Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1
Ἡ ἀνάμνησις ἄρχεται ἀπὸ τῆς ψυχῆς καὶ διαβαίνει πρὸς τὸ σῶμα. Ἡ ἐντελέχεια καὶ τὸ εἶδος κατὰ Ἀριστοτέλην διττά, χωριστὰ τῆς ὕλης καὶ ἀχώριστα. ὁ νοῦς οὐ πάσχει ὥστε φθαρτὸς νομισθῆναι. καὶ γὰρ καὶ τοῦ ὄμματος λημῶντος τὸ αἰσθητήριον ἐμπαθὲς ἢ καὶ ἀργὸν καὶ ἡ αἴσθησις ἀπαθής. ὅθεν οὐδὲ ὁ νοῦς ληροῖ, ἀλλ' ἡ τοῦ ὀργάνου πρὸς τὸ χεῖρον μεταβολή. Ἀριστοτέλης καὶ τὴν λογικὴν καὶ ἄλογον καὶ φυτικὴν καὶ τὸν νοῦν ψυχὰς ὀνομάζει. Ἡ ψυχὴ διαιρεθεῖσα τοῦ σώματος οὐ μνημονεύει· οὐ γὰρ δέεται μνήμης. Τὸ ποιοῦν πρὸς τὸ πάσχον οὔτε πάντῃ ὅμοιον ὀφείλει εἶναι οὔτε πάντῃ ἀνόμοιον, ἀλλὰ πῶς μέν, πῶς δ' οὔ. ποιεῖ γὰρ τὸ θερμὸν εἰς τὸ ψυχρόν, δυνάμει μὲν θερμόν, ἐνεργείᾳ δὲ ψυχρόν. κἂν ποιεῖ τὸ ἄγαν θερμὸν εἰς τὸ μετρίως θερμόν, οὐχ ᾗ θερμὸν ποιεῖ ἀλλ' ᾗ ψυχρόν. Καὶ λέγουσιν ὅτι καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκει ἡ ψυχή, ὡς τὸ «γαίῃ μὲν γαῖαν ὀπώπαμεν» κατ' Ἐμπεδοκλέα, «ὕδατι δὲ ὕδωρ». τοὐναντίον· τρίχες γὰρ καὶ ὀστᾶ καὶ ὄνυχες μετέχοντα τῆς γῆς πάντῃ ἀναίσθητα. καὶ ὁ σφαῖρος, ὃν θεὸν οὗτος ὀνομάζει, συγκειμένων ἐκ τῶν τεττάρων στοιχείων καὶ τοῦ νείκους καὶ τῆς φιλίας, κατὰ μετοχὴν ἀναισθητότερος ἂν εἴη τῶν στοιχείων, ὡς βραχὺ μετέχων αὐτῶν. Θαλῆς ἐν παντὶ σώματί φησιν εἶναι ψυχήν. πῶς οὖν ἐν πυρὶ καὶ ἀέρι τοῖς καθαρωτέροις καὶ λεπτοτέροις οὐκ ἔστιν; Ἡ ἐντελέχεια διττή· τὸ τοῦ σώματος ἀχώριστον εἶδος καὶ τὸ κεχωρισμένον ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ὅταν οὖν ἐντελέχειαν λέγει τὴν ἄλογον καὶ φυτικὴν ψυχήν, τὸ ἀχώριστον εἶδος λέγει· ὅταν δὲ τὴν λογικήν, τὸ κεχωρισμένον. Μία οὖσα ἡ ψυχὴ κατ' οὐσίαν ἔχει τὴν θρεπτικήν, αὐξητικήν, γεννητικήν, λογιστικὴν καὶ τὰς λοιπὰς δυνάμεις ὡς τὸ πῦρ καυστικήν, ξηραντικὴν καὶ φωτιστικήν, ἢ μεριστή ἐστι καὶ κατ' ἄλλο καὶ ἄλλο μόριον ἐνεργεῖ. δοκεῖ ὡς μία οὖσα ταῦτα ἐνεργεῖ. εἰ γὰρ διῄρηται, ἀνάγκη τὰ μόρια ἢ διακεκριμένα εἶναι ἢ ἡνωμένα. εἰ διακέκριται, πῶς ἔσται τὸ ζῷον ἕν;