Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1
Πρὸς ὃ σαφῶς τε ἅμα καὶ ταχέως ἀποκρινόμεθα ὅτι φανερῶς περὶ τούτου ὅσα ἐμὲ εἰδέναι οὔτε οἱ τῶν Ἑλλήνων ἐπραγματεύσαντο παιδευταὶ οὔτε οἱ τὴν ἡμετέραν σοφίαν σοφοὶ καὶ φιλόσοφοι. καὶ τὸ αἴτιον, ὅτι χεῖρον ἢ κατὰ ζήτησίν ἐστι τοῦτο φιλοσόφοις ἀνδράσι καὶ τοῦ ἀληθοῦς ἐπιστήμοσι. τὸ μὲν γάρ, πότε εἰσκρίνεται τῷ σώματι ἡ ψυχή, καὶ ἄλλοις τῶν πάλαι πολλοῖς ἐζήτηται καὶ δὴ καὶ Πορφυρίῳ μᾶλλον ἐσπούδασται, τῶν δὲ ἡμετέρων τῷ τε Νυσσαεῖ Γρηγορίῳ καὶ ἑτέροις πολλοῖς καὶ ἄλλα τὰ περὶ ψυχῆς πολλὰ καὶ γενναῖα προβλήματα· τὸ δὲ συναύξειν ἢ μὴ συναύξειν τῷ σώματι τὴν ψυχὴν οὐδείς πω τῶν πάλαι οὐδὲ λόγου βραχέος ἠξίωσεν. ἐπεὶ δὲ καὶ τοῦτο τοῖς νεωτέροις ζητεῖται καὶ μέντοι καὶ προβέβληται νῦν, φέρε τι περὶ τούτου φιλοσοφήσωμεν καὶ ἡμεῖς ἀφ' ὧν οἵ τε παλαιοὶ καὶ περὶ ψυχῆς ἐδόξασαν καὶ ἐπρέσβευσαν καὶ ὁ ἀληθὴς ὑποτίθησι λόγος. οἶμαι δὲ ἄρα πολλῶν καὶ διαφόρων ὄντων μορίων ψυχῆς ἢ δυνάμεων περὶ τῆς λογικῆς καὶ τοῦτο ψυχῆς ἐζητῆσθαί σοι· περὶ γὰρ τῆς φυτικῆς τε καὶ ζωϊκῆς οὐδεὶς ἂν οἶμαι διαμφισβητήσοι τῶν βρεφῶν ἕνεκα. Τὴν αὔξησιν ὅ τε Ἀριστοτέλης οἵ τε ἄλλοι σοφοὶ καὶ πλεῖστοι καὶ μέγιστοι κίνησίν τινα λέγουσιν, ὥσπερ καὶ τὴν φθίσιν τὴν πρὸς ταύτην ἀντίθετον. τετραχῶς δὲ τῆς κινήσεως λεγομένης, ἢ μᾶλλον τριχῶς, ὡς ἐκεῖνος ἐν τῇ Φυσικῇ διήρθρωσε τεχνικώτερον, ἣ μὲν τίς ἐστι κατὰ τόπον κίνησις τῶν σωμάτων οὐδεὶς ἀγνοεῖ· τὴν δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσιν ὀνομάζουσιν· ἡ δὲ κατὰ τὸ ποσὸν αὔξησίς τε καὶ φθίσις ἐστί. καὶ τοῦτο μὲν οὕτω κείσθω τὰ νῦν· ὁ δὲ αὐτὸς Ἀριστοτέλης ἐν τῇ αὐτῇ Φυσικῇ πᾶν μὲν τὸ κινούμενον σῶμα εἶναι ἀπέδειξεν, οὐδὲν δὲ ἀσώματον οὐδὲ ἀμερὲς πεφυκέναι κινεῖσθαι. καὶ τοῦτο πάντες οἱ μετ' αὐτὸν προσήκαντο φυσικοί, Ἀλέξανδρος καὶ Πορφύριος καὶ Ἀμμώνιος, ἔτι δὲ καὶ Δαμάσκιος καὶ Σιμπλίκιος καὶ Πρισκιανός, καὶ μετ' αὐτοὺς ὁ φιλοπονώτατος Ἰωάννης, πρὸ δὲ τούτων ἁπάντων Θεόφραστος ὁ Ἀριστοτέλους διάδοχος καὶ ὁ λοιπὸς τῶν φυσιολόγων χορός. εἰ δὲ καὶ τὸν θεσπέσιον Πλάτωνα περὶ τῆς φυσικῆς τε καὶ σωματοειδοῦς εἰρῆσθαι τοῦτο τῷ Ἀριστοτέλει κινήσεως ὑπομνήσομεν, τάχ' ἂν συγγνώσεται καὶ αὐτὸς τῷ αὐτοῦ φοιτητῇ τῆς δο78 κούσης πρὸς ἐκεῖνον ἐναντιώσεως· καὶ ἥξουσιν ἡμῖν ἐνταῦθα πάλιν μαρτυρήσοντες ἄλλοι, ὁ φιλόσοφος Πρόκλος καὶ ὁ μέγας Συριανός, Πλωτῖνοί τε καὶ Ἰάμβλιχοι, ἄνδρες ὑπὲρ τὰ σώματα καὶ αὐτὸ δὴ τοῦτο νόες γυμνοί, καὶ σύμπαντες οἱ Πλατωνικοί. οὐχ ἧττον δὲ τούτων, εἰ μὴ καὶ μᾶλλον, ἡ ἀλήθεια μαρτυρεῖ. Τούτων οὕτω προωμολογημένων ἡμῖν ἴδωμεν εἰ δυνατὸν αὐξάνειν ἐστὶ τὴν ψυχὴν κατά τε Πλάτωνα καὶ Ἀριστοτέλην κατά τε τὴν τῶν πραγμάτων ἀλήθειαν. εἰ γὰρ τὸ αὐξάνον κινεῖται, κινηθήσεται ἡ ψυχή· εἰ δὲ τὸ κινούμενον σῶμα, σῶμα ἔσται καὶ ψυχή· οὗ τί ἂν γένοιτο ἀτοπώτερον; εἰ τοίνυν ἀσώματος ἡ ψυχή, οὐδὲ κινηθήσεται· εἰ δὲ τοῦτο, οὐδὲ αὐξηθήσεται. Ἔτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς οὑτωσὶ κατὰ ῥῆμα· «ἡ αὔξησις μεγέθους ἐπίδοσίς ἐστι»· καὶ εἰκότως, μεταβολὴ γάρ τίς ἐστιν εἰς τὸ μέγα ἐκ τοῦ μικροῦ. εἰ τοίνυν αὔξεται ἡ ψυχή, πάντως που καὶ μέγεθος ἕξει ἢ αὐτὴ ἔσται μέγεθος. ἀλλὰ τοῦτο ἄλλως τε ἄτοπον καὶ αὐτὸς πάλιν οὗτος ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς λόγων ἤλεγξε κραταιῶς. εἰ ἄρα ἀμεγέθης ἐστὶν ἡ ψυχή, οὐδὲ αὔξεται. Ἀλλ' εἰ δοκεῖ, καὶ ἄλλως τὸν λόγον περισκοπήσωμεν. εἰ αὔξεται ἡ ψυχή, αὔξεται καὶ τὸ σῶμα δέ, ὡς ἡ αἴσθησις μαρτυρεῖ, ἀνάγκη ἢ καθ' αὑτὸ τούτων ἑκάτερον αὔξειν καὶ ἀμφότερα δι' αὑτό (λέγω δὲ καθ' αὑτό τε καὶ δι' αὑτὸ τὸ μὴ δεῖσθαι τῆς θατέρου αὐξήσεως, ὡς διὰ τὸ θάτερον αὔξειν αὔξεσθαι καὶ αὐτό, ἀλλ' οὕτως ἔχειν ὡς εἰ μόνον ηὔξανε τοῦτο τοῦ ἑτέρου ἀναυξοῦς μένοντος)· ἢ ἀμφότερα διὰ τὸ λοιπόν, τουτέστι δι' ἄλληλα, ψυχὴν μὲν διὰ τὸ σῶμα, σῶμα δὲ διὰ τὴν ψυχήν· ἢ ὁμοῦ ἄμφω, καὶ δι' αὑτὸ καὶ διὰ τὸ ἕτερον· ἢ τὸ μὲν δι' αὑτό, τὸ δ' ἄλλο διὰ τὸ ἕτερον. ἀλλ' εἰ μὲν ἀμφότερα δι' αὑτά, οὐδὲν τῆς ἀλλήλων αὐξήσεως δεηθήσονται οὐδὲ ἐμποδισθήσονται πάντως ὑπὸ θατέρου θάτερον. εἰ δ' ἑκάτερον διὰ θάτερον, τὰ αὐτὰ ἔσται αἴτια καὶ αἰτιατά, καὶ κύκλῳ δι' ἀλλήλων ἀποδειχθήσονται καίτοι μὴ ταὐτὰ ἀλλήλοις ὄντα μηδ' ἀντιστρέφοντα, ἀλλὰ κἂν μὴ τὸ λοιπὸν αὔξῃ, τὸ ἕτερον αὐξηθήσεται, τοῦτο δὲ οὐδέτερόν ἐστιν οὐδετέρῳ συναύξεσθαι· οὐκ ἄρα, κἂν εἰ καθ' αὑτὴν αὔξῃ, τῷ σώματι συναυξηθήσεται ἡ ψυχή· ὅτι δὲ οὐδὲ καθ' αὑτό, δέδεικται πρότερον. εἰ δὲ καὶ δι' ἑαυτὰ καὶ δι' ἄλληλα, πότερον τὴν αὐτὴν καὶ μίαν αὔξησιν καὶ 79 δι' ἑαυτὰ καὶ δι' ἄλληλα, ἢ ἑτέραν δι' ἑαυτὰ καὶ ἑτέραν δι' ἄλληλα; εἰ μὲν τὴν αὐτὴν καὶ μίαν, πῶς καθ' αὑτὸ καὶ δι' ἕτερον; οὐ δύναται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ τὰς ἀντικειμένας ἀναδέξασθαι σχέσεις· εἰ δὲ ἄλλην καὶ ἄλλην, λεγέτωσαν ἡμῖν οἱ τῷ δόγματι συνιστάμενοι τίς ἡ τῆς αὐξήσεως πρὸς ἀλλήλας διαφορά, καὶ τίς μὲν ἡ καθ' αὑτό, ποία δὲ ἡ διὰ τὸ ἕτερον· ἐγὼ μὲν γὰρ οὐδὲ πλάσαι δυνατὸν οἶμαι, εἰ δέ τινες ἔχοιεν λέγειν, ἡδέως ἀκούσαιμι. ὁ δέ γε Πλάτων καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ φυσικοὶ οὕτω πάνυ παχεῖς ὡς ἔοικεν ἦσαν καὶ ἀφυεῖς, ὡς διττῆς αὐξήσεως οὔσης μίαν μὲν συνεωρακέναι, μίαν δὲ οὐ συνεγνωκέναι; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν δυεῖν τουτωνὶ περὶ ἑκάτερον θεωρουμένων τῶν ἡμετέρων μερῶν, σώματός τε καὶ ψυχῆς, τὴν μὲν περὶ τὸ σῶμα καὶ οὐδὲ ταύτην ὁλόκληρον συνιδεῖν, τὴν δὲ περὶ τὴν ψυχὴν ἀγνοῆσαι, ἕτερον τρόπον πεπονθότες ταὐτὰ τοῖς μεθύουσιν· οἱ μὲν γὰρ ὡς διπλοῦν ὁρῶσι τὸ ἕν, οἱ δὲ τὸ διπλοῦν κατεῖδον ὡς ἕν. εἰ μὴ τὸ τῆς μέθης ἴσως οἱ ταῦτα νῦν φυσιολογοῦντες πεπόνθασιν. εἰ δὲ τὸ μὲν δι' αὑτό, τὸ δ' ἄλλο διὰ τὸ ἕτερον, πότερον τὴν ψυχὴν ἐροῦμεν αὔξειν διὰ τὴν τοῦ σώματος αὔξησιν ἢ τὸ σῶμα διὰ τὴν τῆς ψυχῆς; εἰ μὲν γὰρ τὸ πρῶτον, τὸ χεῖρον ἔσται τοῦ κρείττονος αἴτιον καὶ τοῦ ἀσωμάτου τὸ σῶμα καὶ τοῦ ἀμερίστου τὸ μεριστόν. εἰ δὲ τὸ δεύτερον, πῶς τὴν ψυχὴν συναύξεσθαι λέγεις τῷ σώματι, δέον ἔμπαλιν λέγειν τὸ σῶμα τῇ ψυχῇ συναυξάνεσθαι; ὁρᾷς ὅπως πάντοθεν ὁ λόγος οὗτος πληττόμενος κίβδηλόν τι καὶ ἀδόκιμον ὑπηχεῖ; καὶ μὴν εἰ τὸ καθ' αὑτὸ αὐξανόμενον καὶ φθίνειν πέφυκε, πάντως τῷ ἑτέρῳ συμφυῶς συναυξανόμενον καὶ συμφθίνειν ἀναγκαῖον αὐτῷ· δι' ὃ γὰρ πάντως αὖξον εἶχε τὴν αὔξησιν, διὰ τοῦτο φθίνον ἕξει τὴν φύσιν ἀκόλουθον· ἀλλὰ μὴν ἐν γήρᾳ τοῦ σώματος φθίνοντος ἡ τῆς ψυχῆς λαμπροτέρα διαφαίνεται δύναμις, διὸ καὶ τῶν νέων οἱ γέροντες συνετώτεροι. εἰ δὲ καὶ φθίνειν ἢ συμφθίνειν φαῖεν τῷ σώματι τὴν ψυχήν, ἀτόποις ἄτοπα προσυφαίνοντες καὶ ἀεὶ ἀτοπώτερα λέγοντες, ταὐτόν μοι δοκοῦσι τοῖς κρημνιζομένοις παθεῖν· ὡς γὰρ ἐκεῖνοι ἅπαξ ἀπωσθέντες καὶ ὀλισθήσαντες ἐπὶ τὸ κάτω καὶ τὸ κοιλότερον ἀεὶ καταφέρονται καὶ οὐ δύνανται στῆναι τῆς ἐπὶ τὸ κάτω φορᾶς καὶ κινήσεως, οὕτως οὗτοι τἀληθοῦς ἀποπεπτωκότες ψευδῆ ψευδέσι προσπερονῶσι καὶ ἀδυνάτοις συγγομφοῦσιν ἀδύνατα καὶ ἀεὶ ἀδυνατώτερα τῶν προτέρων κενολογοῦσιν. ὅπερ καὶ νῦν οὐχ ἧττον πεπόνθασι συμφθίνειν τῷ σώματι τὴν ψυχὴν συγχωρήσαντες. πᾶν γὰρ τὸ φθίνον ἢ δι' ἄλλο ἢ δι' αὑτὸ ἀνάγκη φθαρῆναί ποτε, οὐκ ἄρα ἄφθαρτος κατ' αὐτοὺς ἡ ψυχή. ὁρᾷς ᾗ προήχθημεν ἀτοπίας τῷ καλῷ τούτῳ συνεπόμενοι δόγματι; 80 Ἀλλὰ τοῦτο μὲν μετὰ τοῦ ψεύδους μὴ καὶ καταγέλαστον ᾖ· ὁ μέντοι Νύσσης Γρηγόριος τὸ τῆς αὐξήσεως ῥῆμα λαμβάνων ἐπὶ ψυχῆς τοῖς παρέργως τὰ ἐκείνου σκοποῦσι πρόσκομμα γίνεται. ἵν' οὖν καὶ τοῦτο διαλύσωμεν, ἴσθι ὅτι ἀντὶ τῆς ἐκφάνσεως τὴν αὔξησιν εἴρηκεν ὁ πατήρ. αὐτός τε γὰρ ἑρμηνεύει τοῦτο σαφῶς ὑποκατιών, εἰ τοῖς λόγοις προσέχοιμεν (συνεκφαίνεσθαι γὰρ τὰς ὑποκεκρυμμένας λέγει τῆς ψυχῆς ἐνεργείας αὐξανομένῳ καὶ τελειουμένῳ τῷ σώματι), καὶ ἡ τῆς αὐξήσεως ἀτοπία τοῦτο δίδωσιν ἐννοεῖν. μὴ τοίνυν δείσῃς, ὦ σοφὲ σύ, ὅτι μὴ τὰ βρέφη τὰ αὐτὰ τοῖς τελείοις ἐνεργεῖν ἔχοιεν· οὐδὲ γὰρ διὰ τὸ τῆς ψυχῆς, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἀτελές. εἰ γὰρ ἐν νόσοις καὶ μέθαις πολλάκις ἀχρεῖον καὶ μετὰ τὴν τελείωσιν γίνεται τὸ σῶμα καὶ οὐδεὶς ἐπὶ τὴν ψυχὴν μετάγει τότε καὶ μετατίθησι τὸ περὶ τὴν ἐνέργειαν πλημμελές, μηδὲ πρὸ τῆς τελειώσεως τούτου τὴν ψυχὴν αἰτιώμεθα. εἰ δὲ καὶ ὁ θεσπέσιος Πλάτων φησίν «οἱ πολὺ γήρως ἀπακμάζουσι καὶ τῷ νῷ» καὶ οὐκ ἐᾷ τὸ σῶμα παρέντας ἡμᾶς ἐκεῖθεν τὸν λῆρον ψηφίζεσθαι, διὰ τίνα λόγον ἐπὶ τῶν νηπιωδῶν σωμάτων αἰτιασόμεθα τὴν ψυχήν; νῦν μὲν γὰρ οὔπω τὸ ὄργανον ἐπιτήδειον· εἰ οὖν νῦν ἐνταῦθα ταύτην χρῆναί τις λέγοι τὴν αἰτίαν ἀποδιδόναι τῆς ἀτελοῦς ἐνεργείας ἢ πλημμελοῦς, λέγω δὴ τὴν ἀτέλειαν τῆς ψυχῆς, τὸν αὐτὸν αἰτιολογείτω καὶ τότε τρόπον καὶ τὴν ψυχὴν εὐθυνέτω τὸ σῶμα παρείς, εἴ τίς που τοιοῦτος εἴη οἷος οὐκ ἀναίτιον μόνον καθ' Ὅμηρον αἰτιάσασθαι, ἀλλὰ καὶ ἀπολύειν αἰτίας τὸν αἴτιον· εἰ δὲ μὴ ἐκεῖ τότε, μηδὲ ἐνταῦθα νῦν. ἡμεῖς δὲ ἄρα κἂν εἰ τυφλόν τινα ἢ χωλὸν ἢ ἄλλως ἀκίνητον θεασώμεθα, οὕτως ἔχομεν εὐηθείας ὡς μηδὲ τὴν ὀπτικὴν πεπονθέναι δύναμιν λέγειν ἢ τὴν κινητικήν, ἀλλὰ τὸ αἰσθητήριον καὶ τοὺς πόδας καὶ τὰ αἰσθητικὰ νεῦρα καὶ τὰ κινητικά; οὐδὲ ἐπὶ τῶν φαύλως ὀσμωμένων τὴν ὀσφραντικὴν κακίζομεν δύναμιν, τὴν ῥῖνα καὶ τὸ ἰσθμοειδὲς ὀστοῦν ἀφέντες, εἰ μὴ μεθύομεν. σοὶ δὲ εἴ τις παρειστήκει κιθαρῳδὸς εὖ μάλα τὸ ἔργον καὶ τοὺς νόμους τῆς τέχνης ἠκριβωκώς, κιθάρα δὲ ἐκείνῳ ἢ οὐ παρῆν ἢ οὐκ ἐπιτηδεία παρῆν, ἆρ' ἂν τὴν ὀργανικὴν κακίαν ἐπὶ τὸν τεχνίτην μετῆγες καὶ τὸν κιθαρῳδόν; ἢ εἴ τις ἱππικῆς μὲν ἄκρως εἰδήμων εἴη, ἔτι δὲ ἁπαλῷ τινὶ πώλῳ καὶ νεάζοντι χρῷτο καὶ μὴ δύναιτο τὴν τοῦ ἱππέως ἐνέργειαν ἐνεργεῖν, ἀλλὰ παρειμένος τὴν ἡλικίαν καὶ τὸν 81 χρόνον διατρίβοι τὴν ἱππηλασίαν οὐκ ἐνδεικνύμενος, μῶν ὅταν ἴδῃς αὐξημένου τοῦ πώλου τοῦτον ἱππεύοντα, συναυξηθῆναι φαίης καὶ τὴν ἱππικὴν ἐκείνῳ τέχνην καὶ δύναμιν; οὐκ ἔγωγε οἶμαι. κατὰ τὰ αὐτὰ δὴ ταῦτα ὄργανόν ἐστι τῆς ψυχῆς τὸ σῶμα, κἂν συμπέφυκέ τε καὶ ἀεὶ ταύτης ἐξήρτηται. ὥσπερ οὖν εἴ τις τῷ ἱππεῖ τε καὶ τῷ κιθαρῳδῷ τῷ μὲν τέλειον ἵππον, τῷ δὲ κιθάραν ἔδωκε φέρων εὖ ἔχουσαν, οὐδὲν ἦν ἔτ' ἐμποδὼν αὐτοῖς εἰς ἐπίδειξιν, οὕτω καὶ ἡ τῷ νηπιώδει σώματι καὶ ἀτελεστέρῳ ψυχὴ εἴπερ ἐν ἑτέρῳ τελείῳ γένοιτο τελείαν ἂν παραυτίκα καὶ τὴν ἐνέργειαν ἐπεδείξατο. ὁπηνίκα γοῦν ἐν τῷ Ἀδὰμ τὸ σῶμα τέλειον διεπέπλαστο, εὐθὺς καὶ αὕτη ἐνεργὸς καὶ δραστήριος ἦν. εἰ δέ τις λέγων ἐνίσταται τότε μὲν καὶ τὴν ψυχὴν τελείαν δεδημιουργῆσθαι εὐθύς, ὅτι καὶ τὸ σῶμα τέλειον τότε καὶ ὁλομελὲς ἅμα, ἀλλ' οὐ κατὰ βραχὺ διωργάνωτο, νῦν δὲ μὴ οὕτως ἔχειν, μηδὲ γὰρ τὸ σῶμα πάλιν ἄθρουν μηδὲ τέλειον διαπλάττεσθαι, τοῖς προτέροις λόγοις αὐτὸν ἐπιστόμισον. Τοῦτο μὲν οὕτως ἡμῖν διηυκρίνηται ὀλίγα ἐκ πολλῶν εἰποῦσι· μακρὸν γὰρ ἂν εἴη καταλέγειν πᾶν εἴ τι ἐντεῦθεν ἀνακύπτει ἄτοπον καὶ ἀδύνατον. δεύτερον δὲ καὶ περὶ τῶν στοιχείων ἐζήτησας, πυρός τε καὶ ὕδατος, ὁπότερον τούτων ὑφ' ὁποτέρου λέγομεν ἀναλίσκεσθαι. τὸ οὖν ἀναλίσκεσθαι, εἰ μή τι ἄλλο σοι βούλεται, ἀντὶ τοῦ φθείρεσθαι ἡμεῖς ἐξελάβομεν. λέγομεν οὖν ὅτι τὸ πῦρ καὶ τὸ ὕδωρ ἐναντία πρὸς ἄλληλα καθεστήκασι καὶ φυσικόν τινα κατ' ἀλλήλων ᾑρηκότα καὶ ἄσπονδον πόλεμον οὔπω καὶ νῦν τῆς μάχης ἐλώφησαν καὶ τῆς διαστάσεως. τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν· καὶ τὸ μὲν πῦρ διαστατικόν τε καὶ διαιρετικόν, τὸ δὲ ὕδωρ κολλητικόν τε καὶ συνεκτικόν. καὶ ἵνα σοι μεταξύ τι καὶ ἥδυσμα παραθήσομαι, μέγιστόν τι τῶν ἱκετευμάτων παρὰ τοῖς Πέρσαις καὶ ἀπαραίτητον ἦν εἴ τις πῦρ εἰληφὼς καὶ ἐν ποταμῷ βεβηκὼς τὸ πῦρ ἀπειλοίη εἰς τὸ ὕδωρ ἀφήσειν, εἰ μή γε τεύξοιτο. ἐτύγχανε μὲν οὖν, ἐκολάζετο δὲ διὰ τὴν παρανομίαν τῆς ἀπειλῆς, ἐναντία γὰρ καὶ φθαρτικὰ ἀλλήλων τὸ ὕδωρ τε καὶ τὸ πῦρ. ἀλλ' ἰδοὺ καὶ τὴν λύσιν προανεφώνησα καὶ ἔχεις ἤδη ἁρπάσας αὐτήν, εἴ τί σου τῆς ταχυτῆτος καταμαντεύομαι. εἰ γὰρ ἐναντία ταῦτα ἀλλήλοις ἐστὶ καὶ μαχόμενα, παντὶ δὲ τῷ φθειρομένῳ ὑπεναντίον μᾶλλόν ἐστιν ἡ φθορά, καὶ πῦρ ὑπὸ ὕδατος 82 σβεσθήσεται καὶ ὕδωρ ὑπὸ πυρὸς ἐξαερωθήσεται, εἰ μή τις οὔτε πῦρ ἑωράκει ποτὲ σβεννύμενον ὕδατι οὔτε λέβητας ὅλους ὑδάτων κενωθέντας ὑπὸ πυρός· ὑπ' ἀμφοτέρων ἄρα καὶ ἄμφω φθαρήσεται καὶ ἀναλωθήσεται. Ταῦτα μὲν οὖν οὕτως εἴρηται πρὸς ἅ σοι ἠπόρηται πρὸς ἡμᾶς· σὺ δὲ ὁ καλὸς Κριτίας ἔχου μοι φιλοσόφων λόγων καὶ φυσικῶν ζητημάτων καὶ λύσεων. Πρὸς τοὺς λέγοντας μὴ εἶναι φύσει χρηστὸν τὸν ἄνθρωπον (ἐλέχθη δὲ ὁ τοιοῦτος λόγος αὐτοσχεδίως). Οὐ μικρὸς ὁ λόγος τῆς ἀπορίας οὐδὲ βραχεῖα ἡ τοῦ προβλήματος ζήτησις. καὶ τοῦτο δῆλον ἐξ ὧν οἱ παλαιότεροι τῶν σοφῶν περὶ τούτου ἠναντιώθησαν. ἀλλὰ μὴν καὶ Πλάτων αὐτὸς ὁ λύχνος τῆς καθ' ἡμᾶς φιλοσοφίας (ἵνα μὴ λέγω τῆς ὑψηλοτέρας καὶ κρείττονος) ταῖς οἰκείαις φαίνεται προτάσεσιν ἐν τῷ Περὶ ἀρετῆς ἀνταποκρινόμενος, τῷ μὲν φυσικῷ τὸ ἐπακτὸν ἀντιτιθείς, εἶτ' αὖθις τὸ ἀσκητὸν καὶ τὸ διδακτόν. καὶ ὥσπερ αὐτὸς ὑπ' αὐτοῦ σκοτοδινιῶν καὶ διαπορούμενος καὶ οὐκ ἔχων ὅποι τὸν φόρτον τῶν ἀποριῶν προσορμίσειεν, ἀχανεῖ πελάγει κατέδυ καὶ τελευτῶν θείᾳ μοίρᾳ τεταραγμένως ἀπέφηνε τὴν ἀρετὴν τῷ ἀνθρώπῳ ἐπιφοιτᾶν. εἰ οὖν οὕτω δυσθεώρητος ὁ λόγος καὶ δυσκατάληπτος καὶ πολλὴν ἔχων ταραχὴν τοῖς μὴ διαιρεῖν εἰδόσι τὰ λεγόμενα, ἀλλὰ συμφύρδην πως λύουσι τὰ ζητούμενα, πῶς ἂν αὐτὸς ἀδιακρίτως τὴν λύσιν [αὐτῷ], ἵν' οὕτως εἴπω, νεμέσαιμι ἢ αἰτιάσομαι τοὺς ἐπιδιστάζοντας; οὐχ οὕτω τετύφωμαι. ἵνα μὴ δόξω καινοτέραν βαδίζειν ὁδόν, ἢ μᾶλλον ἀλαζόνα καὶ ποιητικῶς εἰπεῖν ὑπεράνορα ὡς αὐτός τι πλέον ἔχων νοεῖν τῶν ἄλλων, σαφοῦς ὄντος τοῦ θεωρήματος καὶ ἔτι μᾶλλον σαφεστέρας τῆς λύσεως, ὡδίπερ τῷ λόγῳ χρήσομαι. Ἐν τίνι τὴν ἀρετὴν ἐμπεφυκέναι φατέ; ἢ αὖθις ἐπιβεβλῆσθαι τῇ ἀειδεῖ φύσει καὶ ἀσωμάτῳ καὶ ἀσυνθέτῳ, ἢ τῇ συγκειμένῃ καὶ σαρκίνῃ καὶ πολυσχήμονι, ἢ τῷ συναμφοτέρῳ; διαλεγόμενοι γὰρ περὶ τοῦ εἰ φύσει χρηστὸς ὁ ἄνθρωπος ἢ μή, περὶ ψυχῆς ἢ περὶ σώματος διαλέγεσθε ἢ περὶ τοῦ 83 ἐκ τούτων συνθέτου; καὶ εἰ περὶ ψυχῆς, πότερον αὐτῆς καθ' αὑτὴν οὔσης ὁποία μετὰ τὴν ἀποβίωσιν ᾖ, ἢ χρωμένης σώματι; εἰ μὲν γὰρ τῆς μετὰ τὴν ἀποβίωσιν, ἄλλος λόγος καὶ οὗτος βαθύτερος. εἰ δὲ τῆς ὡς μέρος τῷ ἀνθρώπῳ οὔσης, πῶς τοῖς μὲν τετήρηται ἀδιάφθορος, οἵα καὶ πεποίηται (ἐῶ γὰρ τὰς ὀρέξεις), ἔνθεν καὶ ὁ φυσικὸς ἰσχυρὸν ἔχει, τοῖς δὲ διέφθαρται καὶ ἀποσεσάρκωται ἑπομένη τῷ χείρονι, ἔνθεν ἀνακύπτει ὁ θετικός; εἰ γὰρ φύσει τὸ καλὸν ἐκέκτητο, πῶς ἀποβέβληκε προαιρέσει; ἀλλὰ ἀπροαίρετα τὰ τῆς φύσεως καὶ ἀναλλοίωτα, ὡς τῷ ἡλίῳ ἡ λαμπηδών, τὸ ῥέειν τῷ ὕδατι καὶ τῇ βώλῳ ἡ κάτω φορά. εἰ δὲ σώματι ἐντεθεῖσθαι τὴν ἀρετὴν φήσετε, αὐτόθεν ἐλέγχεσθε· ἢ γὰρ ἄψυχον τοῦτο νοήσετε ἢ ἔμψυχον. καὶ εἰ ἄψυχον, ἀνεπίδεκτον εὑρήσετε κακίας καὶ ἀρετῆς, πρὸς τὴν ἐξ ἧς ἐλήφθη ἀναλυόμενον γῆν· εἰ δὲ ἔμψυχον, πρὸς τὸ γεῶδες ῥέπον καὶ σύστοιχον καὶ μαχόμενον τῇ ψυχῇ ἐναντιούμενόν τε τῷ τοῦ νοὸς νόμῳ καὶ ἀντιστρατευόμενον. εἰ δὲ τὸ συναμφότερον, εἰς βάθος ἀποριῶν ἐμπεπτώκαμεν. σύνθετόν τι χρῆμα ὁ ἄνθρωπος, τὰ ἐξ ὧν συντέθειται ἀντικαθιστάμενα καὶ μαχόμενα. πῶς οὖν ἁπλοῦν ὄνομα κατὰ διαφόρων καὶ ἀνομοίων καὶ ἐναντιουμένων ἀλλήλαις κατηγορήσετε φύσεων; πῶς δ' ἂν μὴ κατηγορήσητε εἰρηνευόντων τῶν ἁπλῶν πολλάκις ἀλλήλοις ἐν τῷ συγκρίματι, ὅταν ἡ τοῦ σώματος λεπτυνθῇ παχυμέρεια καὶ συναναπτερωθῇ τῇ ψυχῇ, ὡς νοεῖν ἐν τῇ συνθέσει ἁπλότητα; ὁρᾶτε οἷς ἀποριῶν κύμασι ταλαντευόμεθα καὶ τῇδε κἀκεῖσε περιαγόμεθα ταῖς ἑτερορρεπέσι τῶν νοημάτων συμφορούμενοι πλάστιγξι; καὶ οὔπω περὶ φύσεως καὶ θέσεως διηρευνήσαμεν· πολυσήμαντον γὰρ ἑκάτερον καὶ πολλὴ τῶν σημαινομένων ἡ διαφορά. Ζητῶ δὲ καὶ τί διενηνόχατον φύσις καὶ φύσει, θέσις καὶ θέσει, ἢ μηδέν· καὶ πότερον φύσει καλὸς ὁ ἄνθρωπος ἢ φύσις τἀνθρώπου τὸ καλόν· ἔχει γὰρ καὶ τοῦτο διάσκεψιν πόθεν τε καὶ ποῖ τὰ κακὰ καὶ τίνα, ὅθεν τε ἐλήλυθε καὶ ὅπη ἵδρυται καὶ ὅτῳ συμβέβηκε καὶ εἰ ὅλως ἔστιν ἐν τοῖς οὖσιν. Πλάτων οὖν τῷ Φαίδρῳ διαλαμβάνων περὶ ψυχῆς ἵππων συνωρίδι ἡνίοχον αὐτὸν ἐνίστησι, τοὺς δὲ ἵππους περὶ τὴν κίνησιν ἑτεροζυγεῖν, ὡς τὸν μὲν ὑπὲρ τὸν νῶτον τοῦ πόλου ἀράσσειν τοῖς ποσί, τὸν δὲ φέρεσθαι πρὸς τὸ κάταντες καὶ συνεφέλκεσθαι καὶ τὸν ἕτερον. τίς οὖν ὁ ἀράσσων ἵππος ἐνταῦθα ὁ αἰθεροκίνητος καὶ οὐράνιος; οὐχ ὁ ἔμφυτος λογισμός, φύσει τε ὢν ἀγαθὸς καὶ τοῦ κυρίως ἀγαθοῦ ἔχων τὴν ἔφεσιν; ὁ δ' ἕτερος 84 ὁ περίγειος οὐχ ὁ παρυφιστάμενος καὶ ἀντίθετος κατὰ ταύτης τε καὶ ὢν καὶ τὸν ἡνίοχον συνεφελκόμενος; ἀλλὰ νόει τὸ αἴνιγμα ἀκριβέστερον. ὁ ὑπερνέφελος ἵππος ἐσπαρμένην μὲν ἀγεώργητον δὲ εἶχε τὴν ἀρετήν· ὅθεν καὶ τῷ ἀντιθέτῳ συγκαταπέπτωκεν. ἀλλ' ὁ κατάξας ταύτην φιλόσοφος τὴν τέως τοῖς δώδεκα θεοῖς συντρέχουσαν ἐν τῷ Περὶ ψυχῆς ἐντεῦθεν ἐκεῖσε ἀνήγαγεν, ἀσκητικὰ ταύτῃ πτερὰ περιθέμενος καὶ τοῦ σώματος ἀπολύσας διὰ τῆς τῶν παθῶν ἀποχῆς. Πλωτῖνος δὲ περὶ τῆς τοῦ ἀγαθοῦ διελόμενος φύσεως, καὶ ἀναμνήσας αὐτὸ ὡς ἔστι δυνατόν, αὐτόν τε τὸν ὑπερκείμενον νοῦν ἐπάγει λέγων· «ἡ δὲ ἔξωθεν περὶ τοῦτον χορεύουσα ψυχὴ περὶ αὐτὸν βλέπουσα καὶ τὸ εἴσω αὐτοῦ θεωμένη τὸν θεὸν δι' αὐτοῦ βλέπει. καὶ οὗτος θεὸς ἀπήμων καὶ μακάριος καὶ τὸ κακὸν οὐδαμοῦ ἐνταῦθα.» πόθεν οὖν τῇ ψυχῇ τῆς χορείας ἡ κίνησις; πόθεν ἡ πρὸς τὸ εἴσω τοῦ νοῦ θέα; πόθεν ἡ δι' αὐτοῦ πρὸς τὸν θεὸν ὅρασις; ἆρ' οὐκ ἀπὸ τῆς οἰκείας φύσεως (πόθεν γὰρ ἄλλοθεν;) ἥτις ὥσπερ τις σπορά ἐστιν ἐνδιάθετος τοῖς καλοῖς ἀκροδρύοις ἅπερ ἐξέθρεψεν ἡ προαίρεσις; Καὶ Πορφύριος δὲ συνῳδὰ τούτῳ πεφιλοσόφηκε. περὶ γὰρ ψυχῆς διαλαμβάνων φησίν· «ὥσπερ οἱ ἀγρυπνητικοὶ αὐτῷ τῷ θέλειν καθεύδειν ἐπιτηροῦντες τὸ καθεύδειν τὸν ὕπνον ἐκκρούουσι καὶ οὐ πρότερόν γε καθεύδουσι, πρὶν ἐκ τῆς ἀναστροφῆς παντελῆ λήθην τοῦ ἐπιτηρεῖν τὸ καθεύδειν λαμβάνουσιν, οὕτω δὴ τῇ ψυχῇ οὐχ οἷόν τε λύσιν ἀπὸ τοῦ αἰσθητοῦ γενέσθαι γνωστικῇ οὔσῃ ἐνεργείᾳ, μὴ πρὸς τὸ ὂν αὐτὸ στραφείσῃ κἀκεῖ τὴν προσοχὴν συνεχῶς ἐντεινούσῃ. κατ' ὀλίγον γὰρ οὗτος ὁ δοξαστικὸς ὁμοῦ καὶ φανταστικὸς δεσμὸς καὶ παθητικὸς αὐτῆς ἐκλύεται.» λευκότερον ἡμῖν ὁ Πορφύριος τὸ νόημα διεσάφησεν ἀπὸ Πλατωνικῶν τοῦτο φρεάτων ἐξαντλησάμενος· ὃ γὰρ ἐκεῖνος φρουρὰν καὶ ἧλον ἐκάλεσεν, οὗτος δεσμὸν προσηγόρευσεν, ἐν διαφόροις ὀνόμασι μίαν ἀμφότεροι δηλοῦντες ὁμόνοιαν. Ἀλλ' ἐπειδήπερ οὐ δυνατὸν ἄλλως ἔννοιαν τοῦ προβλήματος σχεῖν εἰ μή που διαληψόμεθα περὶ φύσεως, ὣς δὲ καὶ περὶ θέσεως, τί αὐτῶν εἴη ἑκάτερον, ἐπὶ τὴν περὶ αὐτῶν κατανόησιν τὸν λόγον ἀφήσομεν. ποικίλως τὸ τῆς φύσεως ὄνομα παρὰ τοῖς φιλοσόφοις διείληπται. οἱ μὲν γὰρ δύναμίν τινα ταύτην ὁρίζονται ἐνδεδυκυῖαν τῇ ὕλῃ, ἀρχὴν ἠρεμίας καὶ κινήσεως· ἀπὸ γὰρ ταύτης πάντα γεννῶσι καὶ εἰς αὐτὴν ἀναλύουσιν, ἄποιον οὖσαν 85 τῷ ἑαυτῆς λόγῳ, ἀσχημάτιστόν τε καὶ ἀνείδεον, παντὸς δὲ δεκτικὸν καὶ εἴδους καὶ σχήματος. ἕτεροι δὲ καὶ τὴν οὐσίαν ἢ τὸ ὑλικὸν ὑποκείμενον τούτῳ προσηγόρευσαν τῷ ὀνόματι. τοῖς δὲ φύσις ἔδοξε τὸ τοιῶσδε ἐμπεφυκέναι καὶ οὐχ ᾧ ἐμπέφυκε, περὶ ἧς νῦν ἡμῖν ἅπας ὁ λόγος. οὐδὲ γὰρ αὐτὴν τὴν τοῦ ὑποκειμένου οὐσίαν, τὸ σύνθετόν φημι, τὴν ἐξ ἀνομοίων συνισταμένην, φύσει τι χρῆμα χρηστὸν εἴποιμι, ἀλλ' ἐμπεφυκέναι ταύτῃ τὸ ἀγαθὸν φυσικῶς. τούτῳ γὰρ φύσις καὶ φύσει διενηνόχατον, ὅτι τὸ μὲν ὑπόκειται, τὸ δ' ἐμπέφυκεν· ἔμφυτον γὰρ ἡμῖν τὸ ἀγαθὸν ὡς τὸ θερμὸν τῇ καρδίᾳ. οὐ μὴν ὁ ἄνθρωπος φυσικὸν ἀγαθόν, εἰ δὴ καὶ λέγεται καταχρηστικῶς. Τὸ δὲ κατὰ τῆς θέσεως οὐχ οὕτως ἔχει· οὐδὲ γὰρ ἔμφυτον ᾧ συμβέβηκεν, ἀλλ' ἐπακτὸν ὡς τῷ σιδήρῳ ἡ ἀποπυράκτωσις. θερμὸν γὰρ ὁμοίως καὶ ὁ ἀποπυρακτωθεὶς σίδηρος καὶ ἡ ἐν τοῖς ζῴοις καρδία, ἀλλὰ τῇ μὲν ὑπαναβλύζει, τῷ δ' ἐπιρρεῖ (ἵνα τι καθ' ὑμᾶς καινοπρεπέστερον χρήσομαι τοῖς ὀνόμασι καὶ ξενοπρεπεστέρᾳ τροπῇ), καὶ τὸ μὲν οὐδέποτε λήγει τὸ ἔμφυτον, τὸ δὲ τοῦ αἰτίου ἐπιλείψαντος παύεται. ἀλλὰ δέξασθέ μου μικρόν τι ἐρώτημα. θέσει φατὲ ἀγαθὸν εἶναι τὸν ἄνθρωπον, ὡς θερμὸν τὸν σίδηρον· ὁ γὰρ σίδηρος πρὶν θερμανθῇ {οὐ} ψυχρός. ἐπεὶ οὖν καὶ ὁ ἄνθρωπος θέσει τὸ ἀγαθὸν κέκτηται, ἦν ὅτε οὐκ ἦν ἀγαθός· πρὸ γοῦν τῆς θέσεως ποίας αὐτὸν ἕξεως εἶναί φατε; τῆς τοῦ ἀγαθοῦ; ἀλλ' οὐκ ἦν· ὕστερον γὰρ γέγονεν. ἀλλὰ τῆς τοῦ κακοῦ; ἀλλ' ἀνύπαρκτος αὕτη, ἐξ ἀποπτώσεως τοῦ καλοῦ τῷ ἀνθρώπῳ ἐπισυμβαίνουσα. Ἀλλ' ἵνα τὰς πολλὰς ἀφῶμεν λεπτολογίας, οἰκειότερον περὶ τοῦ προβλήματος διαλάβωμεν. ἦν ὅτε ἄμικτον εἶχε τὸ ἀγαθὸν ἡ φύσις ἡμῶν, μονοειδὴς πλασθεῖσα παρὰ τοῦ κτίσαντος. τὸ δὲ ἄτρεπτον καὶ ἀθάνατον ὑπηρετήθη τέως, ἵνα ἐν καιρῷ ἀμφότερον ἐπαχθῇ ὅ τε ἐμφυτευθεὶς ἐν ἡμῖν τοῦ ἀγαθοῦ βλαστὸς καρπὸν ἐνείκῃ παρὰ τῆς ἡμῶν προαιρέσεως. ἐπεὶ δὲ τῷ ὄφει κατεσοφίσθημεν καὶ τοῦ ξύλου τῆς κακίας γεγεύσμεθα, ὥσπερ τις ἄκανθα εὐθὺς ἡ πονηρία τῷ ῥόδῳ ὑπανεφύη. ἐντεῦθεν οὖν ἡ τοῦ ἀγαθοῦ πλάνη καὶ σύγχυσις γέγονε καὶ ἡ διάφορος περὶ τούτων δόξα· τὸ γὰρ ἐναντίαις ἐπιθυμίαις ἡμᾶς διασχίζεσθαι καὶ τῷ τῆς ἡδονῆς ζωγρεῖσθαι δελέατι ἀμφίβολον ἡμῖν τὴν φυσικὴν ἐποίησεν ἀγαθότητα. πῶς γὰρ ἐκ φύσεως ἀγαθός, εἴποι τις ἄν, ὁ τοῦ κυρίως καλοῦ προτετιμηκὼς τὸ φαινόμενον, ὁ τὰς μυρίας κῆρας τῶν παθημάτων τῆς ἀπαθείας ἀνταλλαξάμενος, ὁ τῷ ἐφολκίῳ τοῦ σώματος βαρυνόμενος; καὶ αὖθις προσθήσει· εἰ τὸ φυσικὸν ἀμετάθετον, πῶς οἱ τὴν ἀρετὴν ἑλόμενοι καὶ 86 πολλῷ τῷ χρόνῳ ταύτην ἐμμελετήσαντες, ὡς δοκεῖν ἀπ' αὐτῆς πεποιῶσθαι, ἐν μιᾷ ῥοπῇ ταύτην ἀποβεβλήκασι; Ταῦτ' ἴσως ἡμῖν ἐρεσχελήσουσιν οἱ τῷ ἐναντίῳ συνιστάμενοι δόγματι. ἱστῷ δὲ ἀράχνης ἡ ἀντίθεσις αὐτῶν ἔοικεν, ἣ καὶ τάχιστα τῇ ἐπαφῇ τοῦ λόγου περιρρυήσεται. ὁμώνυμον, ὦ λῷστε, τὸ τῆς ἀρετῆς ὄνομα· τὸ μὲν ἐνεργούμενον, τὸ δ' οἷον ὑποκείμενον. οἷόν τι λέγω· φύσει ψυχρὰ ἡ χιὼν καὶ θερμὸν τὸ πῦρ, ἑκάτερόν τε αὐτῶν τὸ μὲν ψύχει, τὸ δὲ θερμαίνει, ἐνεργοῦν ἕκαστον τὴν οἰκείαν δύναμιν. σὺ οὖν ὁ λέγων φύσει ψυχρὰν τὴν χιόνα, ποτέρῳ τὸ φύσει ψυχρὸν διορίζῃ, τῷ συμπεφυκέναι τῷ ταύτης σώματι ἢ τῷ ψύχειν τὸ προσπελάζον; εὔδηλον ὅτι τῷ συμπεφυκέναι· οὐδὲ γὰρ ἐκ τῶν ἐνεργειῶν τὰς φύσεις διοριζόμεθα. ἦ γὰρ ἄν ποτε καί τισι τὸ μὲν πῦρ θερμόν, ψυχρὰ δὲ ἡ χιὼν τῷ θερμαίνειν ἢ ψύχειν τοῖς πάσχειν δυναμένοις τὴν θερμότητα καὶ ψυχρότητα, καὶ ἔσται σοι τὸ πῦρ τῷ μὲν σιδήρῳ θερμόν, τῇ δὲ σαλαμάνδρᾳ ψυχρόν, κατὰ ταὐτὸν ἐν ταὐτῷ τὰς ἐναντίας δεδεγμένον ποιότητας. ἀλλ' οὐχ οὕτως ἔχει· τῷ γὰρ ἐνυπάρχειν, οὐ τῷ ἐνεργεῖν, τὸ τοιῶσδε εἶναι ἢ τοιῶσδε διοριζόμεθα. εἰ οὖν τοῦθ' οὕτω διωμολόγηται, μηδὲ τἀγαθὸν τἀνθρώπῳ διορίζου ἀπὸ τῆς πράξεως, ἀλλὰ τῷ συμπεφυκέναι τούτῳ τὴν τοῦ καλοῦ ἀρχὴν ἀδιάπτωτον. εἰπὲ οὖν μοι· πράξας τις τὴν ἀρετήν, εἶτ' αὖθις ἀποβαλὼν καὶ τὸ σπέρμα τοῦ ἀγαθοῦ ἀποβέβληκε; καὶ εἰ τοῦθ' οὕτως ἔχει, ἀνῄρηταί σοι ἐν βραχεῖ τῆς πίστεως ἡμῶν τὸ κεφάλαιον καὶ τῆς ἀνθρωπίνης τὸ ἴδιον φύσεως, καὶ μάτην αἱ φιλάνθρωποι τοῦ ἀγαθοῦ ἀγκάλαι ἥπλωνται τὸν ἀπολωλότα ὑποδεχόμεναι ἄσωτον· ᾧ γὰρ ἡ τοῦ ἀγαθοῦ ἀπώλετο κίνησις, τούτῳ αἱ πατρικαὶ χεῖρες εἰς ὑποδοχὴν παρελκόντως ἐκτέτανται. εἰ δ' οὐκ ἀποβέβληκεν, ἐν τούτῳ δὲ καὶ οὐκ ἐν ταῖς πράξεσι τὸ φυσικὸν ὁριζόμεθα ἀγαθόν, ἀκίνητον πάντως καὶ ἀμετάθετον, μηδέποτε ἐλλεῖπον ἡμᾶς. ἀπόκριναί μοι καὶ αὖθις· οὐ τὸ λογικὸν τῷ λογικῷ ζῴῳ (τἀνθρώπῳ φημί, ἐατέον γὰρ τὰ ὑπὲρ ἡμᾶς) συμπληρωτικὸν τῆς οὐσίας ἐστίν; λόγον δ' ἐνταῦθα τὸν ἐνδιάθετον λέγομεν. ἆρ' οὖν ἔστιν ὅτε ἀτρεμεῖν τὸ ζῷον πέφυκεν ἐν ταῖς ψυχικαῖς ἐνθυμήσεσι; τί γοῦν ποτε μὴ φῂς ἐστερῆσθαι τοῦ λόγου ὁ ἀπὸ τῆς ἐνεργείας τὰ ὑποκείμενα ὁριζόμενος; τὸ δὲ θνητὸν οὐ καὶ αὐτὸ {τὸ} μέρος συμπληρωτικὸν ὂν τῆς φύσεως; ἀλλ' οὐ τῷ θνῄσκειν ὁπόσαι στιγμαὶ θνητὸν τὸν ἄνθρωπον ὀνομάζομεν, ἀλλὰ τῷ τῇ φύσει ἐγκεῖσθαι καὶ μηδέποτε φύσιν ἔχειν χωρίζεσθαι. καὶ τἀγαθὸν οὕτω πως τῷ ἀνθρώπῳ ἐστὶ συγγιγνόμενον, τούτῳ καὶ ὂν ἀνεξάλειπτον. ἐνῆν καὶ ἑτέρους ἐπάγειν λόγους καὶ μαρτυρίαις τὸν λόγον πιστώσασθαι, ἀλλ' ἱκανὰ τὰ εἰρημένα πρὸς ἀκοὴν εὐγνώμονα καὶ εὐσύνετον. 87 Ὅτι οὐκ ἀρκεῖ ἡ φύσις, κἂν γενναία ᾖ, πρὸς τὴν τῶν μαθημάτων ἀνάληψιν ἄνευ παιδεύσεωσ Ἐγὼ δὲ οὐδὲ τὴν πρώτην συνορᾶν δύναμαι, πῶς ἂν τοῦτο ψυχῇ παραγένοιτο καὶ εἰδείη τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, γνοίη τε καὶ σύμπαντα τὰ μαθήματα, εἰ μὴ πρότερον πολλὰς μὲν ἀνελίξοι δέλτους, πολλοῖς δὲ σοφοῖς ὁμιλήσειεν. ἢ γὰρ διὰ διδασκαλίας καὶ μαθήσεως ἢ διὰ ζητήσεως καὶ εὑρέσεως γινώσκειν τις ἐπίσταιτο τὰ τοῖς ἄλλοις ἄγνωστα. ταῖς μὲν γὰρ ἔξω τῶν σωμάτων ψυχαῖς πείθομαι τοῖς φιλοσοφοῦσιν αὐτενέργητον εἶναι τὴν γνῶσιν τῶν ὄντων. ταῖς δὲ πιπτούσαις ὑπὸ τὴν γένεσιν πῶς τοῦτο δώσομεν; ἀπολωλέκασι γὰρ ὃ παρὰ τοῦ πατρὸς ἐκληρώσαντο, καὶ δεῖ ἀναχώννυσθαι διὰ λόγων, ἵν' αὐταῖς ἀναλάμψῃ τὰ ἐνσπαρέντα ἐν τῷ ἀδύτῳ τῆς φύσεως· κἂν εἰ γενναίαν δέ τις ἔχοι τὴν φύσιν, προλαμβάνει μὲν τῶν ἀγενεστέρων, οὐ μὴν οὕτως εἰπεῖν καὶ προσλάβοι τὸ μάθημα καὶ μάλιστα μὴ ζητούμενον. Σίβυλλα δὲ χαιρέτω καὶ εἴ τις ἄλλος ἐκ γενετῆς εὐθὺς ἀφῆκε φωνὴν καὶ τὴν σφαῖραν εἶπεν ἀφ' ἧς καταβεβήκοι αὐτῷ ἡ ψυχή. ἐγὼ γὰρ καὶ αὐτὸ δὴ τὸ περὶ τούτου τοῖς Ἕλλησι δοξαζόμενον οὐ δόγμα, ἀλλὰ μυθολόγημα ἥγημαι. θειοτέρας μὲν γὰρ εἶναι φύσεως τὰς ψυχὰς πείθομαι, καὶ πολλὰ μὲν νοερὰ γένη ἐν ἑαυταῖς ἔχειν, κάλλιστά τε συνθήματα παρὰ τοῦ πρώτου πατρὸς λαβεῖν, οὔτε δὲ πολλῶν κόλπων αὐτὰς κεκτῆσθαι πληρώματα, οὔτε τῶν σωμάτων προεστηκέναι καὶ πίπτειν ἐνταῦθα ἀτονούσας πρὸς τὴν θέαν τοῦ ὄντος δεξαίμην ἄν. ἔχουσαι δὲ ἅπερ εἰλήφασιν οὐκ ἐμφαίνουσιν εὐθὺς ἐν τοῖς σώμασιν, ἀλλὰ παρὰ μὲν τὴν πρὸς τὸ φθαρτὸν μίξιν γονιμώτεραι ἢ ἀφυέστεραι καθεστήκασιν, οὐ μέντοι καὶ τοὺς λόγους εὐθὺς προκεχειρισμένους ἔχουσιν ὧν πρώτως ἐγνώκεισαν. ἀλλ' ἀπὸ τῆς παιδεύσεως εἰς μὲν ἀνάμνησιν οὐκ ἐπανίασιν, ἐπεὶ μηδὲ τὸ δόγμα μοι τοῦτο ἀρέσκει, γραμματεῖον δὲ οὖσαι κενὸν πληροῦται τῆς κρείττονος γνώσεως. Οἱ δὲ ὀξεῖς καὶ ἀγχίνοι καὶ μνήμονες λόγου μὲν αὐτοὺς παιδαγωγοῦντος κτήσαιντ' ἄν τι πλέον τῶν ἄλλων διὰ μαθήσεως, ἀφ' ἑαυτῶν δὲ πρὸς τὰ 88 ἀνάντη φερόμενοι διολισθήσαιεν ἂν ἢ ὑπερπηδήσαιεν. ὃ γὰρ τῷ θρασεῖ ἵππῳ καὶ ὑπερήλικι ὁ χαλινὸς δύναται, τοῦτο τῇ γονιμωτάτῃ καὶ ὀξείᾳ φύσει ὁ λόγος ἰσχύει. ἐγὼ γοῦν ἑωράκειν πολλοὺς τῶν γενναίων μὲν τὴν φύσιν, ἀτελεστέρων δὲ πρὸς τὴν μάθησιν, οὐ παρὰ τὴν ἀνάληψιν τῶν ὧν μεμαθήκασι γεγονότας βελτίους, ἢ παρὰ τὴν ὀξεῖαν φύσιν αὐτά τε ταῦτα συγχέαντας καὶ περὶ ἃ μὴ ἐπραγματεύσαντο ἀταμιεύτῳ τε τῇ γλώττῃ χρωμένους καὶ ἄνοιαν ὀφλισκάνοντας. οὐ γὰρ πρόχειρον ἡ ἀπόδειξις, οὐδ' εἴ τι ὑπὲρ ἀπόδειξιν, οὔτε τὸ ἁπλοῦν οὔτε τὸ σύνθετον. διὰ ταῦτα δεῖ τὰ μὲν ἐκ διαιρέσεως ἔχειν μανθάνοντας, τὰ δὲ ἐξ ὁρικῆς ἀποδόσεως, τὰ δὲ ἐξ ἀποδείξεως, τὰ δ' ἐξ ἀναλύσεως, τὰ δ' ὑπὲρ ταῦτα ἔχειν ταῖς ἁπλαῖς καὶ ἀδιεξοδεύτοις ἐπιβολαῖς, καὶ τὰ μὲν παρὰ νοῦ, τὰ δὲ παρὰ σοφίας λαμβάνειν, τὰ δὲ καὶ ὑπὲρ τὸν νοῦν ἔχειν, ὅτι μὴ νοῦς τὸ πρῶτον αἴτιον, ἀλλὰ τὸ ἐπέκεινα. Περὶ τοῦ πῶς οἱ μὲν τῶν ἀνθρώπων γίνονται φρόνιμοι, οἱ δὲ μωροί Ὑμεῖς μὲν εὐθὺς ἐγελάσατε εἰρηκότος ἐμοῦ ὑπόθεσιν τῷ λόγῳ τὴν τήμερον τὸν Εὐδόκιμον, ὅπως τῆς αὐτῆς ἡμῖν μετεσχηκὼς φύσεώς τε καὶ κράσεως ἀλλοῖος τὴν ἕξιν τῆς φρονήσεως ἀναπέφηνεν. ἐγὼ δέ, εἰ μὴ δεινῶς ᾐσχυνάμην τὴν τοῦ λόγου μεταβολήν, τάχ' ἂν ἀπώκνησα τὴν ὑπόθεσιν, εἰδὼς ὅπως δεινή τίς ἐστι καὶ μάλα φιλόσοφος καὶ σκέψεως οὐ τῆς τυχούσης ἐπιδεής. διὰ τί γὰρ οὗτος παρὰ τοὺς πολλοὺς τῆς ἐκείνων κεκοινωνηκὼς φύσεως καὶ τῆς αὐτῆς μετέχων κατ' εἶδος ψυχῆς τὴν τοῦ φρονεῖν ἕξιν ἠλλοίωται; Ἑλλήνων μὲν οὖν παῖδες περὶ τῆς φαινομένης ἡμῖν φυσιολογοῦντες διαφορᾶς καὶ ὅπως οἱ μὲν τῶν ἀνθρώπων εὐθὺς ἐλεύθεροι τὴν ψυχὴν καθεστᾶσιν, οἱ δὲ δουλοπρεπεῖς καὶ ῥέποντες πρὸς τὰ τῇδε, καὶ οἱ μὲν λεπτοὶ τὴν νόησιν ἀγχίνοι τε καὶ μνήμονες καὶ ὀξεῖς, οἱ δὲ τοὐναντίον ἅπαν καὶ ἐπαρίστεροι ἀμβλεῖς τε καὶ μαλακοὶ καὶ λήθης γέμοντες, καὶ οἱ μὲν τῆς τοῦ ἀγαθοῦ φύσεως ἀπονητὶ ὥσπερ ἀντιλαμβανόμενοι, οἱ δὲ ταῖς κακίαις ἐγκείμενοι καὶ [διὰ] τῶν αἰσθητῶν πρὸς τὰ τῇδε χεόμενοι, ὁποίους δὴ τὸν Ὄσιριν ἱστοροῦσι καὶ τὸν Τυφῶ, καὶ οἱ μὲν βεβηκότες τὸν νοῦν καὶ εὐέδραστοι, οἱ δὲ πρὸς τὸ κινοῦν μεταφερόμενοι τάχιστα εὐαλ89 λοίωτοί τε καὶ μεταπίπτοντες, καὶ τὰς ἄλλας ὅσας μυρίας ἐννοοῦντες τῶν ἡμετέρων ψυχῶν διαφοράς, οὐκ ὤκνησαν διττὰς εἰπεῖν τῶν φύσεων τὰς πηγάς, τὴν μὲν ἄνωθεν ἀπὸ τῶν τοῦ οὐρανοῦ νώτων ἐνταῦθα τὰ ῥεύματα πέμπουσαν, τὴν δὲ ἐρριζωμένην κάτω που καὶ ἀπὸ τῶν τῆς γῆς χηραμῶν ἀναβλύζουσαν. τὴν μὲν ἀπὸ τῶν ἄνωθεν ὀχετῶν ἥκουσαν ψυχὴν εὐγενῆ τέ φασι καὶ ἐλευθέραν, εὐφυῆ τε καὶ μεγαλογνώμονα, σταθηράν τε καὶ βεβηκυῖαν καὶ τοῖς ἄλλοις κεκοσμημένην καλοῖς, τὴν δ' ἀπὸ τῶν τῆς γῆς ἀναθοροῦσαν ζοφερῶν καταδύσεων ἀνελευθέραν τε καὶ ἀγεννῆ, μετακινητήν τε καὶ μεταπίπτουσαν, ἀνοίας ἐμπεπλησμένην καὶ πολλῷ τῷ τῆς ἀφροσύνης συγκεκαλυμμένην βυθῷ. οὐ μόνον δὲ μέχρι τούτων ἔστησαν οἵ γε φιλοσοφώτεροι τούτων καὶ γενναιότεροι, ἀλλ' ἑκατέρῳ μέρει τῷ τε ὕψει καὶ τῷ βάθει τῶν ψυχικῶν φύσεων μακρὰν δόντες διάστασιν, τὰς μὲν τῶν ψυχῶν ἀπὸ τῶν ὑπὲρ τὸν οὐρανὸν τόπων κατάγουσιν, ἃς δή φασιν εἶναι τάς τε Σιβυλλείους καὶ τὰς Ὀρφικὰς καὶ καθ' ἃς οἵ τε Βηρύτειοι Ταῦροι γεγόνασι καὶ Ἀμοῦς ὁ Αἰγύπτιος, Σωκράτεις τε καὶ Πλάτωνες (τούτων γὰρ δὴ τὰς ψυχὰς καὶ τῷ Ἀπόλλωνι συγχορευούσας εἰσάγουσι), τὰς δὲ οὐρανίας φασὶν εἶναι καὶ ἀπλανεῖς, καὶ τὰς μὲν ἀπὸ τῆς πρώτης σφαίρας, τὰς δὲ ἀπὸ τῆς ἑβδόμης ἐνδιδοῦσι τοῖς σώμασι, καὶ τὰς μὲν θείας, τὰς δὲ ἀρχαγγελικάς, τὰς δὲ δαιμονίους, τὰς δὲ ἡρωϊκὰς ὀνομάζουσι· περὶ ὧν εἰ βουλοίμεθα καθεξῆς λέγειν, εἰς ἀπέραντον ἡμῖν ὁ λόγος χωρήσει. ὥσπερ δὲ μετροῦσι τὸ ὕψος ταῖς τῶν τόπων διαστάσεσι καὶ ταῖς τῶν καθέκαστα διαφοραῖς, οὕτω δὴ καὶ τὸ βάθος διιστᾶσι, καὶ τὰς μὲν ἀγχοῦ τῆς ὕλης ἀνάγουσι, τὰς δὲ σωματικάς φασι, τὰς δὲ ἄλλων ἄλλαις διαφοραῖς ἀποσχίζοντες, εἶναι δὲ πρὸς τὰ μέτρα τῶν διαστάσεων ἀναλόγους καὶ τὰς ἕξεις αὐταῖς. Ταῦτα μὲν οὖν Ἰάμβλιχοι καὶ Πλωτῖνοι καὶ Πρόκλοι καὶ πρό γε πάντων ὁ τὰς ἀφορμὰς τούτοις δοὺς Πλάτων περὶ τούτων ληρούντων. ἐγὼ δὲ περὶ τῶν θείων οὐδέν τι συλλογιζόμενος οὐδὲ μεθόδοις Ἑλληνικαῖς ἑπόμενος, ἀλλὰ τοῖς καθ' ἡμᾶς λογίοις ὁμιλῶν, οὔτε τῇ ψυχῇ τὰ πρεσβεῖα τῆς γενέσεως κατὰ τοῦ σώματος δίδωμι, οὔτε μετὰ τὴν τούτου μόρφωσιν ἢ τὸν ἐκ τῆς μήτρας ὄλισθον (εἰς ὃ δὴ δόγμα πάντες Ἕλληνες ἐξετραχηλίσθησαν) ἐνδεσμῶ ταύτην τῷ σώματι, ἀλλ' ὁμοῦ συνυφίστημι, Γρηγορίῳ τε τῷ Νυσσαεῖ κατακολουθῶν καὶ Μαξίμῳ τῷ φιλοσόφῳ· τούτοις γὰρ 90 μόνοις ἐντετύχηκα ἰδιαίτατα περὶ τῆς τῶν φύσεων τούτων ἁρμονίας συγγεγραφόσιν. ἀλλ' οὐδ' ἐξαλλάττω ταύτας κατ' εἶδος (ὁμοειδεῖς γὰρ ἁπάσας τίθεμαι), ἀλλὰ τὴν ἀπορίαν ἐπέτεινα· περὶ γὰρ ἀνεξαλλάκτων ἁπασῶν κατὰ τὸ εἶδος οὐσῶν αἱ πολλαὶ αὗται διαφοραὶ παρυπέστησαν. τριττὰ οὖν εἴδη τῆς ἐξαλλαγῆς αὐτῶν ἐγὼ θεωρῶ, παιδείαν ἔθος καὶ φύσιν. προσθήσω δὲ καὶ τέταρτον τὰς τῶν νοσημάτων ἐμπτώσεις ἢ τὰς τῶν συμπτωμάτων ἐπιβολάς, ἃ δὴ ὡς περὶ τὴν φύσιν θεωρούμενα εἰς τὴν φύσιν καὶ αὐτὰ ὑπαχθεῖεν. περὶ μὲν οὖν παιδείας καὶ ἔθους περιττὸν ἂν εἴη λέγειν νῦν ταῖς τῶν ἁπάντων ὑπολήψεσιν ἐκκειμένων καὶ πολλοῖς πολλάκις ἐξηυμαρισμένων. ὅπως δὲ τὴν φύσιν τῶν διαφορῶν αἰτιώμεθα λέξομεν. Δύο τοίνυν ἐφ' ἡμῶν ὁρᾶται ἀφ' ὧν κεκράμεθα, σῶμα καὶ ψυχή. ἔστι δὲ ἑκάτερον αὐτὸ καθ' αὑτό. ἡ μὲν ψυχὴ νοερά, τὴν δὲ κατὰ τόπον μεταβολὴν ἀκίνητος, αὐτόθι τοῖς νοητοῖς ἐπιβάλλουσα καὶ γινώσκουσα ὅπως ἔχουσι φύσεως, ἀθάνατος, ἀναλλοίωτος, ἀμετάβλητος, ὑποβᾶσα μὲν τὸν νοῦν, ὑπερκειμένη δὲ ἀλογίας καὶ ἐμψυχίας καὶ τοῦ φανταστικοῦ πνεύματος καὶ τῆς περὶ τὰ σώματα φύσεως· τὸ δὲ σῶμα μεταβλητόν, πολυμερές, ἄζων, εὐκίνητον, παντὸς οὑτινοσοῦν ἀνεννόητον. τοιαῦτα μὲν οὖν εἰσι τὰ μέρη διῃρημένα καθ' ἑαυτά. γενομένης δὲ τῆς τούτων κράσεως ἑκάτερον ἑκατέρου μετέσχηκε, καὶ τὸ μὲν σῶμα διὰ τῆς ψυχῆς μετέσχε ζωῆς καὶ τρόπον τινὰ αὐτοκίνητον διὰ ταύτην ἐγένετο, ἡ δὲ ψυχὴ διὰ τὸ σῶμα διέστη καθ' ἑαυτὴν καὶ ὥσπερ ἀπεμηκύνθη εἰς πολυμέρειαν. εἴ τις οὖν ἐπὶ ταῖς ψυχαῖς ὁρᾶται διαφορά, τὴν κρᾶσιν αὐτῆς αἰτιώμεθα· ἀπόλυτοι γὰρ οὖσαι οὐκ ἂν φανεῖεν πρὸς ἀλλήλας διηλλαγμέναι. δῦσαι δὲ κατὰ τοῦ σώματος ὥσπερ δὴ κατὰ βυθοῦ, ὅσαι μὲν εἰς τὸ βάθος ἐχώρησαν, ὥστε αὐτῇ προσπεπελακέναι τῇ ὑφάλῳ γῇ, ἐκεῖναι ὥσπερ ἐκπλαγεῖσαι πρὸς τὴν κατάδυσιν ταύτην ἑαυτῶν τε ἐπελήθοντο καὶ σωματικώτεραι γεγόνασιν ἀτεχνῶς· ὅσαι δὲ κατὰ κέντρον ἑκάστου πέρατος ἐπίσης ἀφεστήκασιν, αὗται δικαιόταταί εἰσι τὴν ἁρμονίαν τῶν δέσεων καὶ ὑπερβολῶν ἐπίσης ἀφεστηκέναι καὶ ἐλλείψεων· ὅσαι δὲ κρείττονος ηὐμοίρησαν συναφῆς, ὥστε ἐποχεῖσθαι τῷ σώματι ὡσανεὶ καὶ ἐλάχιστα ὑπὸ τῶν τούτου δεσμῶν ἔχεσθαι, αὗταί εἰσιν αἱ τὸ σῶμα μισοῦσαι εὐθὺς καὶ 91 συνεθισμοῦ ἄτερ καὶ παιδείας ὥσπερ θεοφορήτῳ χρησάμεναι τῇ φορᾷ πρὸς ἑαυτάς τε ἐπιστρέφουσι καὶ τοὺς οἰκείους λόγους ἐπίστανται τάς τε ἁρμονίας τῶν δέσεων ὑφ' ὧν συνεδέθησαν καὶ μετὰ ταῦτα πρὸς τὸν νοῦν ἀνανεύουσαι τῷ θεῷ προσεγγίσουσι. καὶ εἰ μὴ λόγος ἄλλως ὁ περὶ τῆς Σιβύλλης λεγόμενος, ὅτι τὴν μητρικὴν εὐθὺς ὠδῖνα λύσασα ἔγνω τε τὴν μητέρα δακτύλῳ δείξασα, ἔφατό τε ἥτις γενήσεται Ὀρφική τε καὶ μαντῳδός, ἐντεῦθεν ἂν ἔχοι τὰς πίστεις. οὐ γὰρ καθ' ἓν εἶδος ἁρμονίας ἐνδοῦνται τοῖς σώμασιν αἱ ψυχαί· ἦ γὰρ ἂν ἅπαντες ἀνεξάλλακτοι ἦμεν καὶ ταῖς γνώμαις καὶ τοῖς βουλήμασι, κατὰ μίαν τε ἰδέαν φρονήματος συνεκείμεθα. Νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλ' αἱ διάφοροι τῶν ἑνώσεων ἁρμονίαι τὰς ἐν ταῖς ψυχαῖς διαφορότητας ἀπηργάσαντο. τύραννος γὰρ ὥσπερ τὸ σῶμα τυγχάνον δορυφόροις οὐ τοῖς αὐτοῖς χρώμενον πάντοθεν τυραννεῖ τὴν ψυχὴν καὶ πρὸς τὴν ἐκείνου φύσιν μεθέλκεται. ἀλλ' οὐδὲ ὁ τύραννος οὗτος ἑαυτῷ ὅμοιος, ἀλλ' ὁ μὲν βρίθων ἐστὶ καὶ γεώδης, πολλῷ τῷ μέλανι κατακεχρωσμένος χυμῷ. διὰ ταῦτα τοιαύτην καὶ τὴν ψυχὴν ἀπεργάζεται κατηφῆ τε καὶ σύννουν καὶ σκυθρωπὴν καὶ σταθηρὰν μέν, οὐ μὴν ἀγχίνουν καὶ εὐφυῆ, μνήμας τε ταύτῃ τῶν γεγενημένων ἀποτυποῖ καὶ διὰ τὸ τῆς μνημοσύνης εἶδος οὔτε τῶν κακῶν οὔτε τῶν ἀγαθῶν ἐᾷ ταύτην ἀμνήμονα. ἡ τοιαύτη ψυχὴ βραδὺ μὲν ἀνάπτεται πρὸς θυμόν, ἀναφθεῖσα δὲ βραδύτερον σβέννυται. ἓν μὲν οὖν εἶδος τοῦτο τοῦ τυραννικοῦ σώματος, καὶ τἆλλα διὰ τὸ πλῆθος ἀπεσιώπησα. τὸ δὲ καθ' ἕτερον εἶδος τὴν τυραννικὴν φύσιν ὑποκρινόμενον ὑπόθερμόν τέ ἐστι καὶ παρακεκινημένον, εὐέξαπτόν τε καὶ δύσθυμον καὶ πρὸς μανιώδη κατάστασιν ὕποπτον. ὁ δ' ἕτερος τύραννος λευκός ἐστι τὴν χροιὰν καὶ ἐν μεθορίῳ τῶν ἄλλων τυράννων· τοῦ μὲν γὰρ ὑποβέβηκε τὴν λεπτότητα, τοῦ δὲ ἐπαναβέβηκε τὴν παχύτητα. πενταμερὴς δὲ καὶ οὗτος καὶ πολλαῖς δυνάμεσι θορυβῶν τὴν ψυχήν. τύραννος 92 γὰρ ἐγκάθηται μᾶλλον τῇ κεφαλῇ καὶ ταῖς τοῦ ψυχικοῦ πνεύματος ἀμάραις ἐμπίπτων καὶ οἷον ἀποσκιρρώμενος τῇ ψυχρότητι ἐπιθολοῖ τε τὸ πνεῦμα καὶ οὐκ ἐᾷ πηγάζειν ἀθόλωτον. οὗτος καὶ παρὰ τὸν τῆς γαστρὸς πυθμένα ἐφιζάνων πόνον τῇ ἀλλοιωτικῇ δυνάμει πρὸς τὴν τῶν σιτίων ἀποχύλωσιν δίδωσιν. ἔστι δὲ κατὰ τοῦτον τὸν τύραννον ἡ ψυχὴ ἧττον μὲν βεβηκυῖα, οὐ μὴν πάντη ἀνέδραστος, μέση μνήμης καὶ ἀναμνήσεως, βοηθουμένη μὲν τῷ θερμῷ καὶ οἷον ἐκεῖθεν θάλλουσά τε καὶ ἀναζέουσα, πηγνυμένη δὲ τῷ ψυχρῷ, ὡς μηδ' ὁτιοῦν ἔχειν ὀξύτητος ἢ τῆς τῶν πραγμάτων νοήσεως. ὁ δὲ λοιπὸς τύραννος παχύς ἐστι πάντη καὶ σαρκῶν ἀναπεπλησμένος πολλῶν, βρίθων τῷ αἵματι καὶ κατὰ τὸ χρῶμα ἐοικὼς τοῖς μεθύουσιν, ὁπόσοις δὴ τὸ ἀπὸ τῆς μέθης γάνος ἐπὶ τῶν προσώπων ἐρυθαινόμενον φύεται. κατὰ τοῦτον τὸν τύραννον ἡ ψυχὴ βραγμώδους πεπλήρωται γέλωτος, ἐπί τε παντὶ σκώμματι καὶ παιδιᾷ ἀνακαγχάζειν ἐπείγεται, εὐθυμεῖ τε ἐφ' οἷς οὐ δέον, καὶ αὖθις οὐδενὸς κινήσαντος ἐπὶ τὴν ἐναντίαν ἕξιν μετέστραπται. τούτοις δὴ τοῖς τέτταρσι τυράννοις ἡ τῆς ψυχῆς οὐσία σπαραττομένη τὰς μεταβολὰς ἴσχει τῶν ἕξεων. Ὅπως δὲ καὶ ἀφραίνει, ἐντεῦθεν ἐρῶ, τοσοῦτον διελὼν ὅτι τοῖς μὲν ἐκ φύσεως ἡ διάπτωσις πέφυκε τῆς φρονήσεως, τοῖς δὲ ἐπισυμβάντος νοσήματος· ἀλλ' ἡμεῖς τὴν φύσιν σήμερον ἐξετάζομεν. ἢ γὰρ ἐξ αὐτῶν ὠδίνων, μᾶλλον δὲ ἀπ' αὐτῆς τῆς συλλήψεως, αἱ τῶν χυμῶν περιττότητες τοῖς φρονοῦσιν ἐνέσκηψαν μέρεσιν, ἅπερ δὴ κοιλίαι ἐγκέφαλοί εἰσι, καὶ τὸ δι' ἐκείνων ὀχετηγούμενον πνεῦμα ἐπισχοῦσαι τὴν ἀφροσύνην εἰργάσαντο, ἢ τὴν φαντασίαν βλάψασαι ἢ τὴν διάνοιαν ἢ τὴν μνήμην αὐτὴν (ὧν ἡ μὲν ἐπὶ τοῦ βρέγματος κάθηται, ἡ δὲ τὴν κορυφὴν κατείληφεν ὡς ἀκρόπολιν, ἡ δὲ περὶ τὸ ἰνίον ὀπίσω θακεῖ). ἢ τὰ μὲν τῶν χυμῶν οὔτε πεπλήθυνται οὔτε μεμείωνται, αἱ δὲ τῶν μεγεθῶν συμμετρίαι ἐπὶ τὸ μᾶλλον ἢ τὸ ἔλαττον ἐκπεσοῦσαι τὸ θῆλυ τῆς φρονήσεως πεποιήκασιν. ἢ οὐχ ὁρᾶτε τὸ χαριέστατον τοῦτο παιδάριον, ὅπως δὴ ὑπερμεγέθη τὴν κεφαλὴν ἐκληρώσατο τῆς τοῦ βοὸς κατ' οὐδὲν ἐλάττονα, τό τε πρόσωπον μᾶλλον ἢ ἔδει ἐμπρόσθιον ἔχει; τί οὖν οἴεσθε; ἐν τηλικούτῳ μεγέθει σκιδνάμενον ἐντεῦθεν αὐτῷ καὶ τὸ φρόνημα χαῦνον καὶ ἀσθενὲς καὶ θήλεια ἀτεχνῶς ἡ ψυχή. ὥσπερ γὰρ τὸ δι' εὐρυτέρων ἀναπνοῶν διικνούμενον πνεῦμα ἀδρανές ἐστι καὶ λεπτόν, ὅτι τῷ πλάτει δι' οὗ ἵπταται τὴν οἰκείαν οὐσίαν ἠμύδρωται, τὸ δὲ διὰ στενοτέρων τῶν πόρων διιὸν γενναιότερον προσβάλλει τοῖς σώμασιν, οὕτω δὴ καὶ τὸ ἐν τῇ κεφαλῇ πνευματικὸν ὄχημα τῆς 93 ψυχῆς, εἰ μὲν συμμέτρῳ περισφίγγοιτο τῷ κρανίῳ, πεπύκνωται πρὸς ἑαυτὸ καὶ δεδυνάμωται, εἰ δὲ ὀγκώδει καὶ μεμεγεθυσμένῳ, ἀραιότερον γίνεται καὶ χαυνότερον. καὶ οὐ τὴν μεγάλην ἐπαιτιῶμαι κεφαλήν (οἶδα γὰρ τὸν Περγαμηνὸν Ἀσκληπιάδην μάλα ταύτην ἐν τῇ τέχνῃ ἐγκωμιάσαντα), ἀλλ {οὐ} τὴν παρὰ φύσιν, ὁποία δὴ τῷ μειρακίῳ τούτῳ συμπέφυκεν, ἐφ' οὗ δὴ καὶ τὸ τῶν ὀμμάτων ἄγριον τὸ πεπλανημένον τοῦ πνεύματος δείκνυσιν, ἀτάκτως τοῖς πόροις ἐμπίπτοντος καὶ τὸ καθεστηκὸς ἀφαιροῦντος. ἐπεὶ οὖν ἅπαξ τοῦ ἀνδρώδους ἀπέστη καὶ θαρραλέου, διὰ τοῦτο αὐτῷ διερρυηκότα πάντα καὶ θήλεα. μεμίσηνται γὰρ αὐτῷ ἀνδρῶνές τε καὶ γυμνάσια, κυνηγέσιά τε καὶ ἡβητήρια, καὶ οὔτε συσφαιρίζειν ἐθέλει οὔτε δὴ συγκυβεύειν οὔτε ξηρῶν ἱδρώτων ἀντέχεσθαι. φίλα δὲ αὐτῷ ἱστός τε καὶ ἠλακάτη καὶ ἡ λοιπὴ ταλασιουργία, καὶ τὸ ὅλον περὶ τὴν γυναικωνίτην τὴν πραγματείαν ἔσχηκεν, ἄτρακτόν τε ἑλίττειν ἐθέλει καὶ ὑφαίνειν οὐχ ἥκιστα. δεῆσαν δὲ καὶ πρὸς παιδιὰν τρέπεσθαι, οὔτε ἀστραγάλοις ἐφήδεται οὔτε κοττάβοις προσπαίζει, ἀλλ' οὐδὲ τηλίαν ἀσπάζεται οὐδ' ἐπὶ στρόμβοις ἀγάλλεται οὐδὲ τοῖς ἐπιμήκεσι τῶν καρύων κατὰ τοῦ προκειμένου βάλλει σκοποῦ. ἐν εἰδώλοις δὲ καί τισιν ὁμοιώμασιν παστάδα τε πήγνυται καὶ σχηματίζει νυμφίον καὶ νύμφην τούτῳ συγκατακλίνει, καὶ τὸ τῆς νύμφης εἴδωλον φορυτῷ τινι ἐξογκῶν κατὰ τὴν γαστέρα κύειν αὐτὸ οἴεται, ὠδὶς ἐπὶ τούτοις καὶ λοχεία καὶ μαῖα καὶ μαίωτρα. δεῆσαν δὲ καὶ τῷ τῆς φωνῆς μέλει χαρίσασθαι, οὐ συνασπισμοὺς παλαιῶν ἀνδρῶν τραγῳδεῖ οὐδὲ μάχας καὶ τρόπαια, ἀλλ' ὡς ἡ θυγάτηρ ἀνακρινομένη παρὰ τῆς μητρός, ἐφ' ᾧ παρὰ τὴν πηγὴν ἰοῦσα μέλει, ὑπὲρ αὐτῆς φησιν ὡς ἐρώτων μὲν ἐκείνη πέπλησται, ἀκκισμῶν δὲ ἡ λεκανὶς καὶ κολακείας τὸ ἄγγος τοῦ ὕδατος. τοιοῦτόν ἐστι τὸ κάλλιστον τοῦτο μειράκιον καὶ διὰ ταῦτα τοιοῦτον ἐγένετο. Εἰ μνημονεύουσιν αἱ ψυχαὶ τῶν σωμάτων ἀπορραγεῖσαι Πολλοῖς τοῦτο οἶδα ἐρωτηθὲν καὶ τῶν ἐπὶ τῆς ἐμῆς ἡλικίας καὶ οὓς ὁ χρόνος προέλαβεν, εἰ μνημονεύουσιν αἱ ψυχαὶ τῶν σωμάτων ἀπορραγεῖσαι. καὶ ἀπεκρίθησαν τοῖς ἐρωτήσασι, μηδέν τι προδιαστείλαντες, οἱ μὲν ὡς 94 οὐδὲν ὧν ἐνταῦθα ἐθεάσαντο ἴσασιν, ἀλλ' εὐθὺς ἀπώλετο ταύταις τῆς μνήμης ἡ δύναμις, οἱ δὲ ὡς ἐπίστανταί τε καὶ μνημονεύουσιν. ἐγὼ δὲ ὡς προπετεῖς ἄμφω ἀφεὶς καὶ ἀνεπιστήμονας τεχνικώτατά σοι περὶ τούτου καὶ συντομώτατα διαλήψομαι. Οὐχ εἷς ἐστι κλῆρος πάσαις ταῖς ἐντεῦθεν ἀπελθούσαις ψυχαῖς, ἀλλ' ἐπειδὴ αἱ μὲν ἀκάθαρτοι πάντη ἐξίασιν, αἱ δὲ βραχύ τι προκαθηράμεναι, αἱ δὲ τελειοτάταις χρησάμεναι ταῖς καθάρσεσιν, ἄλλαι δὲ καὶ θεῖον ὑποδεξάμεναι νοῦν καὶ πρὸς θεὸν ἀναδραμοῦσαι πρὸ τοῦ ἀφεῖναι τὰ σώματα, διὰ ταῦτα αἱ μὲν ὑπὸ δίκην ἔσονται, αἱ δὲ μετριώτερον ἐλλαμφθήσονται, αἱ δὲ πορρώτερον διαβήσονται, αἱ δὲ κρείττους ὑπὸ τὸ θεῖον γενήσονται πῦρ, ὅλῳ καταλαμπόμεναι τῷ ἀύλῳ φωτί. Ὅρα γοῦν ὅ τι φημί. ἡ τῶν ἐνταῦθα μνήμη μερισμόν τινα τῆς ψυχῆς δείκνυσι καὶ οἷόνπερ ἔκκλισιν ὧν ἐκεῖ τεθέαται ἡ ψυχή. οὐκοῦν ἐκ μέρους τε ἐλλαμφθήσεται καὶ ἐκ μέρους ἐρημωθήσεται τοῦ φωτός. ἀλλ' ἥ γε ὅλη καταπιμπραμένη τῷ θείῳ πυρὶ οὐκ ἂν τοῦτο πάθῃ ποτέ· ἀμνήμων ἄρα ἔσται ὧν ἐνταῦθα εἶδεν ἢ πέπραχεν, οὐχ ὡς οὐκ ἔχουσα τῆς μνήμης τὴν δύναμιν, ἀλλ' ὡς ὅλη στραφεῖσα πρὸς τὸν θεὸν καὶ πᾶσαν μὲν ὑπεραναβᾶσα σχέσιν, πάσης δὲ ἄλλης ἐπιλελησμένη θεωρίας καὶ πράξεως. αὕτη μὲν οὖν οὐκ ἄν ποτε τῶν τῇδε τινὸς μνημονεύσειεν. ὅσαι δὲ τῶν ψυχῶν ταπεινοτέραις ἀπεκληρώθησαν λήξεσι καὶ οὐχ ὅλος ὁ νοῦς αὐταῖς ἀφήρπασται, ἀλλ' ἐκ μέρους ἡ ἀναγωγὴ γέγονε, ταύταις τὸ μὴ ἐκεῖσε ἀναβεβηκὸς ἐνταῦθα διὰ τῆς συμπαθοῦς διαθέσεως στρέφεται καὶ οὐκ ἀποκέκοπταί γε παντελῶς ἡ σχέσις αὐταῖς. αἱ δὲ μηδόλως ἀναβᾶσαι πρὸς τὸν θεὸν ἅτε μὴ καθαρῶς τῶν σωμάτων ἀπαλλαγεῖσαι, ἀλλ' οἷον εἰπεῖν τοῖς πάθεσι ποιωθεῖσαι ταῖς σχέσεσιν, οὐδενὸς ἀμνημονοῦσιν ὧν ἐνταῦθα τεθέανται. τὸ δὲ τοιοῦτον πάθημα οὐχ ὅμοιόν ἐστι ταῖς τε μετὰ σωμάτων ψυχαῖς καὶ ταῖς ἀπαλλαγείσαις ἐκείνων, ὥσπερ οὐδ' ἄλλο τι τῶν περὶ ψυχὴν λεγομένων. ἀκριβέστερα σύμπαντα τῇ γυμνωθείσῃ τῶν σωμάτων τῆς ἔτι τῇ πέδῃ προσηλωμένης. Περὶ τῆς ἀνεπιστρόφου πρὸς τὰ ἐνταῦθα διὰ τὸ ἀκριβὲς τῆς καθάρσεως καὶ τὸ ἄμετρον τῆς ἐλλάμψεως καὶ τοῦτο ἴσθι ὡς ἐπιτροπήν ποτε ἡ οὕτως ἔχουσα παρὰ θεοῦ δέχεται τῶν ἐνταῦθα κατεχομένων ψυχῶν, καὶ ἐφιστᾷ ταύτην ἡ πρόνοια ἐθνῶν οἰκονομίαις καὶ πόλεων διοικήσεσιν. 95 ἀλλὰ θαυμαστός τις αὐτῇ ὁ τρόπος τῆς ἐπιστασίας ἐστίν· οὐ γὰρ οἰκονομοῦσα τὰ τῇδε ὥσπερ ἄσχολος γίνεται καὶ ἀποτέμνεται τῆς ἐλλάμψεως, ἀλλ' ἀμέριστος αὐτῇ ἥ τε θεωρία καὶ ἡ προστασία καθίσταται, μήτ' ἐκείνης ἐλαττουμένης ταῖς πρὸς τὰ τῇδε νεύσεσι μήτε ταύτης ἀθετουμένης ταῖς ἐκεῖσε ἐνατενίσεσιν. Ὅτι οὐκ ἔστιν ὁ νοῦς ὀφθαλμὸς τῆς ψυχῆσ Τοῦτο δὴ τὸ ἐρώτημα νῦν μὲν σὺ πεποίηκας πρόβλημα, οἱ δέ γε πολλοὶ τῶν φιλοσόφων τῶν τε ἡμετέρων καὶ τῶν θύραθεν ὡμολογημένον ἐν τοῖς περὶ ψυχῆς λαμβάνουσι σκέμμασι καὶ τὸν νοῦν ὀφθαλμὸν τῆς ψυχῆς ἀναφανδὸν ἀποφαίνονται. ἐγὼ δὲ πρὸς μὲν ἐκείνους διεταραττόμην ἀεὶ οὕτω πως περὶ τοῦ ἐναντίου τῷ τῆς ἀληθείας λόγῳ ὁμογνωμονοῦντας, πρὸς δὲ τὴν σὴν ἐρώτησιν ταυτὶ λέγω διακριβούμενος ὡς οὐκ ἔστιν ὀφθαλμὸς ὁ νοῦς τῆς ψυχῆς. ὁ μὲν γὰρ ὑπηρετικόν ἐστιν ὄργανον ὑφ' ἑτέρου κινούμενον καὶ πρὸς αἴσθησιν διεγειρόμενον, ὁ δέ γε νοῦς κατάρχων ἐστὶ τῆς ψυχῆς καὶ ἀνάγων μὲν αὐτὴν πρὸς τὰς θειοτέρας ἐλλάμψεις θείου τε ἄνωθεν φωτὸς ἐμπιπλῶν καὶ τῶν ἀυλοτέρων εἰδῶν πλήρη ποιῶν. ἀλλ' οὐδὲ δύναμις ἐκείνης ἐστίν· οὐσία γάρ ἐστιν ἀρχικὴ καὶ αἰώνιος καὶ δυνάμει καὶ κάλλει καὶ τοῖς ὅλοις πρεσβείοις ὑπερανέχουσα τῆς ψυχῆς, καὶ οὐκ ἐκείνης οὖσα ἀλλ' ἑαυτῆς τὴν ψυχὴν ποιουμένη, οὐδ' ἐπ' ἐκείνης ἑδραζομένη ἀλλ' ἐν αὑτῇ ταύτην ἑδράζουσα. ἀλλ' οὐδὲ αὖθις ἡ ψυχὴ τῷ νῷ αὑτὴν ἐπερείσασα τῆς οἰκείας αὐτοκινησίας ἐξέστηκεν· οὖσα γὰρ ὅπερ ἐστὶν αὐτοκίνητος ἐπιρρώννυται μᾶλλον ἐκεῖθεν καὶ ἀκριβέστερον 96 κέχρηται ταῖς δυνάμεσιν. εἰ γὰρ καὶ ἄγραφον γραμματεῖον ὁ Ἀριστοτέλης τὴν ψυχὴν ἀπεφήνατο, ἀλλὰ οὐ τοῦτο οἴεται, μὴ μετέχειν μὲν αὐτὴν τῶν ἀύλων εἰδῶν ἐν τῷ τῆς οὐσίας λόγῳ, ἄνωθεν δὲ αὐτῇ παρὰ τοῦ νοῦ ἐντυποῦσθαι τὰ ἀπόρρητα γράμματα, ἀλλ' ὡς ἔχουσα ἀσαφῶς τε καὶ ἀμαθῶς διὰ τῆς νοερᾶς ἐπιβολῆς καὶ ἐλλάμψεως καθαρῶς προσβάλλει καὶ διαυγῶς. ἀλλ' οὐδὲ ὅπερ φὴς ὁ παντέλειος αὐτῇ νοῦς ἀρκεῖ πρὸς τὴν ἀποπλήρωσιν τῶν θειοτέρων εἰδῶν· ἐκεῖνος γὰρ ἀμέθεκτος παντάπασι καὶ ἥτις ἑτέρα κρείττων οὐσία, ὁ δὲ ἐν ψυχῇ νοῦς ὑφειμένος ἐκείνου καὶ μετεχόμενος, προεστηκὼς μὲν τῆς ψυχικῆς οὐσίας καὶ καταλάμπων αὐτήν. Μὴ τοίνυν τούτων οὕτω διωρισμένων ταὐτὸν νοῦν καὶ ψυχὴν ὑπολάμβανε. ὁ μὲν γὰρ ἀκίνητος, ἡ δὲ αὐτοκίνητος, καὶ ὁ μὲν αἰώνιος καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, ἡ δὲ τῇ μὲν οὐσίᾳ ἕστηκε, μεταβάλλει δὲ ταῖς ἐνεργείαις, καὶ ὁ μὲν ἀεὶ τοῖς κρείττοσι πρόσεστι γένεσιν, ἡ δὲ κατὰ τὴν διπλῆν ἑαυτῆς δύναμιν ἐφ' ἑκάτερα βλέπει καὶ νῦν μὲν τῷ κρείττονι μέρει, νῦν δὲ θατέρῳ κατάγεται, καὶ ὁ μὲν μὴ κινηθεὶς ἔχει τὸ νοούμενον, ἡ δὲ οὐδὲν ἂν τῶν ὄντων συμπερανεῖ μὴ κινηθεῖσα διὰ προτάσεων. ἵνα δὲ μὴ παντάπασιν τὴν τοῦ ὀφθαλμοῦ ἀναλογίαν ἐπὶ τῆς ψυχῆς ἀπωθώμεθα, ὁ μὲν ἀκριβεστέρα τις οὐσία τῆς ψυχῆς ἔστω τε καὶ λεγέσθω· τὴν δὲ ἐκεῖθεν ἐνδιδομένην ἔλλαμψιν τῇ ψυχῇ εἴ τις ὀφθαλμὸν ἐκείνης καλεῖν βούλοιτο, οὐ πάντη μεμψόμεθα. [δε ξολλιγατιονε ανιμαε ξυμ ξορπορε] Οὐ φυσικοῖς μόνον δεσμοῖς, ὡς ᾠήθης, ἀλλὰ καὶ δημιουργικοῖς λόγοις ἡ ψυχὴ πρὸς τὸ σῶμα συνδέδεται· ὥστε οὐδὲ διαλύεται τὸ σύνθετον ἐξ ἀμφοῖν ἀεὶ τῶν φυσικῶν χαλωμένων δεσμῶν, ἀλλ' ἀντισχύοντες οἱ 97 δημιουργικοὶ βιώσιμον ἔτι τὸ ζῷον ἐργάζονται. πολλάκις δὲ καὶ τῆς φύσεως ἀπειρηκυίας ὁ δημιουργικὸς λόγος τὴν παρ' ἑαυτοῦ ἐπιβληθεῖσαν δέσιν ἀνίησιν, οὐχ ὡς ἑπόμενος ταύτῃ ἀλλ' ὡς κατάρχων αὐτῆς. ἐπειδὴ γὰρ καὶ φύσις τὰς ἡμετέρας συνδεῖ πρὸς τὸ σῶμα ψυχὰς καὶ πρὸ ταύτης θεός, διὰ ταῦτα ἔχει τινὰ καὶ αὕτη πρός τε τὴν σύνθεσιν καὶ πρὸς τὴν λύσιν συντέλειαν. ἀλλ' ὁ μὲν ἐκ ταύτης δεσμὸς ὑποπίπτει τοῖς φυσικοῖς, καὶ διαλύονταί γε τὰ ζῷα πῇ μὲν θάλπεσιν ἐξαισίοις, πῇ δὲ ὑπερβολαῖς ψύξεων, καὶ τοῦτο οὐ πάντοτε, ἀλλ' ἡνίκα ἐπιτάξει θεὸς ὁ καὶ τῆς φύσεως δημιουργός· ὁ δέ γε λόγος καὶ τὴν φύσιν ἀπαγορεύσασαν ἐπιρρωννύει πολλάκις καὶ τῶν ἔξωθεν φυσικῶν κατακρατεῖ αἰτιῶν. καὶ οἱ μέν γε φυσικοὶ δεσμοί, εἰ μή τις ἔξωθεν σφοδρότητος ἐπέλθοι αἰτία, κατὰ βραχὺ ἀνεῖνται, καὶ ἐπὶ τούτοις τὸ μὲν ζῷον ψυχορραγεῖ· οἱ δέ γε δημιουργικοὶ «ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ», ὅ φησιν ὁ θεῖος ἀπόστολος, τὴν λύσιν τῷ ζῴῳ ἐπάγουσιν. ἔστι δέ τις καὶ παρ' ἡμῖν αἰτία τῆς διαλύσεως, οὐκ ἔξω μὲν οὔτε τῆς φύσεως οὔτε τῆς θειοτέρας δυνάμεως πίπτουσα, ἀλλ' ὅμως οἰκείαν περιγραφὴν τὴν κατὰ προαίρεσιν ἡμῶν διέξοδον ἔχουσα. οἱ γὰρ ἑαυτοὺς ἀπάγχοντες ἢ κατὰ πελάγους ῥιπτοῦντες καὶ φυσικῶς καὶ οὐ φυσικῶς ἀποθνῄσκουσιν· οὐ φυσικῶς μὲν ὅτι ἰσχύοντος ἔτι τοῦ τῆς φύσεως δεσμοῦ ἑαυτοὺς παρὰ ταύτην χωρίζουσι τῆς ζωῆς, φυσικῶς δὲ ὅτι ἡ στραγγάλη περιλαβοῦσα τὸν τράχηλον καὶ τόν γε αὐλὸν τοῦ πνεύματος συμπιέσασα ἀπέσφιγξέ τε τὸν ἀγχόμενον καὶ ἀπώλεσε. καὶ τριῶν τούτων ἀρχῶν ἐμφανταζομένων ἡμῖν, τῆς τε πρώτης καὶ κρείττονος, τῆς φυσικῆς τε καὶ τῆς ἐν ἡμῖν, οὐκ ἔστι καθαρῶς καὶ ἀπολύτως περὶ ἑκάστης εἰπεῖν· τοῦτο μὲν ὅτι μηδὲ δυνατὸν ἡμῖν διευκρινῆσαι τὰς τοιαύτας αἰτίας, τοῦτο δὲ ὅτι καὶ διάλληλός ἐστιν ἡ μίξις αὐτῶν. πλὴν ἡ δημιουργικὴ πρωταίτιός ἐστι καὶ οὐχ ὑπάγεται ταῖς ἑτέραις, ἀλλὰ ταύτῃ μὲν βουλομένῃ τόδε τι δρᾶσαι ἡ φύσις ὑπείκει, πρὸς δέ γε ταύτην ἀντίθετος ἐκείνη κατὰ λόγους ἀπορρήτους γίνεται. Οὐδὲν οὖν καινὸν εἰ καὶ φυσικῶς ζῶντες καὶ ταῖς ὥραις τρεπόμενοι καὶ ταῖς ὑπερβολαῖς τούτων τῶν ἐντεῦθεν ἀπολυόμεθα. μὴ θαυμάσῃς δὲ εἰ μὴ καὶ πάοαις βολαῖς ἀπολλύμεθα· ὁ γὰρ τὴν ψυχὴν ἐν τῷ σώματι συνδήσας θεὸς οὐχ ὁμοίως πᾶσι τοῖς μέρεσι τούτους συνέδησεν, ἀλλὰ τοὺς μὲν ζωτικούς, τοὺς δὲ προαιρετικοὺς ἀπειργάσατο, τοὺς δ' ἄλλως ἐπέθηκεν ἀμφοῖν τοῖν μεροῖν. ὅθεν οἱ μὲν λυόμενοι τὸ ζώπυρον τῆς ἡμετέρας γνώμης ἀποσβεννύουσιν, οἱ δὲ τὸ βιώσιμον τῆς ζωῆς ἀπολλύουσιν, οἱ δ' οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν μερῶν ἡμᾶς ἀκρωτη98 ριάζοντες οὔτε ταῖς γνώμαις ἐπισκοτοῦσιν οὔτε τὴν ζωὴν ἀφαιροῦνται. μὴ οὖν συγκέχυσο περὶ τρεῖς ταύτας αἰτίας περιπλανώμενος, ἀλλὰ διευκρίνει ἑκάστην ὁπόσον δυνατὸν καὶ μετ' ἀλλ [ήλων] συμπάσας θεώρει. εἰ δὲ μὴ καθόλου τὴν φύσιν νικῴη θεός, καινὸν οὐδέν, ἀλλὰ καὶ μάλιστα εὔλογον· οὓς μὲν γὰρ κατὰ φύσιν συνέστησεν, οὐδὲ τῶν φυσικῶν ἀπολύει δυνάμεων, οἷς δὲ ὑπὲρ φύσιν τὴν ζωὴν ἀπεκλήρωσε, τούτοις νεωτέραν τὴν διεξαγωγὴν ἀποδέδωκεν. Περὶ τοῦ πῶς ἡ ψυχὴ τοῦ σώματος εἰσκρίνεται καὶ πῶς διαλύεται Ὁ τῆς εἰσκρίσεως τῶν ψυχῶν τρόπος, ὣς δὲ καὶ τῆς ἐντεῦθεν τούτων ἀπολύσεως ἢ διαιρέσεως, ἀπορώτατα ἄμφω ἢ δυσδιάλυτα· τῆς τε γὰρ πρώτης συζυγίας τοῦ κράματος ἡμῶν εὶς τῶν πάντων διασώζει τὴν μνήμην, ἥ τε λύσις ἑκάστου τῶν ζῴων μέλλουσά ἐστι καὶ γινομένη. πῶς οὖν ἄν τις ἀποδοίη λόγον ὧν μήτε μέμνηται μήτε πεπείραται; ἀλλ' ἐπειδὴ οὐδὲν ἀνάλωτον φιλοσοφίᾳ, ἀλλὰ καὶ τὰ ἄρρητα ταύτῃ ῥητὰ καὶ ἐκκείμενα τὰ ἀπόρρητα, παρ' αὐτῆς συλληπτέον τῶν ἠπορημένων τὰς ἐπιλύσεις. Καὶ πρῶτόν γε τὴν εἴσκρισιν μὴ σωματοειδῆ ὑπολάμβανε, μηδὲ οἴου τὴν ψυχὴν φερομένην ἄνωθεν ἐξ ἀνάγκης τῷ σώματι συνδυάζεσθαι, μηδὲ διὰ χρονικῆς τούτῳ εἰσπνεομένην κινήσεως μηδὲ κάτωθεν ἑλκομένην ἢ ἀναπνεομένην μηδ' ἐξ ἀέρος ἁρπαζομένην, ἀλλὰ μηδὲ ὡς διὰ θυρωμάτων τῆς ῥινὸς ἢ τοῦ στόματος πόρων ἢ τῶν ἀδήλων εἰσάγουσαν αὑτήν. οὐδὲ ἡ τοῦ οὐρανοῦ περιδίνησις τὰ ὅμοια τοῖς ὁμοίοις συνάγουσα συνωθεῖ τὴν ψυχὴν εἰς τὰ σώματα, οὐδὲ ῥεῦμα οὐράνιον ἐξ ἀνατολῆς προϊὸν εἰσελαύνει ταύτην ἢ εἰσωθεῖ· οὐ γὰρ ὥσπερ ἐξ ἀποστήματος οὐδὲ διὰ περιόδου οὐδὲ κατὰ βραχὺ κινουμένη τῷ σώματι συνδυάζεται. ἀλλ' ἵνα σοι παραδείγματι χρήσομαι, ὥσπερ ἡ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος ἀθρόα τίς ἐστι καὶ ἄνευ κινήσεως, καὶ ὥσπερ ἐξ ἡλίου ἀνατείλαντος ἐξαπιναίως πάντα πεφώτισται καὶ μάλιστα ὁ περιέχων ἀήρ, καὶ ὥσπερ αἱ ἡρμοσμέναι χορδαὶ αὐτίκα τῆς ἁρμονίας μετειλήχασιν, καὶ ὥσπερ ὁ νάφθας ἐξάπτεται 99 τῷ πυρὶ τοῦ μέσου πυρωθέντος ἀέρος, οὕτω δὴ καὶ τὸ σῶμα ἀθρόον ὑπὸ τῆς ψυχῆς ἀνάπτεται καὶ καταλάμπεται καὶ πλῆρες τῶν γνωστικῶν ἐκείνης καὶ γονίμων δυνάμεων γίνεται, οὐ κατὰ βραχὺ διαχεομένης αὐτῆς εἰς τὰ τούτου μέρη, οὐδὲ πρῶτον ἐνιδρυμένης εἰς καρδίαν ἢ εἰς ἧπαρ ἢ εἰς ἐγκέφαλον, εἶτ' ἐκεῖθεν διαρρεούσης, ἀλλ' ὁμοῦ τὸ σύμπαν διαλαβούσης καὶ ἀθρόον καταλαμψάσης. ὁ δὲ πρὸς τὸ σῶμα ταύτης δεσμὸς λόγοι ἁρμονικοὶ καὶ εἰδῶν ὑποστάσεις ἀπό τε τῆς ὅλης φύσεως ἀπό τε μερικῆς ἀπό τε τῶν πατρικῶν λόγων καὶ τῶν ἐμψυχιῶν καὶ τῶν ἐντελεχειῶν, τῆς τε συνοχῆς τοῦ εἴδους καὶ τῆς τοῦ σώματος ἐπιτηδειότητος κρείττοσι κατεσκευασμένων δυνάμεσιν. ἐνεργοῦσιν δὲ παρὰ τὴν σύνοδον ἀγγέλων ἐπιστασίαι, ὁμοῦ τε κατατάττουσαι τὴν ψυχὴν καὶ φυλάττουσαι. καὶ ὁ μὲν τῆς εἰσκρίσεως τρόπος οὗτος. Ὁ δέ γε τῆς διαλύσεως· ὁ τὴν φυλακὴν ταύτης ἐμπεπιστευμένος ἄγγελος ἄνωθεν εἰληφὼς τῆς λύσεως τὸ ἐνδόσιμον νοητῷ φωτὶ ἀρρήτως ἐπιλάμψας αὐτῇ, τοῦ σώματος ἤδη ἀνεπιτηδείου γεγονότος πρὸς τὴν ταύτης ὑποδοχήν, ἀποδιαλυθείσης τῆς συμφωνίας καὶ τῶν ἁρμονικῶν λόγων ὑποχωρησάντων, ὁμοῦ τε συνήγαγε καὶ τῷ συγγενεῖ φωτὶ ἐφελκύσατο ἀπὸ τῆς ὑλικῆς αὐτὴν συνελὼν ἀοριστίας καὶ πρὸς τὴν ὑπέρφωτον ἐκροιζήσας αὐγὴν καὶ πλήρη τοῦ θείου πυρὸς ἐργασάμενος· νῦν γάρ σοι οὐ φιλοκρινῶ τὰς διαφορὰς τῶν ψυχῶν, ἀλλ' ἐξακριβοῦμαί σοι τὴν ἀρίστην. ὥσπερ οὖν ἀθρόα ἡ σύνοδος γίνεται, οὕτω δὴ καὶ ἡ διάζευξις. καὶ εὐπερίγραφον μὲν οὐκ ἂν θαρρήσας εἴποιμι τὴν ψυχὴν οὐδ' ἀκίνητον παντάπασιν, ἀμερῆ δὲ καὶ ταχὺ ἐξαλλάττουσαν καὶ πρὸς τὰς ἀνόδους ἢ καθόδους μὴ δεομένην χρονικῆς παρατάσεως. Περὶ ψυχῆσ Ἠρώτησας περὶ τῆς ἀπολυομένης ψυχῆς τοῦ σώματος, εἴτε αὐτίκα πρὸς τοὺς οἰκείους κλήρους χωρεῖ εἴτε τισὶν ὁδηγοῖς χρῆται πρὸς τὴν τούτων ἀποκατάστασιν. περὶ γοῦν τούτου θαρρούντως δὴ ἀποκρίνομαί σοι, ὅτι 100 ὥσπερ δυνάμεις τινὲς κρείττους ἐκείνης {τοῦ σώματος} τῆς μετὰ σώματος αὐτῇ ζωῆς προΐστανται καὶ συναρμοζομένης πρὸς γένεσιν κηδεμόνες παρὰ θεοῦ πέμπονται, οὕτω δὴ καὶ διαιρεθεῖσαν ἕτεραι τῶν προτέρων βελτίους ἀνάγουσι, τῆς τε δημιουργίας ὑπηρέτιδες καὶ διάκονοι τῶν εἰς τὰς οἰκείας ἑκάστῃ λήξεις ἀποκαταστάσεων. οὐχ οὕτω δὲ παρὰ τῶν τοιούτων δυνάμεων ἡ ψυχὴ ἄγεται ὥσπερ ἑτεροκίνητόν τι εἶδος πρὸς ὅ τι τύχοι τοῖς ἄγουσιν ἐφελκόμενον, ἀλλὰ τότε μᾶλλον τῇ ψυχῇ διαλάμπει τὸ αὐτοκίνητον καὶ τοῖς ἡγεμόσι συνεξορμᾷ καὶ ἀπλανῶς συνεφέπεται. Καὶ πᾶσα μὲν πρὸς τὸν ὑπερκόσμιον ἄνεισι χῶρον, εἴτε φαύλως βεβίωκεν εἴτε γενναίως πρὸς τὴν φύσιν ἀντηγωνίσατο. ἀλλ' ὅσαι μὲν ἀχράντους διασεσώκασιν ἑαυτὰς ἐν τῇ πρὸς τὸ σῶμα ἑνώσει καὶ τοῦ γεννήσαντος πατρὸς οὐδ' ὁπωστιοῦν ἐπελάθοντο, ἀλλὰ ταῖς πρὸς αὐτὸν μνήμαις ἐν τῇ εἰκόνι διατετηρήκασι τὸ παράδειγμα, ὑπερκοσμίους τὰς λήξεις λαγχάνουσι, καὶ ἔστιν αὐταῖς αὐλὴ καὶ λειμὼν καὶ παράδεισος ἡ ὑπερφυὴς τάξις τῶν ὄντων καὶ ἡ τῶν θείων ἀγαθῶν ἀποκλήρωσις. ὅσαις δὲ παρ' ἔλαττον τούτων γέγονεν ἡ ζωή, ἢ καὶ παντάπασιν αὗται τοῦ σώματος ἐπεθύμησαν, ταύταις προκάλυμμα γίνεται τὸ περιφερὲς τοῦ οὐρανοῦ σῶμα καὶ περὶ τὰς αἰθερίους μερίδας ἀποκληροῦνται καὶ κατατάττονται, αἷς ἑαυτὰς ἐνταῦθα δεδώκασι φύσεσι, ταύταις ὑποταττόμεναί τε καὶ φυλαττόμεναι, καὶ τὸ μὲν ἀκριβὲς οὐκ ἔχουσαι οὔτε τῆς τῶν κρειττόνων μετοχῆς οὔτε τῆς τῶν χειρόνων, ἴχνη δέ τινα ἢ τοῦ καλοῦ ἢ τοῦ ἐναντίου φανταζόμεναι καὶ προβλέπουσαι, τοσοῦτον κινούμεναι καί τισιν ἐν ὀνείρασι συγγινόμεναι ὁπόσον οἱ ἡγεμόνες αὐταῖς ἐπιτρέπουσι, κατὰ θείαν τινὰ βούλησιν τοῦτο ποιούμεναι. οὐ πᾶσαι δὲ πάσας ἐπίστανται, ἀλλ' αἱ τὸν αὐτὸν λαχοῦσαι κλῆρον τὰς ἀλλήλων ἴσασι τάξεις· ὁμιλοῦσι δὲ οὐδαμῶς, ἀλλ' ἔστιν αὐταῖς διάλογος τὰ ἀλλήλων νοήματα.