Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1
Οὐ πᾶσι τοῖς μορίοις ὑπάρχει ἡ ψυχή, κατὰ δὲ τὸ ἐπιτήδειον μόριον φαίνεται λόγος, θυμὸς καὶ ἐπιθυμία. Ὁ νοῦς ἐν γενέσει ὢν πῶς γινώσκει τὰ ἄυλα; ὅτε οὐ κέχρηται ὀργάνῳ τῷ σώματι, ἀλλὰ πάντων ἐστὶν ἀμιγής. Εἰ τὸ νοητὸν καὶ αἰσθητὸν τῶν πρός τι, λοιπὸν καὶ πάντα τὰ ὄντα. κατὰ λόγον μὲν πρός τι, κατὰ δὲ τὴν ὕπαρξιν οὔ. τὸ λευκὸν καὶ τὸ μέλαν ὡς ἐναντία τῶν πρός τι, ἀλλὰ καὶ αὐθύπαρκτα. Ἀριστοτέλης βούλεται τὰς τρεῖς ψυχὰς καὶ μὴ ἓν εἶναι, καὶ οὐχ ἓν κυρίως· τὰ τρία γὰρ ταῦτα μίαν ἐμψυχίαν ποιεῖ. τὰ λογικὰ κινεῖ νοῦς, τὰ δὲ ἄλογα φαντασία, ὡς κρείττονα μέρη ψυχῆς λογικῆς καὶ τῆς ἀλόγου. Σωκράτης ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ νυχθήμερον στὰς οὐκ ᾔσθετο διὰ τὸ ἐννοεῖν τι, καὶ Θαλῆς ἔπεσεν εἰς φρέαρ. Τὸ κατὰ τόπον κινούμενον διττόν· ἢ πορευτικὸν καὶ καθόλου, ἢ ἐν μέρει. ὁ κατὰ τὴν ὁλότητα οὐδόλως τόπον ἀμείβει. ἡ ἀναπνοὴ φυσικὴ δοκεῖ εἶναι ὡς μὴ δουλεύουσα προαιρέσει, καὶ ψυχικὴ ὡς ὑπὸ μυῶν γινομένη. Ὅτι ἡ θρεπτικὴ δύναμις οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν, δῆλον· τέλος τῆς θρεπτικῆς τὸ τρέφειν, τῆς κινήσεως ἐν τῇ σπουδῇ μὲν λόγος, ἐν τοῖς ἀφροδισίοις πάθος, ὥστε οὐ ταὐτό. ἐν τῇ κινήσει προηγεῖται φαντασία καὶ ὄρεξις, ἐν τῇ θρεπτικῇ οὐδέν. εἰ ταὐτὸν ἦσαν, ἔδει τὰ φυτὰ κινεῖσθαι. εἰ ταὐτὸν ἦν, ἔδει καὶ τὰ φυτὰ πορευτικὰ ἔχειν ὄργανα. ἔτι ἐν νυκτὶ μᾶλλ [ον ἐν] εργεῖ ἡ θρεπτική, οὐδόλως δὲ ἡ κινητική. ἀπορία· ἡ φυτικὴ ποιεῖ τὴν κατὰ τόπον κίνησιν, τὰ φυτὰ οὐ κινοῦνται ὡς μὴ ἔχοντα ὄργανα ἐπιτήδεια πρὸς τὴν κίνησιν· λοιπὸν μάτην τοῖς φυτοῖς ἡ φυτικὴ δύναμις. εἰ δὲ μὴ μάτην, πῶς οὐκ ἔδωκε τούτοις καὶ ὄργανα; ἁπλῶς ἡ ἄλογος ψυχὴ οὐκ ἔστιν αἰτία κινήσεως· οὐ γὰρ τὰ ζῳόφυτα κινοῦνται. οὐδ' ἡ αἴσθησις αἰτία κινήσεως, ἐπεὶ καὶ βλέποντες καὶ μή, καὶ [μὴ] ἀκούοντες ἤ τινος μὴ αἰσθανόμενοι κινούμεθα. οὐδ' ἡ φαντασία· ἔδει γὰρ νυκτὸς ὅτε φανταζόμεθα κινεῖσθαι καθ' ὁρ [μήν]. οὐδ' ὁ νοῦς, ὁ μὲν θεωρητικὸς ὡς μὴ περὶ πρακτικὰ καταγινόμενος (ἡ κίνησις δὲ πρακτικόν), οὐδ' ὁ πρακτικός· εἰ {δὲ} γὰρ καὶ προαίρεσιν οὗτος ἔχει δι' ἧς γίνεται ἡ κατὰ τόπον κίνησις, 71 ὅμως οὐ κινεῖ. οὗτος γὰρ πρῶτον ἐνεργεῖ, ὅτι «ἀπέλθω καὶ ποιήσω τόδε», καὶ μετὰ παῦσαι γίνεται ἡ κίνησις. τὸ κρεῖττον· τὰ ἄλογα μηδέν τι ἔχοντα τοῦ τριττοῦ νοὸς κινεῖται. Ἡ ἐγκρατὴς κίνησις ἐκ τοῦ νοός, ἡ ἀκρατὴς ἐκ τῆς ὀρέξεως. ἁπλῶς οὖν τὸ ὀρεκτικὸν αἰτί [αν λέγ] ουσι [τ] ῆς [τ] οι [αύ] της κινήσεως. Τὰ ἄλογα οὐκ ἔχει συναίσθησιν χρόνου· ὁ γὰρ χρόνος ἀσώματος, ἡ συναίσθησις τοῦ χρόνου [μετὰ] τοῦ λόγου γίνεται ἡμῖν. ὁ χρόνος διττῶς λέγεται, ὁ ὡρισμένος καὶ ἀόριστος· ὡρισμένος ὁ νυκτὶ καὶ ἡμέρᾳ καὶ ὥρᾳ μετρούμενος, ἀόριστος τὸ θέρος, ὁ χειμὼν καὶ τὰ λοιπά. τούτων δὲ αἰσθάνεται ἁπλῶς καὶ τὰ ἄλογα. λέγουσι δέ τινες ὡς ἔχουσι καὶ τοῦ μέλλοντος γνῶσιν τὰ ἄλογα· καὶ γὰρ λέων πληγεὶς ἐν ποίμνῃ ἀπελθὼν εἰς ἑτέραν δεδίττεται. οὐκ ἐκ τοῦ παρελθόντος συνάγει τὸ μέλλον, ἀλλ' ἐκ τῆς φαντασίας αἰσθάνεται οὗ βλέπει. Πλάτων τὴν λογικὴν ψυχὴν αἰτίαν λέγει κινήσεως γοητευθεῖσαν τῇ ἐπιθυμίᾳ, τοῖς δ' ἀλόγοις τὴν ἄλογον. οὐ διαφωνεῖ πρὸς Ἀριστοτέλην· Πλάτων γὰρ τὸ ποιητικὸν αἴτιον λέγει, οὗτος τὸ τελικόν. Οἱ ἰατροὶ τὰ ὄργανα λέγουσιν αἴτια κινήσεως, φιλόσοφοι τὸ ἔμφυτον θερμόν. κινούμεθα τὴν κατὰ τόπον κίνησιν κατὰ ὦσιν καὶ ἕλξιν τῶν ποδῶν, ἤγουν εἴσοδον καὶ ἔξοδον. Εἰ ἡ κίνησις ἐκ τῆς ὀρέξεως, πῶς οὐχὶ καὶ τὰ ζῳόφυτα κινοῦνται; τῆς φαντασίας ἡμῖν βουλευτική, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει· ἡ βουλευτικὴ τῶν ἀνθρώπων, ἡ σύστοιχος ἢ συγκεχυμένη ὡς ἐπὶ τῶν σκωλήκων ἢ ἀσύγχυτος, καὶ εἰ ἀσύγχυτος, ἢ διδακτὴ ὡς ἐπὶ τῶν ψιττακῶν ἢ ἀδίδακτος ὡς ἐπὶ τῶν μυρμήκων. Τρία περὶ τὴν κίνησιν, τὸ κινοῦν, τὸ κινεῖται καὶ τὸ κινούμενον. Ἡ ὄρεξις ἄνευ συναισθήσεως ὡς ἐπὶ φυτῶν καὶ ἀψύχων· ὀρέγεται γὰρ καὶ ὁ λίθος τῆς κάτω φορᾶς. ἔστιν ὄρεξις μετὰ τῆς φαντασίας, καὶ ἑτέρα μετὰ τοῦ νοῦ. Τῶν ἐμψύχων τὰ μὲν ἀκίνητα ὡς τὰ φυτά, τὰ δὲ κινεῖται ὡς τὰ ζῷα. καὶ τούτων τὰ μὲν καθόλου, τὰ δὲ μερικῶς. καὶ τὰ μὲν ὑπὸ σελήνην ὡς τὰ ζῳόφυτα, τὰ δὲ ὑπὲρ σελήνην ὡς τὰ οὐράνια. τὰ ζῳόφυτα οὐκ ἔχει τὰς τελειοτέρας αἰσθήσεις, τὰ δὲ πορευτικὰ. καὶ γὰρ 72 ὁ ἀσπάλαξ ἔχει ὄψιν, εἰ καὶ λεπτῷ χιτῶνι καλύπτεται. οἱ σκώληκες, κἂν 72 καὶ μὴ ἔχωσιν ὄψιν, ἀλλ' οὖν διὰ τῆς μαλακότητος τὴν χρείαν ἡ φύσις ἀνεπλήρωσεν. τὰ πορευτικὰ καὶ φυτικὴν καὶ αἰσθητικὴν ψυχὴν ἔχει, τὰ δὲ οὐράνια μόνην αἰσθητικὴν ἔχει. Λέγουσιν οἱ Ἀριστοτελικοὶ ὅτι οὐκ ἔχουσιν αἴσθησιν τὰ οὐράνια· ἡ γὰρ αἴσθησις περὶ τὰ ἔξω, τῶν οὐρανίων οὐδὲν ἔξω. ἔστιν ἔξω τὸ κέντρον. Πᾶσαι αἱ αἰσθήσεις τοῦ εἴδους μόνου ἀντιλαμβάνονται, τὰ δὲ φυτὰ καὶ τῆς ὕλης, καὶ πάσχουσιν ὑπ' αὐτῆς καὶ ἀντιδρῶσιν. Ἐν τοῖς κατὰ τόπον κινουμένοις τινὰ μὲν μόνον κινεῖ, οἷον ἡ χεὶρ τὴν ῥάβδον, ἡ ῥάβδος κινεῖ καὶ κινεῖται, ὁ λίθος μόνον κινεῖται. ὁ κηρὸς μέχρι τινὸς τυποῦται, τὸ ὕδωρ πλέον, ὁ ἀὴρ διόλου, ὁ λίθος οὐδόλως. Ἡ ἁφὴ εἰς τὸ εἶναι συντελεῖ, αἱ δὲ ἄλλαι εἰς τὸ εὖ εἶναι· ἀναγκαιοτέρα λοιπῶν ἡ ἁφή. Περὶ ἀρχῶν καὶ περὶ ἑνώσεως ψυχῆς καὶ σώματοσ Ἠρώτησας πότερον τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἴτια, στοιχεῖα δὲ ὡς ἁπλούστερα, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ κυρ [ίως] αὐτοῦ στοιχεῖα προσαγορεύεται. φημὶ οὖν ὡς, εἰ μὲν τὰς ὑλικὰς ἀρχὰς ἐπιζητεῖς νῦν ἢ τὰς εἰδικάς, τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί εἰσιν, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα ἢ ἐπινοίαις ψιλαῖς ἢ καὶ ἐνεργείᾳ· εἰ δὲ τὰς ποιητικὰς ἢ τὰς τελικάς, οὔτε τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί (τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστὶ ταῦτα), οὔτε τῶν γενῶν ὅσα ἐστὶν ὑστερογενῆ (ταῦτα γὰρ ἐπὶ τοῖς ἀποτελέσμασι), οὔθ' ὅσα εἰς αὐτὰ τὰ αἰσθητὰ κατατέτακται· ἔστι γὰρ ἐν Καλλίᾳ καὶ ἄνθρωπος καὶ ζῷον, ἃ πῶς ἂν εἶεν αἱ ποιητικαὶ ἢ τελικαὶ ἀρχαί, μέρος ὄντα τῆς φαινομένης οὐσίας; εἰ δέ τινά ἐστι γένη πρὸ τῶν καθέκαστα τῶν αἰσθητῶν αἴτια ἔν τε τοῖς λόγοις 73 τῆς τῶν ὅλων φύσεως ἐνορώμενα καὶ ἐν τοῖς ὑπερτέροις εἴδεσι διαλάμποντα, ταῦτα φαίην ἂν δικαίως αἴτια τῶν τῇδε πραγμάτων. Ἕλληνες δὲ καὶ πρὸ τούτων καὶ ὑπὲρ ταῦτα τὰς δημιουργικὰς ἰδέας ἀρχὰς τίθενται, αἳ καὶ τῶν καθόλου λόγων ὑπερήπλωνται. ἐὰν μὲν οὖν τὰ κατ' ἐπίνοιαν ὑστερογενῆ λαμβάνωμεν γένη, τὰ μὲν προσεχέστερα ταῖς πρώταις λεγομέναις οὐσίαις ἔσονται μᾶλλον οὐσίαι καὶ διὰ τοῦτο μᾶλλον ἀρχαί, τὰ δὲ ἀπωτέρω ἀσάφειαν ἐξιτηλοτέραν τῇ τῶν αἰσθητῶν ἀποστάσει δέχεται. ἐὰν δὲ τὰ κυρίως καθόλου γένη καὶ τοὺς ποιητικοὺς τῶν καθέκαστα λόγους φυσικούς τε καὶ δημιουργικούς, πρόδηλον ὡς τὸ περιληπτικώτερον καὶ διατεῖνον ἐπὶ πλέον θειότερον ἐστὶν αἴτιον καὶ κυριώτερον. τὰ μὲν οὖν κατ' ἐπίνοιαν λεγόμενα γένη παρὰ τοῖς διαλεκτικοῖς εἰδωλικά εἰσι καὶ οὐ κυρίως ἀρχαὶ οὐδὲ αἴτια, οἱ δὲ φυσικοὶ λόγοι καὶ οἱ δημιουργικοὶ καὶ πρὸ πάντων αἱ τοῦ θείου δυνάμεις κυρίως τὴν τῶν ἀρχῶν καὶ αἰτίων ἀποφέρονται καὶ ὀνομασίαν καὶ ἔννοιαν. εἰ τοίνυν θείης τὸ κατά τινων λέγεσθαι ἐπὶ τῷ δημιουργεῖν, μεταβήσῃ ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ γένη καὶ εἴδη. καὶ τοῦτο μὲν οὕτως σοι λέλυται. Ἠρώτησας δὲ ἐν τῷ αὐτῷ γράμματι ἐκεῖνο δὴ τὸ Πλωτίνειον τὸ φάσκον τὰ πάθη ἢ αἰσθήσεις εἶναι ἢ οὐκ ἄνευ αἰσθήσεως. τοῦτο δὲ πρὸς τὰς διαφόρους δόξας τῶν Ἑλλήνων ὁ Πλωτῖνος εἴρηκεν. ἐχρῶντο γὰρ οἱ μὲν λέγοντες τὰ πάθη μηδὲν διαφέρειν τῶν αἰσθήσεων τοιῷδε λόγῳ· τὰ ἡδέα καὶ λυπηρὰ αἰσθητά ἐστιν, εἰ δὲ ταῦτα αἰσθητά, καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι αἰσθήσεις τινές. οἱ δὲ διακρίνοντες τὰ πάθη τῶν αἰσθήσεων τὰ μὲν ἔλεγον τῆς ἐν ἡμῖν ὀρέξεως εἶναι, τὰ δὲ τῆς κριτικῆς δυνάμεως· ἄλλο δὲ εἶναι τὴν κρίσιν καὶ ἄλλο τὴν ὄρεξιν. Ἠρώτησας καὶ τί διαφέρει τὸ εἰπεῖν ψυχὴν εἶναι τοῦ λέγειν ψυχῇ εἶναι καὶ τὸ ζῷον εἶναι τοῦ ζῴῳ εἶναι. τοῦτο τοιγαροῦν οἱ ἐκ τοῦ Περιπάτου ἄνω καὶ κάτω θρυλεῖν εἰώθασιν, ἐπὶ μὲν τῶν συνθέτων ἄλλο τὸ ἕκαστον καὶ ἄλλο τὸ ἑκάστῳ εἶναι λέγοντες· ἄλλο γὰρ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι, καὶ τὸ μὲν δηλοῖ τὸ σύνολον καὶ τὸ σύνθετον, τὸ δὲ τὸ εἶδος μόνον, κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τῶν συνθέτων τὸ εἶναι· ἐπὶ δὲ τῶν ἁπλῶν ταὐτόν φασι τὸ εἶναι ἕκαστον καὶ τὸ εἶναι ἑκάστῳ.