Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 41 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
Ἀπορία· εἰ πᾶν τὸ κατὰ φύσιν κινούμενον καὶ βίᾳ κινεῖται, τάχ' ἂν κινηθείη ἡ ψυχὴ καὶ παρὰ φύσιν. λύσις· ἀλλ' οὐχὶ τὰ κυκλοφορικὰ σώματα, καὶ ὅτι τὰ θεῖα κρείττονος δυνάμεως καὶ κινήσεως. φασί τινες ὡς ὁ θυμὸς καὶ ἡ ἐπιθυμία παρὰ φύσιν κινήσεις, καὶ ἴστωσαν ὡς τῷ παρὰ φύσιν οὐδέποτ' ἄν τις εἰς τὸ κατὰ φύσιν χρήσαιτο, θυμῷ δὲ καὶ ἐπιθυμίᾳ χρώμεθα εἰς τὸ τῆς ψυχῆς ἀγαθόν. Ἀπορία· εἰ κινεῖται ἡ ψυχή, ἢ ἄνω κινηθήσεται καὶ ἔσται πῦρ ἢ ἀήρ, ἢ κάτω καὶ ἔσται γῆ ἢ ὕδωρ. λύσις· οὐκ ἀνάγκη τοῦτο, καὶ γὰρ καὶ ἡ σὰρξ κάτω κινεῖται καὶ οὐδέν τι τῶν στοιχείων ἐστίν. ἀπορία· ἀλλ' οὐχὶ ἡ ὕλη, ἤγουν τὸ στοιχεῖον, ψυχή, ἀλλὰ τὸ εἶδος τὸ ἐπιγινόμενον αὐτῷ. Εἰ κινεῖται ἡ ψυχή, ἢ ὡς κινεῖται τὸ σῶμα κινεῖται, ἢ ὡς αὕτη καὶ τὸ σῶμα. λύσις· οὐκ ἔστιν, καὶ γὰρ ἡ ἡμίονος ἕλκει τὸν τροχόν, καὶ ὁ μὲν τροχὸς κύκλῳ, ἡ δὲ ἡμίονος κατ' εὐθεῖαν κινεῖται. καὶ ὁ τροχὸς κατ' εὐθὺ κινεῖται, ἀλλὰ τὸ σχῆμα ποιεῖ τὴν κύκλῳ. οὐκ εἶπεν Ἀριστοτέλης, ἣν ἂν κινῆται κίνησιν τὸ κινοῦν κατ' εἶδος, οἷον εὐθεῖαν ἢ κυκλικήν, ταύτην κινηθήσεται καὶ τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ γένος· εἰ κατὰ τόπον, καὶ τὸ κινούμενον κατὰ τόπον. τοῦτο μόνον ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἐν ταῖς ἄλλαις ψευδές· οὐ γὰρ ὁ μελαίνων μελαίνεται οὐδ' ὁ αὔξων αὔξεται. Εἰ κατὰ μοχλείαν κινεῖ τὸ σῶμα ἡ ψυχή, δύναται καὶ ἐξελθοῦσα εἰσελθεῖν καὶ τάχ' ἂν ἀναστήσονται καὶ οἱ νεκροί. ἀπορία· ὁ κίων κρατεῖ τὸν τοῖχον, καὶ ἐὰν ἀποσπασθῇ, οὐκέτι καὶ πάλιν κρατεῖν αὐτὸν δύναται. λύσις· ἐνταῦθα οὐ μόνον μοχλείας καὶ ὤσεως δεῖ, ἀλλὰ καὶ ἐπιτηδειότητος τοῦ ἀνεχομένου. διαλυθείσης δὲ ταύτης οὐκέτι ὁ κίων ὑποδὺς τοῦτον δύναται ἀνασχεῖν. Τὸ κατὰ συμβεβηκὸς κίνησιν ἔχον καὶ ἀφ' ἑαυτοῦ κινηθήσεται καὶ ἀπ' ἄλλου, ὡς τὸ πλοῖον καὶ παρὰ τοῦ ἱστίου καὶ ἀφ' ἑαυτοῦ, τὸ δὲ καθ' αὑτὸ οὐδέποτε ὑπὸ ἄλλου. ἡ ψυχὴ οὖν φαίνεται ὑπὸ τῶν αἰσθητῶν κινουμένη· λοιπὸν οὐκ αὐτοκίνητος.

Intertext edge

Open linked passage

Note