Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 74 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
74.1
Ἠρώτησας καὶ τὸ πολυθρύλλητον τοῦτο ἐρώτημα, ὃ δὴ Πλωτῖνος πρῶτος ὡς οἶμαι ἐτόλμησε. «τὸ ζῷον» γάρ φησιν «ἢ τὸ σῶμα δεῖ λέγειν τὸ τοιόνδε ἢ τὸ κοινὸν ἢ ἕτερόν τι τρίτον ἐξ ἀμφοῖν γεγενημένον». ὅταν μὲν οὖν λέγῃ «τὸ ζῷον ἢ τὸ σῶμα δεῖ λέγειν τὸ τοιόνδε», τὸ φυσικόν φησι καὶ ὀργανικὸν τὸ δυνάμει ζωὴν ἔχον· ὅταν δὲ εἴπῃ «τὸ κοινόν», τὸ ἐξ αὐτῆς φησι τῆς ψυχῆς καὶ τοῦ σώματος σύνθετον· ὅταν δὲ «ἢ ἕτερόν τι τρίτον ἐξ ἀμφοῖν γεγενημένον», τοῦτο δὴ τὸ ἄπορον καὶ ἀπόρρητον, τὸ ἐκ τῆς δευτέρας φησὶ ζωῆς καὶ τοῦ σώματος. ὁ γὰρ ἀνὴρ οὗτος οὐκ αὐτὴν ἀμέσως τὴν νοερὰν ψυχὴν τῷ σώματι μίγνυσιν, ἀλλ' ἐκείνην μὲν ἑαυτῆς εἶναι τίθεται, κἂν ἐν σώματι γένηται, τὴν δὲ ἐξ αὐτῆς προϊοῦσαν ἔλλαμψιν, ἣν καὶ ἴνδαλμα ψυχῆς ὀνομάζει, τῷ σώματι συγκεράννυσθαι. καὶ ὅταν γὰρ λέγῃ «ἄλλο ἕτερον ἐκ τοῦ μίγματος» {ὡς}, τοῦτο αἰνίττεται ὡς μὴ συμπληρούμενον ἀπ' ἀμφοτέρων τῶν μιχθέντων, ἀλλ' ἐν τῇ συνόδῳ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπεργασθέν, οὐκ αὐτῆς ἐπιδούσης ἑαυτὴν τῷ σώματι τῆς ψυχῆς, ἀλλὰ ζωὴν δευτέραν ὑποστησάσης, ἀφ' ἧς καὶ τοῦ σώματος λέγεται εἶναι τὸ ἐξ ἀμφοῖν. τῷ τοιούτῳ γοῦν μίγματι καὶ τὰ πάθη προστρίβεται ὁ φιλόσοφος, ὅπερ ὑφέστηκεν ἐκ τῆς δευτέρας ζωῆς καὶ τοῦ σώματος· τοῦτο γὰρ εἶναι καὶ τὸ ζῷον ἐν ᾧ τοῖς πάθεσιν ἡ ὕπαρξις. τὸ μὲν οὖν πάσχον τοῦτο, τὸ δὲ συμπάσχον ἡ χρωμένη τῷ σώματι ψυχή. μέλλων γὰρ διακρίνειν τὸ ζῷον καὶ τὸν ἄνθρωπον ἡδονὰς μὲν καὶ λύπας καὶ τὴν σκηνὴν τῶν παθῶν ἐν τῷ ζῴῳ τίθεται, δόξαν δὲ καὶ διάνοιαν καὶ νόησιν ἐν τῷ ἀληθινῷ ἀνθρώπῳ. καὶ τὴν μὲν κυρίως λεγομένην διάνοιαν καὶ δόξαν τῆς ψυχῆς εἶναι ἐνέργειαν, τὴν δὲ περὶ τὰ αἰσθητὰ καταγινομένην καὶ ἐξ αἰσθήσεως συνισταμένην, φαντασίαν οὖσαν, τοῦ πάσχοντος εἶναι. καὶ γὰρ διανοεῖσθαι καὶ δοξάζειν λέγομεν τὸ ζῷον ἕτερον τρόπον ἢ ὅν φαμεν αὐτὴν τὴν ψυχήν. Περὶ δὲ τοῦ ζητοῦντος ἀκριβούμενος, τὸ μὲν δὴ ζητοῦν, φησίν, ἐν ἡμῖν ἡ διάνοια, τὸ δὲ παρακολουθοῦν ὅτι ζητεῖ τὸ προσεκτικὸν μέρος τῆς ψυχῆς ἄνω καὶ κάτω φερόμενον, καὶ πάσαις συντάττεται ταῖς ἐν ἡμῖν ζωαῖς.

Intertext edge

Open linked passage

Note