Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1
Ἔκθεσις τοῦ δόγματος τῶν Ὠριγενιαστῶν περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ μερικὴ τούτου ἀνατροπή Θαυμάζειν μοι ἔοικας τῶν περὶ Εὐάγριον καὶ Ὠριγένην ἀνάστασιν μὲν τῶν σωμάτων δογματισάντων, μεταμορφούντων δὲ ταῦτα εἰς ἕτερα εἴδη καὶ σχήματα. ἐζήτησας οὖν πότερον αὐτονομίᾳ λόγου χρησάμενοι τὸ τοιοῦτον ἐξήμεσαν δόγμα κατὰ τῆς ἐκκλησίας, ἢ ἀρχάς τινας ἑαυτοῖς ὑποθέμενοι κατὰ τὸ εἶδος τοῦ ἀρχικοῦ πλάσματος τὰ ἑξῆς συνεπέραναν. ἐγὼ γοῦν τοῖς βιβλίοις αὐτῶν ἐντετυχηκὼς τοιαῦτα τοῦ δόγματος αὐτῶν εὗρον τὰ καλούμενα παρ' αὐτῶν ἀξιώματα. Πρὸς τὰς δυνάμεις φασὶ τῶν ἐνιδρυμένων ψυχῶν ἐν τοῖς σώμασιν ἡ τῶν σωμάτων διοργάνωσις παρὰ τῆς φύσεως πέπλασται. τὰ μὲν γὰρ θυμικὰ τῶν ζῴων ὄνυξι καὶ ὀδοῦσιν ὥσπερ ἀμυντηρίοις ὀργάνοις εἰς ὑπηρεσίαν τοῦ θυμοῦ καθώπλισται· τὰ δ' αὖ δειλὰ καὶ ἀνάλκι ταχυτῆτι ποδῶν τῷ τῆς ψυχῆς ἐξυπηρετεῖται παθήματι· μόνος δὲ ὁ ἄνθρωπος εἰς ὑπηρεσίαν τοῦ λόγου τῷ τῶν χειρῶν κεκόσμηται σχήματι. «δεῖ γάρ» φησὶ καὶ Ἀριστοτέλης «τὴν μὲν τέχνην τοῖς ὀργάνοις χρῆσθαι, τὴν δὲ ψυχὴν τῷ σώματι.» καὶ οὐ τῷ τυχόντι σώματι ἡ τυχοῦσα ψυχὴ χρήσεται, ἀλλ' ἀνάγκη πᾶσα πρὸς τὴν ἰδιότητα τῶν τῆς ψυχῆς ἐνεργειῶν καὶ τὸ δεξόμενον τὰς ἐνεργείας αὐτῆς σῶμα διασκευάζεσθαι. εἰ τοίνυν, φασί, καταλλήλως ταῖς ἐνεργείαις τῶν ἐν τῷ κόσμῳ λογικῶν οὐσιῶν ἡ τοῦ κόσμου τοῦδε σύστασις γέγονεν (ἐνεργοῦσι δὲ δηλονότι ταῦτα ὧν καὶ τὴν ὄρεξιν ἔχουσιν), εἴ τις ἄρα ἐπινοηθείη βίος ἕτερος ταῖς ἐνταῦθα νῦν διαιτωμέναις λοξαῖς οὔσαις, τῆς ὀρέξεως αὐτῶν ἐφ' ἑκάτερα δηλονότι τραπείσης, ἀνάγκη πάντως πρὸς τὴν τῶν ὀρέξεων αὐτῶν καὶ ἐνεργειῶν μετάστασιν καὶ τὴν τὰς ἐνεργείας αὐτῶν δεξαμένην τῶν σωμάτων φύσιν συμμεταβάλλεσθαι. ἀπὸ τῆς τοιαύτης γοῦν ὑποθέσεως ἧς φθάσαντες εἰρήκαμεν τὸ ὅλον ἀσέβημα συνεπέραναν. Ἔστι δὲ παντάπασιν ἀλόγιστος ἡ τοιαύτη δυσσέβεια. εἰ γὰρ ταῖς διαφόροις ζωαῖς ἡμῶν δοίημεν τὰ ὄργανα μεταπλάττεσθαι, πῶς ἐν αὐτῷ τῷ 76 χρόνῳ ᾧ ζῆν παρὰ θεοῦ τετάγμεθα, διαφόρων ἡμῖν γινομένων καταστάσεων τῆς ψυχῆς, οὐ πρὸς ἕκαστον εἶδος καὶ τὸ ὑποβεβλημένον τῇ ψυχῇ σωματικὸν ὄργανον μετηλλοίωται; ἀλλ' ὁ αὐτὸς φιλόσοφος τῷ αὐτῷ χρῆται σώματι, νῦν μὲν τὰς πρακτικὰς ἀρετὰς μετιών, νῦν δὲ καθαιρόμενος, νῦν δὲ ἀναβαίνων εἰς θεωρίαν καὶ αὖθις ὑπὲρ νοῦν γεγονὼς καὶ μύσας τὰς αἰσθήσεις, ὥστε ἀγνώστως γνῶναι τὴν ὑπερφυῆ τοῦ ὄντος οὐσίαν. ἐχρῆν γὰρ κατὰ τὰς αὐτῶν δόξας πρακτικὸν μὲν τὸν φιλόσοφον γεγονότα τοιόνδε ἀμπίσχεσθαι σῶμα, καὶ θεωρητικὸν ἕτερον, καὶ θεουργὸν οἷον αὐτοί φασι περιφερὲς καὶ ἀστρῷον. ὥσπερ οὖν ἡ ἐνταῦθα διάφορος τῶν φιλοσοφησάντων κατάστασις τῆς ψυχῆς οὐκ ἠλλοίωσε τὴν φύσιν τοῦ σώματος, οὕτως οὐδὲ ὁ μέλλων αἰὼν ἀλλοιώσει τὸ ὄργανον, οὐδὲ ἡ ψυχὴ ἀκαταλλήλως ἕξει τῷ ἐξ ἀρχῆς οἰκείῳ αὐτῆς πλάσματι καὶ σκηνώματι, ἀλλ' ἀναλλοιώτως μὲν ἕξει τὸ σῶμα τοῦ σχήματος, προσφυὲς δὲ τῇ ψυχῇ ὄχημα ἔσται πρὸς τὴν τῶν ἀρρητοτάτων κατανόησιν. Τοῦ μακαριωτάτου Μιχαὴλ μοναχοῦ καὶ ὑπερτίμου τοῦ Ψελλοῦ λόγος περὶ ψυχῆσ Κατὰ σπουδήν σοι τὸ γράμμα συντίθεται, φιλολογωτάτη ψυχή· ὅθεν ἐξ ὧν ἐν μνήμῃ ἐσμὲν σύντομόν σοι πρὸς τὰ ἠρωτημένα ποιούμεθα τὴν ἀπόκρισιν. ἐζήτησας οὖν τελεία κατ' οὐσίαν ἡ ψυχὴ τῷ σώματι δίδοται ἢ ἀτελεστέρα μὲν αὐτῷ ἐνοικίζεται, τελειουμένῳ δὲ συντελειοῦται καὶ αὐξανομένῳ συναύξεται. ἑκατέρῳ δὲ τουτωνὶ τῶν τμημάτων οἷον ὑπὸ λίθῳ σκορπίος ἀτοπία τις ὑποκάθηται. εἰ μὲν γὰρ τελείαν σώσομεν τὴν ψυχὴν καὶ τοῖς βρέφεσι, πῶς οὐχὶ καὶ τὰς αὐτὰς τοῖς τελείοις ἐνεργείας ἐνεργοῦσι καὶ τὰ ἀρτίτοκα; εἰ δὲ ἀτελῆ τὴν ψυχὴν ἐν τοῖς μὴ τελείοις φαίημεν σώμασιν, ἀλλ' αὐτὸ δὴ τοῦτο ἄτοπον εἶναι φῄς, τὸ μὴ οὐ τελείαν ἐγκαταμιγνύναι τῷ σώματι τὴν ψυχήν. ταῦτα, ὠγαθέ, σὺ διαλεκτικῶς ζητήσας καὶ πιθανῶς ἐκέλευσας ἡμᾶς συναγηοχότας τῶν τε τῆς παλαιότητος φιλοσόφων καὶ τῶν ἡμετέρων ἀνδρῶν τὰς περὶ τοῦ προβλήματος δόξας ὑφηγήσασθαι δι' ἐπιστολῆς.