Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 50 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
50.1
Πυγολαμπίδες, λεπίδες, ἐχίνων ὄστρακα καὶ τοιαῦθ' ὅμοια ἐν φωτὶ οὐχ ὁρᾶται, ἀλλ' ἐν σκότει, ὅτι οὐ χρῶμά ἐστι τὸ ἐν τούτοις πυρῶδες· ἴδιον δὲ χρώματος τὸ ἐν φωτὶ ὁρᾶσθαι. Τὸ φῶς τελειωτικόν ἐστι τοῦ δυνάμει διαφανοῦς. Διαφανὲς δὲ μετὰ τῶν ἄλλων, ἤγουν ἀέρος, ὕδατος, φεγγιτῶν, λίθων, κεράτων, ὑέλου, γύψου, καὶ τὸ χύμα τῶν σφαιρῶν δι' ὧν καὶ τὰ ἄστρα βλέπομεν. καὶ αὗται μὲν αἱ σφαῖραι διαφανεῖς, οὐκέτι δὲ καὶ τὰ ἄστρα. Ἰστέον ὅτι τὸ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ διάστημα δύο ζῳδίων ἴσον ἐστὶ διαστήματι. Τὸ φῶς οὐ σῶμά ἐστιν. εἰ γὰρ ἦν σῶμα, πῶς οἷόν τε ἦν ἀθρόαν ἔχειν κίνησιν, ὥστε ἅμα τὸν ἥλιον ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι, ἐξαίφνης ὅλον τὸ ὑπὲρ γῆν ἡμισφαίριον φωτίζει; ἔτι εἰ ἦν σῶμα, ἢ κατ' εὐθὺ ἔμελλε φωτίζειν ἢ κατὰ κύκλον. εἰ κατ' εὐθύ, ἢ ἄνω μόνον ἢ κάτω μόνον· τοῦτο δὲ καὶ δεξιᾷ καὶ ἀριστερᾷ καὶ πανταχοῦ. ὅτι δὲ οὐδὲ κύκλῳ, δῆλον. εἰ γὰρ εἰς ἑτερόμηκες οἴκημα εἰσαγάγω λύχνον, διελεύσεται τὸ φῶς εἰς τὴν ἑτέραν σανίδα. ἔτι εἰ σῶμα τὸ φῶς, χωρεῖ δὲ δι' ὅλου τοῦ ἀέρος, δίεισι σῶμα διὰ σώματος. ἔτι εἰ ἦν σῶμα, ἐν τῷ ἄνεμον κινεῖσθαι ἂν ἐσκοτίζετο ὁ τόπος ἐξωθουμένου τοῦ φωτὸς ὑπὸ τοῦ ἀέρος. ἔτι εἰ σῶμα τὸ φῶς, ὁ ἀὴρ φωτιζόμενος ἂν ἐπαχύνετο· βλέπομεν δὲ ὅτι φωτιζόμενος λεπτύνεται. Ὁ ἀὴρ οὐκ ἔχει ἴδιον χρῶμα. εἰ γὰρ εἶχεν, οὐκ ἂν ἦν διαπορθμευτικὸς τῶν χρωμάτων, ἐπεὶ καὶ {εἰ} ὕελος πάντα διαπορθμεύει τὰ χρώματα, ἐὰν δὲ δέξηται πανταχοῦ ἓν χρῶμα εἰς βάθος, ἄλλα οὐ διαπορθμεύει. ἔτι εἰ εἶχεν ὁ ἀὴρ ἴδιον χρῶμα, ἐπείχετο δὲ καὶ ἔξωθεν ἕτερον, σύγχυσις ἐγένετο ἄν· τὸ αὐτὸ γὰρ ὑποκείμενον ἀσυγχύτως δύο χρώματα δέξασθαι οὐ δύναται. πῶς ἡ ἐνέργεια τοῦ χρώματος ἀπὸ τοῦ ἰδίου ὑποκειμένου ἀφικνεῖται πρὸς τὴν ὄψιν; ὅτι ἐν ὑποκειμένῳ γίνεται τῷ ἀέρι, καὶ ὥσπερ ἡ τοῦ τέκτονος ἐνέργεια χωρεῖ διὰ τοῦ σκεπάρνου εἰς τὸ ξύλον, τοῦτο μὲν σχηματίζουσα, τῷ δὲ σκεπάρνῳ μηδὲν ποιοῦσα. Εἰ δὲ καὶ ἀθρόα γίνεται ἡ ἐνέργεια τοῦ φωτός, οὐ θαυμαστὸν ἀσωμάτου ὄντος· ὅπου γε ἐν τῇ σχοίνῳ διὰ τὴν συνοχὴν τῆς μιᾶς ἄκρας σαλευθείσης ἅπαν σεσάλευται.

Intertext edge

Open linked passage

Note