφοις ὑπάλληλα, ἀλλ' ὡς πανταχοῦ διήκοντα. ἐν πᾶσι γὰρ οὐσία διὰ τὴν ὕπαρξιν, ταυτότης διὰ τὴν μίαν ἀρχήν, ἑτερότης ὅτι πλῆθός ἐσμεν, κίνησις (ἀλλ' οὐχ ἡ ἀτελής, ἀλλ' ἡ 39 ἐνέργεια τῶνδέ τινων, τοῦ θερμοῦ τὸ θερμαίνειν, ψυχροῦ τὸ ψύχειν), καὶ ἡ στάσις ἡ ἐν τοῖς οὖσι καὶ τοῖς ἀιδίοις. καὶ γὰρ καὶ ἐν τοῖς ἀεικινήτοις θεωρεῖται στάσις, οὐ διὰ τὸ ἵστασθαι τὸ ὅλον, ἀλλὰ καὶ τὸ ἀεικίνητον οἷον στάσιν ἔχει αὐτὸ τοῦτο. γνωρίζομεν πάντα ἢ ταυτότητι ὡς τὸ λευκὸν παραθέσει λευκοῦ (γνωρίζομεν γὰρ ὡς ὅμοιον), ἢ ἀνομοιότητι ὡς τὸ λευκὸν διὰ τοῦ μέλανος (γνωρίζομεν γὰρ ὡς ἕτερον). Ἔγραφε βιβλίον Ἀριστοτέλης περὶ τοῦ ἀγαθοῦ, εἰς ὃ τὰς ἀγράφους τοῦ Πλάτωνος δόξας κατατάττει. ἐτίμων οἱ Πυθαγορικοὶ μονάδα, δυάδα, τριάδα καὶ τετράδα· τὴν μὲν τετράδα ὅτι τέτταρα εἴδη ζῴων, οὐρανίων, ἀερίων, χθονίων, ἐνύδρων, καὶ ὅτι ἐν τοῖς αἰσθητοῖς σημεῖον, γραμμή, ἐπίπεδον, στερεόν, καὶ ὅτι πάντα ἐκ τῶν τεττάρων, καὶ ὅτι γεννητική ἐστι τοῦ δεκάτου· τὴν μονάδα ὡς ἀμερῆ διὰ τὰ νοητὰ τὰ ἀμερῆ κατ' οὐσίαν καὶ ἐνέργειαν τὴν ἐν στάσει καὶ ἀκινησίᾳ· τὴν δυάδα ὡς ἐπιστήμην (ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· διὰ τοῦτο καὶ ἐπιστήμη ὡς ἐπὶ στάσιν ἄγουσα τὸν νοῦν καὶ μὴ ἀοριστίαν)· τὴν τριάδα διὰ τὴν δόξαν ἥτις ὁρμᾷ μὲν ἀπό του, φέρεται δὲ οὐκ εἴς τι, ἀλλ' ἢ ὧδε ἢ ὧδε. φέρει τὰ τέτταρα ταῦτα ἐν τῇ ψυχῇ· μονάδα τὸν νοῦν ὡς ἀμέριστον καὶ διὰ τὰς τῶν νοητῶν ἀντιλήψεις, δυάδα τὴν διάνοιαν ἔχουσαν τὸ ποθέν πῃ, τριάδα τὴν δόξαν ὡς εἴπομεν, τετράδα τὴν αἴσθησιν· τὰ γὰρ αἰσθητὰ ἐκ τεττάρων. καὶ ἡ φαντασία δὲ ἐν τῇ αἰσθήσει. Πλάτων τὴν ψυχὴν ποτὲ ἐκ τοῦ κινητικοῦ ὁρίζεται (ταύτην καὶ λέγει αὐτοκίνητον), ποτὲ ἐκ τοῦ γνωστικοῦ, ὅθεν καὶ Ξενοκράτης ἀριθμόν φησι ταύτην αὐτὸν ἑαυτὸν κινοῦντα, διὰ μὲν τοῦ ἀριθμοῦ τὸ γνωστικὸν δηλώσας (ἀριθμὸν γὰρ οὗτος οὐ τὸν τῶν δακτύλων οἴεται, ἀλλὰ τὰ εἴδη, νοῦν, διάνοιαν, δόξαν, αἴσθησιν), διὰ τῆς κινήσεως τὸ αὐτοκίνητον. οἱ παλαιοὶ κινήσει τὴν οἰκείαν δόξαν περὶ τῶν ὄντων καὶ τὴν ψυχὴν ὡρίσαντο, οἱ μὲν πῦρ, οἱ δὲ ἐξ ἀτόμων. Ἀριστοτέλης οὐ μόνον οὐ λέγει τὴν ψυχὴν αὐτοκίνητον, ἀλλ' οὐδὲ κίνησιν ὅλως αὐτῇ παραχωρεῖ. «ὅτι ἡ κίνησις ἐνέργεια» φησίν «ἐστὶν ἀτελὴς ἀρχομένη μὲν ἀπὸ τοῦ πράττοντος καὶ λήγουσα εἰς τὸν πάσχοντα τὸν καὶ τελειούμενον· λοιπὸν καὶ ἡ ψυχὴ κινεῖται, ὅτι οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν». ἄλλως· ἐν οἷς τὸ πρότερον 40 καὶ ὕστερον, τούτοις χρόνος· εἰ χρόνος, κίνησις. εἰ γοῦν ἔστιν ἐν ψυχῇ πρῶτον καὶ ὕστερον (μέτεισι γὰρ ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνοίας εἰς γνῶσιν), ἄρα καὶ κινεῖται. Ἀριστοτέλης· «εἰ μερίσομεν τὰ εἴδη τῆς κινήσεως καὶ κατ' αὐτὰ εὕρωμεν μὴ κινεῖσθαι τὴν ψυχήν, ἀκίνητός ἐστιν.» συμφωνεῖ τούτῳ καὶ Πλάτων· οὐ γὰρ κατὰ μίαν τῶν φυσικῶν κινήσεων λέγει τὴν ψυχὴν αὐτοκίνητον. Ἀριστοτέλης· τῶν κινουμένων τὰ μὲν κατ' οὐσίαν ἔχει κίνησιν, τὰ δὲ κατὰ συμβεβηκός· καὶ τούτων τὰ μὲν ἔχει καὶ ἰδίαν κίνησιν, ὡς πλωτὴρ συγκινούμενος τῇ νηὶ ἔχει καὶ οἰκείαν κίνησιν, τὰ δὲ ἀκίνητα ὄντα καθ' αὑτὰ κινεῖ κατὰ συμβεβηκὸς τοῦ σώματος κινουμένου. κατὰ τοῦτο τὸ σημαινόμενον λέγει Ἀριστοτέλης κινεῖν τὴν ψυχὴν τὸ σῶμα, ὡς οἱ ἐρέται συγκινοῦνται τῷ σκάφει. συγκινεῖται οὖν καὶ ἡ ψυχὴ τῷ σώματι, ἀκίνητος καθ' αὑτὴν οὖσα, ἀλλὰ κατὰ συμβεβηκός. τῶν δὲ καθ' αὑτὰ κινουμένων τὰ μὲν συνουσιωμένην ἔχει τὴν κίνησιν καὶ συμπληρωτικὴν τῆς οὐσίας. τὴν δὲ κίνησιν ἐν τῇ φύσει ἔχουσιν ὡς δύνασθαι μετέχειν αὐτῆς ὥσπερ ἡ βῶλος καὶ τὰ ἕτερα μόρια τῶν στοιχείων. Τὸ σῶμα κυρίως μεριστόν. εἰ δὲ καὶ ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον καθ' αὑτὸ μεριστόν, τῷ λόγῳ ἐστίν. εἰ κινεῖται ἡ ψυχὴ καθ' αὑτήν, καὶ μεριστή ἐστιν καὶ σῶμα. Εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ κατὰ Ἀριστοτέλην, πῶς ἡ [ἀ] πλανὴς ὅτι κινεῖται μὲν λέγει, μὴ ἐν τόπῳ; ἢ μὴ ὅλη, ἀλλὰ τὰ μέρη αὐτῆς, καὶ ὅτι ἐπέκεινα αὐτῆς σῶμα οὐκ ἔστιν ἵνα καὶ τόπος περικοιλαίνηται. Εἰ ἀπὸ ἀγνοίας εἰς γνῶσιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν μεταβάλλεται ἡ ψυχή, ταῦτα δὲ ἀλλοιώσεις, κινεῖται ἡ ψυχή. οὐκ ἀλλοιώσεις ταῦτα (αἱ γὰρ ἀλλοιώσεις παθητικαὶ καὶ αἰσθηταί), ἀλλ' ἕξεις καὶ στερήσεις αἵ εἰσιν ἐν γενέσει, αἳ καὶ δρῶσι περὶ τὴν οὐσίαν τοῦ ὑποκειμένου, ὡς γὰρ ἡ νόσος καὶ ἡ ὑγεία. ὁ ἑκτικὸς πυρετὸς εἰ συμβεβηκός, πῶς φθείρει τὸ ὑποκείμενον; οὐκ ἔστιν συμβεβηκὸς οὐδὲ ἀλλοίωσις τοῦ ὑποκειμένου, ἀλλὰ παρὰ φύσιν θερμότης διαλυτικὴ τῆς ἁρμονίας τοῦ ζῴου.

Intertext edge

Open linked passage

Note