Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1
Ἐν τῷ φ [υ] τῷ μία μὲν ἡ ψυχή, διαιρεθεῖσα δὲ εἰς πολλοὺς κλάδους καὶ αὔξουσα τὴν οἰκείαν δύναμιν πολλαὶ γίνονται τῷ ἀριθμῷ, τῷ δὲ εἴδει ἐστὶ μία. Ἐκ τοῦ ἐγκεφάλου πρόεισι πᾶσα αἴσθησις καὶ κίνησις. ὅθεν εἰ πάθῃ τι οὗτος, ἀναίσθητον πάντῃ καὶ ἀκίνητον ἀπομένει τὸ ζῷον. Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· τὸ ὀρεκτικὸν καὶ φανταστικὸν ἀχώριστά εἰσιν, ὁμοίως καὶ τὸ αἰσθητικὸν καὶ τὸ κατὰ τόπον κυκλικόν. Τοῦ νοῦ τὸ μὲν θεωρητικόν, τὸ δὲ πρακτικὸν ὃ σχέσιν ἔχει πρὸς τὸ σῶμα, οὗ ἀπολυθὲν οὐκ ἔστι πρακτικός. ἄμφω τῷ τέλει διαφέρουσιν· ἐκείνῳ γὰρ τέλος ἡ ἀληθείας κατάληψις, τούτῳ δὲ τοῦ ἀγαθοῦ. Ὁ νοῦς γένος ἕτερον δοκεῖ τῆς ψυχῆς καὶ χωριστὴν ἔχων τὴν οὐσίαν, ἡ δὲ πᾶσα ψυχὴ ἀχώριστος. τῆς ψυχῆς μόνον μέρος ὁ νοῦς ἀίδιον. ἡ ψυχὴ ἔχει μὲν καὶ ἐνεργείας ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα, ἃς μετὰ τὴν ἐντεῦθεν ἐλευθερίαν ἀποτίθεται. ἔχει καὶ ἰδίας τὰς περὶ τῶν νοητῶν, εἰς ἃς μᾶλλον ἐμποδίζει τὸ σῶμα. πρόδηλον τοίνυν ὅτι καὶ τὴν οὐσίαν ἕξει χωριστήν, νοῦς τότε οὖσα καὶ λεγομένη, οὐκέτι ψυχὴ μέντοι εἰ μὴ δυνάμει, ὡς καὶ ἐν σώματι οὖσα δυνάμει ἐστὶ νοῦς. Τοῖς τὴν ἁφὴν μόνην ἔχουσιν ἡ κατ' ἐπιθυμίαν ὑπάρχει ὄρεξις, τοῖς δὲ [αἰσθήσεις] καὶ ἡ κατὰ θυμόν· ἡ δὲ βούλησις μόνου τοῦ λόγου. ἡ ὄρεξις κοινῶς ἐπί τε θυμοῦ καὶ ἐπιθυμίας λέγεται· ὁμώνυμος γάρ ἐστιν ὡς ἡ ἐπιθυμία. Τῇ ἁφῇ χρῶνται καὶ αἱ λοιπαὶ αἰσθήσεις (ἡ ὄψις γὰρ ἁπτομένη τοῦ διαφανοῦς ἀντιλαμβάνεται καὶ ἡ ὄσφρησις τοῦ διακονουμένου τῇ ὀσμῇ), ἀλλὰ κατὰ συμβεβηκός. Ἡ κοινῶς κατηγορουμένη τῶν ἄλλων ψυχὴ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἓν διῄρηται. Αἱ αἰσθήσεις ἀντιπεπόνθασι τῷ νοΐ· αὗται γὰρ μειζόνων δραττόμεναι ἀπολλύουσι τὸ ἔλαττον, ὡς ἡ ὄψις βλέπουσα τὸν ἥλιον ἀδυνατεῖ πρὸς τὰ γράμματα, ὁ μεγάλων ψόφων ἀκούσας τῶν ἐλαττόνων ἐστὶν ἀνεπαίσθητος, καὶ αἱ ἄλλαι, νοῦς δὲ τῇ τῶν μειζόνων ἀντιλήψει ὀξυδερκέστερον γίνεται. Αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ δὲ λόγῳ δεύτεραι, αἱ δὲ ἐνέργειαι ἀνάπαλιν, εἰ τὸ τέλος τῷ λόγῳ πρότερον, ἡ δ' ἐνέργεια 48 τέλος τῆς δυνάμεώς ἐστι καὶ προτέρα. ἔτι τὸ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ὅρασίς ἐστι ἀντίληψις χρωμάτων. τὸ αὐτό ἐστι καὶ ὡς τέλος καὶ ὡς πρός τι, ὡς οἰκοδόμησις πρὸς τὸ οἰκοδομητόν, πρός τι καὶ τέλος, καὶ οὐκ ἔστι ξένη ἡ ἀντίθεσις. καὶ τῆς γεννήσεως τὸ γεννώμενον ὡς μὲν γεννώμενον ἀντικείμενον, ὡς δὲ ἤδη γεγονὸς τέλος. τὸ αὐτὸ καὶ ἐπὶ αὐξήσεως καὶ αὐξητοῦ ηὐξημένου. Εἰ πάντα τοῦ εἶναι ἐφίεται καὶ διὰ τοῦτό ἐστι τοῖς ζῴοις ἡ γεννητικὴ κατὰ προαίρεσιν δύναμις, ἐν δὲ τοῖς φυτοῖς ἡ αὐτόματος, πῶς οὐ τούτου χάριν τὸ αὐτὸ καὶ ἐν τοῖς ἀψύχοις ἐστὶ καὶ ἐν τούτοις ἡ τοιαύτη δύναμις ὑφειμένη; καὶ γὰρ τὰ μέταλλα φθειρόμενα πάλιν ἀνταποδίδοται, εἰ καὶ μὴ ὅδε ὁ λίθος. καὶ κατὰ τὴν ἐπικράτειαν δὲ τῶν στοιχείων γίνονται καὶ τὰ ἄψυχα εἰς ἐπίδοσιν. Τρία εἰσὶν ἡ θρεπτική, ἤγουν τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ ἡ τροφή. τὸ ᾧ τρέφεταί {ὅ} ἐστι διττόν· ἢ ὡς Ὕλῃ ἢ ὡς ὀργάνῳ. καὶ τὸ ὄργανον διττόν· ἢ κινοῦν καὶ κινούμενον, ὡς τὸ ἔμφυτον θερμὸν κινούμενον ἀπὸ τῆς θρεπτικῆς δυνάμεως καὶ κινοῦν ὀδόντας, γαστέρα, φλέβας ἃ μόνον κινεῖται καὶ οὐ κινεῖ, ἢ κινοῦν τὸ θερμόν, κινούμενον ἡ τροφή. Τὸ πάσχον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ ὑπὸ τοῦ ἐναντίου. πάσχει κυρίως ὑπὸ τοῦ δυνάμει μὲν ὁμοίου, ἐνεργείᾳ δὲ ἀνομοίου, ὡς ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν. Εἰ ἡ αἴσθησις ἀντιληπτικὴ τῶν αἰσθητῶν, εἰσὶ δὲ καὶ τὰ αἰσθητήρια αἰσθητά, πῶς οὐκ ἀντιλαμβάνεται καὶ τούτων; ἡ αἴσθησις δύναμίς ἐστι καὶ ἐνεργεῖ διά τινων, ἤγουν τῶν αἰσθητῶν ἔξωθεν φαινομένων. ὁ νοῦς ἔχει τὴν τῶν νοουμένων [γν] ῶσιν ἐντὸς καὶ βλέπει καθ' ἑαυτόν· ἡ δὲ αἴσθησις τῶν ἔξωθεν δέεται. αἰσθάνεται δὲ αἴσθησις εἰς τὸ καθ' ἑαυτὴν μᾶλλον τὰ παρὰ φύσιν, ὡς πυρετὸν καὶ οὐ φυσικὴν θερμότητα, καὶ ἰκτεριώντων ὁ ὀφθαλμὸς ἐν τῷ βλέπειν πάντα κίτρινα, ὃς δὴ ἐν τῷ ὁρᾶν δέεται ἔξωθεν καὶ ἀέρος, οὐχ ἁπλῶς ἀλλὰ φωτεινοῦ. ἔτι ἡ αἴσθησις οὐκ ἀντιλαμβάνεται τῶν αἰσθητηρίων, ὅτι οὐδὲν αὐτὸ ἀφ' ἑαυτοῦ πάσχει, ἀλλ' ὑφ' ἑτέρου ἀνομοίου. ἀντίληψίς ἐστι κρίσις τοῦ πάθους τοῦ ἐγγινο49 μένου τῷ αἰσθητηρίῳ. αἰσθάνεσθαί ἐστι κρίσις τοῦ πάθους τοῦ ἐγγινομένου τῷ αἰσθητικῷ ὑπὸ τῶν αἰσθητῶν. Καθολικωτέρα ἡ ἐνέργεια κινήσεως καὶ αὕτη τοῦ πάσχειν. ἐνέργειά ἐστιν ἡ καθόλου προσβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δὲ ἀτελὴς ἐνέργεια καὶ ἡ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδός. διττὴ καὶ ἡ ἐνέργεια ὡς ἡ διάθεσις, καὶ διττὸν τὸ δυνάμει, τό τε καθ' ἕξιν καὶ ἐπιτηδειότητα. Ἀλλοίωσίς ἐστιν ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον τοῦ αὐτοῦ ὑποκειμένου μένοντος. Ὅταν λέγωμεν γίνεσθαι τὰς αἰσθήσεις ὅπερ τὰ αἰσθητά, οὐχ οὕτω λέγομεν, ὅτι γίνεται ἡ ὅρασις λευκὴ ἢ μέλαινα, ἀλλ' ὅτι ἀντιλαμβάνεται τοῦ αἰσθητοῦ, ὡς καὶ ὁ κηρὸς δυνάμει δακτύλιος διὰ τὴν σφραγῖδα. Τριχῶς λέγεται τὰ αἰσθητά· τὰ μὲν καθ' αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, τῶν καθ' αὑτὰ τὰ μὲν κοινά, τὰ δὲ ἴδια ἑκάστης, ὡς ὄψει χρώματα, ἀκοῇ ψόφοι καὶ ταῖς λοιπαῖς ἴδια. κοινὰ δὲ αὐτῶν σχῆμα, κίνησις καὶ ὁ ἀριθμός· τὸν αὐτὸν γὰρ πέντε καὶ ἀκούομεν καὶ βλέπομεν καὶ ἁπτόμεθα. Ἀριστοτέλης ἐν τῇ Φυσικῇ λέγει μόνον ἀριθμεῖν τὸν νοῦν, ἐν δὲ τῷ Περὶ αἰσθήσεώς φησι καὶ τὴν αἴσθησιν. ὁ νοῦς τοῦ εἴδους ἐστὶν ἀντιληπτικός, ἡ δὲ αἴσθησις τοῦ τοσοῦδε. καὶ ἡ ὄψις καθ' αὑτὸ τοῦ χρώματος ἀντιλαμβάνεται, κατὰ συμβεβηκὸς δὲ καὶ οὐσίας, ἤγουν Σωκράτους, Πλάτωνος. τὰ τῇ ὄψει αἰσθητὰ χρώματα, τῇ ἀκοῇ ψόφοι, τῇ γεύσει χυμοί, ἁφῇ δὲ καὶ ὀσφρήσει οὐκ εἰσὶν ὀνομασίαι· τὰ γὰρ ἁπτὰ ἢ ὀσφραντὰ τῆς σχέσεως αὐτῶν εἰσιν ὀνομασίαι. οὐδὲ ἡ ἀτμὴ κυρίως τῆς ὀσφρήσεως, ἐπεὶ ἡ ἐξ ὕδατος οὐκ ὀσφραντή. τὰ δὲ τῇ ἁφῇ ὑποκείμενα πάντῃ ἀνώνυμα. αἱ μὲν ἄλλαι αἰσθήσεις ἔχουσιν ἀπάτην εἰς τὰ οἰκεῖα ὑποκείμενα, ἡ δὲ ἁφὴ πλείους μὲν ἔχει διαφοράς, ἀλλ' οὐκ ἀπατᾶται. ἰστέον ὡς ὑπὸ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ οὐχ ὑπὸ τῶν κατὰ συμβεβηκὸς πάσχουσιν αἱ αἰσθήσεις. Εἰ ἡ αἴσθησις οὐκ αἰσθάνεταί τινων ὡς οὐσιῶν, πόθεν ὁ κύων γινώσκει τὸν δεσπότην καὶ ὁ ὄνος τὴν φάτνην; οὐχ ᾗ οὐσίαν, ἀλλ' ᾗ τοιάδε σχήματα φίλων. Διαφανές ἐστι φύσις τις ἐν πλείοσιν ὑπάρχουσα διαπορθμευτικὴ τῶν χρωμάτων, ἥτις φωτὸς μὲν ἀπόντος δυνάμει ἐστὶν αφανής, ἐνεργείᾳ δὲ τούτου παρόντος.