Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 9 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Τὰ δὲ λοιπὰ τῆς περικοπῆς ἐπὶ μὲν τῶν κατ' οὐρανὸν φερομένων κύκλων εὐδιάγνωστα καὶ ἐκκείμενα, ἐπὶ δὲ τῶν ψυχικῶν βαθείας δεῖται φρενός· ἔχει γὰρ ἡ ψυχὴ καὶ τὴν μονοειδῆ δύναμιν καὶ τὴν πολυειδῆ, καὶ ὁ ταὐτοῦ κύκλος περιέχει τὰς πάντων αἰτίας, ἀλλ' ἄσχιστός ἐστι, διότι πᾶν τὸ πλῆθος τῷ δεσμῷ κρατεῖται τῆς ταυτότητος. εἰ δὲ μὴ πάντας τοὺς λόγους μία περιλαμβάνειν ἐπιστολὴ δύναται καὶ ταῦτα βραχεῖα καὶ ἐπιτετμημένη, θαυμάζειν οὐ χρή· οὔτε γὰρ κυάθῳ χωρηθείη ἄν ποτε τὸ Ἀτλαντικὸν πέλαγος οὔτε μέτρῳ ἐπιστολῆς τὰ κρύφια τῆς ἀπλέτου Πλατωνικῆς διανοίας. ἀγαπᾶν οὖν χρή, εἰ καί τι τῶν παρ' αὐτῷ ἀδύτων κατοπτεῦσαι δεδυνήμεθα. Ἐξήγησις τελεωτέρα περὶ τοῦ λείμματοσ Τί ποτέ ἐστι τὸ λεῖμμα ἠρώτηκας καὶ πῶς ἔλαττον τοῦ ἡμιτονίου ἐστίν. εἰλήφθω οὖν σοι ἀριθμὸς ὁ ˉ# ˉ2ˉ2ˉαˉφˉλˉϛ· ἐπόγδοος μὲν αὐτοῦ γίνεται ὁ ˉ# ˉ2ˉ2ˉαˉψˉκˉη· τούτου δέ ἐστιν ἐπόγδοος ὁ ˉ# ˉ2ˉ2ˉαˉϠˉμˉδ, ὃς δῆλον ὅτι πρὸς τὸν ˉ# ˉ2ˉ2ˉαˉφˉλˉϛ λόγον ἕξει διτόνου. ἔστι δὲ καὶ ἐπίτριτος τοῦ τῶν ˉ# ˉ2ˉ2ˉαˉφˉλˉϛ ὁ τῶν ˉβˉμˉη. τὸ ἄρα λεῖμμα ἐν λόγῳ ἐστὶ τῶν ˉβˉμˉη πρὸς τὰ ˉ# ˉ2ˉ2ˉαˉϠˉμˉδ. ἀλλ' ἐὰν καὶ τοῦ τῶν ˉ# ˉ2ˉ2ˉαˉϠˉμˉδ τὸν ἐπόγδοον λάβωμεν, ἕξομεν ἀριθμὸν τὸν τῶν ˉ# ˉ2ˉ2ˉβˉρˉπˉζ. καί ἐστι μείζων ὁ λόγος ὁ τῶν ˉ# ˉ2ˉ2ˉβˉρˉπˉζ πρὸς τὰ ˉβˉμˉη τοῦ τῶν ˉβˉμˉη πρὸς τὰ ˉ# ˉ2ˉ2ˉαˉϠˉμˉδ· τὰ μὲν γὰρ ˉ# ˉ2ˉ2ˉβˉρˉπˉζ τῶν ˉβˉμˉη μείζονι μὲν ὑπερέχει ἢ τῷ πεντεκαιδεκάτῳ αὐτῶν μέρει, ἐλάττονι δὲ ἢ τῷ τετταρεσκαιδεκάτῳ· τὰ δὲ ˉβˉμˉη τῶν ˉ# ˉ2ˉ2ˉαˉϠˉμˉδ μείζονι μὲν ὑπερέχει τῷ ἐννεακαιδεκάτῳ αὐτῶν μέρει, ἐλάττονι δὲ τῷ ὀκτωκαιδεκάτῳ. τὸ ἔλαττον ἄρα τοῦ τρίτου τόνου τμῆμα ἐντὸς ἀπείληπται τοῦ διὰ τεττάρων πρὸς τῷ διτόνῳ, ὥστε τὸ μὲν τοῦ λείμματος μέγεθος ἔλαττον ἡμιτονίου συνάγεσθαι, τὸ δὲ διὰ τεττάρων 10 ὅλον ἔλαττον δύο καὶ ἥμισυ τόνων. καὶ ἔστι τῶν ˉβˉμˉη πρὸς τὰ ˉ# ˉ2ˉ2ˉαˉϠˉμˉδ λόγος ὁ αὐτὸς τῷ τῶν ˉσˉνˉϛ πρὸς τὰ ˉσˉμˉγ. εἰς ἴσους δὲ δύο λόγους οὔθ' ὁ ἐπόγδοος οὔτε ἄλλος τις διαιρεῖται τῶν ἐπιμορίων. ἴσοι δ' ἔγγιστα ποιοῦσι λόγον τὸν ἐπόγδοον ὅ τε ἐπιεκκαιδέκατος καὶ ὁ ἐπιεπτακαιδέκατος. ὑπάρχει τοιγαροῦν κατὰ τὸν μεταξύ πως τούτων λόγον τὸ ἡμιτόνιον, τουτέστι τὸν μείζονα μὲν τοῦ ˉιˉζ, ἐλάττονα δὲ τοῦ ἐπιεκκαιδεκάτου. ἔστι δὲ καὶ τῶν ˉσˉμˉγ τὰ ˉιˉε μεῖζον μὲν μέρος ἢ ἑπτακαιδέκατον, ἔλαττον δὲ ἢ ἑκκαιδέκατον, ὥστε συντεθέντων αὐτῶν τοῦ τε ˉσˉμˉγ καὶ τοῦ ˉιˉε ἐν λόγῳ γίνεσθαι τὸ ἡμιτόνιον ἔγγιστα τῷ τῶν ˉσˉνˉη πρὸς τὰ ˉσˉμˉγ. ἐδείχθη δὲ καὶ τοῦ λείμματος ὁ λόγος ὁ τῶν ˉσˉνˉϛ πρὸς τὰ ˉσˉμˉγ. καὶ τοῦ λείμματος ἄρα τὸ ἡμιτόνιον διοίσει τῷ τῶν ˉσˉνˉη λόγῳ πρὸς τὰ ˉσˉνˉϛ, ὅς ἐστιν ἐπιεκατοστόγδοος. Ἔχεις οὖν ἐντεῦθεν τί ποτε τὸ λεῖμμα δύναται καὶ πῶς ἔλαττον ἡμιτονίου ἐστὶ καὶ τίνι διαφέρει αὐτοῦ τοῦ ἡμιτονίου καὶ ὅτι εἰς ἴσους δύο λόγους οὔτε ὁ ἐπόγδοος οὔτε ἄλλος τις διαιρεῖται τῶν ἐπιμορίων. εἰ δέ τί σοι ἐλλελοίπαμεν, ὥσπερ ἐπιστείλας ἡμῖν ὠνείδισας, πρὸς τὴν ἐξήγησιν τῆς Πλατωνικῆς ψυχογονίας, τοῦτο δή σοι νῦν ὥσπερ τι χρέος διαλυόμεθα. τὸ γὰρ «κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν» εἰρημένον τῷ Πλάτωνι «ἑκάστην τῶν διαστάσεων οὐσῶν ἑκατέρων τριῶν» γεγονέναι τὴν σχίσιν τῶν ἑπτὰ τούτων κύκλων ἐστὶ μὲν ὅσον γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλασίων καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκατέρων τριῶν (ἐν γὰρ τέτταρσιν ὅροις αἱ διαστάσεις τρεῖς) ἡ σχίσις γέγονεν, ὅ ἐστι τῷ κατὰ μῆκος ταὐτόν, ἵν' ἑκάστῳ τῶν ἑπτὰ κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ λόγοι πάντες· κατὰ γὰρ τὸν ἀριθμὸν τῶν τοῦ διπλασίου καὶ τριπλασίου διαστάσεων ἓξ οὐσῶν ἑξαχῇ τοὺς κύκλους ἔτεμε. τούτων δὲ προειλημμένων φαμέν (ὁ δὲ λόγος Ἑλληνικός) τὴν τοῦ παντὸς ψυχὴν λόγους ἔχουσαν πάντων τῶν ἐγκοσμίων ἔχειν πρὸ τούτων καὶ τῶν ὅλων τοῦ κόσμου μερίδων, αὐτῆς, λέγω, τῆς ἀπλανοῦς καὶ τῆς πλανωμένης, ὅθεν ὁ θατέρου κύκλος τῶν ἑπτὰ κύκλων τὰς πρωτουργοὺς αἰτίας ἐν ἑαυτῷ περιείληφεν.

Intertext edge

Open linked passage

Note