Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 42 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1
Ἀπορία· τὸ ζῷον καθ' αὑτὸ κινεῖται κατὰ τόπον καὶ ὑπ' ἄλλου κατὰ τόπον, καὶ ὁ λίθος καθ' αὑτὸν κάτω καὶ παρ' ἄλλου, καὶ τὴν αὐτὴν κίνησιν κινεῖται τὸ ζῷον καθ' αὑτὸ καὶ παρ' ἄλλου· καθ' αὑτὸ γάρ ἐστι κίνησις τούτῳ ἡ καθ' ὁρμὴν διὰ τῶν οἰκείων ὀργάνων, ἣν οὐδέποτε ὑπ' ἄλλου κατὰ συμβεβηκὸς κινηθείη, ὡσαύτως καὶ τῷ λίθῳ. εἰ οὖν τὸ καθ' αὑτὸ οὐ κινεῖται ὑπ' ἄλλου, ἡ δὲ ψυχὴ ὑπ' ἄλλου κινεῖται (ἐκ γὰρ τῶν καθέκαστα εἰς τὸ καθόλου ἀνέρχεται, καὶ παρὰ τοῦ λυποῦντος κινεῖται εἰς ὀργήν), λοιπὸν οὐκ αὐτοκίνητός ἐστιν. λύσις· εἰ κινεῖται ὑπὸ τῶν αἰσθητῶν, οὕτως ὥσπερ, εἴ τις ὑπνοῦντα γεωμέτρην ἔξυπνον {τις} ἐποίησε, γρήγορσιν μὲν τούτῳ ἐποίησεν, οὐ μὴν δ' ἐνέβαλε καὶ τὰ θεωρήματα τούτῳ. εἰ τὰ αἰσθητὰ κινοῦσι τὴν ψυχὴν εἰς γνῶσιν, πῶς οὐχὶ καὶ τὰ ἄλογα γινώσκει, δραστικωτέρας αὐτὰς ἔχοντες; ἄλλως οἶδε τὰ αἰσθητὰ ἡ ψυχή, ἤγουν ὡς ἔχουσι φύσιν, καὶ ἄλλως αἴσθησις. ἡ γὰρ αἴσθησις πολλάκις τὸ ποδιαῖον εἰς πολὺ μέγεθος ὁρᾷ. ἔτι ἡ ψυχὴ τὴν ἕξιν ἀκριβῶς ἔχει, τὴν δὲ προχείρισιν λαμβάνει ἐκ τῶν αἰσθήσεων. ἡ ἄλογος χωρὶς τῶν αἰσθητῶν οὐδὲν γινώσκει· οὐ ταύτην λέγει Πλάτων αὐτοκίνητον. Ἡ πρώτη ἀντίθεσις ἐκ τοῦ ποιητικοῦ αἰτίου, ἡ δὲ δευτέρα ἐκ τοῦ τελικοῦ. οἷον καθ' αὑτὸ ἔχομεν τὸ ὁρᾶν, τὸν δὲ πλοῦτον δι' ἄλλο. καὶ ἐπὶ τῶν τελικῶν τὴν ἀρετὴν καθ' αὑτὸ, τὴν δ' ἰσχὺν δι' ἄλλο. εἴ τι δι' αὑτό, καὶ καθ' αὑτό, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς τῷ σώματι δι' αὑτὸ ἡ ὑγεία ἀγαθὸν καὶ καθ' αὑτό, τῇ ψυχῇ καθ' αὑτὸ τὸ ὁρᾶν, οὐχὶ δι' αὑτό, ἀλλὰ διὰ τὸ σῴζεσθαι. καὶ τὸ δι' ἄλλο καὶ δι' ἑτέρου· ὁ γὰρ πλοῦτος διὰ τὴν ἐμπορίαν καὶ ἑτέρου ἕνεκα, ἤγουν τῆς ἀρετῆς. τὸ ὁρᾶν ἑτέρου μὲν ἕνεκα, οὐ δι' ἄλλο δέ, ἀλλὰ καθ' αὑτό. ἐνδέχεται τὸ καθ' αὑτὸ καὶ δι' ἄλλο εἶναι κατὰ συμβεβηκός· ἡ γὰρ ὑγεία καθ' αὑτὸ καὶ δι' ἄλλο, τὸ τὸν ἰατρὸν ὑφελέσθαι τὸ λυμαινόμενον. καὶ ἡ ἀρετὴ δι' αὑτὸ καὶ κατὰ συμβεβηκὸς ἕνεκεν τῆς εὐκλείας. καὶ ἡ ψυχὴ εἰ καθ' αὑτὸ κινεῖται, οὐχὶ καὶ δι' ἄλλο, εἰ μὴ κατὰ συμβεβηκός· εἰ δὲ δι' ἄλλο, ἤγουν διὰ τὰ αἰσθητά, οὐ καθ' αὑτό. Εἰ ἡ ψυχὴ αὐτοκίνητός ἐστι καὶ κινεῖ ἑαυτὴν καὶ κινεῖται ἀφ' ἑαυτῆς, τάχ' ἂν ἐξίσταται ἐκ τοῦ τόπου ἀφ' οὗ ἐκινήθη καὶ φθαρήσεται. Ὁ νοῦς τὰ μὲν πρὸ αὐτοῦ οἶδεν εἰκονικῶς, τὰ δὲ μετ' αὐτὸν παραδειγματικῶς.

Intertext edge

Open linked passage

Note