Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 62 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1
Θεμίστιός φησιν «οὐκ ἦν δυνατὸν ψυχὴν ἐπιφοιτῆσαι τὴν λογικήν, εἰ μὴ πρότερον ἐκοσμήθη τὸ ζῷον πάσαις ταῖς τοῦ ἀλόγου δυνάμεσι». Καὶ ὁ ἀσπάλαξ τὰ πέντε αἰσθητήρια ἔχει. εἰ γὰρ καὶ ὑμένι καλύπτεται ἡ ὄψις, ὥστε μὴ βλάπτεσθαι αὐτὴν ὑπὸ τῆς γῆς, ἀλλ' οὖν τὸ αἰσθητήριον σῷον ἔχει. ὡς πέντε τὰ στερεὰ μαθηματικὰ σώματα, οὕτω καὶ αἰσθήσεις. Τίνων αἰσθητὰ μέγεθος, σχῆμα, ἀριθμός, κίνησις, ἠρεμία; μέγεθος καὶ σχῆμα ὄψεως καὶ ἁφῆς, τὰ δὲ λοιπὰ τρία τῶν πέντε. Τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσι πάθος. ἡ ὄψις κρίνει τὸ γλυκὺ ἀπὸ τῆς χροιᾶς. ἐὰν οὖν ἴδωμεν ὑγρόν τι ξανθόν, λέγομεν ὅτι τοῦτο μέλι ἐστί, καὶ λέγεται τοῦτο κατὰ συμβεβηκὸς αἰσθητόν. Τί δήποτε οὐκ ἔχουσι τὴν οἰκείαν ἰδιότητα αἱ αἰσθήσεις, ἀλλ' ἅπτεται μία ἑτέρας, οἷον οἶδεν ὄψις τὸ μέλι καὶ ἔγνω ξανθόν, ἡ γεῦσις γλυκύ, κατὰ τὴν αὔριον ἔγνω ἡ ὄψις τὸ μέλι καὶ ξανθὸν καὶ γλυκύ; ἡ φαντασία τοῦ γλυκέος αἰτία, ἥτις τὴν χθὲς γεῦσιν ἀναζητεῖ. ἄλλως τε ἡ ὄψις τὸ γλυκὺ τὸ τῆς γεύσεως ἴδιον κατὰ συμβεβηκὸς οἶδεν. ὅθεν καὶ πολλάκις ἀπατᾶται, ὡς ἐπὶ τῆς Κολοφωνίας ἣν ἰδοῦσα ξανθὴν καὶ γλυκεῖαν εἶναι ὑπολαμβάνει. Πλείους αἰσθήσεις ἀντιλαμβάνονται ἑνός, ὡς ὄψις καὶ ἁφὴ μεγέθους, σχήματος, καὶ αἱ πέντε τοῦ ἀριθμοῦ, καί φησιν Ἀριστοτέλης διὰ τοῦτο, ἵνα ὦσι κοινὰ αἰσθητά, σχήματα, κινήσεις, μεγέθη. ἄλλως δὲ οἴδασιν αἱ αἰσθήσεις τὰ ἴδια αἰσθητὰ ἢ τὰ κοινά. Τὸ κατὰ συμβεβηκὸς αἰσθάνεσθαι διττόν· τό τε τῇ ἑτέρᾳ αἰσθήσει ὑποκείμενον ἀντιλαμβάνεσθαι δι' ἑτέρου, ὡς ἀπὸ τοῦ ξανθοῦ τὸ γλυκύ, καὶ τὸ μὴ αἰσθήσει ὑποκείμενον. ὁ γὰρ Κλέωνος υἱὸς ὁρώμενος οὐχ ὡς οὐσία ὁρᾶται, ἀλλ' ὡς λευκός. Πῶς πλείους ἔχοντες αἰσθήσεις μὴ μιᾷ τῶν κοινῶν αἰσθητῶν ἀντιλαμβανόμεθα; λύσις· ἵνα μὴ ἥττω τῶν αἰσθητῶν ἀντιλαμβανώμεθα. ἄλλως τε μία αἴσθησις πῶς εἶχεν ἀντιλαμβάνεσθαι καὶ τὸν κοινὸν καὶ τὸν ἴδιον; καὶ εἰ ἀντελαμβάνετο, οὐκ ἂν διεκρίνετο. Ἀπορία· μήποτε αἱ πέντε αἰσθήσεις δέκα; ἀκούομεν γὰρ καὶ αἰσθανόμεθα, καὶ βλέπομεν καὶ αἰσθανόμεθα, καὶ γευόμεθα καὶ αἰσθανόμεθα, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. λύσις· οὐ δυνατὸν ἄλλην μὲν εἶναι αἴσθησιν τὴν ὁρῶσαν καὶ ἄλλην τὴν αἰσθανομένην τῆς ὁρατῆς ἐνεργείας, ἀλλὰ τὴν αὐτήν. εἰ γὰρ ἡ αἰσθανομένη ἑτέρα, ἔχει καὶ ἐκείνη ἄλλην αἴσθησιν αἰσθανομένην, κἀκείνη ἑτέραν, καὶ τοῦτο ἐπ' ἄπειρον. 63 Ἀλέξανδρος λέγει τὰς πέντε αἰσθήσεις αἰσθητῶν εἶναι ἀντιληπτικάς, τὴν δὲ κοινὴν καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν αὐτῶν. Πλούταρχος τὴν δόξαν τὸ ἄτιμον μέρος τῆς λογικῆς ψυχῆς συναπτικὸν λέγει τῆς λογικῆς καὶ ἀλόγου. Ταῖς πέντε δυνάμεσι τῆς λογικῆς ψυχῆς προστιθέασί τινες καὶ ἕκτην τὴν προσεκτικήν, οἷον λέγει ἄνθρωπος «ἐγὼ ἐνόησα, ἐγὼ διενοήθην, ἐγὼ ἐδόξασα». τούτῳ τῷ μέρει προστιθέασι καὶ τὰς ἐνεργείας τῶν αἰσθήσεων. Δεῖ εἰδέναι ὡς οὐδὲν ἄλλο ἐστὶ φαντασία ἢ μικρὰ αἴσθησις, ὡς καὶ ἡ αἴσθησις σφοδρὰ φαντασία. Ὁ νοῦς ὅτε ὀργάνῳ κέχρηται τῷ σώματι, περὶ τὰ κατὰ μέρος ἐνεργεῖ, ὅτε δὲ μή, περὶ τὰ καθόλου ἐνδιατρίβει. Διττὸν τὸ αἰσθητόν· τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ. διττὴ δὲ ὁμοίως καὶ ἡ αἴσθησις. ἐπὶ τῆς κατ' ἐνέργειαν αἰσθήσεως ἡ σχέσις ἄκουσις λέγεται, ἡ δὲ σχέσις τοῦ κατ' ἐνέργειαν αἰσθητοῦ ψόφησις. ἐπὶ τῆς ὁράσεως ἡ ἐπὶ τῇ ἐνεργείᾳ σχέσις ὅρασις λέγεται, ἡ δὲ τοῦ ὁρατοῦ ὤφειλε λέγεσθαι χρῶσις καὶ οὐ λέγεται, ὥστε αἱ δύο σχέσεις τοῦ τε αἰσθητηρίου καὶ αἰσθητοῦ μόνον τῇ ἀκοῇ φαίνεται. ἡ ἐνεργείᾳ αἴσθησις ἡ αὐτὴ τῷ ἐνεργείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει οὐκέτι τῷ δυνάμει αἰσθητῷ. Αἱ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὴν κατ' ἐνέργειαν αἴσθησιν, ἀλλ' ἡ μὲν ὑπερβολὴ ἀθρόως φθείρει (ἅμα γὰρ ἀντιλάβοιτο, πάσχει ἢ συγκρινομένη ἢ διακρινομένη καὶ φθείρεται), ἡ δὲ ἔνδεια χρόνῳ βλάπτει· οἱ γὰρ ἐν σπηλαίῳ ὄντες ἂν μὴ ἐπὶ πολὺν χρόνον ἴδωσιν τυφλοῦνται, ὡς καὶ οἱ μὴ ἀκούοντες ὁμοίως. Ὅπου κίνησις, καὶ ποίησις, οὐ μὴν καὶ ἀνάπαλιν· ὁ γὰρ θεὸς ποιεῖ ἀκίνητος ὤν. ἡ αὐτὴ κίνησις πρὸς τὸ ποιοῦν ποίησις, πρὸς δὲ τὸ πάσχον πάθησις. Ἀκοή ἐστιν ἡ ἐνέργεια, ἄκουσις ἡ ἀντίληψις, καὶ ψόφος αὐτὸς ὁ κτύπος, τὸ δὲ ἐκ τούτου πάθος ψόφησις. ὡς λέγομεν ψόφησιν, πῶς οὐχὶ καὶ χρῶσιν; διότι ἡ χρῶσις οὐδὲν ἄλλο δηλοῖ εἰ μὴ τὸ χρωσθὲν σῶμα ἐκ τοῦ ἔχοντος ἄλλο χρῶμα, ὥστε οὐκ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ἐστίν· ἡ δὲ ψόφησις ἐξ αὐτοῦ. πῶς οὐ λέγομεν χύμωσιν ἐκ τοῦ ὑποκειμένου τῇ γεύσει, ὡς λέγομεν γεῦσιν; ἡ χύμωσις μαγειρικόν ἐστιν, διὸ ἐπὶ φυσικῶν οὐκ εἴρηται. 64 Ἐπεὶ αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις, ἥλιος, βροντή, Χαρώνια πνεύματα, δηλητήρια, πῦρ ἢ χιών, ἐπενοήθησαν τέχναι τούτων συνδετικαί, ὄψει ζωγραφία, ἀκοῇ μουσική, ὀσφρήσει μυρεψική, γεύσει μαγειρική, ἁφῇ λουτρὸν καὶ ὑφαντική. Ὅτι ἔστι κοινὴ αἴσθησις, δείκνυσιν οὕτως Ἀριστοτέλης. ἐπεὶ οὐ ἴσμεν τὰ ὁμοειδῆ ὡς λευκὸν καὶ μέλαν, ἀλλὰ καὶ τὰ ἀνομοιοειδῆ ὡς λευκὸν καὶ γλυκὺ καὶ λευκὸν ἵππον, καὶ δύναται εἶναι δύο αἰσθήσεων οὔ, ἄλλη τις τῶν πέντε διακεκριμένη οὔ (οὐ γάρ εἰσιν ἓξ αἰσθήσεις), κοινὴ ἄρα. αὕτη δὲ σῶμα οὔ· οὐ γὰρ μεριστῶς ἐνεργεῖ, ἐν ταὐτῷ γὰρ κρίνει λευκὸν καὶ μέλαν. πάλιν πᾶν σῶμα ἁπτόμενον δρᾷ, αὕτη οὐ δρᾷ. ἔτι καὶ οὐκ ἐν χρόνῳ γινώσκει. ἄλλως καὶ ταὐτῷ οἶδε τὴν διαφορὰν γλυκέος λευκοῦ. Ἡ κοινὴ αἴσθησις μία μὲν τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῇ σχέσει κατὰ Ἀριστοτέλην· ὡς ἀπὸ κοινῆς γὰρ πηγῆς τῆς κοινῆς αἰσθήσεως προ {σ} έρχονται ἄλλαι αἰσθήσεις κατὰ μέρος, ὥσπερ τὸ κέντρον τοῦ κύκλου καθ' αὑτὸ μὲν ἕν, ὅτι δέ ἐστιν ἀρχὴ εὐθειῶν πρὸς τὸν κύκλον ἐκβαλλομένων πρὸς τὸν κύκλον πολλά. ἔτι ὑλικῶς οὐχ ἅμα τὰ ἐναντία ἀντιλαμβάνεται ἡ κοινὴ αἴσθησις, κριτικῶς δὲ ἅμα, ἐπεὶ καὶ αἱ ἐναντίαι δόξαι οὐ περὶ ἐναντίων, ἀλλ' εἰς τὸ αὐτὸ τὰ ἐναντία δοξάζουσαι, ὡς τὸ λευκὸν διακρίνει καὶ οὐ συγκρίνει. Διαφέρει αἴσθησις διανοίας, ὅτι ὁ νοῦς ἐν μόνῳ τῷ ἀνθρώπῳ, ἡ δὲ αἴσθησις πᾶσι τοῖς ζῴοις. καὶ ἡ αἴσθησις οὐ ταχέως ἀπατᾶται, ἀλλ' ἡ διάνοια κατὰ δύο τρόπους, ὅτι ἡ αἴσθησις περὶ φανερὰ καταγίνεται, ἡ διάνοια περὶ κρυπτά, ἡ αἴσθησις ἀχρόνως προσβάλλει, ἡ διάνοια διὰ μέσων προτάσεων ἐξ ὧν ἀπατᾶται. Ἡ φαντασία διαφέρει τούτων ὅτι μέση ἐστίν, αὗται δὲ παρ' ἑκάτερα. καὶ ἄρχεται μὲν ἡ φαντασία ἀπὸ αἰσθήσεως, δίδωσι δὲ τῇ διανοίᾳ τὰς ἀρχάς· ἄνευ γὰρ φαντασίας οὐ δύναται ἡ διάνοια ἐνεργῆσαι. τούτῳ διαφέρει αἴσθησις φαντασίας** ὅτι φαντασθῆναι μὲν ὅτε θέλομεν δυνάμεθα τραγέλαφον, ἱπποκένταυρον καὶ λοιπά, δοξάσαι δὲ οὔ. τὸ δὶς [γὰρ] δύο 65 εἰπεῖν δέκα δυνάμεθα, οὐ μὴν καὶ δοξάσαι, ὥστε ἡ δόξα οὐκ ἐφ' ἡμῖν. ἀλλ' οὐδ' ὅσα θέλομεν φανταζόμεθα· βλέπομεν γὰρ νυκτὸς ἃ οὐ θέλομεν, ὥστε αὕτη διαφορὰ ὅτι ἡ μ [ὲν δόξα οὐδέποτε ἐφ'] ἡμῖν, ἡ δὲ φαντασία ποτέ. ἕτερον, ὅτι φαντασθέντες πόλεμον οὐ πτοούμεθα, ἀλλὰ δοξάσαντες. ὁ ἵππος οὐ δόξαν ἔχων ἀλλὰ φαντασίαν πῶς πτοεῖται τὴν μάστιγα; κατὰ συμβεβηκὸς τῇ φαντασίᾳ ὁ φόβος. Ἡ γνῶσις ἢ περὶ τὰ ἔξω καὶ ποιεῖ τὴν αἴσθησιν, ἢ ἐντός. καὶ εἴπερ, ἢ καθόλου καὶ ποιεῖ τὸν νοῦν κατ' ἐνέργειαν νοοῦντα τὰ πράγματα, ἢ κατὰ συλλογισμὸν καὶ ποιεῖ διάνοιαν. εἰ δὲ χειρόνως ἢ κατὰ συλλογισμόν, ποιεῖ δόξαν καὶ ὑπόληψιν. ἡ διάνοια ἢ περὶ τὰ θεωρητικὰ καὶ ποιεῖ ἐπιστήμην, ἢ περὶ τὰ πρακτικά. καὶ μετὰ βουλῆς ποιεῖ φρόνησιν, χωρὶς ταύτης τέχνην· ὁ γὰρ τεχνίτης οὐχ ὡς τεχνίτης, ἀλλ' ὡς ἄνθρωπος βούλεται. ἢ περὶ τὰ μερικὰ καταγίνεται ἡ γνῶσις καὶ ποιεῖ τὴν φαντασίαν. Ὁ ἐνεργείᾳ νοῦς ἀεὶ ἀληθεύει, ὁ δὲ δυνάμει νοῦς, ἤγουν ἡ φαντασία, ποτὲ μέν, ποτὲ δ' οὔ. ἡ αἴσθησις ὡς ἐπίπαν ἀληθεύει τῶν αὐτῆς σῳζομένων διορισμῶν. οὐ κρεῖττον αἴσθησις διανοίας, ὅτι ἡ διάνοια διὰ τὰς αἰσθήσεις ψεύδεται. Εἰ ταὐτὸν ἡ φαντασία ἦν καὶ ἡ αἴσθησις, ὅταν ὀνειρώττωμεν, τότ' ἂν αἰσθανοίμεθα. τὰ παιδία κατ' αἴσθησιν καὶ οὐ φαντασίαν ἐνεργοῦσιν. οἱ σκώληκες καὶ μύρμηκες αἴσθησιν ἔχουσιν, ἀλλ' οὐ φαντασίαν, ἢ ἀμυδράν. ἡ φαντασία διττή· ἡ μὲν ἀναμνηστική, ἡ δὲ διδακτή. τὰ τοιαῦτα γοῦν ζῷα τὴν διδακτὴν ἔχουσι. ἔτι ἡ αἴσθησις περὶ τὰ ὄντα, ἡ φαντασία περὶ τὰ μὴ ὄντα. Τὰ ἄλογα οὐκ ἔχει πίστιν καὶ οὐδὲ δόξαν. τῆς δὲ πίστεως ποίησις ἡ πειθώ. ὄφις πείθεται ἀνάγκαις μαγικαῖς, λέων ἔθει. ἡ δὲ πειθὼ γνώσει γίνεται, τὸ δὲ ἔθος καὶ τοῖς ἀλόγοις. Ἔνθα αἴσθησις ἐνεργεῖ, ἐκεῖ καὶ ὁ νοῦς κρειττόνως· οὐ μὴν καὶ ἀνάπαλιν. ὁ νοῦς οἶδε καὶ τὴν οἰκείαν ἐνέργειαν καὶ τὴν τῶν ἄλλων, οὐ μὴν δὲ καὶ αἴσθησις. ὁ νοῦς τῶν καθόλου, ἡ αἴσθησις τῶν μερικῶν. Τῆς φαντασίας ἡ δόξα ποιητικὸν αἴτιον, ἡ δὲ αἴσθησις ὀργανικόν. Ἀριστοτέλης· ἡ αἴσθησις μάχεται τῇ δόξῃ· τὴν γὰρ κώπην κεκλασμένην βλέπει αἴσθησις ἐν ὕδατι, ἡ δὲ δόξα ὀρθήν. πῶς οὖν ἐκ δύο μαχομένων 66 ἓν ἡ φαντασία; εἰ ἡ φαντασία ἐκ δόξης καὶ αἰσθήσεως, ἆρα καὶ τὰ ἄλογα ἔχουσι δόξαν; ἔτι δόξα καὶ αἴσθησις ἀληθεύουσι, φαντασία ψεύδεται. οὐ καινόν, ἐὰν ἡ σύνθεσις ποιεῖ ἀλλοίωσιν. Μὴ ὂν τὸ μηδαμῇ μηδαμῶς, τὸ καθ' ἑτερότητα, τὸ ὑπερούσιον, τὸ χεῖρον οὐσίας καὶ μετούσιον, τὸ ψεῦδος. Μόνως κινοῦν τὸ αἰσθητήριον τὴν φαντασίαν, κινοῦν καὶ κινούμενον ἡ αἴσθησις. ἡ φαντασία μόνον κινούμενον ἐπὶ ἀλόγων. φαντασία ἐστὶ δύναμις ἐπιδεκτικὴ διὰ μέσης αἰσθήσεως τῶν αἰσθητῶν εἰδῶν. καὶ ἡ αἴσθησις ταὐτὸν οὐκ· αἴσθησις γὰρ ἀμέσως, δι' αὐτῆς δὲ ἡ φαντασία· ὅθεν καὶ οἱ τυφλοὶ περὶ χρωμάτων οὐ φαντάζονται. καὶ {οὐ} φαντασία οὐκ ἐνεργεῖ χωρὶς αἰσθήσεως ἀναπλάττουσα τραγέλαφον, καὶ τοῦτο ἐκ τῆς αἰσθήσεως ἔχει, ἐπεὶ πρῶτον εἶδέ τις τράγον καὶ ἔλαφον καὶ οὕτως ἐφαντάσθη ἡ σύνθεσις. Λέγει Ἀριστοτέλης ὅτι ἡ φαντασία ψεύδεται. διττὴ ἡ φαντασία· ἥ τε δεχομένη τὰ εἴδη, ἤγουν τοὺς τῶν εἰδῶν λόγους, ἣ καὶ ἀληθής, καὶ ἡ ἀναπλαττομένη τὰ ψευδῆ, ἣ καὶ ἀεί ἐστι ψευδής. Τὸ κατὰ συμβεβηκὸς αἰσθητὸν διττόν· τὸ ἄλλης μὲν ὂν αἰσθήσεως, ἑτέρᾳ δὲ ὑποπῖπτον, ὡς τὸ γλυκὺ τῇ ὄψει, καὶ ὅταν νοῶμέν τι ἐκ τῶν συμβεβηκότων, ὡς τὸν Σωκράτην ἀπὸ τοῦ λευκοῦ. Ἡ φαντασία ἐδόθη τοῖς ἀλόγοις διὰ τὸ πορίζεσθαι ἐκ ταύτης τροφήν, ὡς οἱ μύρμηκες ποιοῦσι, τοῖς δὲ λογικοῖς διὰ τὸ ἐπιτήδειον γίνεσθαι τὸ σῶμα πρὸς ὑποδοχὴν τοῦ κρείττονος. εἰ γὰρ μὴ ταύτην ἐδεχόμεθα, πῶς ἂν ἐδεξάμεθα τὴν λογικὴν ψυχήν; ἔτι ἵνα, ὅταν παραφρονῇ ὁ λόγος, διοικώμεθα δι' αὐτῆς, ἣν ὁρίζεται Πλούταρχος κίνησιν ὑπὸ τῆς κατ' ἐνέργειαν αἰσθήσεως προσεχῶς διεγειρομένην. Τριττὸς ὁ νοῦς· ὁ δυνάμει ἐπὶ τῶν παίδων, ὁ καθ' ἕξιν, καὶ ἐνεργείᾳ ὡς ὁ κυβερνῶν τὰ πάντα ἢ ὁ θύραθεν εἰσιών. Πᾶσαν ψυχὴν ὁ Πλάτων λέγει τόπον εἰδῶν καὶ ἐνεργείᾳ, ὁ Ἀριστοτέλης ἀγράφῳ γραμματείῳ. διττὴ ἡμῖν ἡ γνῶσις· ἡ ἄλογος ἡ τῆς αἰσθήσεως, καὶ ἡ λογικὴ τοῦ νοῦ ἥτις νοεῖ καὶ τὰ ἔνυλα. πῶς οὖν ὁ νοῦς τὰ τῆς αἰσθή67 σεως οἶδεν, ἤγουν τὰ μερικά; οὗτος ὅτε καθ' ἑαυτὸν ἐνεργεῖ εὐθείᾳ μὲν γραμμῇ ἔοικεν, ἐπικαμπτόμενος δὲ πρὸς τὴν αἴσθησιν κεκλασμένῃ. Εἰ ἐνεργεῖ ὁ νοῦς εἰς τὰ ὑλικά, πάντως καὶ πάσχει ἐν τοῖς ὁμοΰλοις καὶ ὁμοτίμοις. Ζητεῖται τοῦτο· ὁ νοῦς οἶδεν ἑαυτὸν καθὸ νοῦς, ἢ κατ' ἄλλο μὲν νοῦς, κατ' ἄλλο δὲ νοητός; εἰ κατ' ἄλλο, σύνθετος. εἰ δὲ καθὸ νοῦς, λοιπὸν πᾶν τὸ νοούμενον νοῦς καὶ τὰ μαθήματα νοητά. λοιπὸν καὶ πᾶν τὸ κυρίως νοητὸν νοῦς, τὰ δ' ἄλλα οὐ κυρίως κατὰ Ἀριστοτέλην. πρόνοια λέγεται ὡς προϋπάρχουσα τοῦ νοῦ. ἔτι οὐ λέγεται πᾶν τὸ νοητὸν νοῦς, ἀλλὰ τὸ νοοῦν ἑαυτὸ ἢ τὸ ὑφ' ἑαυτοῦ νοητὸν νοῦς ἐστιν. ἔτι καθὸ νοεῖται νοεῖ ἑαυτὸ καὶ οὐχὶ καθὸ νοεῖ. Πῶς οὐ νοοῦμεν ἑαυτοὺς συχνῶς; ζητοῦμεν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια, οὐχ ἡμᾶς δὲ διὰ τὴν συνήθειαν. ὁ Πλωτῖνος λέγει· «ἔστιν νοῦς ὁ ἀεὶ νοῶν ἑαυτόν, ἤγουν ὁ ἐνεργείᾳ, καὶ ὁ μηδέποτε νοῶν, ἤγουν ὁ ἐν δυνάμει.» Ἐπὶ τὸν ἐνεργείᾳ νοῦν δέκα τινὰ ζητεῖται· ὅτι πάντα ποιεῖ, καὶ ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ οὐ δυνάμει, τὸ ἀεὶ νοεῖν καὶ ἐνεργεῖν, ὅτι ψυχικός ἐστι, ἔτι ἀθάνατος, χωριστός, ἀναλογεῖ φωτί (καὶ ὥσπερ τοῦτο οὐ τὰ χρώματα ποιεῖ ἀλλὰ τὰ εἴδη φανεροῖ, καὶ οὗτος οὐ τὰ πράγματα ποιεῖ ἀλλὰ τὰ εἴδη ἐντυποῖ), ὅτι ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ χρόνῳ διαφέρει, καὶ ὅτι μετὰ φαντασίας ἐνεργεῖ. Ἀλέξανδρος ἐνεργείᾳ νοῦν τὸν θύραθεν δοξάζει, ἤγουν τὴν πάντων ἀρχήν, Μαρῖνος δαιμόνιόν τινα, Πλωτῖνος τὸν ἀνθρώπινον. Χωριστόν ἐστι τὸ δυνάμενον χωρισθῆναι, κεχωρισμένον δὲ τὸ ἐνεργείᾳ χωρισθέν. Ὁ νοῦς ὁ ἀνθρώπινος ἀεὶ νοεῖ, οὐχ ὁ τῷ ἀριθμῷ, ἀλλ' ὁ ἐν ὅλῳ τῷ κόσμῳ· εἰ γὰρ ἐγὼ μὴ νοῶ, ἄλλος νοεῖ. Ὁ νοῦς οὐκ ἀεὶ ἐνεργεῖ, ὅτι μετὰ φαντασίας ἐνεργεῖ καὶ φθαρείσης ταύτης οὐκ ἐνεργεῖ. ἰστέον ὡς, ὅσα δίχα αἰσθήσεως νοεῖ ὁ νοῦς, καὶ δίχα φαντασίας νοεῖ, ὡς τὰ θεῖα καὶ τὰ καθόλου. 68 Πενταχῶς τὸ ἀδιαίρετον· ὁ ὅρος τῶν προτάσεων, τὸ συνεχὲς μέγεθος κατὰ τὴν ἐνέργειαν, τὸ ἔνυλον εἶδος, τὸ ἄυλον. τὸ συνεχὲς μέγεθος ἔνυλον εἶδος, τὸ ἐν ποσῷ ἀδιαιρέτῳ ἄυλον. Διττὴ ἡ ἀλήθεια· ἡ μὲν ὑπαρκτική, ἡ δὲ ἀντιδιῃρημένη τῷ ψεύδει. Ὁ ἡμέτερος νοῦς τινὰ οἶδε καταφατικῶς, τινὰ ἀποφατικῶς, ὡς τῇ ἀποφάσει τοῦ ἀριθμοῦ τὴν [μον] άδ [α] καὶ τοῦ μεγέθους τὴν στιγμήν· ὁ δὲ θεῖος νοῦς [πάντα καταφατικῶς] οἶδε, χωρὶς τοῦ κακοῦ. Τὸ συνεχὲς δυνάμει διαιρετὸν καὶ οὐκ ἐνεργείᾳ, ὡς τὸ μέγεθος, ἐνεργείᾳ μὲν διαιρετόν, δυνάμει δὲ οὔ, [ὡς] τὸ ὕδωρ. ὁ νοῦς τοίνυν καὶ ἄμφω ἐναντίως δοξάζει. Ὁ νοῦς ἀδιαιρέτως νοεῖ, ἡ δὲ διάνοια διῃρημένως καὶ χωρὶς ἕκαστον. καὶ ἐν χρόνῳ ἀδιαίρετος τῆς [ψυχ] ῆς δύναμις ὁ νοῦς. Ὁ κυρίως νοῦς περὶ τὰ ἁπλᾶ καταγίνεται, ἡ δὲ φαντασία νοῦς περὶ τὰ σύνθετα καταγινόμενος. καὶ ἡ διαφορὰ ὅτι ὁ νοῦς ἀεὶ ἀληθεύει, ἡ δὲ φαντασία καὶ ψεύδεται. ὁ νοῦς ἔοικεν αἰσθήσει περὶ τὰ οἰκεῖα αἰσθητὰ καταγινομένῃ, ἡ δὲ διάνοια κατὰ συμβεβηκός.** [πρῶτον] ὅτι ἐνεργείᾳ ὁ νοῦς αὐτὰ τὰ πράγματα, ὁ δὲ δυνάμει οὐκ ἔστι τὰ πράγματα, εἰ μὴ νοήσῃ αὐτά· δεύτερον ὅτι ὁ δυνάμει ἐν τῷ ἑνὶ χρόνῳ προτερεύει τοῦ ἐνεργείᾳ, ἐν δὲ τῷ ὅλῳ οὔ· ἔστι γὰρ ἀεὶ καὶ ἐνεργείᾳ καὶ δυνάμει. δεῖ γὰρ εἶναι τὸ ἐνεργείᾳ ἀεί, ἵνα ἄγῃ τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ. ἔτι ὁ νοῦς ὁ πρακτικὸς περὶ τὰ μερικά, ὁ θεωρητικὸς περὶ τὰ καθόλου. ὁ πρακτικὸς ἀεὶ φαντασίᾳ κέχρηται, ὁ θεωρητικὸς οὐκ ἀεί. ἐν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ ψεῦδος, ἐν τῷ πρακτικῷ τὸ ἀγαθὸν καὶ κακόν. ὥσπερ οὐχ ἕτερος ὁ δυνάμει νοῦς πρὸς τὸν ἐνεργείᾳ τῷ ὑποκειμένῳ, ἀλλὰ μόνον τῷ χρόνῳ διαφέρει, οὕτω καὶ ὁ θεωρητικὸς πρὸς τὸν πρακτικόν. ἀναλογεῖ δὲ ὁ θεωρητικὸς ὄψει διακριτικῇ εἰδῶν, ὁ δὲ πρακτικὸς ὄψει μὴ μόνον γινωσκούσῃ τὰ εἴδη, ἀλλὰ καὶ σφετεριζομένῃ τὸ ἡδύ, καὶ οὐ μόνον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ τὸ ἀληθὲς καὶ τὸ κακόν. Διαφορὰ νοῦ πρὸς αἴσθησιν, ἐπεὶ ταύτῃ πολλάκις ἐν τῇ τοῦ θεωρητικοῦ πρὸς τὸν πρακτικὸν διακρίσει συνεχρήσατο. ἔτι ἡ αἴσθησις ἡ ἰδικὴ οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν, ἡ κοινὴ καὶ τὰ ἐναντία, τὸ λευκὸν καὶ γλυκύ. τὴν 69 νοερὰν γνῶσιν Πλάτων προσεκτικὴν ἔλεγε, τὴν νοερὰν πρᾶξιν συνειδός. ἐν ταῖς πέντε αἰσθήσεσιν ἄλλη τις ἡ κοινή, ἐπὶ δὲ τῶν νοητῶν ἄλλο τὸ γινῶσκον παρὰ τὰ τρία {ἀλλ' ἕτερον}· ὁ γὰρ νοῦς, μέρος ὢν δόξης διανοίας καὶ νοῦ, αὐτὸς οἶδε διαφορὰν νοητῶν πρὸς τὰ διανοητὰ καὶ τούτων πρὸς τὰ δοξαστά. Ὁ θεωρητικὸς νοῦς οὐ περὶ σύνθετον καταγίνεται, ἀλλ' ἡ διάνοια. Τὸ νοητὸν τριττόν· τὸ ἔνυλον ὡς τὰ φυσικά, τὸ ἄυλον ὡς τὰ θεῖα, καὶ τὸ μέσον ὡς τὰ μαθηματικὰ ἔξω ὕλης. Ἐν τῷ ὁρᾶν ὁ ἀὴρ ἀλλοιοῖ τὴν κόρην, αὕτη τὸ πνεῦμα, τοῦτο τὴν δύναμιν τὴν ἐν τῷ κρυσταλλοειδεῖ, καὶ οὕτω διεγείρεται καὶ ὁρᾷ. «Οὐ δύναται» φησὶ Πλάτων «ὁ νοῦς ἐν γενέσει ὢν οὐρανοπολίτης εἶναι καὶ καταφρονεῖν τοῦ σώματος.» Ἀριστοτέλης· εἰ τὸ νοοῦν ὅμοιον δεῖ εἶναι τῷ γινωσκομένῳ, νοῦς δὲ νοεῖ τὰ ἄυλα, ὅμοιος ἂν εἴη τούτοις ὁ σὸς νοῦς ἐν σώματι ὤν. πῶς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ σου ἐζήτησας τὰ πάντῃ ἄυλα; εἰ ὁ νοῦς οὐδέποτε εἰ μὴ μετὰ φαντασίας ἐνεργεῖ, αὕτη δὲ περὶ τὰ ἔνυλα, πῶς νοῦς νοήσει τὰ θεῖα; ἀλλὰ περὶ τὰ μερικὰ νοεῖ μετὰ φαντασίας, οὐ περὶ τὰ καθόλου. τούτῳ {εἰ} διαφέρει φάντασμα καὶ νόημα, ὅτι τὸ μέν ἐστιν ἔνυλον, τὸ δὲ ἄυλον. ταὐτόν ἐστι νοῦς καὶ φαντασία. εἰ οὖν ἡ φαντασία ἀληθεύει καὶ ψεύδεται καὶ ὁ νοῦς, πῶς γνωρίσει τοίνυν τὰ θεῖα; οὐ ταὐτόν ἐστιν. ὁ νοῦς τὰς οὐσίας οἶδεν, ἡ δὲ φαντασία ἅπερ καὶ ἡ αἴσθησις ἡ ἀτυχὴς οὐσίας. Τέτταρά τινά εἰσι καὶ οὐ πλείω. πάντα τὰ ὄντα δυνάμει αἰσθητά, ἐνεργείᾳ αἰσθητά, δυνάμει ἐπιστητά, ἐνεργείᾳ ἐπιστητά, ὧν καὶ τὰς τέτταρας ἐνεργείας ἔχει ἡ ψυχή. Πλάτων τὴν καθόλου ψυχὴν διαιρεῖ ὡς ὅλον εἰς μέρη, ἤγουν φυτικήν, ἄλογον, λογικήν, τὰς κατὰ μέρος ὡς οὐσίαν εἰς δυνάμεις. λέγει Ἀριστοτέλης· «πῶς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη λέγεται τῆς ἀλόγου ψυχῆς;» ὡς σὺ τῆς λογικῆς τὸν νοῦν. ὁ λόγος κρατῶν ποιεῖ ἀριστοκρατίαν καὶ βασιλείαν, θυμὸς δημοκρατίαν, ἐπιθυμία κατὰ μὲν τὸ φιλοχρήματον ὀλιγαρχίαν, κατὰ δὲ τὸ φιλήδονον ἐννόμως δημοκρατίαν, ἀνόμως τυραννίδα.

Intertext edge

Open linked passage

Note