Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 43 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
Πᾶσα ἀπόδειξις ἔχει ἀρχὴν τὰς κοινὰς ἐννοίας, πέρας δὲ τὸ συμπέρασμα, καὶ οἱ ὁρισμοὶ ἀρχὴν τὰ γενικώτατα, τέλος τὰ εἰδικώτατα. εἰ γοῦν ταῦτα πεπερασμένα, καὶ οἱ ὁρισμοὶ οἱ περὶ ταῦτα καταγινόμενοι. Ἡ ἁρμονία προϋποκειμένων τῶν χορδῶν ἐπιγίνεται. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία· πρὸ τοῦ σώματος γάρ ἐστιν. ἔτι ἡ ἁρμονία οὐ μάχεται ταῖς χορδαῖς, ἡ δὲ ψυχὴ μάχεται τῷ σώματι. ἡ ἁρμονία δέχεται τὸ μᾶλλον καὶ ἧττον, ἡ δὲ ψυχὴ οὔ· λοιπὸν οὐχ ἁρμονία. ἡ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν ἐπιδέχεται οὐδαμῶς, ἡ δὲ ψυχὴ ἐπιδέχεται ἁρμονίαν τὴν ἀρετὴν καὶ ἀναρμοστίαν τὴν κακίαν. εἰ ἁρμονία, οὐκ ἂν ἐπιδέξαιτο ἀναρμοστίαν, δέχεται δὲ τὴν κακίαν. δηλονότι τῇ ἁρμονίᾳ ἐναντία ἡ ἀναρμοστία, τῇ ψυχῇ οὐδὲν ἐναντίον· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἡ ἁρμονία λόγος καὶ σύνθεσις τῶν μιχθέντων, ἡ ψυχὴ οὐδὲν τούτων· λοιπὸν οὐδὲ ἁρμονία. ἔτι ἡ ἁρμονία οὐ κινεῖ τὰ ἐξ ὧν ἐστιν, ἡ ψυχὴ κινεῖ τὸ σῶμα· οὐκ ἄρα ἁρμονία. ἔτι τῆς ἁρμονίας τὰ μέρη ἁρμονίαι, ὁ θυμός, ἡ ἐπιθυμία, ἡ αἴσθησις τὰ μέρη τῆς ψυχῆς οὐχ ἁρμονίαι· λοιπὸν ἡ ψυχὴ οὐχ ἁρμονία. οὐ λέγομεν ἁρμονίαν Λύδιον ἢ Φρύγιον, ἀλλὰ σύνθεσιν τοῦ σώματος, ὡς τῶν λίθων ἐν τῇ οἰκίᾳ μὴ δύνασθαι {ἄλλων} ἄλλο ἐμβληθῆναι. φασί τινες· «εἰ μὴ ἔστιν ἡ ψυχὴ ἁρμονία, τί δήποτε ἀναιρουμένης τῆς ἁρμονίας τοῦ σώματος ἀναιρεῖται ἡ ψυχή; ἔτι τῆς ψυχῆς ἀπολειπούσης, πῶς ἡ ἁρμονία τοῦ σώματος φθείρεται, εἰ μὴ ἡ ψυχὴ ἦν ἁρμονία;» λύσις· οὐ φθείρεται ἡ ψυχή, ἀλλ' ἡ εἰς τὸ σῶμα αὐτῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ διαφανοῦς τοῦ ἀέρος ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ' ἡ τούτου εἰς τὸ διαφανὲς ἐνέργεια. Ἀπορία· ἡ διάνοια τῆς λογικῆς ἐστιν ψυχῆς καὶ χωριστή. πῶς οὖν λέγει αὐτὴν Ἀριστοτέλης ἐκ τοῦ συναμφοτέρου; ἡ λογικὴ ψυχὴ κεχωρισμένη τοῦ σώματος διανοίᾳ οὐ κέχρηται οὐδὲ ζητεῖ, ἀλλὰ καθαρῶς ἐπιβάλλει τοῖς πράγμασιν. ὅταν δὲ συγγένηται τῷ σώματι, ἄγνοια αὐτῇ ἐπιγίνεται καὶ διαβαίνει ἐκ τῶν τῆς ψυχῆς κινημάτων ἴχνη πρὸς τὸ σῶμα. συμπάθεια γάρ τις τοῦ σώματος ἐπὶ τὴν ψυχήν. τῆς ὄπισθεν γὰρ κοιλίας τοῦ ἐγκεφάλου παθούσης πάσχει τὸ μνημονευτικόν, ἄλλης τὸ λογιστικόν, καὶ τοιῶσδε τὸ φανταστικόν.

Intertext edge

Open linked passage

Note