Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 46 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1
εἶπεν ἀντὶ τοῦ διωργανωμένου, ὃ οὔτε τὸ σπέρμα οὔτε ὁ νεκρός. τοῦ ζῆν ἐπὶ πλέον· ζῇ γὰρ καὶ τὰ ἔμβρυα, ζῷα δὲ παρ'** ἐν οἷς ἐπιδιστάζεται.** τὸ εἶδος καὶ ἐντελέχεια· οὐ μὴν καὶ ἀνάπαλιν. ἡ γὰρ ἀπὸ τῆς ἕξεως ἐνέργεια ἐντελέχεια, οὐ μὴν καὶ εἶδος. ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ πέφυκε χωρίζεσθαι ἡ ἐνέργεια τῆς ἕξεως, ὡς ἡ ἐνέργεια τοῦ διδασκάλου τῆς τοῦ μαθητοῦ ἕξεως. ἐν δὲ τοῖς θείοις σύνδρομος ἕξις τῇ ἐνεργείᾳ· ἄνευ γὰρ δυνάμεως ἐνέργειαί εἰσιν. Ἔχουσι καὶ τὰ φυτὰ ὄργανα ἁπλᾶ, ἰδίαν ἕκαστον ἐνέργειαν ἔχοντα. ἐπὶ δὲ τῶν ζῴων τὰ ὄργανα πολλὰς καὶ ποικίλας ἔχει, ἐπειδὴ τῶν ζῴων αἱ ψυχαὶ ποικίλαι ταῖς ὁρμαῖς, τῶν δὲ φυτῶν ἁπλαῖ. Καρπός ἐστιν αἱ κεγκραμίδες τοῦ σύκου κυρίως καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες, περικάρπιον τὸ περικεχυμένον αὐτοῖς ὑγρὸν μετὰ τοῦ δέρματος. Πρώτη δύναμις τῆς φυτικῆς ψυχῆς γεννητική, τοῦτο γὰρ τέλος τῆς φύσεως τὸ φυλάττειν τὰ ὑποκείμενα· δευτέρα ἡ αὐξητικὴ ὡς τελειοῦσα καὶ εἰς τὸ κατὰ φύσιν μέτρον ἄγουσα· τρίτη ἡ θρεπτικὴ ἧς ἔργον ἐστὶ τὸ σῴζειν τὸ εἶδος, μέχρι γὰρ σῳζόμεθα ἔστ' ἂν τρεφώμεθα. Ὡς ὄψις κρείττων ἀκοῆς, καὶ αὕτη ὀσφρήσεως κἀκείνη γεύσεως καὶ ἁφῆς. ἡ ἁφὴ δοκεῖ μηδὲ αἴσθησις εἶ· αἱ γὰρ ἄλλαι ἔχουσιν ἰδίας ἀντιθέσεις, μέλαν λευκόν, βαρὺ ὀξύ, καὶ τὰ λοιπά, αὕτη δὲ περὶ θερμὸν καὶ μαλακόν, βαρὺ καὶ κοῦφον, μανὸν καὶ πυκνόν, καὶ πολλὰς ἀντιθέσεις. Ἐν τοῖς ἀνθρώποις αἴτιον τῆς κατὰ τόπον κινήσεως νοῦς, ἐν τοῖς ἀλόγοις ἡ αἴσθησις· τῇ ἀληθείᾳ δὲ τὸ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. Τὸ ζῆν πολλαχῶς λέγεται· κατὰ νοῦν, κατ' αἴσθησιν, κατὰ τὰ λοιπά. ὅθεν καὶ τὰ φυτὰ θρεπτικὴν ἔχοντα δύναμιν ζῆν λέγεται. ταῦτα τρέφεσθαι καὶ αὔξεσθαι λέγομεν τὰ κατὰ πᾶν μόριον τρεφόμενα καὶ αὐξόμενα. εἰς δὲ τὰ μὴ κατὰ πᾶν μόριον πρόσθεσις λέγεται, ὡς ἐπὶ τὸν σωρὸν τοῦ σίτου πρόσθεσις ὁ ἕτερος. Ζῷα λέγομεν οὐ τὰ ἁπλῶς ζῶντα, ἀλλ' ἐν οἷς ἡ ζωὴ τρανέστερον καὶ περιφανέστερον, ὥσπερ δρομέας οὐ τοὺς ἁπλῶς τρέχοντας, ἀλλὰ σφοδρῶς.

Intertext edge

Open linked passage

Note