Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 51 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1
Τὰ ἐν τοῖς κατόπτροις εἴδωλα φαίνεται οὐ τῶν ὄψεων τῶν ἡμετέρων ἀνακλωμένων πρὸς τὰ ὁρατά, ἀλλὰ τῶν ἐνεργειῶν ἐκείνων πρὸς ἡμᾶς, κατ' εὐθεῖαν φερομένων πρὸς τὰς ὄψεις. οὐκ ἄλλως ἢ κατ' εὐθεῖαν ἐνεχθήσονται, εἰ μὴ κατὰ πρόσωπον αὐτοῖς γενώμεθα. διὰ τοῦτο οὖν τὰ ὄπισθεν χρώματα, κἂν ἐκ πλαγίων ἀποβλέψωμεν, οὐχ ὁρῶμεν. Εἰ ἀκτῖνες οὐ σῶμα, παράτριψις οὐκ ἔστιν. ταύτης δὲ μὴ οὔσης, πῶς ἐστι θερμὸς ὁ ἀήρ; ὥσπερ ἡ ψυχὴ θερμὴ οὐκ οὖσα ζωτικὴ ἐνέργεια γίνεται τῷ σώματι, ἐπειδὰν δὲ ἀποστῇ, σβέννυται τὸ ἔμψυχον θερμόν, τοιαύτη καὶ ἐκ τοῦ ἡλίου ζωτικὴ ἐνέργεια γίνεται διὰ τοῦ φ [ωτὸς] ἐν ἀέρι ἐκθερμαίνουσα τὸ ἔμφυτον αὐτῷ θερμόν. εἰ δὲ καὶ ὁ ἥλιος θερμὸς μὴ ὢν θερμαίνει, ὁμοίως καὶ ἡ φροντὶς θερμαίνει ἀσώματος οὖσα ψυχῆς ἐνέργεια, οὕτως οὐδὲν ἀπεικὸς καὶ τὸν ἥλιον μὴ ὄντα θερμὸν τῇ ζωτικῇ αὐτοῦ ἐνεργείᾳ, ἤτοι τῷ φωτί, ἐκθερμαίνειν τὴν ἐν ἀέρι θερμότητα. ἐν γοῦν ταῖς ἀνακλάσεσι διπλουμένης τῆς ἐνεργείας θερμότερος γίνεται ὁ ἀήρ. θερμότερος ὁ ἥλιος ἐν μεσημβρίᾳ, ὅτι ἀνατέλλων καὶ δύνων ἀμβλείας γωνίας ποιεῖ ταῖς ἀκτῖσι καὶ πολὺν ἀέρα ἐντὸς ἀπολαμβάνουσι καὶ ἧττον θερμαίνουσι. ἄλλως τε ἀνατέλλων καὶ δύνων πολλὴν ἀχλὺν ἡμῖν ἐμβάλλει ὑ [δα] τώδη καὶ διὰ τοῦτο ἧττον θερμαίνει. Πᾶν σῶμα τὴν τοῦ φωτὸς δεχόμενον ἐνέργειαν πέφυκε καὶ αὐτὸ τὴν αὐτὴν ἀντιπέμπειν, ἐξαιρέτως δὲ τὰ λεῖα, ἀρ [γύριον], ἔσοπτρον, ὕδωρ. Τὰς ὀπτικὰς ἐνεργείας λέγομεν ὡς κώνους τινὰς ἐξιέναι τῶν ὀμμάτων ἀπό τινος κέντρου, εἶτα προϊόντας εὐρύνεσθαι. καὶ πάλιν [αἱ] ἐνέργειαι τῶν ὁρατῶν εἰς κενόν τι κέντρον τοῦ κρυσταλλοειδοῦς κρίνονται, ἀπὸ πλατέος μὲν ἀρχόμεναι, λήγουσαι δὲ εἰς στενὸν τὸ ὄμμα. Τὸ φῶς [εἰ ἀ] σώματον, πῶς ποιεῖ ἀμβλείας καὶ ὀξείας γωνίας ὡς εἰσὶ μεγέθους καὶ σώματος; πῶς δὲ πάλιν ἀντανακλᾶται; ὃν τρόπον ἡ σελήνη δέχεται τὰς τοῦ ἡλίου ἐνεργείας καὶ φωτιζομένη ἀντιφωτίζει, καθὰ καὶ ὕελος καὶ ἄργυρος. οὕτως ὅταν λέγωμεν ἀνακλᾶσθαι τὴν ἐνέργειαν ἀπὸ τῶν λείων σωμάτων, οὐδὲν ἄλλο λέγομεν ὅτι δεχόμενα τὰ τοιαῦτα σώματα τὰς τοῦ φωτὸς καὶ τῶν ὁρατῶν ἐνεργείας οὐκ αὐτὰς κατὰ ἀριθμὸν ἃς ἐδέξατο ποιεῖ κλᾶσθαι, ἀλλ' ὅτι ἐνεργεῖν τοιαύτας ἐνεργείας καὶ αὐτὰ πέφυκε. 52 Εἰ κατ' εἰσπομπὴν βλέπομεν τῶν εἰδῶν τῶν ὁρωμένων εἰσερχομένων τῇ ὄψει, τὸ διάστημα τοῦ μεταξὺ ἀέρος πῶς βλέπομεν; λύσις· οὐχὶ ὡς ἐνέργειαι τῶν ὁρωμένων μέχρι καὶ τῶν ὀμμάτων ἔρχονται, ἀλλ' ὁ ἀὴρ πληροῦται τῶν ὁρατῶν. Εἰ τὰ εἴδωλα εἰσέρχεται τῷ ὄμματι, οὐκ ἔρχεται καὶ τὰ πόρρω ὁμοίως; λύσις· ὡς ἀσθενεῖ ὁ ὀφθαλμὸς πολλάκις καὶ οὐ δύναται ἰδεῖν τὰ πόρρω, οὕτως καὶ αἱ τῶν πόρρω ἐνέργειαι ἀδύνατον ἔχουσι φθάσαι εἰς τὸ ὄμμα. Ἡ ἀντίληψις τῶν ὁρατῶν κατὰ μόνου τοῦ μορίου ἐκείνου γίνεται ἐν ᾧ ἡ κόρη συνίσταται. εἰ τέτρηται ὁ ῥαγοει [δής]** διὰ τοῦτο οὖν τὰ συμβαίνοντα πάθη τῷ ὀφθαλμῷ οὐχ ὁρῶμεν. ὅθεν εἰ τῇ κόρῃ συμβῇ τι, ἀπόλλυται ἡ ὄψις. ὥσπερ ἐπὶ τῆς γλώττης, εἰ γίνεταί τι αὐτῇ δραστικώτερον, καὶ τὸ προσαχθησόμενον ἔπειτα τοιούτου {οἶδα} χυμοῦ δοκεῖ, οὕτω καὶ ἡ ὄψις τῷ παρὰ φύσιν ἐγγινομένῳ χρώματι τῶν ἰκτεριώντων κεχρῶσθαι τὰ ἔξω νομίζει, ὥσπερ καὶ τὰ διὰ σφέκλων ὁρώμενα τοιαῦτα δοκεῖ. Ἐὰν οἱ κῶνοι ἴσον ἀφεστηκότες τοῖς αὐτοῖς [σημ] είοις προσβάλλουσιν, εἰκότως ὡς ἓν τοῦ ἑνὸς ἀντιλαμβάνεται. εἰ δὲ παραστραφείη ἡ τῶν ὄψεων θέσις, συμβαίνει εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεσ [τηκυίας, καὶ ἐπεὶ] διάφοροι ἀπὸ τῶν αὐτῶν σημείων τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο κρίσεις, καὶ διὰ τοῦτο δύο εἶναι τὸ ἓν αἰσθητὸν δοκεῖ. εἰ αἱ ἐνέργειαι φοιτ [ῶσι] πρὸς τὴν ὄψιν, πῶς οὐ δοκοῦσιν ἡμῖν τὰ πόρρω καὶ ἐγγὺς διαστήματα ἶσα, ἀλλὰ μείζονα καὶ ἐλάττονα; ὥσπερ ἐπὶ ἀκοῆς οὐκ αὐτὸς ὁ πεπληγμένος ἀὴρ προσπελάζει τῇ ἀκοῇ, ἀλλὰ κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν ὁ ἀὴρ διαβιβάζει τοὺς ψόφους, τί θαυμαστὸν εἰ καὶ ἐπὶ τῆς ὄψεως τοῦτο συμβαίνει, τῆς τῶν ὁρατῶν ἐνεργείας προσπιπτούσης ταῖς ὄψεσιν; καὶ ἐν ὕδατι δὲ αἰσθανόμεθα ψόφων, οὐ τοῦ ἀέρος διὰ τοῦ ὕδατος χωροῦντος, ἀλλὰ τῆς ἐν τῷ ὕδατι διηχοῦς δυνάμεως. Εἰ τὸ διαφανὲς παρουσίᾳ τοῦ φωτὸς φῶς γίνεται, λείποντος τούτου σκότος ἐστίν. οὐκ ἀντίκειται τὸ φῶς καὶ σκότος ὡς στέρησις καὶ ἕξις· ἡ γὰρ στέρησις οὐ μεταβάλλει εἰς ἕξιν, ταῦτα δὲ ἀντιμεταβάλλει ἀλλήλοις. φαίνεται δὲ ἐντεῦθεν καὶ τὸ φῶς καὶ σκότος ἀσώματα εἶναι ὡς ἐναντία· 53 οὐσία γὰρ οὐσίας ἐναντία οὔκ ἐστιν. καὶ τὸ πῦρ δὲ τῷ ὕδατι οὐχ ὡς οὐσίαι ἀντίκεινται, ἀλλ' ὡς ποιά. Τὸ φῶς εἶδός ἐστιν· ἔχει γὰρ ποιητικὰ αὐτοῦ ἥλιον, πῦρ καὶ λοιπὰ ἕτερα. τοῦ δὲ σκότους οὐδὲν ὁρῶμεν αἴτιον. ἀλλ' οὐδὲ ποιότης ἐστίν· ἀθρόως γὰρ ἀφανίζεται, ἀρκεῖ δὲ τούτῳ εἰς τὸ εἶναι σκότος ἡ τοῦ φωτὸς ἀπουσία. Εἰ κινήσεως ἐδεῖτο τὸ φῶς ἵνα ἔλθῃ πρὸς ἡμᾶς, καὶ χρόνου πάντως· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. νῦν δὲ ἅμα φωτίζεται καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζοντος ὄντα. Τῶν ὁρατῶν τὰ μὲν ἐν ἡμέρᾳ φαίνεται, τὰ δὲ ἐν νυκτί, τὰ δὲ ἀμφοτέροις, τὰ δὲ οὐκ ἀμφοτέροις. τὰ χρώματα μόνως ἐν ἡμέρᾳ, τὰ λαμπρὰ ὡς λεπίδες καὶ πυγολαμπίδες ἐν νυκτί, τὰ δὲ ὑπέρλαμπρα ἐν νυκτὶ καὶ ἡμέρᾳ ὡς σελήνη καί τινα τῶν ἀστέρων. Ὡς ἡ τοῦ ὁρατοῦ ἐνέργεια διαπορθμεύεται διὰ τοῦ μεταξὺ ἐπὶ τὸ αἰσθητήριον, οὕτω καὶ τὸ ὀσφραντὸν καὶ ἀκουστὸν δι' ὕδατος ἢ ἀέρος. ὅτι δὲ ταῦτα διηχῆ καὶ δίοσμα, δῆλον. οἱ γὰρ ἰχθύες τοὺς ψόφους φεύγοντες τοῖς δελέασιν ἕπονται. ἔχουσι δὲ τὴν ὀσφραντικὴν δύναμιν οἱ ἰχθύες ἀναμφιβόλως· τὰς γὰρ μεγάλας ἔχοντες, ἤγουν ὅρασιν καὶ ἀκοήν, ἀναγκαίως ἔχουσι καὶ τὰς ἀτελεῖς καὶ ὑφειμένας. αἰσθητήριον τῆς ὀσφρήσεως οὐχ ἡ ῥίς, ἀλλ' ἐντὸς ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις. Ἡ γῆ οὔτε διηχῆ οὔτε δίοσμον ἔχει δύναμιν. εἰ γάρ τις γεώδει τινὶ κηρῷ ἢ πηλῷ ἀποφράξει ῥῖνας καὶ ὦτα, οὐκ αἰσθήσεται ὀσφρήσεως ἢ ἀκοῆς. τὴν κοινὴν ἀέρος καὶ ὕδατος δύναμιν καθ' ἣν αἱ ὀσμαὶ διαπορθμεύονται ἀνώνυμον Ἀριστοτέλης φησί. Διττὸς ὁ ψόφος· δυνάμει ἐπὶ τῶν στερεῶν τῶν μὴ ψοφούντων καὶ ἐνεργείᾳ ἐπὶ τῶν ἄλλων [τῶν] ψοφούντων. Ψόφος ἐστὶ πλῆξις ἀέρος τοιῶσδε γινομένη. γίνεται δὲ ψόφος ἐν δύο σώμασι στερεοῖς λείοις σφοδρᾷ συμπτώσει. ἐν τοῖς μαλακοῖς οὐ γίνεται ψόφος, ὅτι θρύπτεται ὁ ἀὴρ ἐν τοῖς πόροις τούτων καὶ διαλύεται ὡς ἐν τοῖς σπόγγοις. ἐν τοῖς μὴ λείοις κ [ατα] κερματίζεται πάλιν ταῖς κοιλότησιν ὁ ἀήρ. δεῖ δὲ τῆς σφοδρᾶς τῶν σκληρῶν συμπτώσεως, ἵνα πολὺς ἀὴρ ἐναπολειφ [θῇ] μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ταχέως ἐξωθούμενος 54 ποιεῖ ψόφον. ἐν κώδωσι καὶ λοιποῖς κοίλοις ἠχεῖ ἀὴρ ἐπὶ πολύ, ὅτι τελεῖται περὶ τὸ κοίλωμα καὶ ἐξελθεῖν οὐ δύναται, καὶ ὅτι διὰ χαλκῶν τυπτόμενος ἐντὸς ὁ κώδων ποιεῖ ἐκτεταμένην τὴν ἠχήν, ἐπειδὴ ἐμπίπτει ὁ ἐκτὸς ἀὴρ τῷ ἐντὸς καὶ πλήττει καὶ ἀντιπλήττεται καὶ διηχεῖ. Οὔτε διὰ κενοῦ οὔτε διὰ στερεοῦ γίνεται ἡ κίνησις, ἀλλ' ἐν ἀέρι ἢ ὕδατι. ἐν ὕδατι ψόφος οὐ γίνεται, ἂν ἐν τούτῳ βῇς καὶ ἄμφω τὰς παλάμας πλήξῃς. εἴπομεν γὰρ ὅτι δεῖ ἀθρόαν τὴν συνδρομὴν γενέσθαι τῶν πληττομένων, ἵνα μὴ κατὰ μικρὸν ὁ ἀὴρ θρυφθῇ. Τῇ μάστιγι πλήξαντες τὸν ἀέρα οὐ ποιοῦμεν ψόφον, ὅτι ὁ ἀὴρ τότε δύο χρείας ἀναπληροῖ, καὶ τὴν τοῦ πληττομένου καὶ τὴν τοῦ μεταξύ. ὁ ἀὴρ καὶ τὸ ὕδωρ δεκτικὰ ψόφου, οὐ μὴν ποιητικά, ὡς καὶ τὸ ἄχρουν χρώματος· ποιητικὰ δὲ τὰ στερεά. Ἠχὼ γίνεται ὅταν πληχθεὶς ὁ ἀὴρ ὠθούμενος ἐνεχθῇ ἐπί τι ἀντίτυπον κοιλότητα ἔχον καὶ ἀποστραφῇ κατὰ ἀνάκλασιν, ὡς ἡ ῥιπτουμένη κατὰ τοίχου σφαῖρα καὶ οὕτως χωροῦσα ἐπὶ τὸν πλήξαντα. ἔναρθρος δὲ ἡ ἠχὼ γίνεται, ἐπειδὴ ὁ πρῶτος ὑφ' ἡμῶν διαλεγομένων πληττόμενος ἀὴρ πρώτως καὶ ἀνακλᾶται φέρων εἰς ἡμᾶς τῆς πρώτης λέξεως τὴν ἠχώ, καὶ ὁ δεύτερος τῆς δευτέρας, καὶ οὕτως ἡ τάξις τῆς διαλέκτου φυλάττεται. Εἰ καὶ ὁ ψόφος ἀσώματος, πῶς ἀνακλᾶται; ἀλλ' οὐ καθ' αὑτόν, ἀλλὰ μετὰ τοῦ οἰκείου ὑποκειμένου, ἤγουν τοῦ ἀέρος. Αἱ αἰσθήσεις διὰ τοῦ ἐγκεφάλου ἀρχόμεναι ἄχρι τῶν αἰσθητηρίων προΐασι, ἡ ἀκουστικὴ μέχρι τῆς ῥίζης τῶν ὤτων, ἃς καλοῦσι μήνιγγας. νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου προϊὸν πεποροποιημένον, ἐν ᾧ τὸ ὀπτικὸν πνεῦμα. ἔστιν {γὰρ} οὖν ἀπειλημμένος ἐν τῷ κοιλώματι τῆς ἀκοῆς συμφυὴς τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτος δεχόμενος ἐκ τοῦ ἔξωθεν ἀέρος τοὺς ψόφους διαπορθμεύει εἰς τὴν μήνιγγα. πρόεισι δὲ ἀπὸ πλατυτέρου πόρου τοῦ κοιλώματος τοῦ ὠτὸς μέχρι τοῦ πόρου τῆς μήνιγγος τοῦ στενωτέρου στενοῦ ὄντος. Ἔχει δὲ καὶ ὄψις οἷον διαφανὲς τὸ κρυσταλλοειδὲς ὑγρὸν καὶ κερατοειδές, ἃ δέχονται τὴν τοῦ ἔξωθεν διαφανοῦς ἐνέργειαν καὶ διαπορθμεύουσι ταύ55 την ἐπὶ τὸ ὀπτικὸν πνεῦμα, ὅ νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου ἀρχόμενον 55 καταλήγει μέχρι καὶ τοῦ κρυσταλλοειδοῦς. Ἑλικοειδεῖς οἱ πόροι τῶν ὤτων, ἵνα μὴ ῥᾳδίως εἰσελθόν τι πλήξῃ τὴν μήνιγγα. Διὰ μόνων τῶν ὠτίων ἀκούομεν, ὅτι ἐν μόνοις τούτοις ἐστὶν ὁ ἀὴρ συμφυὴς καὶ συνεχὴς πρὸς τὸν ἔξω ἀέρα καὶ τὸ ἀκουυστικὸν αἰσθητήριον, ὡς δύνασθαι δι' αὐτοῦ διαδιδόναι τὸ ἐν τῷ ἔξω ἀέρι γινόμενον πάθος. ὡς ἐπὶ τῆς ἀκοῆς προβέβληται ὁ συμφυὴς ἀήρ, τοῦτο καὶ ἐπὶ τῆς κόρης τὸ ὑγρὸν διὰ τὴν ἀντίληψιν τοῦ αἰσθητοῦ. Ὁ ἀὴρ κινεῖται καὶ οἰκείαν κίνησιν, καὶ δῆλον ἐκ τοῦ ἐν ταῖς νηνεμίαις τὰ ξύσματα φαίνεσθαι κινούμενα ἐν τῷ διὰ τῶν θυρίδων ἡλίῳ. Χρεία τοῦ ἔξω ἀέρος δι' ἀκοήν, ἵνα αὐτὸς παρενέγκῃ τὸν ψόφον· τοῦ γὰρ ἀλλοτρίου ψόφου ἡ ἀκοὴ ἀντιλαμβάνεται, οὐ τοῦ ἰδίου. καὶ ποῖον ψόφον, τὸ τυπτόμενον ἢ τὸ τύπτον; καὶ ἄμφω· ἀδιάκριτος γὰρ ἡ αἰτία, ἐπεὶ καὶ τὸ τυπτόμενον τύπτει καὶ τὸ τύπτον τύπτεται. Τὸ ἀκούειν γίνεται οὐ κατ' εἴσοδον τοῦ ἐκτὸς ἀέρος, ἀλλὰ κατὰ ἁφὴν τὴν πρὸς ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖς ὠσί. τεκμήριον δὲ τοῦ εἶναί τινα ἀέρα συμπεφυκότα τῇ μήνιγγι, ὅτι οὐκ εὐκόλως εἰσέρχεται ὕδωρ εἰς τὸ ὦς ἐξωθούμενον ἐκ τοῦ ἐντὸς ἀέρος. Ἔχομεν γνωρίσαι εἰ ὑγιὲς τὸ ἀκουστικόν, ἐὰν ἐμφράξαντες τὸ ὦς τῷ δακτύλῳ αἰσθανόμεθά τινος βόμβου. ἐξέρχεται ὁ ἐντὸς ἀὴρ λεπτὸς καὶ τύπτει τὸν ἐκτὸς καὶ ποιεῖ βόμβον ὃς διαπορθμεύεται πάλιν ἐπὶ τὴν αἴσθησιν. ἄλλοι λέγουσιν ὡς ὁ γινόμενος μετὰ τὴν ἔμφραξιν τοῖς ὠσὶ ψόφος τοῦ ἔξωθέν ἐστιν ἀέρος συναπειλημμένος εἰσερχόμενος τοῖς ὠσίν. Ὀξὺ λέγομεν ἐν τοῖς μεγέθεσι τὸ κεντεῖν δυνάμενον, ἀμβλὺ τὸ ὠθεῖν. καὶ ὀξὺν ψόφον λέγομεν τὸν ταχέως ἐπὶ τὴν αἴσθησιν παραγενόμενον καὶ ἐπιμένοντα, βαρὺ τὸν ἀνάλογον τῷ ἀμβλεῖ καὶ βραδέως παραγενόμενον καὶ ταχέως ἀποπεμπόμενον. 56 Φωνή ἐστιν ἐμψύχου ψόφος διὰ τῶν φωνητικῶν γινόμενος ὀργάνων μετὰ φαντασίας. τρία δὲ ταύτῃ θεωρεῖται, ῥυθμός, ἁρμονία, [λέ] ξις. ὁ ῥυθμὸς ἔχει τὸ μακρὸν καὶ τὸ βραχύ, ἐξ οὗ [οἱ παλαιοὶ μακρὰ ὠνόμασαν τὰ ἐν] πλείονι χρόνῳ, βρα [χέα] τὰ ἐν ἐλάττονι, ὧν ἡ σύνθεσις τὴν εὐρυθμίαν ποιεῖ, ἡ δὲ ἁρμονία [περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμε] τρίαν ἔχει, ἡ δὲ λέξις τὴν διατύπωσιν τῶν συλλαβῶν. [φαμὲν ὅτι ὁ ῥυθμὸς] γένος ἐστί, τὸ δὲ μέτρον εἶδος. θεωρεῖται δὲ ὁ ῥυθμὸς ἐπὶ τῶν κροτούντων χερσὶ καὶ ποσὶ κατὰ τὴν ταχεῖαν καὶ βραδ [εῖαν τῶν ποδῶν] ἄρσιν καὶ θέσιν, ὅθεν καὶ τὰ μέτρα παρὰ ποιηταῖς πόδες ἐκλήθησαν. ὅθεν ὁ μὲν ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τ [ὸ βραδὺ καὶ τὸ ταχὺ] χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ. Οὐδὲν ἔντομον ἢ ἄναιμον ἀναπνεῖ. [ἀλλ' οὐδὲ πάντα] τὰ ἀμφίβια φωνοῦσιν ἢ τὰ ὀστρακόδερμα ἢ τὰ μαλακόστρακα. Περὶ τὸν Ἀχελῷον ποταμὸν ἰχθύες φωνεῖν [δοκοῦ] σιν. οὐκ ἔστι δέ, ἀλλ' ὅτι νηχόμενοι περὶ τοῦ ὕδατος ἐπιφάνειαν μεγάλοι ὄντες καὶ πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις [ἐναπολαμβάνοντες], εἶτα συστέλλοντες τὰ βράγχια ἐκπέμπουσι τὸ ὕδωρ, καὶ τοῦτο ταραττόμενον ἐναπολαμβάνει ἀέρα ὃς ἐκθλιβόμενος τῇ πληγῇ ἠχεῖ. Οἱ τέττιγες ὑμένα τινὰ ἔχοντες ὑπὸ τὸ στῆθος κατὰ τὴν ἐπιφάνειαν καὶ τοῦτον τύπτοντες ταῖς πτέρυξι καὶ ἐκθλίβοντες τὸν ἐναπειλημμένον ἀέρα ψοφοῦσιν. αἱ μυῖαι τραχεῖα ἔχουσαι τὰ πτερὰ πλήττουσι τὸν ἀέρα καὶ ἠχοῦσι, σταθεῖσαι δὲ οὔ. καὶ οἱ σκάροι φωνεῖν δοκοῦσιν, ὅτι τῷ στόματι ὕδωρ δεχόμενοι ἐξωθοῦσιν αὐτὸ μετὰ ῥοίζων καὶ ἦχον ἀποτελοῦσιν, οὐ μὴν δὲ καὶ ἐν τῷ βάθει. Ἡ φωνὴ γίνεται τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου τῇ συστολῇ τοῦ θώρακος κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ψυχικὴν δύναμιν καὶ προσπίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ τῷ ἐναπειλημμένῳ ἐν αὐτῇ ἀέρι, ὃς τῇ ἀθρόᾳ πληγῇ ἄθρυπτος ἀποπαλλόμενος ἀεὶ τύπτει τὸν προσεχῆ ἀέρα ἕως τῆς ἀκοῆς. ἔστι γὰρ τὸ μὲν ἀχανὲς τοῦ στόματος τὸ μέχρι τῆς ῥίζης 57 τῆς γλώττης φάρυγξ· ἐκεῖθεν δὲ δύο ἀγγεῖα φέρονται, τὸ μὲν ἐπὶ τὸν θώρακα καὶ καλεῖται ἀρτηρία, τὸ δὲ ἕτερον τὸ πρὸς τῷ τένοντι καὶ καλεῖται οἰσοφάγος. γίνεται δὲ διὰ τῆς τραχείας ἡ πάροδος τοῦ πνεύματος, ἥ τε κατὰ τὴν εἰσπομπὴν καὶ τὴν ἐκπομπήν, ὅπερ τῷ εἰρημένῳ τρόπῳ ἐκπνεόμενον ποιεῖ ψόφον, ὃς καλεῖται φωνὴ ὅταν μετά τινος σημαντικῆς φαντασίας γένηται. Ἡ φωνὴ τοῦτο ἔχει τέλος τὸ σημᾶναί τινα ψυχικὴν διάθεσιν καὶ ὄρεξιν. διὸ καὶ οἱ τῶν ἀλόγων ψόφοι φωναί. καὶ γὰρ καὶ ὁ κύων ὁπηνίκα φαντασίαν ἔχει τοῦ ἀλλοτρίου ὑλακτεῖ, ὅταν δὲ τοῦ οἰκείου σαίνει. Τὰ ἄλογα ζῷα οὐ σύμμετρα, ἀλλ' ἀνειμένα καὶ σεσηρότα τὰ χείλη, ὅτι οὐ δέονται τούτων εἰς ὑπηρεσίαν διαλέκτου. ὅσα δὲ παραπλήσια ἔχουσι, ταῦτα ἀνθρώποις μιμοῦνται διάλεκτον, ὡς κίτται καὶ ψιττακοί. Ἡ γλῶττα πρὸς δύο συμβάλλεται, πρὸς γεῦσιν καὶ διάλεκτον. Ὑλικὸν αἴτιον τῆς φωνῆς ὁ ἀήρ, ποιητικὸν ἡ φύσις, ὀργανικὸν ἡ τραχεῖα ἀρτηρία, τελικὸν ἡ διάλεκτος. Φάρυγξ θηλυκῶς λεγόμενον σημαίνει τὴν ἀχάνειαν τὴν μετὰ τὴν τῆς γλώττης ῥίζαν, ἀρρενικῶς τὸν λάρυγγα, ὅς ἐστιν ἔσχατον τῆς τραχείας ἀρτηρίας καὶ ὑπὸ τῶν τριῶν χόνδρων περιέχεται, ἀρυταινοειδοῦς, θυροειδοῦς καὶ τοῦ ἀνωνύμου, οἳ συστελλόμενοι καὶ διαστελλόμενοι διὰ τῶν ἐκεῖ μυῶν τὴν φωνὴν ῥυθμίζουσιν. Ἡ ἀρτηρία καταψύχει τὸ ἐντὸς θερμόν. οἱ γοῦν ἰχθύες ταύτην μὴ ἔχοντες διὰ τῶν βραγχίων καταψύχονται. τὰ ἔχοντα ἀρτηρίαν ἔχουσι καὶ πνεύμονα. οἱ ἰχθύες οὔτε ταῦτα ἔχει οὔτε καρδίαν. Τετραχῶς τὸ ἄγευστον· ἢ τὸ δυνάμενον χυμωθῆναι, ὡς τὸ ὕδωρ ἄποιον ὄν, ἢ τὸ ταῖς ἄλλαις αἰσθήσεσιν ὑποκείμενον, ὡς ψόφος, ἢ τὸ μικρὰν ἔχον γεῦσιν, ὡς τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὰ κακόγευστα, ὡς τὰ δηλητήρια. καὶ ἐπὶ τῶν ἄλλων δὲ αἰσθήσεων τὰ τέτταρα ταῦτα διαγινώσκεται σημαινόμενα. 58 Ἀρχαὶ τοῦ γευστοῦ τὸ ποτὸν ὡς τελειωτικὸν καὶ τὸ ἄποτον ὡς φθαρτικὸν τῆς γεύσεως διὰ μοχθηρὸν χυμόν. Τὸ ὑγρὸν ὡς μὲν ὑγρὸν ἁπτόν, ὡς δὲ τοιόνδε γευστόν. Ἡ γλῶττα ὑπὸ μὲν τῶν ἄλλων χυμῶν ὑγραίνεται, ὑπὸ δὲ τῶν τεταριχευμένων καὶ λοιπῶν ξηραίνεται, ἐξικμαζόντων τῶν τοιούτων τὴν ὑγρότητα αὐτῆς. Οἱ τὴν γλῶτταν λείαν ἢ ξηρὰν ἢ ὑγρὰν ἔχοντες οὐκ ἀντιλαμβάνονται τῶν γευστῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότης ἔγχυμος οὖσα αὕτη γίνεται πρώτη γλώττης ἁφή, οὐκ ἐῶσα ἀντιλαμβάνεσθαι τῶν ἔξωθεν. ὡσαύτως καὶ ὁ ἔχων τὴν γλῶτταν ἄγαν ξηρὰν ἧττον αἰσθάνεται· δεῖ γὰρ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ ὑγροῦ ὄντος, τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ, ὡς αἱ ἐξηραμέναι τῶν βυρσῶν ἧττον πάσχουσιν ὑπὸ τοῦ ὑγροῦ. Ὥσπερ τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ, ὡς λευκὸν καὶ μέλαν, τὰ δὲ σύνθετα, καὶ ἐγγυτέρω μὲν τοῦ λευκοῦ τὸ ξανθόν, τοῦ δὲ μέλανος τὸ κυανοῦν, τὰ δὲ μεταξύ, φαιόν, ἐρυθρόν, οὕτω καὶ ἐπὶ τῶν χυμῶν ἁπλᾶ γλυκὺ καὶ πικρόν, τὰ δ' ἄλλα μικτά, ἐγγύτερον τοῦ γλυκαίνειν τὸ λιπαρόν, τὸ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δ' ἄλλα μεταξύ. ἰστέον δὲ ὡς οὐ τὰ μεταξὺ καὶ μικτά, ἀλλὰ ἀνάπαλιν. μεταξὺ δὲ λέγεται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα. οἱ ἅλες ἐκ πικροῦ καὶ γλυκέος, τὸ δριμὺ αὐστηρὸν καὶ ὀξύ. Ἀριστοτέλης ὀκτὼ εἴδη χυμῶν λέγει, γλυκὺ πικρὸν τὰ ἄκρα, ἐγγὺς τοῦ γλυκέος τὸ λιπαρὸν καὶ τοῦ πικροῦ τὸ ἁλμυρόν, ἐν μέσῳ στρυφνόν, αὐστηρόν, δριμύ, ὀξύ. ὁ Γαληνὸς ἄκρους λέγει δριμὺν καὶ ὀξύν, ὡς πρὸς τὰς ἁπτὰς ἰδὼν ποιότητας· ἄκρον γὰρ κατὰ θερμότητα τὸ δριμύ, κατὰ ψῦξιν τὸ ὀξύ. ὁ δ' ὡς φιλόσοφος πρὸς τὰ γευστὰ ἑώρακε. Πλάτων ἑπτὰ λέγει χυμούς, ὅτι τό γέ τι μετὰ ἡδύτητος γλυκὺ αὐτὸ [ποιεῖ, εἰ] δὲ χωρὶς τούτου, λιπαρόν, καὶ ἄκρα λέγει ὀξύ, δριμύ, πάρακρα πρὸς τὸ ὀξὺ τὸ στρυφνόν, πρὸς τὸ δριμὺ τὸ πικρόν, παράμ [εσα] πρὸς τὸ πικρὸν τὸ ἁλμυρόν, πρὸς τὸ στρυφνὸν τὸ αὐστηρόν, μέσον τὸ γλυκύ. ἀνατίθησιν οὖν τὸ ὀξὺ τῷ Ἑρμῇ, τὸ δριμὺ τῷ Ἄρει, πικρὸν Σελήνῃ, γλυκὺ Ἡλίῳ, ἁλμυρὸν Ἀφροδίτῃ, αὐστηρὸν Διί, στρυφνὸν Κρόνῳ. Ἅπασα αἴσθησις περὶ μίαν ἐναντίωσιν καταγίνεται, ἡ δὲ ἁφὴ περὶ πλείους οὐχ ὑπαλλήλους, θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, βαρύ, κοῦφον 59 καὶ λοιπόν· οὐκ [ἄρα] αἴσθησις μία. ἔτι πᾶσα ἡ αἴσθησις μία περὶ ἓν γένος καταγίνεται, ἡ δὲ ἁφὴ οὐ περὶ ἓν ὠνομασμένον ἢ ἀνώνυμον τῶν οἰκείων αὐτῆς αἰσθητῶν περιεκτικόν. εἰ δὲ λέγομεν λευκὴν καὶ μέλαιναν φωνήν, κατὰ ἀναλογίαν λέγομεν· τὸ γὰρ λευκὸν καὶ μέλαν τῆς ὄψεως. καὶ τὸ μέγα καὶ μικρὸν εἰ καὶ ἐν ἄλλοις λέγεται, ἀλλὰ κυρίως τῆς ἀκουστικῆς, καὶ ἐπὶ τῶν λοιπῶν. ἔτι ἐπὶ μὲν τῶν ἁπτῶν αἱ ἀντιθέσεις πάντῃ εἰσὶ κεχωρισμέναι, ἐν δὲ ταῖς ἄλλαις αἰσθήσεσιν ἴσως ἔχουσί τινα κοινωνίαν. Ἀναιρεῖ τις τὴν τοιαύτην δόξαν λέγων «εἰ ἓν αἰσθητήριον τῆς ἁφῆς, ἡ σάρξ, μία καὶ ἡ αἴσθησις». οὐκ ἔστιν· γλῶττα καὶ γὰρ μία, διαφόρους δὲ ἔχει αἰσθήσεις. ἡ σὰρξ αἰσθητήριόν ἐστιν, ἐπειδὴ ἀχρόνως ἅμα τῷ θιγεῖν τῇ σαρκὶ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα αὐτῶν. εἰ γὰρ μὴ ἦν, ἔδει χρόνου τινὸς εἰς ἀντίληψιν, ὡς ἡ ἀκοὴ μέσον ἔχουσα τὸν ἀέρα δεῖ χρόνου, ὥστε παθεῖν αὐτόν, καὶ ἐν ταῖς λοιπαῖς. ἔτι ἄλλο αἰσθητήριον ἁπτικὸν παρὰ τὴν σάρκα οὐκ ἔχομεν. ἔτι ἐν τοῖς ἄλλοις ἐστί τι μεταξύ, τοῦτο δὲ οὐκ ἔστιν εἰ μὴ ἡ σάρξ ἐστιν ἁπτική. ἀντιθέσεις· οὐ διὰ τὸ ἄχρονον αἰσθητήριόν ἐστιν ἡ σάρξ (φύσει γὰρ ἔχει τοῦτο), ὅτι καὶ ὑμένος ἐπιτεθέντος ἀλλοτρίου τῇ σαρκὶ οὐδὲν ἧττον ἁπτόμεθα καὶ αἰσθανόμεθα. ὅτι δὲ οὐ πλείονά εἰσι τὰ αἰσθητήρια τῆς ἁφῆς, δῆλον· πᾶν γὰρ αἰσθητήριον καὶ κεχωρισμένον καὶ ἐγνωσμένον. Τὰς αἰσθήσεις καὶ μίαν ἑκάστην λέγει Ἀριστοτέλης καὶ πολλὰς ὡς συμμεριζομένας τῷ ὑποκειμένῳ, ἐπεὶ καὶ ὁ τοῦ σώματος λόγος ἀμερής ἐστιν καὶ ἀσχημάτιστος, σχηματίζεται δὲ τῷ ὑποκειμένῳ. καὶ ἡ ἄλογος ψυχὴ κατ' οὐσίαν ἀμερής, μεριστὴ δὲ περὶ τὰ σώματα συνδιισταμένη αὐτοῖς. καὶ ἡ λογικὴ ὡς πρὸς τὸν νοῦν μεριστή· κέχρηται γὰρ προτάσεσι, κατασκευαῖς καὶ συμπεράσμασι. Θεμίστιος· οὐκ ἔστιν αἰσθητήριον ἡ σάρξ, ἐπεὶ τὰ μὲν αἰσθητήρια τἄλλα αἰσθάνονται τῶν ἐναντίων, ἡ δὲ ἁφὴ βαρέος μέν, κούφου δ' οὔ, ὅτι οὐ πάσχει ὑπ' αὐτοῦ. ὡς ἡ ἀκοὴ ἀντιλαμβάνεται τοῦ ψόφου κατὰ κατάφασιν καὶ τῆς σιγῆς, ἤγουν τοῦ μὴ ψόφου, κατὰ ἀπόφασιν, καὶ ἡ ὄψις τοῦ σκότους, οὕτω καὶ ἡ ἁφὴ τῆς κουφότητος κατὰ ἀπόφασιν. 60 Πέντε οὐσῶν τῶν αἰσθήσεων ἡ ὄψις τῶν πορρωτάτω ἀντιλαμβάνεται, ἁφὴ καὶ γεῦσις τῶν ἐγγυτάτω, ἡ ὄσφρησις μέσην εἴληχε τάξιν. ἡ ἁφή, ὡς [ἂν] εἴπῃ τις, ἐμφαίνεται καὶ ταῖς λοιπαῖς αἰσθήσεσιν. οὐ διὰ τοῦτο κληθεῖεν καὶ ἁφαί, ὥσπερ ἔχει ἴδιόν τι· οὐ γὰρ ᾗ τοιαίδε αἰσθήσεις [ἅ] πτονται, ἀλλ' ᾗ σάρκες τὸ ἁπτὸν ἔχουσαι. ὄψις τὸ κατ' ἐκπομπὴν ἐνεργεῖν** οὕτω καὶ ἡ ἁφὴ τὸ ἔχειν πολλὰς ἀντιθέσεις. Ἐπὶ ἀκοῆς καὶ ὄψεως καὶ ὀσφρήσεως πολὺ τὸ μεταξὺ καὶ οὐ λανθάνει, ἐπὶ δὲ τῆς γεύσεως καὶ ἁφῆς ὀλίγον καὶ λανθάνει. Αἱ ἄλλαι αἰσθήσεις οὐχ ὑπ' αὐτῶν πρώτως πάσχουσι τῶν αἰσθητῶν, ἀλλὰ διὰ τοῦ μεταξύ. ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τὸ μεταξὺ πρῶτον, ἀλλὰ σὺν τῷ μεταξὺ πάσχομεν, ὡς ὑπὸ δόρατος ἐμβληθεὶς σὺν τῇ ἀσπίδι καὶ αὐτὸς τέτρωται. Αἰσθητήριον τῶν ὀσμῶν ἡ μαστοειδὴς ἀπόφυσις τοῦ ἐγκεφάλου. ὁ Ἀριστοτέλης κατασκευάζει ὅτι οὐκ ἔστιν αἰσθητήριον οὔτε ἡ σὰρξ οὔτε ἡ γλῶττα, ἐπειδὴ ἐπὶ τὰ αἰσθητήρια τὰ αἰσθητὰ ἐπιτιθέμενα οὐ ποιεῖ αἴσθησιν, ἐπὶ δὲ τὴν σάρκα καὶ τὴν γλῶτταν ποιεῖ. Ἄναπτον ἢ τὸ μὴ πεφυκὸς ὑποπίπτειν ἁφῇ ὡς χρῶμα καὶ ψόφος, ἢ τὸ ἀμυδρόν. Διαφέρει τὰ αἰσθανόμενα τῶν πασχόντων καὶ μὴ αἰσθανομένων, ὅτι τὰ μὲν δέχεται καὶ διακρίνει τὸ εἶδος, τὰ δὲ πάσχει καὶ οὐ γνωρίζει, ὡς τὰ κάτοπτρα καὶ τὰ ὅμοια τούτοις. Δύο πάθη πάσχει τὸ αἰσθητήριον, ἓν ὡς ἁπλῶς σῶμα καὶ ἕτερον ὡς αἰσθητήριον. οἷον τὸ ὄμμα ὡς αἰσθητήριον πάσχει συγκρινόμενον ἢ διακρινόμενον ὑπὸ τῆς τῶν σωμάτων ἐνεργείας, ὡς σῶμα ὑπὸ πυρὸς θερμαινόμενον, ἡ ἀκοὴ πάσχει ὑπὸ ψόφων ὡς αἰσθητήριον καὶ ὡς σῶμα ὑπὸ σφοδροῦ ἀέρος. Τὰ φυτὰ οὐκ αἰσθάνονται διὰ τὸ μὴ ἔχειν μόριον ἐν μεσότητι ὂν τῶν ἁπτῶν καὶ διὰ τὸ μηδὲ δύναμιν καὶ ἀρχὴν ἔχειν ἐν τούτῳ δεκτικὴν τῶν εἰδῶν ἄνευ τῆς ὕλης. μεσότητες λέγονται τὰ αἰσθητήρια ἢ διὰ τὸ τῆς μεσότητος τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι ἢ διὰ τὸ βλάπτεσθαι ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐνδείας ἢ διὰ τὸ μέσον εἶναι αἰσθητῶν καὶ αἰσθήσεων. αἱ αἰσθήσεις πάσχουσιν ὑπὸ μόνων τῶν εἰδῶν, ὡς ὄψις ὑπὸ χρώματος καὶ 61 οὐχ ὑπὸ ψιμυθίου ἢ ἐρίου ἢ ὑπό τινος ὑποκειμένου τῷ χρώματι. τὰ ἄψυχα ὑπὸ τῶν αἰσθητῶν πάσχοντα οὐχ ὑπὸ τῶν εἰδῶν πάσχει μόνον, ἀλλ' ὑπὸ τοῦ συναμφοτέρου, ὡς τῷ ἐγκαταμίγνυσθαί τι τῷ ὕδατι, εἰ τύχῃ {τι}, οὕτω γλυκὺ γίνεται, καὶ ὁ ἀτμὸς τῷ ἱματίῳ προσιζάνων εὐῶδες αὐτὸ ποιεῖ, καὶ ὁ ψόφος ῥηγνύων τὸ ξύλον τῇ ὤσει τοῦ ὑποκειμένου ἀέρος τοῦτο ποιεῖ. Πάσχει ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν ποιοτήτων πάντα τὰ σώματα, ἀλλ' οὐχ ᾗ αἰσθητικά, ἀλλ' ᾗ σώματα ἁπλῶς· ἀπαθῆ γὰρ εἶναι καὶ ἀναλλοίωτα ἄτοπον. πάσχει οὖν ὑπὸ τῶν χρωμάτων τὸ κατ' ἐνέργειαν διαφανὲς καὶ ὑπὸ τῶν ὀσμῶν καὶ ψόφων ὁ ἀὴρ οὐχ ᾗ αἰσθητά· οὐ γὰρ ἀρκεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ λαβεῖν τὸ εἶδος χωρὶς ὕλης. οὐ γὰρ εἴ τι πάσχει ὑπὸ αἰσθητοῦ, ἤδη καὶ αἰσθάνεται, ἀλλὰ δεῖ καὶ δυνάμεως δυναμένης διακρίνειν ταῦτα, ὡς ἐν τῷ φυσικῷ ὀργάνῳ, καὶ τοῦτο ἐν μέρει δυναμένῳ δέξασθαι τὴν αἴσθησιν. Λέγει Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· εἰ ἔλιπεν αἴσθησις, ἔλιπεν ἂν καὶ αἰσθητήριον. ἀλλὰ μὴν τὸ δεύτερον οὐκ ἔστιν οὐδὲ τὸ πρῶτον. ἡ αἴσθησις καὶ αἰσθητήριον τῶν πρός τι. ἐὰν οὖν λείπῃ αἴσθησις, λείπει καὶ αἰσθητήριον. ἡ αἴσθησις χρώμενον, τὸ αἰσθητήριον ᾧ χρῆται. ἀπόντος οὖν τοῦ χρωμένου ἀπέστη καὶ ᾧ χρᾶται εἰ μὴ μάτην μέλλει εἶναι. Τέτταρά εἰσι τὰ στοιχεῖα καὶ ἓν τὸ οὐράνιον σῶμα. ἐκ τούτου οὖν ἀιδίου ὄντος οὐ γίνεται αἴσθησις· φθαρταὶ γὰρ αἱ αἰσθήσεις. ἐκ τοῦ πυρὸς οὐδέν· φθαρτικὸν γὰρ καὶ τοῦτο. ἐκ τῆς γῆς καθ' ἑαυτὴν οὐδέν (δυστύπωτος γάρ ἐστι), μετὰ δὲ τῶν ἄλλων ποιεῖ· ἡ ἁφὴ γὰρ καὶ ἡ γεῦσις πλείονος γῆς μετέχει ὡς σαρκωδέστερον. τὸ ὕδωρ ἐποίησε τὸ κρυσταλλοειδὲς τῆς ὄψεως, ὁ ἀὴρ ἀκοὴν καὶ ὄσφρησιν· ὁ γὰρ ἐγκατῳκοδομημένος τῇ ῥινὶ καὶ τοῖς ὠσὶν ἀὴρ αὐτός ἐστι τὸ αἰσθητήριον ἀκοῆς καὶ ὀσφρήσεως. εἰ πέντε αἰσθήσεις, πῶς τρία τὰ αἰσθητήρια; τῷ ὀνόματι τρία, τῷ δὲ πράγματι πέντε, καὶ γὰρ τῇ γῇ καὶ ἁφὴ καὶ γεῦσις, καὶ τῷ ἀέρι ἀκοὴ καὶ ὄσφρησις, καὶ τῷ ὕδατι ὅρασις. Πῶς μιᾷ αἰσθήσει δύο αἰσθητήρια, ὡς ὀσφρήσεως ἐπὶ πεζῶν καὶ πτηνῶν ὁ ἀήρ, ἐπὶ δὲ ἐνύδρων τὸ ὕδωρ; οὐκ ἐπὶ τοῦ αὐτοῦ ζῴου συμβαίνει τοῦτο, ἀλλ' ἐπ' ἄλλου καὶ ἄλλου.

Intertext edge

Open linked passage

Note