⋯
Original: Pg Scrape Grc
Orationes forenses et acta Πρὸς τὴν σύνοδον κατηγορία τοῦ ἀρχιερέως. Ὁ μὲν τοῦ λόγου σκοπός, ὦ θεία καὶ ἱερὰ σύνοδος, ἀληθείας ἐστὶν βάσανος καὶ ἐξέτασις ἢ μᾶλλον, εἰ δεῖ τἀληθὲς ἀνακεκαλυμμένως ἐρεῖν, ἔκθεσις καὶ ἀπόδειξις ἐξωμολογημένων καὶ κοινῶν ἐννοιῶν. οὐ γὰρ ἑτέροις ὧν ἐπικεχείρηκα, ἀλλ' ὑμῖν χρήσομαι μάρτυσι· καὶ οὐκ ἀφαιροῦμαι ὑμᾶς τὸ τοῦ δικάζειν ἀξίωμα, ἀλλὰ τοσοῦτο ποιοῦμαι σεμνότερον, ὅτι μὴ φωναῖς ἀλλοτρίαις, ἀλλ' οἰκείαις γνώσεσί τε καὶ κρίσεσι πρὸς τὴν ψῆφον ἐλεύσεσθε. ὁ μὲν οὖν σκοπὸς τοῦ λόγου τοιοῦτος, τὸ δὲ τέλος καὶ πρὸς ὃ πάντα συννένευκε, καθαίρεσις μὲν ἀσεβείας, ἐπίδειξις δὲ εὐσεβείας, καὶ καινῶν μὲν δογμάτων καὶ ὧν οὐκ ἴσμεν στηλίτευσις, τῶν δὲ συνήθων καὶ ἀληθῶν ἑδραίωσις καὶ βεβαίωσις. εἰ δ' ἐπὶ τούτοις ἀρχιερέως καταψηφιεῖσθε, θαυμάζειν οὐ χρή. ὁ γὰρ βασκαίνων τῷ τοῦ δόγματος λόγῳ, ὥσπερ ἐξ ἀκροπόλεως, τῶν προκαθημένων κατατρέχει τῶν ἡμετέρων ψυχῶν, καὶ ὥσπερ εἴ τις τὰ τῶν ποταμῶν ἐπισχεῖν ἐθελήσειε ῥεύματα, αὐτὸν ἀποφράττει τὸν ὀφθαλμὸν τῆς πηγῆς, τὸν αὐτὸν λόγον, εἴ γε καὶ ἡμᾶς χρεὼν ἐπέχειν τὰς ἐπιρροὰς τῶν αἱρέσεων, τὴν γένναν αὐτὴν ἀνακοπτέον, ἀφ' ἧς τὸ θολερὸν καὶ ἄποτον ῥεῦμα τοῦ πονηροῦ δόγματος προελήλυθεν. εἰ γὰρ καὶ ἀνεῖλε τὸ μεσότοιχον τοῦ φραγμοῦ ὁ πρῶτος καὶ θεῖος λόγος καὶ συνῆψε τὰ διεστῶτα ἑαυτὸν λίθον ἀκρόγωνον ἐμβαλών, ἀλλὰ καὶ πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν καὶ ἐπισπεύδει τὴν ἄναψιν καὶ διαιρεῖ τὰ γένη ὑπὲρ πᾶσαν δίστομον μάχαιραν καὶ τὴν τομὴν ἐμβαθύνει ἄχρις ἐννοιῶν καρδίας καὶ μυελῶν ψυχῆς. τί τοῦ λόγου δηλοῦντος ἐν ἑκατέροις; ἐκεῖ μὲν τὴν τῶν ψυχῶν περὶ τὴν πρώτην ἕνωσιν σύμπνοιαν καὶ τὴν τῶν πρώτων καὶ δευτέρων συναφήν, ἐνταῦθα δὲ τὴν τῶν ἀλλοτρίων μελῶν ἐκκοπὴν καὶ διαίρεσιν καὶ τὴν ἀνάλωσιν τῶν πονηρῶν ἕξεων. ἀλλότρια δὲ μέλη εἰκότως ἂν ὑμῖν νοοῖντο, ὅσα μὴ συγκεκόλληνται πρὸς τὴν τῶν παραδεδομένων δογμάτων παραδοχήν. κἂν εἰ χειρῶν οὖν ἐπέχοιεν λόγον, ἀποκοπτέσθωσαν· κἂν ὀφθαλμῶν, ἀποβεβλήσθωσαν· κἂν εἰ κεφαλῆς ἀξίωμά τις πρὸς ἡμᾶς ἔχοι, διεστραμμένως δὲ ὁρῴη ἢ κολοβὰ καὶ ἄναρθρα φθέγγοιτο, ἐκτεμνέσθω. κατολιγωρητέον δὲ ἡμῖν καὶ πατέρων καὶ τῶν ἔτι πορρωτέρω γενῶν, ἔνθα θεὸς τὸ κινδυνευόμενον; Ἐγὼ γοῦν οὐ τῷ πατριάρχῃ ἀπεχθανόμενος τὸν παρόντα λόγον ξυγγέγραφα, οὐδὲ οἰκείων ἕνεκα ὑποθέσεων τὴν γραφὴν εἱλόμην ποιήσασθαι, ἀλλὰ πάλαι τοῦτον ἑωρακὼς οὐ πάνυ τι τῇ εὐσεβείᾳ προσκείμενον καὶ μήτ' ἐξακριβοῦντα τοὺς τῶν πατέρων κανόνας, καὶ ὁμιλοῦντα μὲν οἷς ὁ ἱερὸς νόμος δίδωσι μή, κοινωνοῦντα δὲ ὧν ἀπείργει, ἀναμιγνύντα τε ἀδεῶς τῷ καθαρῷ καὶ διαυγεῖ καὶ καρδίαν εὐφραίνοντι τῶν θείων δογμάτων πόματι τὸ ἐξίτηλον καὶ ὑδαρὲς καὶ εὔωνον τῶν αἱρέσεων καὶ τὴν ἄχραντον ἡμῶν πίστιν ἐπιθολοῦντα καὶ καπηλεύοντα, ἀσεβείας αὐτὸν ἐγραψάμην, καὶ προῆγμαι, εἴ γε βούλεσθε, σὺν ὑμῖν τούτου κατηγορεῖν. μέλλων δὲ αὐτῶν τῶν ἀγώνων ἐφάπτεσθαι τοσοῦτον ὑμῖν προλέγω καὶ διορίζομαι, ὅτι πολλῶν ἐγκλημάτων τὸν ἀρχιερέα τέως γραφόμενος, ἀσεβείας, τυραννίδος, φόνου, ἱεροσυλίας, πρὸς δὲ καὶ ἀδιαφορίας, καὶ λόγων καὶ πράξεων χαρακτῆρας αὐτοῦ ποιούμενος οὐκ ἀναμὶξ ἅπαντα τίθεμαι, ἀλλ' ἰδίᾳ καθ' ἕκαστον τῶν κεφαλαίων ἐπέξειμι. καὶ ἵνα γε κατὰ λόγον ἡμῖν ἡ γραφὴ προχωροίη, τὸ περὶ τῆς αἱρέσεως πρῶτον ἐξεταζέσθω κεφάλαιον. Ἀξιῶ δὲ ὑμᾶς μὴ μετὰ τῶν ἰδίων προλήψεων ἐπὶ τὴν κρίσιν τοῦ λόγου ἐλθεῖν μηδ', εἴ τι παρ' ἐκείνου ἕκαστος εὐηργέτησθε, τοῦτο ἐνταυθοῖ προθέντας εὐνοίᾳ τῇ πρὸς ἐκεῖνον δεκάσαι τὰς ψήφους, καὶ ἀνθρώπῳ χαριζομένους κατολιγωρῆσαι θεοῦ. νῦν γὰρ ὑμῶν ἡ γνώμη ὥσπερ ἐν ῥοπαῖς πλαστίγγων ἐξετασθήσεται. οὐδὲ γὰρ ἂν οὐδ' αὐτὸς ἐπὶ τὴν κατηγορίαν ταύτην ἐλήλυθα, εἰ μὴ πρότερον τοὺς οἰκείους ἐξακριβωσάμενος λογισμοὺς ἀδεκάστους πρὸς τὸν λόγον κεκίνηκα. ὁρᾶτε τοίνυν, ὡς ἐπιστημονικὴν καὶ ἀκριβεστάτην τὴν εἰσαγωγὴν τοῦ πρώτου κεφαλαίου ποιήσομαι· προθήσομαι γὰρ ὥσπερ οἱ γεωμέτραι κοινὰς ἐννοίας τῆς εὐσεβείας καὶ ἀξιώματα, ἵνα πρὸς ἐκεῖνα τοὺς τῶν αἱρέσεων λόγους ἀντεξετάζητε. Εὐσέβεια τοίνυν ἐστὶν ὡς ἐν ὑπογραφῆς λόγῳ ὁμολογία τῆς ἁγίας καὶ μακαρίας τριάδος καὶ πίστις τοῦ εὐαγγελικοῦ καὶ θείου κηρύγματος. καὶ πιστὸς ἐκεῖνός ἐστιν, οὐχ ὃς τὰ μὲν παρεδέξατο τῶν δογμάτων, ὧν οἱ πατέρες παρέδοσαν, τὰ δὲ ἀπώσατο περὶ ὧν ἠμφισβήτησεν, ἀλλ' ὃς τοῖς ἄνωθεν ἡμῖν παραδεδομένοις ἀπό τε τῶν εὐαγγελικῶν κηρυγμάτων ἀπό τε συνόδων ἱερῶν καὶ κανόνων ἀκριβῶς καὶ ἀνενδοιάστως ἐστοίχησε. πρὸς δὲ τούτοις καὶ τοῦτο κοινῇ διομολογησόμεθα, ὅτι δεῖ τὸν εὐσεβεῖν ἀληθῶς ἐπαγγελλόμενον οὐ περὶ τὰ πρῶτα μόνον καὶ τελευταῖα τῆς θεολογίας ἀδιάστροφα δόγματα ἠκριβωμένην ἔχειν τὴν ἔννοιαν, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν πατρικῶν ἐθῶν καὶ νομίμων ἔχεσθαι. εὐσεβεῖς δὲ ὑποληπτέον οὐ τοὺς μὴ σαβελλίζοντας μέν, ἑλληνίζοντας δέ, οὐδὲ τοὺς μὴ ἀρειανίζοντας μέν, τὰ δὲ Χαλδαίων πρεσβεύοντας. καθαρεύει γὰρ ὁ τῆς ἐκκλησίας περίβολος οὐ τῶν ἐν αὐτῇ μόνον διαφθαρέντων, Ἀπολιναρίων φημὶ καὶ Νεστορίων καί Εὐτυχῶν καὶ τῆς λοιπῆς σειρᾶς τῶν αἱρέσεων, ἀλλὰ καὶ Ἰουδαϊκῆς σκιαγραφίας καὶ Ἑλληνικῶν λόγων καί, ὅσα ἡ τῶν Χαλδαίων φιλοσοφία περί τε χρησμῶν καὶ πνευμάτων διαφορᾶς καὶ κατόχων καὶ θεῶν διαιρέσεως ἐμυθολόγησεν ἀναπλάσασα. τούτων οὖν οὕτως ἡμῖν ἐκκειμένων καθαπερεὶ αὐτοπίστων ἀξιωμάτων, εἰ μὲν ἐπιδείξω τὸν νῦν εὐθυνόμενον τῷ λόγῳ ἀρχιερέα μέρη τινὰ τούτων παραδεξάμενον καὶ τιμήσαντα καὶ προσδιαφθαρέντα τοῖς τῶν τοιούτων ἀσεβημάτων εἰσηγηταῖς καὶ γεννήτορσιν οἰκειωσάμενόν τε τούτους οἷα δὴ προστάτας τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς περὶ τὴν πίστιν καινοτομίας κανόνας καὶ διδασκάλους, εὐθὺς ἀναστάντες καταψηφίσασθε. εἰ δ' οὖν, ἀλλά μοι τὴν ἀμφισβήτησιν ἐν γράμμασι δότε, ἵν' ἢ παύσωμαι μηδὲν ἀκριβῶς τῶν θειοτέρων εἰδὼς ἢ διαλύσωμαι τὸ ἀμφίβολον. ἀρχομένῳ δέ μοι τῆς ἐξετάσεως τῷ λόγῳ συμμαρτυρήσατε, ἵν' εὐθὺς ἔχω τὸ ἀνεπίληπτον. Οὐχ ἅπαντες ὑμεῖς ούνιστε ἢ οἱ πλείους ὑμῶν, ὡς οὐδεμία μερίς πρὸς θεὸν τοῖς Χιώταις ἐστὶ μοναχοῖς, τῷ τε Νικήτῃ καὶ τῷ Ἰωάννῃ; περὶ ὧν τὰ ὦτα ὑμῶν πολλάκις διατεθρύληται, ὅτι τοὺς μὲν τῶν πατέρων κανόνας παραβεβήκασι, καινὰ δὲ ἔθη καὶ νόμιμα περί τε ἐνεργείας πνευμάτων καὶ ἐκκλησιαστικῆς τάξεως πρῶτα μὲν τοῖς οἰκείοις μοναστηρίοις ἐκαινοτόμησαν, ἔπειτα δὲ καί τισιν ἄλλοις, τελευταῖον δὲ καὶ τῷ μεγάλῳ ἡμῶν καὶ θείῳ ἀρχιερεῖ τῆς τῶν ἀσεβημάτων λύμης μεταδεδώκασιν. οὗτοι γάρ, ἵν' εἰδότας ὑμᾶς ὑπομνήσω, διεφθορότα τῇ ψυχῇ συλλεξάμενοι δόγματα, καὶ τὸ μὲν θεῖον παρωσάμενοι πνεῦμα, πονηρὸν δέ τι καὶ γυναικεῖον ἀναπλασάμενοι καὶ πρεσβεύσαντες θεαγωγίας τέ τινας καὶ ἀρρήτους ἀνακινήσεις καὶ ἀναβακχεύσεις θαυμάσαντες καὶ τιμήσαντες μέχρι τῆς ζώνης ἴσως καὶ τοῦ ἐνδύματος, ἵν' ἦ αὐτοῖς ἀπὸ ῥοπάλου μόνου καὶ δέρματος Ἡρακλῆς, εἶτα δή τινα θεσπιῳδὸν καὶ προφῆτιν ἐκ τῶν τριποδικῶν, ὡς ἂν εἴποι τις, λεβήτων εἰσποιησάμενοι καὶ ἐκ τοῦ θεάτρου θεοποιήσαντες, ἔπειτα δὴ καὶ πρὸς τὸ ἀνδρικώτερον σχηματίσαντες καὶ θεοφορίαν καὶ ἐπίπνοιαν σχεδιάσαντες, τὰς κώμας περιῄεσαν καὶ τὰς πόλεις, συναγυρτεύοντες ταύτῃ καὶ τῆς μαντείας προκαταρχόμενοι, ἵν' αὐτοὶ μὲν εἶεν Ἀπόλλωνες, ἡ δὲ ὑποφῆτις καὶ θεοπρόπος, μονονοὺ τῷ στομίῳ περικαθίσασα καὶ πρὸς τὸ ἐνθεάζειν ἑαυτὴν ἀνερεθίσασα καὶ ἀναβακχεύσασα. Τὸ μὲν οὖν τοὺς πολλοὺς ἐντεῦθεν ἐξαπατᾶσθαι οὐ πάνυ θαυμάζω· τὸ γὰρ τῆς ἐπιπνοίας καινὸν καὶ ἀσύνηθες ἐκπλήττει τὸν ἰδιώτην, καὶ θαυμάζειν ἢ καὶ πρεσβεύειν ποιεῖ τὸ δεικνύμενον. ἀρχιερεῖ δὲ τοῦτο πῶς δώσομεν γεγυμνασμένῳ τὰ αἰσθητήρια καὶ διάκρισιν εἰληφότι χείρονος καὶ βελτίονος; ὅς γε ἓν οἶδε μόνον πνεῦμα θεῖον προφητικαῖς καρδίαις ἐγκαινιζόμενον, κατάρχον, οὐ καταρχόμενον, δεσπόζον, οὐ δεσποζόμενον, οὐ συνθήμασί τισι καὶ κινήσεσιν εἰσπνεόμενον, ἀλλὰ νοῦ μετρούμενον, καθαρότητι καὶ ψυχῆς ἐμφαινόμενον τελειότητι. ἀλλ' ὁ μέγας τῆς ἀληθείας φωστὴρ καὶ τὸ τῆς διακρίσεως εἰληφὼς χάρισμα τὴν καινοτομίαν ταύτην τῆς πλάνης μεμαθηκώς, οὐκ ἀνεῖλεν εὐθύς, οὐκ ἐθριάμβευσεν, οὐ τοὺς παραδεδεγμένους ἀπώσατο, οὐ τοὺς λυμανθέντας ἰάσατο, οὐ τὸν καινὸν τοῦτον ἑλληνισμὸν καθεῖλεν ὡς ἀθεΐας ἀρχὴν– πολλοῦ γε καὶ δεῖ–, ἀλλ' ὥς τι μέγα καὶ λαμπρὸν ἕρμαιον εὑρηκώς, ὅλην εἰσποιεῖται τὴν πλάνην καὶ ταῖς Ἑλληνικαῖς εὐθὺς θεαγωγίαις ἁλίσκεται. καὶ ἵνα δὴ πρῶτον ἐντρυφήσῃ τοῖς ὀφθαλμοῖς, τὴν χρησμῳδὸν εἰσκαλεῖ καὶ τοῖς περὶ αὐτὴν τὸ ἑαυτοῦ ὑπανοίγνυσιν ἄδυτον. καὶ τὸ μὲν ἀσελγὲς ἐκεῖνο καὶ μανιῶδες εἴσεισι γύναιον τοῖς τελετάρχαις χειραγωγούμενον, παρ' ὧν καὶ ὁ μέγας ἐπαιδοτριβεῖτο πατὴρ ἐπὶ τὰ Μίθρου μυστήρια. καὶ ὁ τοῦ μεγάλου ἐπόπτης καὶ θεατὴς πνεύματος, ὁ μετὰ τῶν ἀρχαγγέλων ἱστάμενος καὶ μετὰ τῶν σεραφὶμ τὸν τρισάγιον ὕμνον ἀναφέρων θεῷ, ὁ θεωρὸς τοῦ μεγάλου καὶ ἀρχιερέως καὶ θύματος– ἀλλὰ πῶς ἂν ὑμῖν τὰ ἄρρητα διηγήσωμαι; πῶς δὲ μὴ χρανθήσωμαι τοιαύτην ἐξηγούμενος τελετήν; ἀλλὰ γὰρ ἀνάγκη λέγειν, ἐπειδήπερ εἰς τοιούτους λόγους ἐμπέπτωκα. ὁ τοίνυν τῶν θείων λαμπτὴρ καὶ τῶν τελουμένων φωστήρ, ὥσπερ ἐν Δελφοῖς ἑστηκὼς ὑποφρίσσων εἱστήκει τὴν μαντῳδὸν ἀναμένων φωνὴν καὶ σεβόμενος τὴν προφήτιδα. οἱ δὲ μυσταγωγοὶ ἑκατέρωθεν πρὸς τὴν θεαγωγίαν αὐτὴν παρεσκεύαζόν τε καὶ ἀνεβάκχευον, ἄων τὰς βλεφαρίδας ἐγείρειν προτρέποντες, δευρὶ τὴν χεῖρα κινεῖν, ἀλλὰ μὴ δευρί, οὕτω συμβιβάζειν τὼ πόδε. ἡ δὲ τέως μὲν ἐμαλθακίζετο λεπτοτέραν ἀφιεῖσα φωνὴν καὶ ἐδυσχέραινε τὴν ἐπίπνοιαν. ἐπεὶ δὲ ἡ πᾶσα ἐτελέσθη παρασκευή, ὑπεσείσθη τε ἀθρόον, ἴσως οὐκ ἐνεγκοῦσα τοῦ πνεύματος τὴν παχύτητα, καὶ ἄφωνος εὐθὺς ἦν, ὡς δέ φασιν οἱ τὰ ἐκείνων σεμνύνοντες, καὶ μετέωρος. εἶτα δὴ τὴν γλῶτταν κινήσασα– βαβαὶ τῶν πλάνων λόγων καὶ ληρημάτων. κίνησιν γὰρ τοῦ παντὸς κατεψεύδετο καὶ μελλόντων πρόρρησιν καὶ οὐρανίων κατάλογον τάξεων. προφῆται δέ τινες παρῄεσαν ἐπὶ τούτοις καὶ μάρτυρες καὶ γυναικῶν ὁσίων χορὸς καὶ πρὸ πάντων ὁ ἀκερσεκόμης, οὕτω τὸν Πρόδρομον λέγουσα μετὰ τῆς ὀρείου δασύτητος καὶ τῆς τοῦ προσώπου τραχύτητος. καὶ ἐπὶ πᾶσιν ἡ τοῦ λόγου μήτηρ, ἣν ὥσπερ ἀποικτιζομένη πολύπονον ἀπεκάλει, ὠδῖνας αὐτῇ καὶ ὀδύνας ἡ βλάσφημος γλῶσσα περὶ τὴν τοῦ λόγου γέννησιν καταψευδομένη καὶ λέγουσα. καὶ ταῦτα οὐ λόγος, ἀλλ' ἅπαντα μὲν οἶδε τὸ περὶ αὐτὸν δορυφορικὸν καὶ οἰκίδιον· οἶμαι δὲ καὶ ὑμῶν τοὺς πλείους μὴ ἀγνοεῖν. ἀλλὰ καὶ τὸ τοῦ πατριάρχου συγγενές, ὅσον τε εἰς τὴν γυναικωνῖτιν ἀνήκει καὶ ὅσον εἰς τὸν ἀνδρῶνα, πάντες κοινῇ συνομολογήσαιεν καὶ συμφωνήσαιεν. Καὶ τὰ πλείω δὲ παρῆκεν ὁ λόγος, τό τε μῆκος τῆς γραφῆς ὑφορώμενος καὶ τῇ αἰσχύνη τῶν πραγμάτων ἐπαισχυνόμενος. εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πάλιν ἡ Κασταλία ἀνεκινήθη πηγὴ καὶ τὸ λαλοῦν ὕδωρ μαντικῶς ὑπερήχησε καὶ ὁ Δελφικὸς τρίπους τὴν ἀρχαίαν ἀνεκαλέσατο δύναμιν, καὶ ὁ τῶν θειοτέρων μυσταγωγὸς ἀτεχνῶς ἑλληνίζων καὶ τοῖς Χαλδαίων λόγοις ἑπόμενος. ὑμεῖς μὲν οὖν οἰήσεσθέ με πλείω τῶν πεφυκότων εἰπεῖν, ἐμοὶ δὲ ἔλαττον τῆς ἀληθείας εἰρῆσθαι δοκεῖ. οὔτε γὰρ τοὺς σχηματισμοὺς τῆς βακχείας εἴρηκα οὔτε τοὺς ὕθλους τῆς μελαγχολώσης γλώσσης ἐκείνης οὔτ' ἄλλο τι τῶν ἀπειρημένων ἐμοί, ἐκείνοις δὲ διαβεβοημένων καὶ τιμωμένων. τῶν μὲν γὰρ πρώτων ἀτοπημάτων τάχ' ἄν τις αὐτὸν παραιτήσηται, ὅτι μήπω δημοσίᾳ τὸ ἐκείνων δόγμα κατέγνωστο· ὑπὲρ δὲ τῶν δευτέρων τίς ἂν ἐκείνου ὑπεραπολογήσασθαι ἐπιχειρήσας οὐκ ἂν πάσαις ψήφοις ἁλοίη; εἶτα καὶ τοσοῦτον αὐτὸν πρᾶγμα διέλαθεν, ὡς οἴεσθαι πάντας ἀγνοεῖν ἐκείνους μὲν ὅτι ἠσεβήκασι, τοῦτον δὲ ὅτι ταῖς αὐτῶν ἀσεβείαις συνέθετο; ἀλλ' ἡ τῶν προρρήσεων τοῦτον ἀπάτη θηράσασα, καὶ ἡ τῶν μελλόντων ἐλπὶς οὐ περὶ τὰ φιλούμενα μόνον ἐτύφλωσεν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ συμφέροντος σκέψιν τε καὶ διάγνωσιν. καὶ τοσοῦτον αὐτὸν ὁ τῆς ἀσεβείας ἔρως κατέσχεν, ὡς μὴ ἐκ διαστημάτων τὴν ὁμιλίαν τούτοις ἀφοσιοῦν, ἀλλ' εἴχετο τούτων ἀπρὶξ ἐν ταῖς προόδοις, ἐν ταῖς εἰσόδοις, ὅπου δ' ἂν φοιτῴη, ὅθεν ἐξέλθοι, ἐν τοῖς ἱεροῖς, ἐν ταῖς θυσίαις, ἁπανταχοῦ. ἐγὼ μὲν οὖν οὐδένα τῶν πάντων οἴομαι τούτοις ἀντερεῖν εἰ μὴ προφανῶς ἀσεβεῖν τὸν ἀρχιερέα ἢ ἀντιλογίαν τινὰ πρὸς τὴν προφανεστάτην ταύτην πλάττειν ἀλήθειαν. εἰ οὖν ἔστι, φανήτω, ῥηξάτω δημοσίᾳ φωνήν, ὑπεραπολογησάσθω τῆς ἀπάτης, καὶ πρὸς τοῦτον αὖθις ἀντιστησόμεθα, πρὸς δὲ τοὺς ἀμφιβάλλοντας ὡς οὐ φανερῶς ἠσεβήκασιν, ἀλλ' ἐξηπάτηνται, ἐπεὶ μηδὲ εἰς εἰδικὴν ἡ πλάνη ἐνήνεκται αἵρεσιν μήτε μὴν τῇ πάσῃ συνόδῳ καθῄρηται, πρὸς ταῦτα διῃρημένως ἢ καθεξῆς ἀπολογοῦμαι ταυτί, ὅτι καὶ ἑλληνισμὸς ἄντικρυς καὶ χαλδαϊσμὸς ἡ ἐκείνης δόξα καθέστηκε· κἂν νεστοριάζειν αὐτούς τις φαίη, οὐκ ἂν ἁμάρτοι. Ὅτι μὲν οὖν τὸ ἐνθεάζειν Ἑλληνικῆς δόξης, εἰρήκαμεν φθάσαντες· ὁ δέ γε ἑλληνισμὸς ἀρχαία τις καὶ τρίτη καθέστηκεν αἵρεσις καὶ τὰ ἐκείνοις δόξαντα τῇ ἐκκλησίᾳ ἀπείρηται. καὶ νῦν δὲ αὖθις σμικρὰ ἄττα τῶν παρ' ἐκείνοις παρεξετάσωμεν, ὅπως ἂν γνοίητε, ὅτι τὸν ἕνα καὶ μόνον ἐκεῖνοι θεὸν ἀτιμάσαντες τὸν ἐν τρισὶν ἀκτῖσιν ἀειφανῆ ἥλιον, θεῶν δὲ καὶ δαιμόνων πλῆθος ὑποστησάμενοι νεώς τε αὐτοῖς ἀφιδρύσαντο, καὶ μαντεῖα κατεσκευάκασι τελετάς τε περιέργους νενομίκασι καὶ παρασκευὰς ἐφευρήκασιν ἱερείας τέ τινας καὶ τῆς Ἑστίας προπόλους συνηγηόχασι· καὶ μαντῳδοὺς καὶ κατόχους ἐπέστησαν θηλείαις ψυχαῖς καὶ ἁπαλοῖς σώμασι τὴν ἐπίπνοιαν πιστεύσαντες τοῦ μάντεως αὐτοῖς καὶ θεοῦ. καὶ ἵνα δὴ τοὺς ἄλλους παρῶμεν συλλήπτορας ἡμῖν τοῦ λόγου καὶ μάρτυρας, αὐτὸν δὴ τὸν πρῶτον ἐκείνοις θεσμὸν καὶ οὗ πάντες ἐξήρτηνται, Πλάτωνά φημι τὸν σοφόν, τῷ λόγῳ παραληφόμεθα. ἐκεῖνος γὰρ καὶ πανταχοῦ μὲν τῶν ἑαυτοῦ διαλόγων τὸν περὶ τῶν θεῶν καὶ τῆς αὐτῶν διακατοχῆς ἐκθειάζει λόγον, ἐν δὲ τῷ Φαίδρῳ καὶ μάλιστα ἐπιδείκνυσι. τὰ γὰρ τοῦ Λυσίου παραξέων τοῦ ῥήτορος, ὁπόσα ἐκεῖνος τὸν καλὸν Φαῖδρον ἐσχηματίσατο– μεμηνότα μὲν τὸν ἐρῶντα δεικνύς, σωφρονοῦντα δὲ τὸν μὴ ἐρῶντα– ἐπειδὴ μὴ διέστειλε τὴν τῆς μανίας ὁμωνυμίαν, καὶ οὕτω που ἐν τῷ διαλόγῳ φησίν·" εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο· νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης· ἥ τε γὰρ δὴ ἐν Δελφοῖς προφῆτις αἵ τ' ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα εἰργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν. κἂν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους, ὅσοι μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προὔλεγον εἰς τὸ μέλλον ὀρθώς, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες." εἶτα δὴ βραχέα περὶ οἰωνιστικῆς εἰρηκὼς ἐπιφέρει ταυτί·" ἀλλὰ μὴν νόσων τε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν, ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα οἷς ἔδει ἀπαλλαγὴν εὕρατο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας· ὅθεν δὴ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν ταῦτα ἔχοντα, λύσιν τῷ ὀρθῶς μανέντι καὶ κατασχομένῳ τῶν παρόντων κακῶν εὑραμένη." τὰ μὲν οὖν τοῦ Πλάτωνος ταῦτα. τί γὰρ δεῖ τὰς τέσσαρας μανίας ἀπαριθμεῖσθαι; ἀρκεῖ γὰρ τέως ἡ μαντική. ἐγὼ δ' ὡς οἶμαι, εἴ γε προεγεγόνει τοῦτο, καὶ ταῦτ' ἂν γενναίως ἀπεμνημόνευσε καὶ μετὰ τῶν ἐν Δελφοῖς ἀπηρίθμησε μανεισῶν γυναικῶν, Σίβυλλαν Ἐρυθραίαν τιθεὶς μόνον οὐχ ἑξατόνῳ μέτρῳ τοὺς λόγους ἐντείνουσαν. ὑποπτεύω δὲ καὶ τὸ δόσει θείᾳ παρὰ Πλάτωνι κείμενον, μὴ ἐντεῦθεν ἡ Δοσιθέα τὸ ὄνομα εὕρατο. ἆρ' οὖν ἔχει τις εἰπεῖν διαφορὰν τῶν Ἑλληνικῶν ὕθλων πρὸς τὰ παρ' ἐκείνοις τελούμενα; ἥ τε γὰρ παρ' ἐκείνοις ἐμεμήνει προφῆτις καὶ αὔτη παρήλλακτο. ἡ τελετὴ ἴση, ἡ βακχεία ὁμοία, ἀπαράλλακτος ἡ παραφορά, ἡ κατοχή, ἡ ἐπίπνοια· ἰσόσταθμα πάντα καὶ ἰσομέτρητα. πλὴν ὅσον ἡ μὲν ἐν Δελφοῖς καὶ ἐν Δωδώνῃ ὠργίαζε παρὰ Κροίσῳ τῷ Λυδῷ, παρὰ τῷ τοῦ Λαβδάκου Λαΐῳ, παρὰ Σόλωνι, ἡ δὲ ἐν τοῖς ἱεροῖς ἡμῶν ἐμεμήνει, ἐν τοῖς δεσποτικοῖς ἀδύτοις, παρὰ τῷ μεγάλῳ ἀρχιερεῖ. πόσῳ ταῦτ' ἐκείνων μανιωδέστερά τε καὶ βακχικώτερα; Ἀλλὰ μὴ πλείω τὰ τῶν Ἑλλήνων· ὡς γὰρ εἰδότων ὑμῶν τἆλλα σιγῶ. μετρῶ δὲ καὶ τὸν λόγον πρὸς τὴν ἀκρόασιν, ἵνα μὴ φορτικὸς ὑμῖν δόξω καὶ πλημμελής. τῆς δέ γε Χαλδαίων ἱερατικῆς τέχνης οἶδα μὲν ὡς οἱ πλείους ὑμῶν ἀνήκοοι καθεστήκατε. ἀρχαία γὰρ αὕτη καὶ πρεσβυτέρα φιλοσοφία καὶ τοῖς πλείοσιν ἄγνωστος· τὸ γὰρ σέβας τούτων μυστηριῶδές τε καὶ ἀπόρρητον. Ἰουλιανὸς δέ τις ἀνὴρ ἐπὶ Τραϊανοῦ βασιλέως ἐν ἔπεσι τὰ τούτων ἐξέθετο δόγματα, ἃ δὴ καὶ λόγιά φασιν οἱ τὰ ἐκείνων σεμνύνοντες. τούτοις οὖν ὁ φιλόσοφος ἐντυχὼν Πρόκλος, ἀνὴρ κρείττονος μὲν τετυχηκὼς φύσεως, πᾶσαν δὲ φιλοσοφίαν ἠκριβωκώς, Ἕλλην δ' ἄντικρυς, χαλδαΐσας ἀθρόον τὰ ἐκείνων ἐπρέσβευσε καὶ τὰς Ἑλληνικὰς ἀποδείξεις" λόγων καταιγίδας" ὠνομακώς, ὡς ὁ Γαζαῖος Προκόπιος ἱστορεῖ, ἐπὶ τὴν ἱερατικὴν ἐκείνην τέχνην ὅλοις ἱστίοις ἀπένευσεν. οὗτος τὴν ἐξηγητικὴν εἰς ἄκρον ἀκριβωσάμενος δύναμιν τὴν τῶν ἐπῶν διαλύει συνθήκην καὶ λόγῳ πεζῷ τὰ ἐκείνων ἐκτίθησι δόγματα. τούτων οὖν ὀλίγ' ἄττα τοῖς κατηγορουμένοις νυνὶ παραθήσομαι, ὅπως ἂν γνοίητε, ὅτι παλαιὰν καὶ πολλοῖς χρόνοις κατασιγασθεῖσαν ἀσέβειαν ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ καὶ νέος δογματιστὴς τοῖς εὐαγγελίοις συνήνεγκεν. Εἰρηκὼς γὰρ οὗτος περὶ διαφορᾶς τῶν καλουμένων θείων δυνάμεων, ὡς αἱ μὲν ὑλικώτεραι, αἱ δὲ ἀϋλότεραι, καὶ αἱ μὲν ἱλαραί, αἱ δὲ ἐμβριθεῖς, καὶ αἱ μὲν μετὰ δαιμόνων, αἱ δὲ καθαρῶς παραγίνονται, εὐθὺς ἐπιφέρει περὶ καιρῶν καθ' οὓς καλοῦνται, καὶ περὶ τόπων ἐν οἷς, καὶ περὶ τῶν ὁρώντων τὸ θεῖον φῶς ἀνδρῶν ἢ γυναικῶν, σχημάτων τε τούτων καὶ θείων συνθημάτων, καὶ μέτεισιν οὔτως ἐπὶ τὰς ἐνθεαστικὰς θεαγωγίας." Ὧν", φησίν," αἱ μὲν ἐπὶ ἀψύχων εἰσίν, αἱ δὲ ἐπὶ ἐμψύχων, καὶ τούτων αἱ μὲν ἐπὶ λογικῶν, αἱ δὲ ἐπὶ ἀλόγων. καὶ γὰρ ἄψυχα," φησί," πολλάκις πληροῦνται θείου φωτὸς ὥσπερ τὰ χρησμῳδοῦντα τῶν ἀγαλμάτων ἐξ ἐπιπνοίας θεῶν τινος ἢ δαιμόνων ἀγαθῶν. καὶ ἄνθρωποι δὲ κάτοχοι γίνονται καὶ δέχονται πνεῦμα θεῖον, οἱ μὲν ἐκ ταὐτομάτου καθάπερ οἱ λεγόμενοι θεόληπτοι κατά τινας περιόδους τοῦτο πάσχοντες καὶ ἀορίστως, ὁπότε τύχοιεν, οἱ δὲ ἀνακινήσαντες ἑαυτοὺς πρὸς τὸν ἐνθεασμὸν ἔκ τινος προαιρετικῆς ἐνεργείας ὥσπερ ἐν Δελφοῖς ἡ προφῆτις περικαθίσασα τῷ στομίῳ καὶ ἄλλοι μαντικοῦ πιόντες ὕδατος." Εἶτα εἰπὼν ἃ δεῖ ποιεῖν αὐτούς, ἐπάγει·" καὶ τούτων προσγινομένων ἐνεργῆσαι δεῖ τὴν θεαγωγίαν καὶ ἐπίπνοιαν γενέσθαι καὶ παράλλαξιν τῆς διανοίας. ἀλλὰ καὶ τούτων τῶν ἐνθεασμῶν οἱ μὲν γίνονται παντελῶς ἐξισταμένων τῶν κατόχων καὶ οὐδαμῶς ἑαυτοῖς παρακολουθούντων, οἱ δὲ θαυμαστόν τινα τρόπον μετὰ παρακολουθήσεως, ὅπου γε δὴ καὶ εἰς ἑαυτὸν δύναται τῇ θεαγωγίᾳ χρῆσθαι καὶ αὐτὸν εἰσδεξάμενον τὴν ἐπίπνοιαν εἰδέναι, τίνα τε ἐνεργεῖ καὶ τί φθέγγεται καὶ πόθεν δεῖ ἀπολύειν τὸ κινοῦν· παντελοῦς γὰρ τῆς ἐκστάσεως γινομένης ἄλλου πάντως χρεία τοῦ ἐφεστῶτος τοῖς κατόχοις καὶ νήφοντος." Εἶτα δὴ πολλὰ εἰρηκὼς περὶ διαφορᾶς θεαγωγιῶν ἐπὶ τῷ τέλει ἐπάγει·" προκαταστέλλειν δὲ πάντα τὰ ἐμπόδια χρὴ τῆς τῶν θεῶν ἐπιφοιτήσεως καὶ ἠρεμίαν ἐπιτιθέναι τῶν περὶ ἡμᾶς πᾶσαν, ἵν' ἀτάραχος καὶ μετὰ γαλήνης ἡ παρουσία γένηται τῶν καλουμένων ὑφ' ἡμῶν πνευμάτων." ἐπὶ τούτοις καὶ ταῦτα τίθησιν ὅτι" ταϊς παρουσίαις τῶν θείων πολλάκις συγκινεῖται καὶ ὑλικὰ πνεύματα, ὧν τὴν ἐπιφοίτησιν καὶ τὴν κίνησιν μετά τινος βίας γινομένην οὐ φέρουσιν οἱ ἀσθενέστεροι δοχεῖς." Τὰ μὲν οὖν τῶν Χαλδαίων καὶ τοῦ Πρόκλου, ὡς ἐκ πολλῶν ὀλίγα ἐρεῖν, ταῦτα. καὶ οἶμαι ὡς ἀδιάφορός ἐστιν ἣν ἐξετάζομεν νῦν θεαγωγίαν τε καὶ ἐπίπνοιαν πρὸς τὴν εἰδικὴν ταύτην καὶ ἀπηγορευμένην τῶν Χαλδαίων αἵρεσιν. οὐ γὰρ θεαγωγία τὸ γινόμενόν ἐστιν, ὡς δηλοῖ τοὔνομα, ἀλλὰ πνευμάτων ὑλικῶν ἐπιφοίτησις, οἷς ἐκεῖνοι τὸ τοῦ θεοῦ ἐπιτιθέασιν ὄνομα. ὁ τοίνυν τοιούτων ἑαυτὸν ἐξαρτήσας πνευμάτων καὶ τοιαύτην πρεσβεύσας ἐπίπνοιαν καὶ θαυμάσας μὲν τὴν τῆς γυναικὸς κατοχὴν καὶ ὥς τινα τῶν κρειττόνων αὐτὴν ἐκπλαγείς, τιμήσας δὲ καὶ τοὺς ἐξάρχους καὶ μυσταγωγοὺς τῆς αἱρέσεως πότερον τῆς ἡμετέρας αὐλῆς ὢν τυγχάνει ἢ τῆς Ἑλληνικῆς καὶ Χαλδαϊκῆς συμμορίας; καὶ πότερον χρεὼν τὸν οὕτως κατὰ τοῦ θείου ἀπερυθριάσαντα δόγματος τὸν πρῶτον τῶν ἀρχιερέων εἶναι καὶ δογματίζειν, οὐκ εἰδότα ὅθεν τὰς ἀρχὰς τῶν δογμάτων ἀνείληφεν, ἢ καθαιρεῖν τοῦ θρόνου καὶ τῆς ἐκκλησίας ἀπελαύνειν μακράν; εἰ μὲν γὰρ κοινὰ ἡμῖν πρὸς τοὺς Ἕλληνας καὶ ἢ τῶν ἐκείνων ἀρχῶν ἡμεῖς ἐξηρτήμεθα ἢ τῶν ἡμετέρων ἐκεῖνοι, πρεσβεύσομεν καὶ τὴν ὕλην ἀγέννητον καὶ τὰς παρ' ἐκείνοις ἰδέας καὶ τὸν δημιουργὸν μετὰ ταύτας καὶ τοὺς ἐλευθέρους θεοὺς καὶ τοὺς ἐν ζώναις· εἰ δὲ τοσοῦτον ἡμῖν πρὸς αὐτοὺς τὸ διάφορον, ὅσον ἡ ἀλήθεια πρὸς τὸ ψεῦδός ἐστιν, τί μῖξιν τοῖς ἀμίκτοις ἐπινοοῦμεν; τί δεχόμεθα τὴν τοῦ δράκοντος κεφαλήν; δέος γὰρ μὴ καὶ ὁ λοιπὸς αὐτῇ συνολισθήσῃ ὁλκός. Εἰ δέ τις ἀκριβοῦν ἐθέλοι, ἔχεται καὶ τῶν γνωρίμων ἡ δόξα αἱρέσεων. τὸ γὰρ πολύπονον ἀεὶ τῆς τοῦ κυρίου μητρὸς παρ' αὐτοῖς γεγραμμένον ἐν κεφαλαίῳ τὴν τοῦ Νεστορίου συνείληφεν αἵρεσιν. ἐκείνος γὰρ σχετικὴν τὴν ἕνωσιν δογματίσας τῶν φύσεων, οὐ θεὸν σαρκοφόρον, ἀλλ' ἄνθρωπον θεοφόρον τὴν παρθένον τεκεῖν ἀποφαίνεται, ἵν' ἐντεῦθεν αὐτῷ καὶ ἡ χωρὶς ἀνδρὸς κύησις καὶ ἡ ἄνευ ὠδίνων λοχεία καταλυθῇ. εἰ γὰρ φυσικοῖς πόνοις ἡ παρθένος ἀπέτεκε, κενὸν μὲν ἡμῶν τὸ μυστήριον, κενὸν δὲ τὸ θεῖον καὶ ἱερὸν εὐαγγέλιον, κατέστραπται δὲ ἡμῖν πάντα, καὶ κεκράτηκε παρὰ μὲν τῷ Νεστορίῳ ἡ σχετικὴ ἕνωσις, παρὰ δὲ τοῖς Χιώταις ἡ πολύπονος τῆς παρθένου ὠδίς. εἰ γὰρ καὶ βραχὺ τὸ τῆς ὀδύνης περὶ τῆς μητρὸς τοῦ κυρίου λεγομένης ὄνομα, ἀλλὰ πάσας διασείει τὰς τῆς ἐκκλησίας κρηπῖδας, εἴ γε παραδεξόμεθα· καὶ εἰ περιώδυνος ἡ Μαρία, οὔπω τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον, ἀλλ' ἱλήκοι τῷ λόγῳ θεός· οὐ γὰρ οὕτω θεὸς τὸ τεχθέν, ἀλλὰ ψιλὸς ἄνθρωπος ὀδυνήσει τὴν ἀποφορτίσασαν τὴν μήτραν τοῖς ὀλισθήμασι. τὸ δ' ἐφεξῆς τοῦ λόγου ὑμεῖς καὶ συλλογίσασθε καὶ συλλέξατε· οὐ γὰρ ἂν αὐτὸς οὐδὲν κατηγορίας λόγῳ κατὰ τῶν οὔτως ὑπειληφότων τὰς τῆς παρθενίας σφραγῖδας τῇ θεοτόκῳ διασαλεύσαιμι. πολύπονος ἡ τοῦ λόγου μήτηρ; ὢ τοῦ καινοῦ λόγου καὶ τῶν τῆς ἀσεβείας δογματιστῶν καὶ τῆς θεσμοθέτιδος ζακόρου καὶ ἱερείας καὶ πρὸ τούτων τοῦ πονηροῦ πνεύματος. πολύπονος, ᾗ ἀντ' ἄλλου τινὸς προοιμίου ὁ ἄγγελος τοῦ λόγου τὸ" χαῖρε" προτέθεικε; περιώδυνος ἡ τὰς τῆς προμήτορος Εὔας ὠδϊνας συνδιαλύσασα καὶ ἀντεισενεγκοῦσα τῆς μὲν παρακοῆς τὴν ὑπακοήν, τῆς δὲ κατακρίσεως τὴν ἀνάρρυσιν, τῶν δὲ ὀδυνῶν τὴν ἄπονον καὶ μακαρίαν ζωήν; Εἰ μὲν οὖν ἀπιστεῖτε τοῖς λεγομένοις– ἀλλὰ πῶς τοῦτ' ἂν εἴποιτε ἢ σχηματίσεσθε οἱ συνειδότες τῷ πράγματι; εἰ δ' ὅλως ὑποκριθείητε– ἀλλὰ τὸ περὶ ἐκεῖνον οἰκίδιον πάντες συνίστορες, οἱ κατευναστῆρες, οἱ δορυφόροι, οἱ τὰ ἄρρητα πεπιστευμένοι. ἐπὶ τούτοις ἡδέως ἂν πυθοίμην ὑμῶν, πότερον ἔξεστιν ἱερεῖ τοιούτοις μυστηρίοις τελεῖσθαι καὶ τοιούτων ἀξιοῦσθαι τῶν τελετῶν ἢ καὶ τὸ λέγειν ἄντικρυς βλασφημία καὶ ἀσεβείας ἀρχή. τίς δέ ποτε τῶν ἀρχιερωσύνῃ τετιμημένων γυναικί τινι βδελυρᾷ τῶν χθὲς καὶ πρῴην ἑταιρουσῶν τὸν ἑαυτοῦ κοιτωνίσκον ἠνέῳξε καὶ μυστηρίων ἀρρήτων ἄδυτον τὸ ἴδιον πεποίηκεν ἀσκητήριον; κἂν γὰρ Σωσάννα τις ἦν τὰ θεῖα ἐπαγγελλομένη μυστήρια, κἂν ἡ τοῦ Σαμουὴλ μήτηρ, κἂν ἡ τοῦ Ζαχαρίου Ἐλισάβετ, ἔδει μηδ' οὕτως τὴν προφῆτιν εἰσδέξασθαι μηδὲ συγγενέσθαι μηδὲ ἐν ἀπορρήτῳ τελεσθῆναι μηδὲ ἐντὸς τοῦ θείου ναοῦ βδελυρὸν εἰσαγαγεῖν γύναιον. ἀπομεμέρισται γὰρ ἑκατέρῳ γένει κλῆρος ἴδιος. ὁ δὲ θεῖος ἀρχιερεύς, ὥσπερ ἐπιλελησμένος τῆς εὐαγγελικῆς πολιτείας ἢ μηδ' εἰδὼς ὅ τι φωνοίη τὰ εὐαγγέλια, κατὰ πολλὴν ἀλογίαν τῆς τῶν κρειττόνων συνέσεως φύρειν τὰ θεῖα τετόλμηκε καὶ τὰ ἄμικτα μιγνύειν ἐπικεχείρηκεν. Εἰ δέ τις ταῦτα μὲν διδοίη, τὰ μὲν εἰδώς, τὰ δὲ τῶν ἐλέγχων ἀκούων, περὶ δὲ τῆς πλάνης ἀμφισβητοίη ὥστε μὴ ἡγεῖσθαι ταύτην τῆς περὶ τὰ θεῖα δόξης διαφθοράν, οὔ μοι δοκεῖ φιλοσόφως προσομιλῆσαι Ἑλληνικαῖς τε δόξαις καὶ ἔθεσι τῆς ἀκριβείας τῆς καθ' ἡμᾶς πίστεως. ἐκεῖνοι γὰρ τοῖς ἀπατηλοῖς δαίμοσι τὸ τοῦ θεοῦ ἐπιφημίζοντες ὄνομα ἐκεῖθεν ἐμυοῦντο τὰς ἀρρήτους ἐκείνας ἃς ἴσασιν ἅπαντες τελετάς. καὶ οἱ μὲν ἐς Ἄμμωνος, οἱ δὲ ἐς Ἀμφιάρεω, οἱ δὲ ἐς Δελφοὺς ἐφοίτων, τοῖς δὲ Βάκις καὶ Σίβυλλα φωνὰς ἠφίεσαν μαντικάς. ἐρωτῶ οὖν ὑμᾶς, πότερον χρεὼν ταύτην τὴν τελετὴν παραδέχεσθαι καὶ ἀκριβῶς ἑλληνίζειν καὶ προσανέχειν τοῖς πνεύμασι ἢ οὔ." τοῦτο· ἦ δ' ἂν μαινοίμεθα", φήσαιτ' ἄν. πῶς οὖν, ἃ παρὰ πάντων καὶ πᾶσιν ὑμῖν ἀπείρηται, ταῦτα πρὸ πάντων καὶ ἀντὶ πάντων ἐπρέσβευσεν ὁ μέγας ποιμήν; ἀλλ' ὁ μὲν τέως ἐν ἀπορρήτῳ εἶχε τὴν τελετὴν καὶ τῶν πνευμάτων διὰ τῆς κοινωνίας μετεῖχε, νῦν μὲν τῷ Λερναίῳ, νῦν δὲ τῷ Ἰάκχῳ, νῦν δὲ τῷ Σαράπιδι, νυν δὲ τῷ Ἀπόλλωνι διὰ τῆς Δοσιθέας τελούμενος γυναικός, οἱ δὲ χρησμοὶ διεδίδοντο, καὶ αἱ προρρήσεις τὴν πόλιν πᾶσαν ἐπεπορεύοντο. Καὶ ἦν διαδόσιμον τὸ κακὸν καὶ οἱ πλείους τῆς λύμης ἀπέλαυον καὶ ὁ πατριάρχης ἀλόγιστος τῆς ἀσεβείας πρόφασις, ἀλλ' ἀμίαντοι καὶ τοῦ δεινοῦ πόρρω, ὅσοι μήτε τῷ Βεελφεγὼρ ἐτελέσθησαν μήτε τῇ εἰκόνι προσεκύνησαν τῇ χρυσῇ μήτε τῷ Βάαλ ἀπατηθέντες τεθύκασιν. οἳ δὴ καὶ τὴν τηνικαῦτα τὰ σκῆπτρα Ῥωμαίων ἰθύνουσαν, Θεοδώρα αὕτη, τὸ τελευταῖον τοῦ Βασιλείου γένους λείψανόν τε καὶ ζώπυρον, κινδυνεύοντι τῷ ἀληθεῖ λόγῳ πεπείκασι βοηθεῖν καὶ τὴν ἀπάτην ἐλέγχειν καὶ τοὺς προστάτας τῆς ἀσεβείας εὐθύνειν, καὶ καταστρέψαι μὲν τὸ χρηστήριον, ἀνελεῖν δὲ τοὺς χρησμοὺς καὶ τῶν πονηρῶν πνευμάτων καταλῦσαι τὴν δυναστείαν. ἔδει μὲν γὰρ τὸν τοῦ ὀρθοῦ προϊστάμενον δόγματος καὶ τῶν λογικῶν θρεμμάτων φροντίζοντα καὶ τῶν ψυχῶν πεπιστευμένον τὴν προστασίαν τοὺς τοιούτους ἐλαύνειν θῆρας ὡς ἀθρόον ἐπιπηδῶντας καὶ τὴν λογικὴν ποίμνην ταράττοντας. ἐπεὶ δὲ ὁ ποιμὴν τοῖς θηρίοις προσέθετο, τὸ εὐσεβὲς καὶ θεῖον βασίλειον ἀντὶ τοῦ θηρὸς ἢ ποιμένος μᾶλλον τοῖς θρέμμασι γέγονε. καὶ κριτήριον ἐκάθισε φοβερόν, τὸ τοῦ Δανιὴλ φάναι, καὶ βίβλοι ἀνεῴχθησαν. ὁ μὲν οὖν παλαιὸς τῶν ἡμερῶν ἄνω δικάζων ἐκάθητο, οὐκ ἐλάττους δὲ τῶν ἄνω μυριάδων καὶ κάτω χιλιάδες παρειστήκεισαν, ὅσοι τε τῆς ἐκκρίτου βουλῆς, ἣν δὴ γερουσίαν ἡ Ῥωμαίων φωνὴ καλεῖν εἴωθε, καὶ ὅσοι τὰ δεύτερα μετ' ἐκείνους εἰλήχασι καὶ οἱ μετὰ τούτους, καὶ ἄχρι τῶν ἐσχάτων ὁ κατάλογος τοῦ χοροῦ. ἐπὶ τούτοις καὶ ὅσον οἰκεῖον θεῷ, οἱ τῶν τῇδε ἀπάραντες πρὸ τῆς φυσικῆς μεταθέσεως μονασταὶ καὶ οἱ τούτων καθηγεμόνες· οὐκ ὀλίγοι δὲ καὶ τῶν ἀρχιερέων, ὅσοις μὴ διεφθάρη παρὰ τοῦ ἀπατήσαντος δαίμονος τὰ κινήματα. οὗτοι μὲν οὖν κατὰ τὰς οἰκείας τάξεις περιειστήκεισαν, ἀνεγινώσκοντο δὲ τὰ μαντεύματα καὶ ἡ ἐπίμικτος ἐκείνη θεολογία. εὐθὺς οὖν ἅπαντες ἠρυθρίασαν, μᾶλλον μὲν οὖν ἠλάλαξαν ταῖς φωναῖς καὶ τῶν ἐξάρχων τῆς ἀσεβείας κατεψηφίσαντο καὶ τὰς συγγραφὰς βλασφημίας κατωνομάκασι καὶ πίστεως ἀλλοτρίωσιν τὴν ἐκείνων δόξαν ἐνόμισαν καὶ συνοδικῇ ἀποφάσει τὴν κρίσιν ἀνέθεσαν. γράμμασιν οὖν εὐθὺς ἡ τούτων ἐνεσημάνθη κατηγορία, καὶ ὁ ὑπαγορεύσας τὰ πρῶτα τῆς λογιότητος, καὶ ἡ γραφὴ ἐννομωτάτη καὶ ἀσφαλεστάτη, καὶ κλεὶς ἐπετέθη τῇ ἀσεβείᾳ, καὶ ὡς λαῖλαψ ἢ τυφὼν ἀθρόον ἡ καινὴ δόξα ῥοιζηδὸν διακινηθεῖσα διεπνεύσθη καὶ διεσκεδάσθη. ἔδει μὲν οὖν τότε μὴ τοὺς ἀρξαμένους μόνον τοῦ ἀσεβήματος, ἀλλὰ καὶ τὸν κοινωνήσαντα τούτοις τοῦ δόγματος τὴν αὐτὴν ὑποστῆναι κατάκρισιν. ἀλλ' οἱ μὲν διαιρεθέντες ὑπερόριοι ἀπηνέχθησαν, ὁ δὲ μέγας ἀρχιερεὺς ἐγκόλπιον ἐφύλαττε τὴν ἀσέβειαν, οὐ παρρησιαζόμενος μὲν τὸ πονηρὸν δόγμα, τρέφων δὲ ὅμως ἐν τῇ ψυχῇ καὶ ἐπιθυμῶν ἀναρρῆξαί ποτε τὸν ἐγκεκρυμμένον αὐτῷ βασιλίσκον κατὰ τοῦ θείου τῆς ἐκκλησίας πληρώματος. Καὶ ἵνα τὰ ἐν μέσῳ ἐάσω, ὁμοῦ τε ὁ μέγας ἡμῶν αὐτοκράτωρ τῶν βασιλικῶν σκήπτρων ἐπείληπτο καὶ ὁ ἀρχιερεὺς πρώτην ὑπὲρ ἐκείνων ἀφῆκε φωνὴν, τὸν καιρὸν τῶν φροντίδων ἁρπάσας καὶ πείσας ἐξ ἐφόδου τὸν αὐτοκράτορα· οὔπω γὰρ εἰδὼς ἦν, οὔθ' ὅτι δοξάζειν κακῶς εἵλοντο, οὔθ' ὅτι ἐντεῦθεν τῆς πόλεως ἀπελήλαντο. πάλιν οὖν ὁ διαιρεθεὶς ποταμὸς εἰς μίαν ἀμάραν τῆς ἀσεβείας συνέδραμε, καὶ πρὸς τὴν πηγὴν ἀνεχύθησαν ὅθεν καὶ ἀπερρύησαν. ἐγὼ δὲ οὐκ οἶδα τίνος πρώτου κατηγορήσω, τῆς τοῦ ἀρχιερέως τόλμης ἢ τῆς τοσαύτης ἀναισθησίας· ἄμφω γὰρ ἶσα τὸ μέγεθος καὶ τὴν τάξιν. μὴ γάρ μοι τὸ μέτρον τοῦ ῥήματος παρατρέχοιτο. ἀλλ' οὖν νοεῖτε τὴν δύναμιν, καὶ οὐκ ἂν εὑρήσετε διάφορα. ἄτοπον οὖν, εἰ μὲν Ἄρειος, ὅτι διῄρει κακῶς ἠθέτηται, καὶ Σαβέλλιος ὅτι οὕτω συνῄρει, καὶ Νεστόριος ὅτι τὸ θεῖον ἐφάνταζε, καὶ ὁ Εὐτυχὴς ὅτι τὸν ἄνθρωπον ἐσχημάτιζε, καὶ ὁ Ἕλλην ὅτι ἀγέννητον τίθεται τὴν ψυχὴν καὶ τὸν χρόνον συναΐδιον τῷ θεῷ, καὶ ὁ Χαλδαῖος ὅτι πνευμάτων ἐπενοεῖτο κάθοδον· ὁ δὲ μέγας καὶ θεῖος ποιμὴν ταῦτα πάντα συνειληφὼς ἐν μιᾷ τῇ ἑαυτοῦ ψυχῇ οὐκ ἀπελαθήσεται τοῦ καταλόγου τῶν ἱερῶν; καὶ ὁ μὲν τοῦ Βεηρεὶμ Ὠσηὲ ἐγκατάλειψιν τῷ Ἰσραὴλ ἀπειλεῖ τοῦ θεοῦ, οὐχ ὅτι σεσυλήκασιν ἢ ἄλλο τι πεπαρῳνήκασιν, ἀλλὰ τὴν αἰτίαν τιθείς," ἐν συμβόλοις",," ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ." καὶ ἵνα μή τις τὴν τοιαύτην ἐπίπνοιαν ἐκ πνεύματος θειοτέρου ἡγήσεται," πνεύματι," φησίν," πορνείας ἐπλανήθησαν"· ὡς δ' ἄν τις γνοίη ὅτι διάστασίς ἐστι τοῦτο ἄντικρυς τοῦ θεοῦ," ἐξεπόρνευσαν," φησίν," ἀπὸ τοῦ θεοῦ αὐτῶν". οὐ γὰρ ἁπλῶς μετάστασιν ἀπὸ τοῦ κρείττονος τὴν τοιαύτην οἴεται τελετήν, ἀλλὰ μεμηνυῖαν καὶ πορνικήν. ὁ μὲν οὖν προφήτης, ὡς κορυφὴν τῆς κακίας ἀνάγων τὸ πρᾶγμα, ἀλλοτρίωσιν ἀπὸ τοῦ θεοῦ τὴν πρὸς τὰ ὑλικὰ πνεύματα προχώρησιν· ὑμεῖς δὲ οὐκ οἶδ' ὅ τι σοφίζεσθε περισσὰ πάντως καὶ ὑπὲρ τὸν λόγον. Ὁ μὲν οὖν περὶ τοῦ εἴδους τῆς αἱρέσεως λόγος οὕτως ὑμῖν διηκρίβωται καὶ οὐκ ἂν ἔχοι τις περὶ τούτου τὴν γλῶτταν κινεῖν. τὸ δ', ἐπεὶ οὐ συνοδικῶς οἱ ἄνδρες καθῄρηνται, διὰ τοῦτο ἐξῆν τῷ μεγάλῳ ἀρχιερεῖ καὶ πατρὶ ἀδεῶς τε τούτοις συνεῖναι καὶ χρᾶσθαι ὅσα θείοις πνεύμασι καὶ αὐτόπταις τοῦ λόγου καὶ κήρυξι καὶ τὴν ἡμιφανῶς τέως ἀποδεδειγμένην αὐτῶν αἵρεσιν θείαν ἡγεῖσθαι διδασκαλίαν, καὶ τοῦτο ὑμῖν ῥᾷστα διαλυσόμεθα. πρῶτον μὲν γὰρ ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ κατ' αὐτῶν συγκροτηθὲν δικαστήριον οὐδὲ τῆς συνοδικῆς μερίδος ἐστέρητο, ἀλλ' ἦσάν τινες καὶ τῶν ἀρχιερέων ἐπιμεμφόμενοί τε τοῖς λόγοις ἐκείνοις καὶ ὡς παρέγγραπτα καὶ νόθα τὰ γεγραμμένα διαπτύοντες δόγματα. ὁ δὲ μέγας ἀπεδεδημήκει πατὴρ εἰκότως· καθ' ἑαυτοῦ γὰρ ἂν ἐτίθει ψῆφον, ὅ τι τῶν καινῶν δογμάτων ἠθέτει. ὁ γὰρ τὴν τούτων μέθην προπεπωκὼς πῶς ἂν ὡς ἐμέσαντας τούτους τὸν ὕθλον διέγνωκεν; εἰ δὲ καὶ μὴ τὸ τῆς συνόδου μέρος τῇ συγκλήτῳ βουλῇ συντετέλεκε μηδὲ τοῖς ἐκκρίτοις τῶν Ναζιραίων– καὶ γὰρ οὐδ' ἡ μερὶς αὕτη τῆς κοινῆς ἀκροάσεως καὶ κρίσεως ἀπολέλειπτο– ἀλλ' οὗτοί γε διέσεισάν τε τοῖς Χιώταις τοὺς σαθροὺς θεμελίους τῶν λόγων καὶ πᾶν ἀσεβείας καταλελύκασιν ὕψωμα, ἄνδρες τούς τε γνησίους ἡμῶν λόγους ἀνεγνωκότες καὶ τὰ τῆς ἀληθείας ἠκριβωκότες δόγματα καὶ πολλοῖς περὶ τούτων βιβλίοις προσομιλήσαντες, τά τε παρέγγραπτα καὶ νόθα ὥσπερ οἱ Ἀσκληπιάδαι τὰ δηλητήρια καὶ οἱ φιλόσοφοι τὰς σοφιστείας ὁμοῦ τε γνόντες, ὥστε μὴ ἀπατᾶσθαι καὶ τῶν εὐγενῶν καὶ οἰκείων ἀποδιελόμενοι λόγων. ὑμεῖς δέ μοι καὶ διασπᾶν δοκεῖτε τὸ μέγα σῶμα τῆς ἐκκλησίας, ὅπερ ὁ κύριος τὸ μεσότοιχον ἀφελόμενος συνεβίβασε καὶ συνήρμοσεν. εἰ γὰρ καὶ τἆλλα οἱ τῆς συγκλήτου διῄρηνται πρὸς τὴν σύνοδον, ἀλλ' οὐχὶ καὶ τῷ λόγῳ τῆς εὐσεβείας, οὐδὲ νόμος, ἃ μὲν οὗτοι γνοῖεν ἀθετεῖν ἐκείνους, ὧν δὲ ἐκεῖνοι καταψηφίσαιεν, τούτους δοξάζειν τε ταῦτα καὶ προϊστᾶν τῶν λόγων. Ἐρήσομαι δὲ ὑμᾶς βραχύ τι ἐρώτημα. ἆρ' οὖν, εἴ τις ὑμῖν ὑποληφθείη μὴ καλῶς δοξάζων περὶ θεοῦ, ἀπὸ σχημάτων φημί τινων καὶ ἐθῶν, μὴ μέντοι γε δοίη λόγους ἐν συνεδρίῳ μηδ' ἐλεγχθείη πρεσβεύων παρὰ τὸν λόγον μηδὲ καθαιρεθείη συνοδικῶς, ἀδεῶς τούτῳ συνομιλήσετε ἢ τὴν ψυχὴν ὑποθήσεσθε ἢ μαθητιᾶν αὐτῷ ἕλοισθε; οὔκουν ἄτοπον εἰ, ἅπερ ὑμεῖς ἀκριβοῦν ἐθέλοιτε, ταῦτα τῷ πατριάρχῃ κατ' ἐξουσίαν παραχωρήσετε; πῶς δέ, ἃ ἐκείνῳ διδοίητε ὡς ἔννομα καὶ εὐσεβῆ, παρεγράψασθε τότε καὶ διεσύρατε; πῶς καὶ τίνα τρόπον; μήτε συνομιλοῦντες τοῖς Χιώταις μετὰ τὸν κοινὸν κατ' αὐτῶν ἔλεγχον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἀβουλήτως αὐτοῖς ἐντυγχάνοντες μήτε ταῖς οἰκίαις παραδεχόμενοι, ἀλλὰ καὶ τὸν ἀρχιερέα καταμεμφόμενοι, ὅτι μετὰ τηλικαύτην κρίσιν καὶ γνῶσιν οὐδ' οὕτως ἀπωθεῖν ἐκείνους ἔγνω καὶ ἀποστρέφεσθαι. διὰ τί δὲ μὴ καὶ σύνοδον τηνικαῦτα κατ' αὐτῶν συγκεκρότηκεν οὕτω διαβληθέντος αὐτοῖς τοῦ λόγου καὶ τῶν δογμάτων διασεισθέντων; ἔστω γὰρ ὅτι μὴ καθῄρηκε τούτους ἐννόμως ἡ σύγκλητος. ἀλλὰ πῶς ἀφῆκε τὸ ἐλλελειμμένον ἡ σύνοδος; εἰ μὲν γὰρ αὐτοτελῆ τὴν συγκλητικὴν κρίσιν ὁ μέγας δεσπότης ἡγήσατο, πῶς αὖθις συνῆλθε τούτοις καὶ συνωμίλησεν καὶ τοῖς μεγάλοις συνηριθμεῖτο πατράσι καὶ τὸν ἑαυτοῦ ἀμφορέα ἐκ τῆς ὠκεανίτιδος ἐκείνων ἐπλήρου πηγῆς; εἰ δ' οὐ συνεχώρει τούτοις δικάζειν περὶ δογμάτων ποιουμένοις τὸν λόγον, διὰ τί μὴ δευτέραν αὐτὸς ἔθετο κρίσιν καὶ τοῖς ἀνδράσι τὰ καινὰ διεξιχνίασε δόγματα καὶ κανονικὴν ἀπεφήνατο τὴν διάκρισιν; ἦ γὰρ ἑαυτὸν μόνον ὀρθὸν οἰόμενος δογματιστήν, τὸ λοιπὸν μέρος τῆς καθ' ἡμᾶς πόλεως, μᾶλλον δὲ ἁπάσης τῆς οἰκουμένης, διεστραμμένους περὶ τὸν τοῦ δόγματος λόγον ὑπείληφεν; ἢ μᾶλλον, ὅπερ καὶ ἀληθές ἐστιν, ἡμεῖς μὲν ἑδραῖοι ἐφ' ὧν παρειλήφαμεν δογμάτων βεβήκαμεν, οὗτος δὲ παραλλάξας τοὺς πόδας πρὸς τὸν κρημνὸν τῆς ἀπωλείας κατώλισθε. καὶ ὅτι μὴ τέχνη λόγων ἡ περὶ τούτων ἀπόδειξις, αὐτὰ βοᾷ τὰ ἐκείνων συγγράμματα, οἷς ὥσπερ λογίοις προσεῖχε καὶ ὡς θείους ἐτίμα χρησμούς. Ἀλλὰ τὰ πλείω τούτων κατὰ συγχώρησιν ἡμῖν δέδοται, ἐπεί, εἴ γε τἀληθῆ σκοπεῖν ἐθέλοιμεν, οὐδὲ πάντα τῶν δογμάτων, ὅσα διαβέβληται νῦν συνοδικῶς, ἀπηλέγχθη καὶ ἐν συνεδρίοις πατέρων ἀπεκρίθη τῆς εὐσεβείας, ἀλλὰ τά γε πλείω τῷ τοῦ εὐαγγελίου λόγῳ παραβάλλοντες καὶ συγκρίνοντες ὡς διεστραμμένα τῆς ἑαυτῶν ψυχῆς ἀπωσάμεθα αὐτίκα. τὰς Πλατωνικὰς ἀναμνήσεις καὶ τὴν Ἑλληνικὴν μετεμψύχωσιν καὶ τοὺς τελετάρχας θεοὺς καὶ τὴν μεσότητα τῶν ψυχῶν καὶ τὴν Ἑκατικὴν δύναμιν καὶ τοὺς κοσμαγοὺς δαίμονας καὶ τὰς ἀγγελικὰς κῆρας ποῖοι τῶν πατέρων ἢ πότε ἐν κοινῷ συνεδρίῳ διέσεισάν τε καὶ καθῃρήκασι; τὰ δὲ αἰθέρια στερεώματα καὶ τὸν ἐκπύρινον νοῦν καὶ τὸν ἅπαξ ἐπέκεινα καὶ τὸν δυαδικὸν θεὸν καὶ ἀγνοῆσαι οἴομαι τοὺς ἄνωθεν τῆς εὐσεβείας μυσταγωγούς· τὴν δὲ Ἀριστοτέλους θεολογίαν καὶ τὴν ψυχογονίαν τοῦ Πλάτωνος καὶ τοὺς καινοὺς ἀριθμοὺς καὶ τὰς ἀναπλάσεις τῶν δογμάτων καὶ τὴν δαπάνην τοῦ μεριστοῦ, τίς ποτε τῶν πάντων διέκρινε ταῦτα καὶ συνοδικαῖς γνώμαις καθῄρηκεν; ἆρ' οὖν, ὅτι μὴ συνοδικῶς τὰ δόγματα διεβλήθησαν, ἀβασανίστως ἐκδεξόμεθα τῇ ψυχῇ καὶ ἀπολογίαν ἕξομεν τοῦτο τῆς ἡμετέρας κακοδοξίας; πολλοῦ γε καὶ δεῖ. Oὐ γὰρ οὕτως, ὧ βέλτιστοι, ὁ ἀληθὴς λόγος διαιτῴη τοῖς πράγμασιν· ἀλλ' ὅσα μὲν τῶν δογμάτων πατρικαῖς ἄνωθεν καὶ συνοδικαῖς διαγνώσεσιν ἐξελήλεγκται, αὐτόθεν ἡμῖν ἀποκέκριται, τὰ δὲ ἄλλα πρὸς τὸν τοῦ εὐαγγελίου κανόνα παραμετροῦντες ἡμεῖς ἀποκρίνομέν τε αὖθις καὶ ἀποκρινοῦμεν, ἔστ' ἂν ὁ τῆς παραβλαστήσεως λόγος ἀποφύῃ τὴν ἄκανθαν. οὐ τοίνυν ἀπὸ τῶν λαιῶν τῆς Ἑκάτης μερῶν ἀπογεννήσομεν τὴν ψυχήν, ὅτι ἐμφύσημα θεοῦ ταύτην ἀπὸ τῆς γραφῆς μεμαθήκαμεν, οὐδ' ἀπὸ τῶν δεξιῶν αὐτῆς λαγόνων τὰς ἀρετὰς ῥεῖν οἰησόμεθα, ἀλλ' ἄνωθεν ἀπὸ τῆς πρώτης πηγῆς, εἰπεῖν δὲ καὶ τῆς ἡμετέρας γνώμης καὶ τῆς ἐπ' ἄμφω τοῦ αὐτοεξουσίου ῥοπῆς. οὐδὲ τὸν θεὸν ἀμέθεκτον ἡμῖν δοξάσομεν, κἂν πολλὰ ὁ Ἕλλην περὶ τούτου διϊσχυρίζοιτο, ὅτι ἐνοικεῖν ἡμῖν καὶ ἐμπεριπατεῖν παρὰ τῶν τοῦ λόγου φωνῶν ἠκηκόειμεν. οὐδὲ τὴν ἐκ τῆς θεοπτείας ἀφετηρίαν πύλην ζωῆς ὀνομάσομεν ὅτι μὴ τὸν Χριστὸν μόνον, παρ' οὗ καὶ τὴν πρὸς τὸν πατέρα προσαγωγὴν κατὰ τὸν ἀπόστολον ἐσχήκαμεν. οὐ τοίνυν οὐδὲ τὸ παρὰ τοῖς Χιώταις πνεῦμα παραδεξόμεθα, ὅτι ἕτερον τοῦτο παρὰ τοῦ εὐαγγελίου δεδιδάγμεθα, πατρὶ συναριθμούμενον καὶ υἱῷ καὶ ὁμοτιμίᾳ τιμώμενον. οὐδὲ τὴν ἐγγαστρίμυθον ἐκδεξόμεθα, οὐδ' εἰ ἀναβιβάζει τὸν Σαμουὴλ κάτωθεν, εἰ καὶ ὁ μέγας πατὴρ καὶ εἰσῳκίσατο καὶ τεθαύμακε καὶ πολλοῖς ἡλίοις συνδιημέρευσε. δέδοικα δὲ μή που καὶ συνωργίακε συγκορυβαντιῶν αὐτῇ καὶ τοῦ καινοῦ συμπληρούμενος πνεύματος. Πάλαι μὲν γὰρ οὔπω τοῦ τῆς εὐσεβείας φωτὸς καθαρῶς ἀναλάμψαντος οὐδὲ τοῦ εὐαγγελικοῦ κηρύγματος πάντα διειληφότος τὰ πέρατα οὐδὲ τῶν δογμάτων τῆς ἡμέρας ἀμιγῶς ἀπὸ τῶν τῆς νυκτὸς διακριθέντων, ἀλλ' ἔτι ἀναμὶξ τῶν διαφόρων οὐσῶν νοήσεων ὑπὸ τοῖς ἐπιστήμοσι καί, ἵν' οὕτως εἴπω, λογογνώμοσι τά τε διαυγῆ τῶν δοξασμάτων καὶ τὰ κίβδηλα καὶ ὑπόχαλκα διεκρίνετο. διὰ ταῦτα πατέρων ἁπανταχῇ ἐπὶ τῇ διακρίσει τοῦ λόγου συνέδρια συγκεκρότητο· καὶ παρὰ τούτοις μὲν Ἄρειος, παρ' ἐκείνοις δὲ Μακεδόνιος καὶ παρ' ἄλλοις ὁ Λίβυς Σαβέλλιος τῆς ἐκκλησίας ἐξωστρακίζοντο καὶ ἀρχιερεῖς μόνοι τὸν λόγον τῆς κρίσεως ἐπιστεύοντο. νῦν δὲ τῶν γνησίων καὶ νόθων σπερμάτων διακριθέντων καὶ τοῦ φωτὸς καθαρῶς τὴν νύκτα σκεδάσαντος καὶ πάντων ὑπὸ μεγάλῳ φωστῆρι, τῷ ὀρθοτόμῳ λόγῳ τῆς ἐκκλησίας, πολιτευομένων, τίς ὁ λόγος μὴ ἄλλως τοὺς τῆς ἀσεβείας μυσταγωγοὺς τοῦ τῶν εὐσεβῶν καταλόγου ἀποκηρύττεσθαι, εἰ μὴ πατριάρχαι τούτους ἀποκρίνοιέν τε καὶ ἀθετήσαιεν; ἆρ' οὖν, εἴ τις ἴδοι τινὰ κατὰ νώτου τὴν τοῦ ἡλίου πεποιημένον ἀνατολὴν καὶ πρὸς τὴν ἑσπέραν ποιούμενον τὴν εὐχήν, κοινωνήσει τἀνδρὶ τοῦ σκοποῦ μέχρι τῆς πατριαρχικῆς κρίσεως καὶ ἀδιάφορον ἡγήσαιτο τὸ εἶδος τῆς προσευχῆς; ἢ εὐθὺς ἐκκλίνοι καὶ γνώμονι ἑαυτῷ πρὸς τὴν διάκρισιν χρήσαιτο; ἄτοπον τοίνυν εἰ, ἃ μηδὲ πολλὴν ἐπισύρεται τὴν διαβολήν, ἀφ' ἑαυτῶν διαπτύοντες περὶ τῶν πάντῃ κατεγνωσμένων καὶ αὐτόθεν αὐτελέγκτων καὶ ἀποβλήτων συνοδικῆς γνώμης δεησόμεθα. εἰ τοίνυν σαβελλίζοντά τινα γνοίημεν τήμερον καὶ τὰς ὑποστάσεις εἰς ἓν πρόσωπον ἀναλύοντα, αὐτόθεν ἀποπεμψόμεθα ἢ συνδοξάσομεν μέχρι ἂν ἡ σύνοδος κρίνοι τὸν ἄνδρα καὶ κατακρίνοι; ἀλλ' οὐκ ἂν εἴποιτε, εἰ μὴ προδήλως ἀσεβεῖν βούλοισθε. πῶς οὖν τοῦτο διδόντες πικρῶς ἡμᾶς ἐξετάζετε, ὅτι τὰς τῶν Χιωτῶν δόξας διαπεφεύγαμεν μὴ παρ' ὑμῶν εἰληφότες τῆς διαστάσεως τὸ ἐνδόσιμον; ἀλλ' οὐκ οἶδα, τίς ὑμῖν περὶ τούτου ὑπολέλειπται λόγος ἢ ὅπως τούτοις οὖσί γε τηλικούτοις διαμφισβητεῖτε πρὸς ἀλλήλους καὶ ὑπερήμερον τίθεσθε τὴν ἀπόφασιν. δεῖ μὲν γὰρ εὐλαβεῖσθαι καὶ μὴ ῥᾷστα τῶν ἀρχιερέων κατηγορεῖν, ἀλλ' ἔνθα μὴ θεὸς τὸ ἀτιμαζόμενον. ἐγὼ δ' εἰ μὲν ἁπλῶς ἑώρων τὸν ἄνδρα τὴν πλάνην παραδεξάμενον, ἀλλὰ μὴ εἰς τὸ βάθος τῆς ἑαυτοῦ ψυχῆς ταύτην κατακολπίσαντα καὶ βαφέντα ὡς εἰπεῖν δευσοποιά τε καὶ ἀναπόνιπτα, οὐκ ἂν οὕτω θερμότερον κατηγόρησα, ἀλλὰ λόγοις ἑτέροις διορθωσάμενος μετεδίδαξα. ἐπεὶ δὲ οὐκ ἀπὸ τῶν ἡμετέρων μᾶλλον ἢ τῶν λήρων ἐκείνων τὴν ψυχὴν ἐποιώθη καὶ τῶν καινῶν δογμάτων ἀντεποιήσατο, ὡς μικροῦ δεῖν καὶ νομοθετεῖν περὶ τούτων, διὰ ταῦτα τὴν παροῦσαν ἐνεστησάμην γραφήν. ἀξιῶ δέ μοι ἐνταῦθα προσέξειν τὸν νοῦν. κἂν μὲν ἀληθῆ καὶ δίκαια λέγω καὶ μετὰ πάσης ὡς εἰπεῖν ἀποδείξεως, αὐτόθεν ἐπενέγκατέ μοι τὴν τομήν· εἰ δὲ περινοοῦμαι τι τῷ λόγῳ σοφιστικαῖς πιθανολογίαις πρὸς τὸν ἔλεγχον χρώμενος, μηδὲ φωνῆς ἀνάσχοισθέ μου. Ἐπειδὴ γὰρ ἡ τῶν Χιωτῶν ἀπάτη ἐλήλεγκται καὶ τὰ τῆς ἀσεβείας αὐτῶν κατεγνώσθη συγγράμματα, ὁ μέγας ἡμῶν πατριάρχης δεινὸν ἄλλως ἡγεῖται, εἰ μὴ καὶ αὖθις τὰ ἐκείνων ἰσχύσειε καὶ τὴν ἧτταν τούτοις ἀνακαλέσαιτο. καὶ σκοπεῖτε ὅπως ὑπούλως ἐνταῦθα καὶ δολερῶς τὴν ἀρχὴν πεποίηται τοῦ βουλήματος. ἑτέραν γὰρ τραπόμενος ἑτέραν αὖθις ἐτράπετο. τῷ γὰρ μεγάλῳ προσιὼν ἡμῶν αὐτοκράτορι οὐδὲν οὔπω μεμαθηκότι περὶ ὧν ἐκεῖνος κατελιπάρει τε καὶ ἐδεῖτο, ὑπὲρ εὐσεβοῦς δῆθ [εν ἴστ] ατο πράγματος, ἵν' ἐκεῖθεν ἁρπάσῃ ὥσπερ ὠρυόμενος λέων ἢ ἐν σκοτομήνῃ κατατοξεύσῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. καὶ ὀλιγωρίαν μὲν τοῖς προβεβασιλευκόσι τῶν ἱερῶν ἐγκαλεῖ, κοινώνησιν δὲ τῶν καθηγιασμένων θεῷ καὶ ἀσέβειαν ἄντικρυς ἐν σχήματι εὐσεβείας. οὕτω κύκλῳ τὸν λόγον περιβαλλόμενος εὐθὺς ἐφοδεύει τὸν λόγον καὶ πολιορκεῖν πειρᾶται τὴν ἀκατάσειστον τοῦ βασιλέως ψυχήν– ἐπὶ τούτοις γὰρ οἱ Χιῶται καὶ ἡ κατ' αὐτῶν πεῖρα καὶ ὁ βάσκανος δαίμων– καὶ ἐφ' ἑκάστῳ δακρύων καὶ τελευτῶν, ὅτι τοι, ὅπερ ἐδείμαντο μοναστήριον καὶ θεῷ μόνῳ δεσπότῃ ἀνέθεσαν καὶ γράμμασιν ἰδίοις τε καὶ βασιλικοῖς τὴν γνώμην αὐτῶν ἐμπεφανίκασι καὶ ἐκύρωσαν, ἡ καταψηφισαμένη αὐτῶν βασιλὶς ἀφείλετο μὲν θεοῦ, ἑαυτῆς δὲ ἐποιήσατο, μήτε χρυσοβούλλου γραφῆς φεισαμένη μήτε τῆς τῶν μοναχῶν ἐπιστραφεῖσα βουλήσεως," ἀλλ' αὐτός", φησίν," ἀντὶ πάντων τοῖς ἀνδράσι γενοῦ καὶ τῷ θεῷ φέρων ἀπόδος τὸ μοναστήριον, ᾧ δὴ καὶ παρὰ τῶν δειμαμένων καθαρῶς καθωσίωτο." εἰ μὲν οὖν οὐδὲν ἕτερον ὑπὸ τοῖς λόγοις τούτοις ἐκρύπτετο, ἀλλ' ἁπλότης ἦν γνώμης ἡ δέησις, οὐδὲν ἂν αὐτῷ ἐν τούτοις προσετρίβετο ἔγκλημα. ἐπεὶ δὲ ὥσπερ οἱ τυραννοῦντες ὥσπερ ἐξ ἀκροπόλεως ἐπειρᾶτο κατατρέχειν ἡμῶν, τοῦτό ἐστι τὸ παρ' ἡμῶν αὐτῷ ἐγκαλούμενον. σκοπεῖτε γάρ. πείθεται τοῖς λόγοις τούτοις ὁ βασιλεύς. καὶ πῶς γὰρ οὐχί; ζηλοτυπεῖ περὶ τοῦ θεοῦ καὶ οἷα δικαστὴς κρείττων τὴν λαχοῦσαν αὐτῷ κληρονομίαν ἀποκαθίστησιν. ἐπὶ τούτοις τὰ εἰωθότα· βασιλικῶν γραμμάτων ἔκθεσις καὶ αὐτόχειρ ὑπογραφὴ καὶ ἡ ἐπίσημος καὶ συνήθης σφραγὶς τὸ κῦρος διδοῦσα τῷ πράγματι. ἐντεῦθεν τὸ προσωπεῖον ἀνακαλύπτει ὁ πατριάρχης καὶ ἐπεγγελᾷ ἡδέως τῷ κατορθώματι. καὶ δεδίττεται τοὺς πολλοὺς τῇ γραφῇ καί, ἣν ἐξελείξατο πλάνην ἢ πέπωκεν, ἀκρατῶς ὅλην ἐν ὑπομνήμασιν ἐξεμεῖ· καὶ παρρησιάζεται τὴν ἀσέβειαν οὔπω τολμήσας πρότερον. καὶ ἡ πρόφασις δεξιά, ἡ χρυσόβουλλος γραφὴ καὶ ἡ βασιλέως ὑπογραφή· ἀλλ' οὐ περὶ τῆς ἀσεβείας, ὦ βέλτιστε σύ, ἵνα τι καὶ δικανικώτερόν σοι προσενεχθήσομαι, ἀλλὰ περὶ τῆς τοῦ μοναστηρίου καθιερώσεως. Σὺ δ' ἐξ ἑτέρας ἀρχῆς εἰς ἑτέραν μεταβαίνεις ὑπόθεσιν καὶ χρυσῇ κεφαλῇ χεῖρας καὶ πόδας καὶ τὸ λοιπὸν σῶμα προσπλάττεις, πάντα χαλκᾶ. ὡς δέ σου ἡδέως ἄγαμαι καὶ τὸ ἐν ὑπομνήματι τοῦ καλοῦ ἐγκώμιον. οὗ μὲν γὰρ τὸ ὅλον ἀντέχεται καὶ τὰς κοινὰς φροντίδας ἀχθοφορεῖ, κατολιγωρεῖς καὶ σκώπτεις ἄντικρυς· οὗ δέ σοι δοκεῖ συμβεβλῆσθαι πρὸς τὸ βούλημα τῆς ψυχῆς, ἄγασαί τε καὶ τέθηπας. καὶ ὥσπερ οἱ σοφισταὶ τὸν νόμον ἀναγινώσκων ἔπειτα ἐπαινεῖς καὶ θαυμάζεις καὶ τοῦ νομοθέτου τὴν γνώμην ἀνακαλύπτεις. τί δέ σοι τὰ πολλὰ ταυτὶ πρὸς τὴν τοῦ βασιλέως γραφὴν γέγραπται; ἐχρῆν γάρ, εἴ γε καὶ ἀσεβεῖν βεβούλησαι, εἴ γε καὶ ἐχρῆν τὴν περὶ τοῦ μοναστηρίου θεῖναι ὑπόθεσιν, ὡς πρὸς θεὸν τὸν λόγον ποιούμενον καὶ μηδενὸς ἑτέρου πρὸς μνήμην ἐλθεῖν· σὺ δὲ ὥσπερ ἐξεπίτηδες ἐγκωμιάσαι τοὺς Χιώτας βουλόμενος γενικῷ προσέχεις τῷ λόγῳ, γενεαλογῶν αὐτοὺς ὥσπερ οἱ ῥήτορες καὶ μονονοὺ μαιεύων καὶ ἐξ ἐπαγγελίας προσάγων τῷ βίῳ. εἶτα δὴ ἀνάγων ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου καὶ τὰ λοιπὰ προστιθεῖς, ἃ κἂν ἀπώκνησέ τις Γρηγορίῳ καὶ Βασιλείῳ προσμαρτυρῶν, τοῖς γνησίοις τοῦ λόγου κήρυξι καὶ μεγάλοις τῆς ἀληθείας ἀγωνισταῖς· εἶτα τὰ πολλὰ ἐκεῖνα καὶ ἐπὶ πᾶσιν ἀνακηρύττεις ὡς στεφανίτας. ὢ τῆς ἀτοπίας τοῦ λόγου, εἴ γε διῶκται μὲν ἡμεῖς οἱ τῆς εὐσεβείας προστάται, οἱ δὲ προφανῶς ἀσεβήσαντες μάρτυρες καὶ ἀναρρήσεως ἄξιοι. στεφανῖται οἱ τὸν τῆς πίστεως ἡμῶν ὅσον τὸ ἐφ' ἑαυτοῖς ἀφελόμενοι στέφανον καὶ καταβαλόντες ἡμῶν τὸ ἀξίωμα καὶ τὸ ἁπλοῦν τῆς πίστεως τυραννήσαντες· στεφανῖται οἱ τοῦ θείου καταφρυαξάμενοι πνεύματος καὶ πνευμάτων ἑτέρων ἑαυτοὺς ἐξαρτήσαντες καὶ τοῖς ἀρρητοτάτοις πιστεύσαντες. εἶτα οὐκ ᾐσχύνθης τοῦ ῥήματος τὴν ἀσέβειαν; ἀλλὰ βασκάνους μὲν ἀποκαλεῖς τοὺς δημοσιεύσαντας τὴν ἐκείνων ἀσέβειαν, στεφανοῖς δὲ τούτους τῷ λόγῳ καὶ ἐν μέσῳ θεάτρῳ ἀνακηρύττεις καὶ ἀναγορεύεις τῷ διαδήματι. κἀκεῖνοι μέν, ὁπηνίκα τὴν δίκην ὑπεῖχον τοῦ ἀσεβήματος, ἀσεβεῖν οὐδὲν ἧττον τῶν ἄλλων ὡμολογήκασι, σὺ δὲ κήρυκας θεολογίας ποιεῖς καὶ προμάχους ἀληθείας καὶ μάρτυρας. ἀλλὰ τί μοι πρὸς τοῦτον ὁ λόγος; ἐγὼ δὲ ἡδέως ἂν καὶ πάλιν πυθοίμην ὑμῶν, εἴ γε εὐσεβῆ ταῦτα καὶ πρὸς μηδεμίαν τῶν ἡμετέρων προσκρούει φωνῶν. ἀλλ' οὐδεὶς ἂν εἴποι, εἰ μὴ μελαγχολᾶν ἄντικρυς ἢ σκιαμαχεῖν βούλοιτο. εἰ τοίνυν τις ὑμῶν γνοίη τῶν ἄλλων τινὰ Νεστορίῳ ἐκείνῳ ξυντιθέντα ἐγκώμιον ἢ Ἀπολιναρίῳ προσθέμενον, ἆρ' οὐχ ἂν εἰκότως ἀγανακτήσειε καὶ ἀσέβειαν ἐγκαλέσας τῷ γράψαντι ἢ προσκειμένῳ ἄλλως πόρρω τῆς ἐκκλησίας ἐλάσειεν; οὐκοῦν ἄτοπον, εἰ κατὰ μὲν τῶν τοιούτων εὐλόγως ἂν ὀργιεῖσθε, κατὰ δὲ τῶν νέα καινοτομησάντων δόγματα καὶ τῶν ταῦτα παραδεξαμένων ἐλάττονα τὴν ὀργὴν ἕξετε; Εἰ δὲ τοῖς τούτων συγγράμμασι καί τινα εὐσεβείας ἀναμέμικται ῥήματα καὶ θεολογικαὶ ὑποτυπώσεις, θαυμάζειν οὐ χρή· πᾶσαι γὰρ αἱ διεφθαρμέναι δόξαι, αἷς ἐπαρώμεθα νῦν, ἀπὸ μέρους τῶν καθολικῶν δογμάτων ἀσεβεῖν εἵλοντο, καὶ ὡς εἰδότων ὑμῶν οὐ πλέον τι προσεξεργάζομαι εἰ μὴ ὅσον εἰκός. αὐτίκα γοῦν Ὠριγένης ἐκεῖνος ὁ συνακμάσας Πορφυρίῳ τῷ φιλοσόφῳ καὶ τῇ καθ' ἡμᾶς θεολογίᾳ προσβέβηκε καὶ τὴν οἰκονομίαν ἐδέξατο, ἀλλὰ ταῖς αἱρέσεσι πάσαις τὰς ἀρχὰς ἐκεῖνος ἐνδέδωκε. κατὰ δὲ Κέλσου πολύστιχον ποιησάμενος σύγγραμμα σεμνύνει μὲν τὰ ἡμέτερα, ἐνιαχοῦ δὲ τῶν μερῶν καὶ θεολογεῖ καθαρῶς. καὶ Ἀπολινάριος δὲ Πορφυρίου καταδραμὼν ἔστιν ὅπου ταὐτὰ τοῖς ἀκριβῶς θεολογήσασι φθέγγεται. καὶ Εὐνόμιος τὸ σύγγραμμα τῆς ἀσεβείας ὑφαίνων ἐκ τῆς ἀνωτάτω καὶ πρώτης οὐσίας τὴν ἀρχὴν τοῦ λόγου πεποίηται. Νεστόριος δὲ καὶ λανθάνει πολλοὺς ὅτι ἀκριβῶς ἀσεβεῖ, ταῖς ὁμωνυμίαις τοὺς ἁπλουστέρους παρακρουόμενος. οὐ τοίνυν εἰ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα κένωσίς τε καὶ σάρκωσις καὶ τἄλλα τοῖς τῶν νέων δογματιστῶν ἐμφαίνεται γράμμασιν, ἀποδέχεσθαι χρή, ἀλλ' εἰ περὶ ἕν τι διημαρτήκασι, τὸ πᾶν ἀπολώλασι. κἂν βραχύ τι ἁμαρτανόμενον ᾖ, καινοτομία τὸ διαφέρον καθέστηκε δόγματος· οὐ γὰρ πάντες, πρὸς οὓς διαφερόμεθα, τὰς συγχύσεις ἢ τὰς διαιρέσεις ἐπρέσβευσαν. τί γὰρ κοινὸν ὕλῃ καὶ ἰδέαις πρὸς τὰ ἡμέτερα δόγματα; ἀλλ' ἐπειδὴ ταύτας μὲν Πλάτων εἰσήνεγκε, τὴν δὲ ὕλην Ἀριστοτέλης ἄναρχον ἀπεφήνατο, τῆς ἐκκλησίας εἰκότως ἀλλοτριοῦμεν. καὶ τὴν μὲν Στοὰν διασείομεν, ὅτι μηδὲν ἀσώματον παρεδέξατο· καὶ τὴν Ἐμπεδοκλέους ἀνάγκην καὶ τὴν Ἡρακλείτου εἱμαρμένην καὶ τὸ αὐτόματον Ἐπικούρου καὶ Πυθαγόρου τὴν μετεμψύχωσιν καὶ τὴν ἄλλην Ἑλληνικὴν τερθρείαν ἀποβαλλόμεθα. καὶ οὐκέτι πολυπραγμονοῦμεν, εἰ ἔννους ὁ κόσμος καὶ ὁ οὐρανὸς ἔμψυχος, ἀλλὰ κἂν ἀποδεικνύειν δοκῶσι, κἂν αὐτὰ τὰ πράγματα φέροντες δεικνύωσι, τοὺς ὀφθαλμοὺς ἐπιμύομεν. εἰ τοίνυν αἱρέσεις τὰ τοιαῦτα ὀνομάζομεν δόγματα καὶ αἱρεσιάρχας τοὺς τούτων εἰσηγητάς, τοὺς τὸ ἀξίωμα τοῦ πνεύματος ἀθετήσαντας οὐδὲν ἧττον ἢ Μακεδόνιος, τίνα ἂν ἀξιώσαιμεν τῆς προσηγορίας; ἢ τὸν τούτοις κεκοινωνηκότα δεσπότην ποίας θήσομεν τάξεως ἢ ποίαις τοῦτον εὐφημίαις ἀναδησόμεθα; οὐ δῆλον αἷς οἱ μυσταγωγοὶ τούτων κεκόσμηνται; Ἀλλ' ὅ με μικροῦ διέλαθε, τοῦτο προσθήσω τοῖς εἰρημένοις, ὁμολογουμένην ἀρχὴν εἰληφώς, ὅτι πᾶς δαίμων καὶ σκότος ἐστὶν καὶ φῶς ὑποκρίνεται καὶ εἰς ἑαυτὸν περισπῶν τὸ τοῦ σεβάσματος κράτος οὐ παρρησιάζεται τὴν βλασφημίαν, ἀλλ' οἷα δὴ τεχνίτης καὶ σοφιστὴς ἄντικρυς μεθοδεύει τὴν ἐπιχείρησιν καὶ ἐπικαλύπτει τὴν κακεντρέχειαν, ἵν' ἕλοι τὴν πρώτην τὸν ἀπατώμενον, εἶτα δὴ ὡς εὐκαθαίρετον τειχίον πολιορκήσῃ καὶ παραστήσηται. θεὸν γοῦν τὰ πρῶτα ὁμολογεῖ καὶ ἄναρχον ἀρχὴν τίθεται, τὰς οἰκείας καὶ συνήθεις τοῖς προσαγομένοις φωνὰς ἀφιείς, ἵν' ὡς γνησίῳ τῷ ἀλλοτρίῳ προσδράμωσι καὶ τῆς ἐκείνου διδασκαλίας ἑαυτοὺς ἀναρτήσωσι. τῇ δὲ μητρὶ τοῦ λόγου καὶ μάλα μαχόμενος καὶ τῷ σταυρῷ πολεμῶν δι' οὗ καταλέλυται, ἐκείνην τε σεμνύνει τῷ λόγῳ καὶ τούτῳ ἑαυτὸν καταγράφει, οἶδε γὰρ ὡς οὐκ ἂν ἄλλως παραδεχθείη τῶν ἀπατωμένων ταῖς ἀκοαῖς, εἰ μὴ τοιαῦτα πρῶτον σοφίσεται. εἰ μὲν οὖν ἔχει τις τὸ τῆς διακρίσεως χάρισμα καὶ γεγύμνασται τὰ τῆς ψυχῆς αἰσθητήρια πρὸς τὴν κατανόησιν τοῦ χείρονος καὶ βελτίονος, ἔγνωκέ τε τοῦτον εὐθὺς χαρακτηρίσας καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, εἰ ἐμμένει τούτοις, εἰ παραλλάττει, εἰ τίθησιν ἱλαρὰν τὴν τοῦ προσομιλοῦντος ψυχήν, καὶ ἀπελέγξας αὐτῷ τὴν ὑπόκρισιν πόρρω τε γίνεται καὶ τὴν ἀπάτην ἀποδιδράσκει. εἰ δ' οὖν, τὸ τοῦ δόλου καταπιὼν ἄγκιστρον ἑάλωκεν ἔσωθεν καὶ ἀπὸ τῆς ψυχῆς ἤρτηται ἀσπαλιέως ἀγκυροβολίοις ἐκκρεμασθείς. τοῦτο γοῦν καὶ οἱ Χιῶται καὶ ἡ Δοσιθέα καὶ ὁ μέγας δεσπότης καταπεπώκασι καὶ ἀπῃωρημένοι κάτωθεν ἠγνοήκασιν. ἠπατήκασι γὰρ αὐτοὺς οἱ μάρτυρες παραγόμενοι καὶ τὰ κλαυθμυρίζοντα νήπια καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης χειραγωγῶν τὴν μητέρα καὶ– τοιοῦτον μὲν τῆς ἀπάτης τὸ δέλεαρ, ὁ δὲ κύρτος, τὸ δὲ ἕρκος– ἡ πολύθλιβος μήτηρ καὶ ἡ ἁγία τριὰς ἡ πᾶσαν φύσιν δημιουργήσασα τόπῳ περιγραφομένη καὶ τοῖς θεαταῖς ἐγγύς που προβαίνουσα· καὶ ἡ τοῦ λόγου μήτηρ, τὰ μὲν τὸν υἱὸν λιτανεύουσα, τὰ δὲ ἐπαγγελλομένη, τὰ δὲ τῷ μύστῃ διδοῦσα καὶ πατριάρχῃ. ἀλλ' οὐ τοιαῦτα, ὦ βέλτιστε σύ, τὰ τῆς θεοφανείας μυστήρια οὐδὲ οὕτως ἀνθρωπικά τε καὶ φλύαρα, μᾶλλον δὲ κοινά τε καὶ χαμερπῆ. οὐδὲ τοιαύτας ἡ παρθένος καὶ μήτηρ ἀφίησι τὰς φωνάς. ἑταιρίδων γὰρ μᾶλλον ἢ παρθένου τὰ τοιαῦτα ῥήματα ταῖς ἐν γειτόνων προσφθεγγομένων·" εὖ ὑμῖν τὸ περίορθρον· ἀβάσκαντά σοι· διημερεύσοις καλῶς· ἐμφύσησον δὶς τῷ κυπέλλῳ· ἀγαθόν μοι ὅτι τὴν σελήνην ἰδοῦσα μηνοειδῆ εὐθύς σε τεθέαμαι." τοιούτων ἀπόζει λήρων τὸ τῆς Δοσιθέας μυστήριον. καὶ μὴ γέ τις ἐπιγελῴη μόνον τοῖς ῥήμασιν ὡς γραώδεσι· ταῦτα γὰρ ὑποτρέχων ὁ πονηρὸς κατὰ τῶν ὑποδεξαμένων ψυχῶν τὰ τῆς πλάνης ἵστησι τρόπαια. Βούλει τὴν καθαρὰν γνῶναι καὶ ἀκίβδηλον θεοφάνειαν; ἄκουσον τοῦ Ἡσαΐου φωνοῦντος περὶ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου καὶ τοῦ ἐν αὐτῷ καθημένου. γνῶθι τὰς χερουβικὰς καὶ σεραφικὰς πτέρυγας, τὴν τοῦ ἀριθμοῦ τελειότητα, τὴν συμβολικὴν τοῦ προσώπου συγκάλυψιν, τὴν ἐντεῦθεν περιστολὴν τῶν ποδῶν, τὴν μέσην καὶ ἐλευθέραν πτῆσιν. κλῦθι τῶν θείων φωνῶν· τρὶς γὰρ εἰρηκότα τὴν τοῦ ἁγίου φωνὴν εἰς μίαν τὰ διῃρημένα συνηρμόκασι κυριότητα, ἵν' ἐκεῖσε μὲν τὰς ὑποστάσεις δηλώσωσιν, ἐνταῦθα δὲ τὴν θεότητα. βούλει καὶ ἑτέραν ὀπτασίαν ἰδεῖν; ἰδέ μοι τὸν Παῦλον αἰρόμενον καὶ ἄχρι τρίτου ὑψούμενον οὐρανοῦ, εἶτ' ἐκεῖθεν εἰς τὸν παράδεισον μεταγόμενον καὶ θείων μὲν ῥημάτων ἀκούσαντα καὶ θεαμάτων παραδόξων καταπολαύσαντα, ἄρρητα δὲ πάντα φυλάξαντα καὶ ἀνέκφορα. ἀλλ' οὗτος μὲν ἴσως βάσκανος ἦν καὶ ἐφθόνησέ σοι τῶν οὐρανίων φωνῶν, ἡ δὲ Δοσιθέα ἀφειδὴς καὶ φιλότιμος· διὰ ταῦτά σοι καὶ τοὺς μάρτυρας ἐκκαλύπτει, ἠκρωτηριασμένους ἴσως ἰδοῦσα καὶ στιγματίας, καὶ τοὺς ὁσίους παραδεικνύει σοι ἐκτετρυχωμένοις τοῖς ῥάκεσι, καὶ τὸν Πρόδρομον ὑπεμφαίνει σοι λάσιον ταῖς θριξὶ καὶ ἐκκεκαυμένον τὸ χρῶμα. οὐκ οἶδα πότερόν σοι ἀναισθησίαν ἢ ἀσέβειαν ἐγκαλέσαιμι. εἰ δὲ πᾶσαν ὅρασιν ἀδιαφόρως δέχῃ, τί μὴ καὶ τοῦ Τρισμεγίστου Ἑρμοῦ, ἣν ὁ Ποιμάνδρης– δαίμων δὲ οὗτος– τούτῳ παρέδειξε; κἀκεῖνα γὰρ φοβερὰ καὶ παράδοξα τὰ ὁράματα, ἀχλὺς καὶ ζόφος βαθὺς καὶ φῶς ἐκφαινόμενον καὶ πατὴρ καὶ υἱὸς δεικνύμενοι καὶ θεολογούμενοι. τί μὴ καὶ τὸν Ἐμπεδοτίμου μετεωρισμόν, ὃν ἕτερος δαίμων τούτῳ πεφιλοτίμηται, δι' οὗ τὴν τῶν ψυχῶν μυεῖται ἀθανασίαν; δέδοικα μὴ καὶ τὴν σὴν Δοσιθέαν Ἐρωτύχην ἢ Κασόθαν ἢ Ἔπτακις ἢ εἴ τις ἄλλος δαίμων ἀπατηλὸς παρακρουσάμενος ἢ δελεάσας ἐπὶ τὰς ἀτόπους ταύτας ὁράσεις μετήγαγεν· ὃς δὴ καὶ τῇ σῇ βασκαίνων ψυχῇ, ἵνα μὴ λέγω ἐμπαράσκευον αὐτὴν εὑρηκώς, τὰς τῆς ἀσεβείας παραφυάδας ἀναδενδράδας ἐν ταύτῃ πεποίηκε, πρῶτόν γε ταύτας τοῖς σοῖς διδασκάλοις νοθεύσας τε καὶ παραρριζώσας καὶ συνεγκεντρίσας αὐτοῖς ὡς τοῦ λόγου δογματισταῖς. Ἀλλ' ἀπωμόσαντο, φησίν, τὰς δόξας, αἷς συνεφθάρησαν. πηνίκα, ὦ βέλτιστε, καὶ πῶς τοῦτο πεποιημένοι; ἆρά γε πρὸ τῶν εὐθυνῶν; πρὸ τῆς εἰσαγωγῆς; πρὸ τῆς πανδήμου καὶ κοινῆς ἐξετάσεως; ἐπὶ τῆς τῶν λόγων κρίσεως τὸ ὑλικὸν πνεῦμα φωράσαντες καὶ τὸ εἶδος διαπτύσαντες τῆς ἐμπνεύσεως; εἰ μὲν γὰρ τὰ ἐκείνων παραβαλόντες τοῖς ἡμετέροις γνώμοσι, τὴν βδελυρὰν τελετὴν τῷ μυστηρίῳ τοῦ λόγου, τὴν βάκχην τοῖς αὐτόπταις τῶν ἀρρήτων καὶ κήρυξι, τὴν ἐκείνης ἀσχήμονα κίνησιν τοῖς σώφροσιν ἡμῶν σχήμασι καὶ κινήμασι, τὴν τοῦ δαίμονος εἰσφθορὰν τῇ καθόδῳ τοῦ ἡγεμονικοῦ πνεύματος, τοὺς λόγους τοῖς λόγοις, τοῖς καθεστηκόσι τοὺς μεμηνότας· εἰ οὕτω ταῦτα πρὸς ἄλληλα μετ' ἐπιστημονικῆς παραμετρήσαντες κρίσεως, ἔπειτα τὸ παραλλάττον πρὸς τοὺς νενομισμένους κανόνας ἐφευρηκότες τῶν πραττομένων ὡς ἀτόπων κατεψηφίσαντο καὶ τοῖς τῶν δογμάτων μυσταγωγοῖς δημοσιεύσαντες τὴν ὑπόνοιαν τὴν πρὸς τὸν λόγον διχόνοιαν ἠτιμάκασι, τότ' ἂν ἐδεξάμην αὐτῶν τὴν τῶν ἐγνωσμένων ἀποψήφισιν καὶ μετὰ τῶν κατηχουμένων ἠρίθμησα, ἔπειτα δὲ καὶ τῇ τελειότητι τῶν μυστηρίων προσήνεγκα. εἰ δὲ ἐπ' αὐτοῖς τοῖς δεινοῖς, τῶν λογιστῶν ἐφεστηκότων, τῶν δικαστῶν πικρῶς τὰς ὑπολήψεις ἐξεταζόντων, τοῦ γραμματέως τὰς ἐγγράφους δόξας κηρύττοντος, τῶν τὰς φωνὰς ἀποσημαινομένων τῆς Θέμιδος πικρῶς καταψηφιζομένων τῆς θεσμοθέτιδος, μονονοὺ τῶν κολαστῶν τὰ ξίφη θηγόντων, καὶ παντὸς εἴδους ὑποσημαινομένου κινδύνων, περὶ ὧν ἐδόξαζον, ἠμφισβήτησαν, πότερον ἀκριβῆ κρίσιν τὸ πρᾶγμα ἡγήσομαι ἤ, ὅπερ ἐστίν, ὑπονενοημένην ὑπόκρισιν, καὶ γνώμης ἀκρίβειαν ἢ ἀνάγκης ἐπίδειξιν; οἱ γὰρ θεοφόροις ἀνδράσι διαπιστήσαντες ἐν περιόδοις ἡλίου πολλαῖς καὶ ἐπὶ τοῦ πατριαρχικοῦ θεμελίου τὰ ἑαυτῶν ἐμπεδώσαντες οὕτως ἐν βραχεῖ πρὸς ὀλίγους τοὺς συνεξητακότας τὰς οἰκοδομὰς τῶν δογμάτων διέσεισαν. εἰ μὲν γὰρ ἀμύητοι τῶν καθ' ἡμᾶς λόγων ἐτύγχανον ὄντες καὶ παντάπασιν ἀκατήχητοι τῶν μυστηρίων τοῦ πνεύματος, τάχ' ἂν τῷ φωτὶ προσελθόντες τῆς ἀχλύος τὸν ζόφον ἐγνώκασιν· ἐπεὶ δὲ μετὰ τῶν τοῦ λόγου θρεμμάτων συναριθμούμενοι εἰς θηρίων μορφὰς ἑαυτοὺς μετεποίησαν καὶ πᾶν εἶδος ἐπαγγελλόμενοι γνώσεως καὶ διαφορὰν πνευμάτων εἰδέναι οἰόμενοι τοῖς χείροσιν ἑαυτοὺς εἰσεποίησαν, πῶς ἂν εὐθὺς εἰς τὴν κρείττονα μερίδα μετέθεντο, ὁπότε καὶ τηνικαῦτα ἐξεταζομένου τοῦ δόγματος συνηγόρους τοὺς ἡμετέρους λόγους ταῖς διεφθαρμέναις αὐτῶν δόξαις ἐπήγοντο; ἢ δὲ βούλει γνῶναι, ὅτι μηδέν τι τῶν δεδογμένων ἀπηλείφασι τῆς ψυχῆς, ἔπελθέ μοι πολλάκις τὸ μέγα τοῦ δεσπότου περὶ τούτων ὑπόμνημα, ἵν' ὁμοῦ καὶ ἐγκωμίων γνοίης ὑπερβολὰς καὶ ἀγώνων ἀναρρήσεις μαρτυρικῶν. στεφανοῖ γὰρ αὐτοὺς ἐκεῖσε πολλάκις ὥσπερ διηγωνισμένους τὸν πένταθλον καὶ ἀναμιμνήσκει τῶν παλαισμάτων καὶ τῶν κατὰ νόμους ἀθλήσεων· ἀμφοτέρωθεν οὖν ἡ τῆς δόξης ἄρνησις ὕποπτος· καὶ ὁ δεσπότης καὶ τοῦ δόγματος καὶ τοῦ κηρύγματος μέτοχος, τότε μὲν ἀλείφων πρὸς τοὺς ἀγῶνας τοὺς ἀθλητάς, νῦν δὲ βραβεύων τὰ γέρα καὶ τὴν κεφαλὴν ταινιῶν καὶ ἀποσεμνύνων αὐτοῖς τὴν μάντιδα καὶ τὸ καινὸν πνεῦμα τιμῶν· ὑπὲρ ὧν οἱ μὲν ἠθλήκασιν, ὁ δὲ ἐστεφάνωσεν. Οὕτω ποτὲ καὶ ὁ τῆς μανίας ἐπώνυμος Ἄρειος τὴν οἰκείαν δόξαν ἐν ὑποκρίσει ἀπομοσάμενος καὶ τῇ ἐκκλησίᾳ παρεισφθαρεὶς τῇ καθαρᾷ τοῦ κυρίου αὔλακι καὶ τὸν σῖτον καρποφορούσῃ τῆς πίστεως σπορεὺς τῶν ζιζανίων ἐγένετο. καὶ εἰ μὴ θᾶττον τῆς φθορᾶς ἀπολελαύκει τοῦ καινοῦ δόγματος, ῥῆξιν ἀθρόαν ὑποστὰς καὶ διαίρεσιν ἐφ' οἷς ἀνερρήγνυ τὴν μίαν τῶν τριῶν φύσιν καὶ διῄρει κακῶς τὴν θεότητα, διέφθειρεν ἄν γε πάντας καὶ ἐλυμήνατο. ἀλλ' ἐκεῖνον μὲν ὁ Ἀλεξανδρείας Ἀλέξανδρος ὑπώπτευέ τε καὶ θαμὰ τῆς ἐκκλησίας ἀπήλαυνεν· καὶ τελευτῶν, ἐπεὶ μὴ ἀντισχεῖν πρὸς τὴν ἐκείνου βίαν οἷός τε ἦν, ἱκετηρίαν θέμενος πρὸς θεὸν διασείει τε αὐτῷ ἀθρόως τὰ σπλάγχνα καὶ τῶν ἔνδον κενοῖ. τοὺς δὲ νῦν θῆρας αὐτὸς ὁ μέγας ποιμὴν καὶ ἡμέτερος ἀσμένως εἰσδέχεται καὶ τοῖς θρέμμασι ἐπαφίησι, μᾶλλον δὲ σὺν αὐτοῖς ἐπιχειρεῖ θοινᾶσθαι τὸ ποίμνιον, ἐγὼ δὲ θαυμάζω ὅτι πάλαι μέν, οὔπω τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐκκαθαρθείσης, εἴ πῄ τις ἀκανθώδης παραφυὰς ἐβλάστανεν, εὐθὺς ἀπετέμνετο, καὶ ἀπηλαύνοντο οἱ τῶν ἱερῶν θρόνων πρόεδροι οἱ περιβόητοι καὶ τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὐσεβῶν αὐτοκρατόρων καὶ τότε τὰ σκῆπτρα διϊθυνόντων, Κωνσταντίνου τοῦ πάνυ, Θεοδοσίου, τῶν ἄλλων, ἵνα μὴ καθ' ἕκαστον λέγω, οὐκ ἐπὶ καινοῖς δόγμασιν οὐδ' ἐπ' ἀσεβείαις τισίν, ἀλλ' εἰ παρὰ τὸν λόγον τινὰ τῶν ἐπὶ τῆς ἐκκλησίας ἀφώρισαν, εἰ κακῶς εἶπον ἢ πληγὰς βαρυτέρας ἐπήνεγκον. νῦν δὲ τοῦ λόγου τῆς ἀληθείας διασπαρέντος ἁπανταχῇ δυσανασχετοῦμεν, εἴ τις πατριάρχης ἀσεβήσας καθαιρεθήσεται. Εἶτα δὴ καί τινες ὑπὲρ τούτου συνηγορήσοντες πάρεισιν. ὑπὲρ ὧν αἰδοῦμαι, μᾶλλον δὲ δέδοικα, μὴ ἄλλων ἐξελεῖν ἀναιμωτὶ τὸ βέλος προῃρημένοι, ἐκείνους τε μᾶλλον διασπαράξωσιν εἰσδεδυκυιῶν τῶν ἀκίδων καὶ ἀτεχνῶς ἐφελκυσάμενοι ἐφ' ἑαυτοὺς ἐμβαθύνωσι, καὶ οὐδαμῇ τοὺς ὑπερμαχήσοντας ἕξουσι πάντων σωφρονισθέντων τῷ παραδείγματι. οὐ γὰρ ὑμεῖς μὲν συμπεπόνθατε τῷ ἀρχιερεῖ καὶ περιπαθῶς συνηλγήκατε, ἡμεῖς δὲ οὕτως ἐσμὲν ἰταμοὶ καὶ θρασύσπλαγχνοι, ἀλλ' οὐδὲν ἔλαττον τὸν ἄνδρα καὶ αὐτοὶ ἀσπαζόμεθα, καὶ πρὸ πάντων ὁ μέγιστος ἡμῶν αὐτοκράτωρ, ὅς γε καὶ οἷα θείῳ πατρὶ προσεῖχε τούτῳ τὸν νοῦν καὶ πολλάκις αὐτῷ καὶ τὴν κεφαλὴν ὑπέκλινε καὶ τὴν ψυχὴν θεραπεύειν ἐδίδου καὶ τῶν μεγάλων ἐκείνων, ὧν ἴστε πάντες, ἠξίου. ἀλλὰ τῶν μὲν ἄλλων τοῦτον προΐστα, τούτου δὲ μᾶλλον οἶδε τιμᾶν τὸν θεόν. φοβεῖται δὲ καὶ τὴν περὶ τούτου τοῦ λόγου ἐξέτασιν, ἵνα μὴ τῆς τῶν ἄλλων ἀσεβείας αὐτὸς εὐθύνας ὑφέξοι. εἰ γὰρ ὁ δεχόμενος προφήτην μισθὸν προφήτου λήψεται, ἐκ τοῦ ἐναντίου καὶ μείζονος ὁ δεχόμενος ἀσεβῆ ποινὴν λήψεται ἀσεβοῦς, καὶ μάλιστα πατριάρχης, καὶ τὸ μέγιστον βασιλεύς. ὁ μὲν γὰρ πᾶσι μεταδώσει τῆς λύμης καὶ ὅλον διαφθερεῖ τὸ ποίμνιον, οὗτος δὲ ἀπείργειν δυνάμενος τίνα ἂν τὴν ἀπολογίαν πρὸς τὸν ἀδέκαστον πλάσαιτο δικαστήν, τί δ' ἂν εἴποι προφασισάμενος; εἰ μὲν οὖν τὰ ἐληλεγμένα ἢ μᾶλλον ἐκτεθειμένα μὴ κοινῇ διωμολογημένα ἐτύγχανον ὄντα, ἀλλ' εἶχέ τινα ἀμφισβήτησιν, πᾶσαν ἂν ὑμῖν τὴν πολιτικὴν καὶ ἱερατικὴν νομοθεσίαν συγκινήσας συνήγαγον. ἐπεὶ δὲ γυμνὰ τὰ πράγματα ἔκκειται καὶ ὁ τῶν κατηγορημάτων ἀκούσας εὐθύς τε ταῦτα τῷ κατηγορηθέντι ἐπιμαρτύρεται καὶ οὐκ ἔχει, τίσιν ἄλλοις τὸ τούτων ἐξισώσειε μέγεθος, τάς τε τιμωρίας οὐκ ἀγνοεῖ, ἃς ἑκάστοις τούτων οἱ νομοθέται προσήρμοσαν; διὰ ταῦτα καὶ αὐτὸς τὰ πλείω τῶν νόμων καὶ τῶν κανόνων παρεὶς ὀλίγα ἄττα ἐξ ἀμφοτέρων ὑμῖν ἀπομνημονεύσας τῶν δέλτων ἐκεῖνο σαφὲς ὑμῖν παραστήσω, ὅτι τοσούτων νόμων ἀποτρεπόντων καὶ ὁντιναοῦν τοῖς τοιούτοις συναναφύρεσθαι δόγμασι καὶ τοσούτων ἐφεστηκότων κινδύνων τοῖς παραβαίνουσιν, ἀμφοῖν ὁ δεσπότης καταπεφρόνηκε, κατὰ πολλὴν ὑπεροψίαν ἑκατέρων τῶν νόμων τοῖς ἐπιρρήτοις τελούμενος. Αὐτίκα τοίνυν ὁ πολιτικὸς νόμος πᾶσαν παρρησίας θύραν ἐπιζυγοῖ τοῖς ὅσοι τὰς ἐναντίας ἡμῖν δόξας πρεσβεύουσιν. ἀλλ' ὅ γε δεσπότης καὶ ἐπεζευγμένας τὰς θύρας διέστησεν καὶ ὥσπερ τι ἔρυμα καρτερὸν ἀφελὼν ὁδὸν τῷ πονηρῷ ῥεύματι δέδωκε· καὶ ξύμπασα μικροῦ δεῖν ἡ τῆς ἐκκλησίας κατεκλύσθη περιοχή, ἔξωθέν τε ἀκατασχέτως ἐπιρρεόντων τῶν ποταμῶν καὶ πατριαρχικῆς πηγῆς ἔσωθεν τῶν διεφθαρμένων δοξῶν ἀναβλυζούσης τὰ νάματα. ὁ τοίνυν νόμος τῷ μὲν ἀρχιερεῖ περὶ τῶν οὕτως ὑπειλημμένων ταῦτα παρακελεύεται· ἡμῖν δὲ περὶ ἐκείνου προτρέπεται ἀπείργειν αὐτῷ τὴν εἰς τὰς θείας αὐλὰς ἐπιδημίαν καὶ παρρησίαν. ὁ δ' αὐτὸς καὶ τὰ Πορφυρίου καίεσθαι προστάττει συγγράμματα. ἀλλ' ὁ μέγας δεσπότης εἴ τί που τῶν ἐκείνου ἡμίφλεκτον εἶδε καὶ παρὰ τῇ αἰθάλῃ κρυπτόμενον, ἐπιμελέστερον ἀνεγνώκει, καὶ ὅσα τὸ πῦρ ἐλυμήνατο, ταῦτα οὗτος ἀνεζωπύρησε καὶ τὴν πᾶσαν ἐκείνου βίβλον ἐκαινοποίησε. καὶ ἐπανήγαγεν αὖθις ἡμῖν τὰς βακχείας, τὰς ἁγιστείας, τὰ ὄργια, τὰ μυστήρια, τὰς κατοχάς, τὰς τελετάς, τὴν πᾶσαν τῶν δαιμόνων διαπλοκὴν ὥστε πάλιν δευτέρας ἡμῖν δεηθῆναι πυρκαϊᾶς, ἵν' αὖθις ἀναλωθῇ τὰ τοῦ νέου Πορφυρίου πονήματα. καὶ τὰ μὲν κέκαυται, τὰ δ' ἔτι λείπεται, ζώπυρα τῶν ἐκείνου κακῶν καὶ τῆς τοῦ ἀρχιερέως ψυχῆς ὑπομνήματα. καὶ ὁ μὲν νόμος τοὺς τὰ Νεστορίου φρονεῖν βουλομένους ἐπισκόπους μὲν ὄντας τῶν ἐκκλησιῶν ἐξωθεῖ, τοῖς δὲ τοῦ ἑτέρου λεὼ καὶ ἐπαρᾶσθαι πᾶσι παρακελεύεται. ὁ δὲ θεῖος οὗτος ποιμὴν τὴν δόξαν σβεσθεῖσαν ἀνῆψε λαμπρῶς καὶ τὴν τοῦ κυρίου μητέρα ἐν εὐθύναις αὖθις πεποίηκεν καὶ τοῦ πονηροῦ πνεύματος διὰ τῆς κατόχου τὴν φωνὴν εἰσδεξάμενος ὀδύνας αὐτῇ καὶ πόνους ἐπιμαρτύρεται. καὶ αὖθις τοῖς μὲν τὰ Ἑλλήνων τολμῶσιν ἔγκλημα προστρίβει δημόσιον καὶ τοῖς ἐλευθερίαν τούτοις διδοῦσιν ἔκπτωσιν τῆς ἀξίας ἐπανατείνεται, ὁ δὲ τῆς ἱερωσύνης φωστὴρ τὴν Ἑλληνικὴν τερθρείαν διαλυθεῖσαν συλλέγειν αὖθις ἐπικεχείρηκε καὶ πρῶτος αὐτὸς τελεσθεὶς καὶ τοῖς ἄλλοις παρανοίγνυσι τὰ μυστήρια, κἂν γὰρ μὴ Πυθῶδε βεβάδικε μηδ' εἰς Δωδώνην δεδράμηκε μηδὲ προσέβαλεν τῷ ἠχείῳ τὴν ἀκοήν, ἀλλ' αὐτὸ τὸ μαντεῖον εἰς τὸν θεῖον νεὼν μετεκόμισε· τὴν ζάκορον αὐτὴν καὶ δᾳδοῦχον ἐκ τῶν Δελφῶν ἀφελόμενος ἐντὸς τῶν ἀδύτων πεποίηκεν. αὐτὸν τὸν τρίποδα ἐπὶ τὴν ἐκκλησίαν μετήνεγκεν· αὐτὸ τὸ πνεῦμα τὸ τὴν ἐπίπνοιαν χορηγοῦν ἐπὶ τὸν θεῖον νεὼν ἐφειλκύσατο ἀπὸ τοῦ ἐν Δελφοῖς στομίου, ἀπὸ τῆς ἐκεῖθεν πλάνης, ἀπὸ τῶν τριόδων καὶ τῶν βαράθρων. τὰς νυκτερινὰς φαντασίας ἡμερινὰς αὐτοψίας πεποίηκεν. ὑπερεῖδε πάντων νόμων, κανόνων, ἐθῶν· πάντων ὁμοίως καταπεφρόνηκεν, καίτοι ὥσπερ τοῖς ὠσὶν αὐτοῦ ἐφεστηκὼς ὁ νόμος ἐβόα·" μηδεὶς τὰ βέβηλα διδασκέτω ἢ μανθανέτω". καὶ πάλιν ἑτέραν ἠφίει φωνήν'" αἱρετικὸς δὲ πᾶς, ὃς καὶ μικρῷ ὑποδείγματι παρὰ τὸ τῆς καθολικῆς ἐκκλησίας δόγμα ἢ τῆς εὐθείας ἐφάνη παρατραπείς." ἀλλ' ὁ μὲν ὑπερηχεῖ τούτῳ τὴν οἰκείαν φωνήν, τῷ δὲ ἐβέβυστο τὰ ὦτα ὥσπερ ὑπὸ κυψέλῃ παχείᾳ καὶ οὐδεὶς τῶν λόγων εἰσέρρει παρὰ τὴν μήνιγγα, ἀλλ' αὐτοῦ που ἐθυραύλει ἐνειλούμενος τῇ τοῦ αἰσθητηρίου κοιλότητι. ὅθεν τὰ βέβηλα μανθάνων ἐδίδασκε καὶ ὁρῶν ἀπεθαύμαζε, καὶ τὴν τῶν πνευμάτων ἐνέργειαν, μᾶλλον δὲ πλάνην καὶ τερατείαν, θείαν ἡγεῖτο ὀμφὴν καὶ τὴν μαντικὴν πομπείαν λατρείαν ἡγεῖτο πνευματικὴν καὶ τὴν βέβηλον τελετὴν ἔντιμον ἑορτὴν, καὶ οὐ βραχεῖ τῷ ὑποδείγματι δόγματός τινος τῆς ἐκκλησίας ἀποπεπλάνητο, ἀλλὰ τὸ τῆς εὐσεβείας ἄπαν σχῆμα μετήμειψεν, οὐ τῆς εὐχῆς τὸ εἶδος ἀλλάξας οὐδὲ τὴν περιβολὴν μεταθείς, ἀλλ' Ἑλληνικοῖς νομίμοις προσθέμενος καὶ ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὴν σκηνὴν μεταθέμενος. καὶ ὁ μὲν νόμος καὶ πᾶσι μὲν αἱρετικοῖς τόπον προσευχῆς ἀποκλείει, τοῖς δέ γε Μανιχαίοις καὶ μάλιστα, οὓς δὴ καὶ πάσης ἐξελᾷ πόλεως. ὁ δὲ τὴν ἀρχὴν αὐτοῖς τῆς πλάνης ἀνανεοῖ, τὸ γυναικεῖον τοῦ Μοντανοῦ πνεῦμα ἀναπλασάμενος καὶ ὥσπερ ὁ Πεισίστρατος τοῖς τυραννουμένοις τὸ προσωπεῖον ἐπιφέρων τῆς Ἀθηνᾶς. Καὶ τί δεῖ με πάντας μετατιθέναι τοὺς νόμους ἐν τῷ μεμετρημένῳ τούτῳ ξυγγράμματι, οὓς δὴ καὶ πολλοὺς καὶ πολλαχοῦ τῶν βιβλίων οἱ νομοθετήσαντες ἔθεσαν; ἐγὼ γοῦν ὑμῖν ἐκ κοινῆς διομολογίας διεφθαρμένον αὐτὸν ἐν τοῖς κατὰ Χριστὸν λόγοις παρέστησα, ὑμεῖς δὲ τὰς στήλας θεᾶσθε, ἵν' εἰδῆτε οἷα δὴ ἐνσεσήμανται ταύταις κατὰ τῶν οὕτως ὑπειλημμένων ἐς πόδας ἐκ κορυφῆς γράμματα. μήποτ' οὖν ὁ μὲν πολιτικὸς νόμος πικρός ἐστιν καὶ αὐθέκαστος, ὁ δέ γε ἱερατικὸς οἷον, ἐλαίου ῥεῦμα ῥέων ἀψοφητί; ἀλλ' οὗτός γε καὶ μάλιστα βαρύτερος ἐκείνου πολὺ καὶ περὶ μὲν τὴν ἀκρίβειαν τῶν ἐθῶν λεπτότερος, περὶ δὲ τὴν ἐπαγωγὴν τῆς τιμωρίας ἀποτομώτερος. τῷ γοῦν ἐπισκόπῳ μητέρα ἢ ἀδελφὴν μόλις που συγχωρεῖ, οὕτως ἐξακριβοῖ τοῦτον. ἀλλ' ὁ ἡμέτερος καὶ μέγας ποιμὴν ἧττον τοῦ κανόνος πεφροντικὼς τῇ καινῇ Ἐριφύλῃ καὶ νέᾳ Σαπφοῖ ἢ Διοτίμᾳ ἢ Ἀσπασίᾳ ἢ Πυθαγορικῇ Θεανοῖ ἀνέδην προσῄει, μᾶλλον δ' ἐκείνην ἐντὸς τῶν ἑαυτοῦ ἀδύτων πεποίητο βιαζόμενος, ὥσπερ τὴν ἐγγαστρίμυθον ὁ Σαούλ, οὐ τὸν Σαμουὴλ ἀνενεγκεῖν κάτωθεν– ἧττον γὰρ ἦν τοῦτο τὸ δεινόν– ἀλλὰ πνεῦμα ὑλαῖον ἐκ τοῦ ἀφανοῦς ἐπιδείξασθαι καὶ παραγυμνῶσαί τι τούτῳ τῶν ἀπορρήτων, ἵν' εἴη Παῦλός τις ἄλλος ἐπιχθόνιος, οὐ μετέωρος, ἔγγειος, ἀλλ' οὐκ ἐπουράνιος, τῶν ἀθεάτων αὐτόπτης καὶ τῶν ἀρρήτων αὐτήκοος. μάτην ἄρα τούτῳ καὶ ὁ πολύαθλος Ἀθανάσιος ἐν μιᾷ τῶν συνοδικῶν αὐτοῦ ἐπάγει ἐπιστολῶν, μετὰ βουλῆς πάντων πράττειν κατὰ τὰ θεόπνευστα λόγια καὶ μετὰ πάσης ἀκριβείας τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖσθαι διάσκεψιν. πολλοῦ γὰρ ἐδέησε τούτῳ τῶν σοφωτέρων ἐνίοις συνδιασκέψασθαι περὶ τῆς καινῆς ταύτης πομπείας τῶν μυστηρίων· ὅς γε Πυθαγόρειον βίον ἐζηλωκὼς ἑαυτῷ γνώμονι πρὸς τὴν μετάληψιν ἐχρήσατο τοῦ κακοῦ καὶ σὺν τοῖς δυσὶ τελετάρχαις τῇ καινῇ ταύτῃ ἐδᾳδούχησε τελετῇ, τολμήσας ἀνέδην ἃ τῶν Ἑλλήνων τοῖς πλείοσιν ὑπὸ σκότῳ τεθρήσκευτο. καὶ τῶν μὲν πάλαι χρησμῶν οἱ πλείους διέλαθον, τὰ δὲ τῆς καινῆς μαντῳδοῦ, ὥσπερ ἡ τῶν Αἰγυπτίων ἀστρολογία τὸ πρότερον, ἐν χαλκαῖς καθαπερεὶ στήλαις ἐνεσημάνθησαν. Καὶ τὰ μὲν εὐσεβείας ἐχόμενα λόγια καὶ συγγράμματα, ἀμφισβητήσιμα δὲ τοῖς πατράσι καθεστηκότα, ἡ τοῦ Ἠλίου βίβλος ἀπόρρητος, ἡ λεπτὴ Γένεσις, ὁ Ποιμήν, ὁ τοῦ Ἀδὰμ βίος, τοῦ καταλόγου τῶν διωμολογημένων ἀθετεῖται καὶ ἀποκρίνεται· ὁ δὲ μέγας πατήρ, εἴ τι φλύαρον καὶ ἀσελγὲς γύναιον ὑλικῷ πνεύματι ἐλαυνόμενον ἁπλῶς οὕτως συνεῖρέ τε καὶ ἀπήμεσεν, εἰκοστότριτον τοῦτο σύγγραμμα οἴεται ἢ μᾶλλον τῶν τότε πάντῃ ἡμεδαπῶν καὶ τῶν τοῦ νόμου καὶ τῆς σκιᾶς μέσον τίθησιν ὥσπερ τινὰ λίθον ἀκρογωνιαῖον τὰ δοκοῦντα διαστῆναι συνδέοντα. ἐκεῖνο δὲ πῶς ἠγνόηκεν, ὃ παρὰ τῶν ἐν Γάγγρᾳ συνελθόντων ἁγίων πατέρων νενομοθέτηται;" εἴ τις", γάρ φησι," γυνὴ διὰ νομιζομένην ἄσκησιν μεταβάλοιτο ἀμφίασμα καὶ ἀνδρεῖον ἀναλάβοι, ἀνάθεμα ἔστω." ἐξαίρω μέντοι τοῦ λόγου, εἴ τινες δύο ἢ τρεῖς τῶν ἁγίων γυναικῶν τοῦτο καὶ τετολμήκασι καὶ ἀνάλωτοι τῇ ἀρᾷ μεμενήκασι δι' ὑπερβολὴν ἀρετῆς καὶ ἀσκήσεως. ἡ δὲ περιώνυμός σοι προφῆτις Δοσιθέος οὐχ οὔτως σοι πεπλησίακε τὴν στολὴν μεταμείψασα καὶ τῇ ἀναβολῇ καταπλήξασα; κἀκείνη μὲν ἀγυρτεύουσα πάλαι· καὶ μηδὲν τῶν νενομισμένων εἰδυῖα τῇ μεγάλῃ ταύτῃ κατεδικάσθη ἀρᾷ, ὁ δὲ μέγας ἀρχιερεὺς ἔλαττόν τι ταύτης ἀποίσεται, τόν τε νόμον εἰδὼς καὶ μὴ ἐλέγξας εὐθύς– πολλοῦ γε καὶ δεῖ– ἀλλὰ τιμήσας καὶ σεβασάμενος ὥσπερ ὁ τοῦ Ναυῆ τὸ πάλαι Ἰησοῦς τὸν τοῦ κυρίου ἄγγελον ἐπὶ στρατιωτικοῦ θεασάμενος σχήματος; ὁ μὲν οὖν μέγας ἀπόστολος καὶ περιφανῶς δογματίζει περὶ τοῦ τῆς κεφαλῆς ἀμφοῖν τοῖν γενοῖν σχήματος καὶ τὸ μὲν κατακαλύψας εἰσάγει, τοῦ δὲ ἀφαιρεῖται τὸ κάλυμμα, δεικνὺς μέντοι καὶ ἄλλο τῶν βαθυτέρων. ἀλλ' οὐδὲ τὸ φαινόμενον τοῦ λόγου ἀπόβλητον. εἰ γοῦν ὀλίγα φροντίζων τῶν τῆς Δοσιθέας χρησμῶν τὰ πολλὰ ταῖς τοῦ ἀποστόλου προσωμίλεις ἐπιστολαῖς καὶ τῶν ἐξητασμένων περὶ τὴν τούτων σύνεσιν ἢ θαμὰ ἐπυνθάνου ἢ τὰς βίβλους ἐπανεγίνωσκες, οὐκ ἂν πάσῃ οὐδὲ παντὶ προσωμίλεις οὐδ' ἂν τοιούτοις λόγοις ἔνοχος καθειστήκεις. ἀλλὰ ταῦτα μὲν ἐν παραβύστῳ ἴσως που κείμενα καὶ ἐν ὀλίγοις τοῖς ὑπομνήμασιν ἀγνοεῖν σκήψαιο ὁ ἀκριβὴς τῶν κανόνων ἐξεταστής· τοὺς δὲ περὶ τοῦ μὴ συνεῖναι αἱρετικοῖς ἢ συγκοινωνεῖν παρὰ πάντων πατέρων ἐκδεδομένους κανόνας πῶς ἀγνοεῖν φήσεις; οὐ γὰρ οἱ μέν, οἱ δὲ οὔ, οὐδ' ἅπαξ εἰπόντες ἀπεσιώπησαν, ἀλλ' ἅπαξ ἅπαντες καὶ πάντων τῶν κανόνων. οὓς τί δεῖ κατὰ μέρος ἐπιφορεῖν καὶ τὰ ὦτα ὑμῶν ἀποκναίειν, εἰδότων ἀκριβῶς καὶ οὐ δεομένων τοῦ ὑπομνήσοντος; οὐ τοίνυν ἐξ ἀγνοίας τὰ πονηρὰ εἰσδέδεξαι δόγματα, ὥσπερ οὐδ', εἴ τις ἀφεὶς ἐν μεσημβρίᾳ τὸν ἥλιον τραπείη πρὸς τὴν σκιάν, ἀγνοεῖν εἴποι τὸ φῶς. ἐρεῖ γάρ τις αὐτῷ·" ὧ βέλτιστε, ἀλλ' οὐχ ὑπὸ τῷ Παρνασσῷ ἢ τῷ Παγγαίῳ ὄρει ἐκέκρυπτο, ἀλλ' ἤρκει βραχύ τι στραφῆναι καὶ τῶν αὐγῶν ἀπολαῦσαι." Ἆρ' οὖν ἐπὶ τούτοις ἐγὼ μὲν εἰσῆλθον κατηγορήσων, ὑμεῖς δὲ πρὸς τὸν λόγον ἀγωνιούμενοι, τίνα σοφίαν ἠγνοημένην ἐσχηκότες ἡμῖν ὥστ' ἐκείνην ἀντεμβάλλειν τοῖς παρ' ἡμῶν εἰρημένοις καὶ λύσιν τοῖς ἀλύτοις ἐπινοήσασθαι; ἐγὼ γοῦν πολλάκις ἐπ' ἐξουσίας εἰς ἀντιρρήσεις γυμνάζων τὸν ἐμὸν λογισμὸν πρὸς οὐδὲν τῶν κατηγορουμένων οἷός τε γέγονα ἀντισχεῖν, πολλοὺς τῶν ἡττόνων λόγων ἐκμελετήσας καὶ τοῖς κρείττοσιν ἴσους πεποιηκώς. οὐ γὰρ μέσην καὶ ἀμφιρρεπῆ ὑπόθεσιν ὑμῖν προβεβλήκαμεν, ἵνα πρὸς τὴν τοῦ γράφοντος δύναμιν μεταβάλλῃ αὕτη τὰς πλάστιγγας, ἀλλὰ κοινὴν καὶ ἀληθεστάτην καὶ οἷα τὰ τῶν ἐπιστήμων πέφυκεν ἀξιώματα. καὶ τουτὶ μὲν τὸ δικαστήριον καινότερόν μοι τῶν ἐκ τοῦ παντὸς αἰῶνος δοκεῖ· ἐγώ τε γὰρ ὁ λέγων ὑμεῖς τε οἱ ἀκούοντες τάξιν κατηγόρων ἔχομεν καὶ τὸ ἀντιπῖπτον οὐδέν, εἰ μή τις ἐριστικῶς ἐθέλοι φωνεῖν. ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος ἀριθμήσασθαι βούλομαι τὰ διηγορευμένα, ἵν' ἔχοιτε ἀθρόα καὶ ὡσπερεὶ κεφαλαιώδεις ἐπιτομάς. Ἀπήλεγξα τοῖς Χιώταις τὴν ἀπὸ τοῦ θείου λόγου διάστασιν κοινὰς καὶ παρ' ὑμῶν ἐννοίας λαβών. τὸ εἶδος τῆς διεφθαρμένης αὐτῶν δόξης παρέστησα. εἰς εἰδικὰς τοῦτο αἱρέσεις τῶν τε πάνυ γνωρίμων ὑμῖν καὶ τῶν ἀγνώστων τισὶ συγκρίνας ἀνήνεγκα. Ἑλληνικὴν αὐτῶν τὴν ἀπάτην ἀπέδειξα, χαλδαΐζουσαν, ἀτεχνῶς ἀπατηλήν, προσκειμένην καὶ πονηροῖς πνεύμασι, τοῖς Πορφυρίου λόγοις ἀκριβῶς ἐοικυῖαν, τῆς τοῦ Νεστορίου λύττης τὴν μανίαν ἀπεικονίζουσαν. ὑμῖν ἀφῆκα συγκρίνειν αὐτὴν τοῖς τῶν Μασσαλιωτῶν δόγμασι. τὴν θήλειαν αὐτοῖς θεὸν ἢ ὑπηρέτιν θεῶν ἐκ τῶν ἀδύτων ἐξήνεγκα· παρήνεγκα καὶ τὸν μέγαν ἡμῶν δεσπότην καὶ λαβαῖς πάσαις ἀνάλωτον ἑαλωκότα καὶ τῶν δογμάτων αὐτοῖς καὶ τῶν νομίμων καὶ τῶν ἐθῶν καὶ τῆς ἡμιθέου καὶ μάντιδος καὶ τοὺς μὲν ἐν μέσοις κατακολπίσαντα στήθεσι καὶ ἐγκολπίους πανταχοῦ φέροντα, τὴν δὲ ἔνδον τε τοῦ θείου πεποιηκότα νεὼ μετὰ τὴν γνῶσιν τῆς ἀσεβείας καὶ εἰς τὸ Σίναιον ὄρος ἀναβιβάσαντα καὶ τῆς νεφέλης ἔνδον εἰσαγαγόντα καὶ μετειληφότα τῶν μυστηρίων καὶ τῶν ὀργίων αὐτῇ κοινωνήσαντα. ἐξέφρασα ὑμῖν τὸ εἶδος τῆς μαντῳδοῦ, τὴν ἐκ τοῦ θήλεος εἰς τὸ ἀρρενωπὸν μεταποίησιν, τὴν ἀναβολήν, τὴν κουρὰν τῶν τριχῶν. ἐξεικόνισα ὑμῖν μονονοὺ καὶ τὴν κατοχὴν καὶ τὴν τοῦ πνεύματος αὐτῆς μετοχήν, τὴν κίνησιν τῶν μελῶν, τὴν ἔκστασιν τῶν φρενῶν, τὴν ὑπόκρισιν τῶν ἠθῶν, τὴν τῆς διανοίας παράλλαξιν. εἶπον ὑμῖν καὶ τοῦ δεσπότου τὸ θάμβος, τὴν μετὰ δέους παράστασιν, τὴν τῶν ποδῶν συστολήν, τὴν τῶν χειρῶν συμπλοκήν, ὡς ἐξεθείασε τὰ ἐκείνης, ὡς ἐτελέσθη, ὡς ἐμυήθη, ὡς μετέσχε τῶν νέων Ἐλευσινίων; ὡς ἅπαντα ἐγεγόνει τὰ τέως θυλλούμενα, Δελφικός, Δωδωναῖος, Ἀπολλωνιακός, Διονυσιακός· πρὸς τούτοις καὶ τὴν τῆς ἀπάτης ὑμῖν ἀνεκάλυψα δημοσίευσιν, τὸ θεῖον ἐκεῖνο κριτήριον, τὴν ἐπαγωγήν, τὴν τῆς ἀληθείας βάσανον, τὴν τῆς εὐσεβείας εὕρεσιν, τὴν εὐθῆ κρίσιν, τὴν συνεγνωσμένην κατάκρισιν, τὴν ἀπαγωγήν, τὴν δικαίαν ὑπερορίαν, τὴν ἐπὶ τοῖς διδασκάλοις τοῦ μαθητοῦ καὶ δεσπότου φροντίδα καὶ συντριβήν, τήν μετὰ ταῦτα ἐπίνοιαν, τὴν ἐμπερίβολον πρὸς τὸν μέγιστον ἡμῶν αὐτοκράτορα ἱκετηρίαν καὶ ἐκλιπάρησιν, ὡς ἐπολιόρκησεν, ὡς βέβληκε χάρακα, ἵνα κατασείσῃ τὴν ἐκείνου ψυχήν, ὡς ἄλλο προθέμενος ἕτερον εἴληφεν. ἐπὶ τούτοις ἐπήγαγον τὴν τῶν διδασκάλων ἀνάκλησιν, τὴν εὐγνωμοσύνην τοῦ μαθητοῦ, τὴν ἀπολογίαν τῆς ὑπερθέσεως, τὴν παρρησίαν τῆς ἀσεβείας, ὡς οὐκέτι ὑπὸ τὸν μόδιον ὁ πυρσὸς αὐτῷ τῆς αἱρέσεως ἐκέκρυπτο. Ἀλλὰ μετὰ τῆς γλώττης καὶ ἡ χεὶρ τὸ ἀσεβὲς ὑπεσήμαινεν. εἶπον τὴν καινὴν ὑπὲρ ἐκείνων γραφὴν ἄμα καὶ εὐφημίαν· ἣν κἂν τις τῶν ἠλιθιωτάτων ἀπώκνησεν, ἀλλ' ὁ συνετώτατος δεσπότης καὶ περὶ τὰ πρακτέα λεπτότατός τε καὶ ἀκριβέστατος πᾶσαν ὑπὲρ αὐτῶν ἐθάρρησε συγγραφήν. ταῦτα δὴ κατὰ μέρος ὑμῖν διελόμενος ἐφ' ἑκάστῳ τοὺς τῶν θεοφόρων πατέρων κανόνας προσήρμοσα, πέτραν ὅ φασι πρὸς στάθμῃ τιθείς, ὅπερ ἐστὶν ἀπευθύνων τοὺς λόγους πρὸς τοὺς ἐκείνων ὡσανεὶ γνώμονας. βίαιον δὲ ἢ τεχνικὸν νόημα ἢ ῥητορείας ἀγκύλην ἢ ποικίλην καὶ συνεστραμμένην κατασκευὴν οὔτε αὐτὸς οἶδα οὔτε ἴσως εἰδὼς τοῖς τοιούτοις ἐνταῦθα ἐχρησάμην ἐπιχειρήμασιν. ἀλλ' οὐδὲ δεινὸν καὶ φορτικὸν τὸν λόγον πεποίηκα ἢ τὰ νοήματα συνεσκίασα, ἀλλὰ καὶ τὴν φράσιν διέλυσα καὶ τὴν ἔννοιαν ὑμῖν ἀπελάμπρυνα, ἵνα μηδεὶς ὑμῶν ἔχοι λέγειν, ὡς τοῦτο μὲν δεινῶς κατεσκεύασται, ἐκεῖνο δὲ ποικιλώτερον διηρμήνευται. οὐδὲ τὸν λόγον εἰς ὕψος ἐπῆρα, μετεωρίσας οἷς οἶδε μετεωρίζεσθαι, ὥστε μηδένα τῇ δυνάμει τῆς τέχνης, ἀλλὰ τῇ τῶν πραγμάτων ἰσχύι τὴν ἀπόδειξιν οἰηθῆναι προβήσεσθαι. καὶ τέθεικα οὐχ ὑπὸ τῷ νέφει τὸν ἥλιον, ἀλλὰ διαυγῆ καὶ ἀνέφελον, ἵν', εἴ τις λέγοι μὴ βλέπειν τὸν δίσκον ἢ βλέπειν μέν, μὴ καθαρὸν δέ, λογίζοιτο οὗτος εὐθὺς συγκεχυμένος τὰ ὄμματα. σκοπεῖτε γοῦν τὰ ἡμέτερα καὶ πρὸς ἔπος τῶν εἰρημένων τὴν ἀντιλογίαν– ὅπερ οὐκ οἶμαι– ποιήσατε, ἵν' εἰδῶ, εἰ τοσοῦτον τῆς ἀληθείας καὶ ἀκριβείας φροντίσας ἠγνόησα τὴν ὑμετέραν ἀντίρρησιν. ἀλλ' ὑμεῖς μέν, ὅπως ἂν ἐθέλοιτε, διασκέψασθε· ἐγὼ δὲ τὰ πολλὰ ταῦτα διείλεγμαι πρὸς ὑμᾶς, οὐκ ἐπίδειξιν σοφίας ποιούμενος οὐδ' ἐμαυτὸν κατασκευάζων καὶ καλλύνων καθαπερεὶ ἄγαλμα, ἀλλ' ἀποδεικνὺς ἀποχρώντως, ὅτι προδήλως καὶ ἀνακεκαλυμμένως ὁ πατριάρχης ἠσέβηκε. καὶ οὔτε βουλομένοις τισὶν ὑμῶν οὔτε περὶ ἐκείνου σπουδάζουσιν ἔξεστιν ὑπεραπολογεῖσθαι ἐκείνου καὶ πρὸς τοιαύτην ἐλέγχων ἐπιμύειν μαρμαρυγήν. βραχὺ δέ τι τῷ λόγῳ προσθεὶς ἐπὶ τὸ δεύτερον τράπωμαι, τὸ περὶ τῆς τυραννίδος κεφάλαιον. Ἔστι δὲ ὃ πάλαι δέον ἐρεῖν εἰς τόδε ἀνεβαλόμην, ὅτι μὴ ἐσχεδίασται τῷ βασιλεῖ ἡ τοῦ πατριάρχου ὑπερορία· ὡς γὰρ ἐπὶ ὡμολογημένοις ἐλέγχοις καὶ οὐδὲν ἀμφίβολον ἔχουσιν τὸ πρᾶγμα πεποίηται καὶ ὑμᾶς δὲ συνηγήοχεν, οὐχ ἵνα περὶ ὧν οὐχ ἴστε διαγωνίσηται, ἀλλ' ἵν' ὑμῖν μάρτυσι κατ' αὐτοῦ χρήσηται. οἷς μὲν οὖν σύνιστε ἐκείνῳ τὰ τετολμημένα καὶ πάλαι τῶν ἀτοπωτάτων κατεβοᾶτε, μαρτύρων χρείαν πληροῦτε τῷ καλῷ· οἷς δὲ καταψηφιεῖσθε ἐκείνου, δικαστικὴν ἀξίαν κεκλήρωσθε. προσθήσω δὲ ὅπερ οὐδ' ὑμεῖς πάντῃ ἐοίκατέ μοι ἀγνοεῖν, εἰ μὴ προσποιεῖσθε· δεδοικὼς γὰρ μὴ φθάσῃ ἡ ἐπιβουλὴ τὴν ἀκρίβειαν, βραχύ τι μεταστήσας νῦν ἐπανήγαγεν. Ἡ μὲν οὖν περὶ τῆς αἱρέσεως γραφὴ ἐς τοσοῦτον ἡμῖν ἐξήτασται. ἐπεὶ δὲ καὶ τυραννίδος εἴτ' οὖν καθοσιώσεως τὸν ἄνδρα διώκομεν, καὶ δεύτερον τοῦτο κεφάλαιον ὡς ἐν προκατασκευῆς λόγῳ ἐν τῇ ψιλῇ ἀπαριθμήσει ἄνω τεθείκαμεν, αὐτὸ τοῦτο αὖθις ἐξεταζέσθω, μᾶλλον δὲ δεικνύσθω πᾶσιν ὑμῖν. οἶμαι δὲ ὡς, εἰ καὶ μηδὲν αὐτὸς πλέον τῷ λόγῳ προσεξεργάσομαι, τό τε συνειδὸς πᾶσιν ὑμῖν ἀπαραλόγιστον ἔγκειται, καὶ οὐδείς ἐστι τῶν ἀπάντων, οὔθ' Ἑλλήνων οὔτε βαρβάρων οὔτε λογίων οὔτε μὴν ἀμαθῶν, οὐ τῶν τῆς συγκλήτου βουλῆς, οὐ τῶν ἐν κλήρῳ κατειλεγμένων, ὃς οὐκ οἶδε τὸν ἀρχιερέα τηνικαῦτα πάντας μὲν τυράννους ὑπερβεβληκότα, ἅπαν δὲ θράσος ὑπερπηδήσαντα, παντὸς δὲ ὁσίου καταφρονήσαντα καὶ ἀτεχνῶς μανέντα καὶ τῶν ἁγίων ἀκριβῶς κατολιγωρήσαντα. καὶ ἵνα γε εἰς ὁδὸν καὶ τάξιν ὁ λόγος ἐμβαίνῃ, ἀναμνῆσαι ὑμᾶς βούλομαι, ὅπως εἶχε τηνικαῦτα τὰ πράγματα, ἵνα πρὸς τοὺς πεπτωκότας καιροὺς ἕκαστα θεωρῆτε. Ἐκυμαίνετο μέν, ὡς ἴστε, τότε τὰ Ῥωμαίων πράγματα ὥσπερ ἐν πελάγει πολλῷ καὶ ῥευμάτων ἐναντιώσεσι καὶ ῥοθίοις καὶ πνεύμασι. καὶ ὁ κυβερνήτης, ἵνα φειδοῖ τῆς ἀρχῆς φιλανθρωποτέροις αὐτῷ λόγοις χρήσωμαι, οὐ πάνυ τι τὴν ἀρχικὴν ἐπιστήμην ἠκριβωκώς, ἡ δὲ παγκόσμιος ὁλκὰς μικροῦ δεῖν αὔτανδρος τῇ θαλάττῃ καταδεδύκει, εἰ μὴ μεταβολὴν ἄπιστον καὶ παράδοξον ὁ θεὸς τοῖς πράγμασιν ἐπρυτάνευσε. γίνεται γάρ τι πρᾶγμα τῶν πάνυ θαυμαζομένων καὶ οὗ ζητῶν οὐχ εὑρίσκω παράδειγμα· τὸ γὰρ στρατιωτικὸν ὡς εἰπεῖν ἅπαν, ὅσον τε ἄνωθεν εὐγενὲς καὶ πατρόθεν ἔχον τὴν τάξιν καὶ ὅσον ἐκ καταλόγων εἰς λόχους ἐτέλεσεν, οἵ τε τῶν στρατοπέδων τὰς ἀρχὰς εἰληφότες ποτὲ καὶ οἱ τὴν ὅλην ἐν πολέμοις τάξαντες φάλαγγα, καὶ ἀπὸ τῶν ἑκατέρωθεν τῆς οἰκουμένης τμημάτων ἀπαναστάντες ὥσπερ ἀπὸ συνθήματος πρὸς ἕνα καὶ τὸν αὐτὸν ἀπλήστῳ πόθῳ καὶ δρόμοις ἀκατασχέτοις συνδεδραμήκασι, τὸν πρὸ πάντων καὶ ἐπὶ πᾶσι καὶ ὑπὲρ πάντας, ᾧ μηδέν ἐστι πρὸς εὐφημίας λόγον ἀρκοῦν, οὗ τἆλλα δεύτερα, ὃς τῶν ἄλλων βασιλέων ἐξῄρηται καθ' ὑπεροχήν. οἶδ' ὅτι πάντες τὸν ἄνδρα συνίετε, καί με μὴ θαυμάζητε, εἰ μηδέν τι πλέον ἐρῶ· οὐ γὰρ ἐγκωμιάζειν νυνὶ προῄρημαι, ἀλλ', ὡς ὁρᾶτε, κατηγορεῖν. ὁ δὲ λόγος ἐχέσθω τῶν ἐφεξῆς. κίνησις γὰρ τοιαύτη οὔτε τὸν ἄνω αἰῶνα γέγονεν οὔτ' οἶμαι γενήσεται πώποτε· οὔτε τις τῶν ἁπάντων ἔκκριτος οὕτως καὶ κατὰ πολὺ τῶν ἄλλων ὑπερανεστηκὼς πρὸς τὴν βασίλειον ἐπιστήμην ὤφθη ποτέ, ἣν τέχνην ἐγὡ τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν τίθεμαι. Ἐπεὶ τοίνυν πάντες μὲν ποταμοί, πᾶσαι δὲ πηγαὶ καὶ τὰ πανταχόθεν ῥεύματα εἰς τὴν μεγάλην συνερρυήκασι θάλατταν, φημὶ δὴ τὸν μέγιστον αὐτοκράτορα, ἐν ἀπορίᾳ ἡ πόλις εἱστήκει καὶ πάντες ἦσαν ἐπὶ τῷ γενομένῳ μετέωροι καὶ τὸν κρατοῦντα εἶχον δι' ὑποψίας. ἐπεὶ δὲ οὗτος τῶν περιλελειμμένων τινὰς συγκροτήσας εἰς λόχους κατέστησε καί τινας ἀπὸ τῆς ἑσπέρας δυνάμεις διαβιβάσας εἰς πόλεμον διηρέθισε, γίνονται μὲν ἀλλήλοις ἀντιπρόσωποι ἑκατέρωθεν. καὶ σφοδρὸς μὲν ἀναρριπίζεται πόλεμος, ἀρκεῖ δὲ μόνος πρὸς τοὺς ἀντιτεταγμένους ὁ βασιλεὺς καὶ κατὰ κράτος νικᾷ· καὶ μετριάζει τῇ νίκῃ καὶ οὐκ ἀπόλλυσι τοὺς ἑαλωκότας οὐδ' αἰχμαλώτους ἡγεῖται τοὺς κεκρατημένους, ἀλλ' ὡς ἀπερρηγμένα μέλη καὶ νενοσηκότα τοῖς ὑγιαίνουσι συγκολλᾷ καὶ ἀποκαθίστησιν. ἐντεῦθεν αὐτὸν καὶ ὁ τῆς πόλεως δῆμος θαυμάζει καὶ στεφανοῖ πόρρωθεν καὶ πολλαῖς ἀνεκαλεῖτο φωναῖς μηδεμιᾶς εὐφημίας φειδόμενος. τί οὖν ὁ τηνικαῦτα τὴν βασιλείαν ἰθύνειν δοκῶν; τοῖς ὅλοις ἐξαπορήσας καὶ τῶν χειρῶν αὐτῶν σχεδὸν γενόμενος ἀκρατὴς βουλὴν βουλεύεται συνετωτάτην ὁμοῦ καὶ ἀσφαλεστάτην, τοῖς κρείττοσι τῶν ἐκ γένους συμβούλοις πρὸς τοῦτο χρησάμενος, εἰς κοινωνίαν τῆς βασιλείας παραλαβεῖν, ᾧ τὴν ὅλην ἐμνήστευσεν ὁ θεός, καὶ ποιῆσαι τὸ κράτος τῇ προσθήκῃ ἰσχυρότερόν τε καὶ κραταιότερον. τί οὖν μετὰ ταῦτα; κυροῦται τὸ βούλευμα. καὶ πάλιν ἑτέρα βουλὴ πρέσβεων καὶ πολὺς μὲν περὶ πολλῶν λόγος. τρεῖς δὲ τῶν πάντων ἀναλαμβάνονται, τῶν ἄλλων αὐτοῖς παραχωρησάντων τοῦ πράγματος· οὐδὲ γὰρ οὐδὲ βουλομένοις ἐνῆν εὐτυχῆσαι καλλίονας. πιστεύονται τοίνυν οὗτοι τοῦ βασιλέως καὶ τὰς φωνὰς καὶ τὰ γράμματα καὶ τὴν ἄλλην περὶ τούτου σπουδὴν τε καὶ σύνεσιν. ἐξίασιν ὁμοῦ καὶ κοινῇ τῷ κρατοῦντι προσίασιν· ἀγγέλλουσιν αὐτῷ τὴν κοινωνίαν τῆς βασιλείας· πολλοὺς πρὸς τοῦτο κινοῦσι λόγους, παρὰ μέρος ἕκαστος ἀναμὶξ ἅπαντες. καὶ τὸν μὲν συμπείθουσι, τὸ δὲ στρατόπεδον τέως ἅπαν ἀνεθορύβησε, τὴν κοινωνίαν τοῦ κράτους σμικροπρεπὲς ἀξίωμα ἡγησάμενοι. ἡττῶνται τοιγαροῦν οἱ πρέσβεις τῶν τοῦ στρατοπέδου φωνῶν καὶ τὴν ἄπρακτον πρεσβείαν τῷ βασιλεῖ παλινοστήσαντες ἀπαγγέλλουσιν. ὁ δὲ προστίθησι πλείονα, ἐκείνῳ μὲν μετὰ τοῦ ὀνόματος καὶ τὸ ἔργον τοῦ κράτους ἐπαγγειλάμενος, ἑαυτῷ δὲ τὴν φωνὴν μόνην ἀποκληρώσας καὶ τὴν τῶν πολλῶν εὐφημίαν. δευτέραν τοίνυν ἱκετηρίαν τῷ μεγάλῳ οἱ πρέσβεις θέμενοι βασιλεῖ πείθουσι πεῖσαι πρὸς τοῦτο καὶ τὸ στρατόπεδον. ὁ δὲ τὴν χάριν τῶν λόγων ἀναπετάσας ξυγκαλέσας τε τὰς δυνάμεις καὶ δημηγορήσας, ὅσα εἰκός, πρὸς τὴν πειθὼ κατηνάγκασεν. ἐντεῦθεν ἕστηκεν ἡ τοῦ στρατοπέδου συγκίνησις, λέλυτο δὲ ὁ συνασπισμὸς καί ὁ βασιλεὺς παρὰ πάντων δορυφορούμενος ἐχώρει πρὸς τὰ βασίλεια. Ὁ μὲν οὖν θεὸς οὕτως, ὁ δὲ μέγας ἐν πατριάρχαις δεινὸν καὶ οὐκ ἀνεκτὸν ποιεῖται, εἰ βασιλεύσειέ τις ἄνευ τῶν ὀφρύων ἐκείνου καὶ τῆς συννεύσεως· καὶ πρὸς τὸν θεὸν παρατάττεται, ὅτι μὴ συμβούλῳ τούτῳ πρὸς τὴν διοίκησιν τοῦ κράτους ἐχρήσατο, τί οὖν ποιεῖ; καί με μηδεὶς οἰέσθω λογοποιεῖν, ἀλλ' ἐξώλης ἂν καὶ προώλης ὀλοίμην, εἴ τί που πλέον τῶν γεγονότων προστίθημι. ἀνοίγει τοίνυν τοῦ νεὼ τὰς πύλας τοῖς διὰ πάσης νυκτὸς πρὸς τοῦτο συμποσιάσασι στασιώδεσιν ἀνδράσι καὶ μανιώδεσι· καὶ δέον ἀνείργειν καὶ ἀπελαύνειν τῶν ἱερῶν περιβόλων, ἐξὸν δὲ καὶ τοῦτο ποιεῖν– εὐαρίθμητοι γὰρ οἱ τὰ πρῶτα συλλεγέντες ἐτύγχανον ὄντες καὶ οὓς οὐ πολλαὶ χεῖρες ἐκεῖθεν ἂν ἀπήλασαν– δέον οὖν ἐπιτιθέναι τὰς θύρας τοῖς ἐπιρρήτοις ἐκείνοις καὶ κακοήθεσιν, ὁ δὲ μικροῦ δεῖν καὶ τὸν πάντα περίβολον καθελεῖν ἐπεχείρησε. καὶ ἄνετα μὲν πεποίηκε τὰ ἅγια τοῖς κυσί, τοὺς δὲ χοίρους ἐπὶ τοὺς μαργαρίτας συνήλασεν. ἀλλ' οὔπω περὶ τούτων ὁ λόγος. ὅπερ οὖν ἐν τοῖς τοιούτοις συμβαίνειν φιλεῖ, ἄλλοι ἐπ' ἄλλοις συνῄεσαν, οὐ τῶν ἐκ τῆς πρώτης βουλῆς, οὐ τῶν ἀπὸ τοῦ στρατοπέδου, οὐ τῶν τὰ κοινὰ διαχειριζομένων, ἀλλὰ πρῶτον μὲν ἡ περὶ ἐκεῖνον ξύμπασα φατρία καὶ ἕτεροί τινες οἷς ὁ δῆμος καταρᾶται. ἐπεὶ οὖν τὸ πολὺ τοῦ δημοτικοῦ πλήθους συνείλεκτο, τὰ βοσκηματώδη τῷ ὄντι θρέμματα πρὸς τὸν μέγαν καὶ ποιμένα καὶ ἀρχιερέα, δυσχεραίνει τὰ πρῶτα τὴν κάθοδον καὶ προσωπεῖον ὑποκρίσεως ἐνδιδύσκεται, εἶτα δὴ βραχύ τι ἀναβαλόμενος πείθεται καὶ μετριοφρονεῖ καὶ συγκάτεισι. καὶ κατὰ δυοῖν βασιλέων τολμᾷ, ὧν τὸν μὲν ἡ βασίλειος εἶχεν αὐλὴ πᾶσι τοῖς παρασήμοις κοσμούμενον, ἅτερος δὲ πρὸς ταύτην εἰσῄει βασιλικῶς πάνυ δορυφορούμενος. εἰ μὲν οὖν ἀληθεύων τοὺς λόγους ποιοῦμαι, ἐάσατέ με τιθέναι τὰ ἐφεξῆς· εἰ δέ τι τῶν πάντων συνταράττω ἢ ψεύδομαι, αὐτόθεν ἀναστάντες ἐλέγξατε καὶ τὸν λόγον ἐπίσχετε. ἀλλ' ὥσπερ οὐκ ἄν τις εἴποι ἀχλὺν ἕλκειν τὸ φῶς, οὕτως οὐδὲ τῇ γραφῇ ταύτῃ ψεῦδός τις ἐγκαλέσειεν. οὐ γὰρ εἱλόμην μελετᾶν τὴν ὑπόθεσιν, ἵνα πιθανῶς αὐξήσω ταῖς ἐπιχειρήσεσιν, ἀλλ' ἁπλῇ χρῶμαι καὶ τῇ ἐκθέσει καὶ τῇ συνθήκῃ. Πρῶτον μὲν οὖν αἰτιῶμαι, ὡς οὐκ ἔδει τὸν ἀρχιερέα δυοῖν, ὡς εἴρηται, βασιλέων τὰ σκῆπτρα διακληρωσαμένων, περὶ πολιτικῆς ζητεῖν καταστάσεως καὶ περὶ βασιλέως σκέψιν προτίθεσθαι. πρὸς δύο γοῦν τετυράννηκεν αὐτοκράτορας καὶ ἀμφοτέροις τὰς χεῖρας ἐπανετείνατο, τὸν μὲν πόρρωθεν ἀπείργων, τὸν δὲ ἐντεῦθεν ἐλαύνων, ἵν' ἑαυτῷ περιποιήσηται καὶ τὸ κράτος καὶ τὰ βασίλεια. πρὸς ὃ δὴ καὶ πάλαι δραμών, εἰ καί ὁ λόγος τὴν πρώτην ἀρχὴν τοῦ κακοῦ ἀνεβάλετο, ἠτύχηκε τοῦ βουλεύματος, τὰς δ' ἐλπίδας οὐκ ἐξωμόσατο. Διὰ τί δὲ τὰς πύλας τοῦ νεὼ τοῖς συνομωμοκόσιν ἠνέῳξε; συνδεδραμηκότας δὲ διὰ τί μὴ βραχύ τι διαπειλησάμενος ἐκεῖθεν ἀπήλασεν; οὐ γὰρ κατὰ πλῆθος εὐθὺς εἰσῄεσαν, ἀλλὰ συνεκκαίδεκα ἢ βραχεῖ τινι πλείους. εἰ δὲ βούλεσθε, δῶμεν μηδένα τῶν πάντων ἀπολελεῖφθαι, ἀλλὰ καὶ ὅσον ἐν Πέρσαις καὶ Βαβυλῶνι καὶ ὅσον Ἑλληνικὸν φῦλον Αἰθίοπάς τε καὶ Ἄραβας ἐκεῖσε συνεισδραμεῖν καὶ τῶν βασιλέων καταβοᾶν. τίνες οὖν νόμοι, ποῖοι κανόνες τούτῳ τὴν κοινωνίαν τῆς συνωμοσίας παρακελεύονται; βούλεσθε καὶ τοῦτο καὶ τῷ δεσπότῃ καὶ ὑμῖν συγχωρήσωμεν; ἀνίκητον γὰρ ἡ ἀνάγκη καὶ φοβερὸν ὁ περί ψυχῆς κίνδυνος. τίς τοίνυν τῶν πάντων πρὸς ἐκεῖνον ἀνιέναι ἐτόλμησεν ἢ ἄλλως ἐπικεχείρηκε; τίς ξίφος ἐθήξατο ἐπ' αὐτόν; τίς ἠπείλησε τὴν κεφαλὴν ἐκτεμεῖν; τίς ἀφῆκε βέλος; τίς ἀπρὶξ λαβόμενος ἐφειλκύσατο; ὁπότε, εἰ καὶ ταῦτα πάντα συνεληλύθει τἀνδρί, ἀντισχεῖν ἔδει καὶ εἰ ἐξῆν πολλάκις ἀποθανεῖν. ἀλλ' ὁ τῆς βασιλείας ἔρως καὶ τὸ πάντων ἐθέλειν ἀνάσσειν καὶ τὸ βούλεσθαι τῇ τῶν ὀφρύων συννεύσει συγκινεῖν καὶ τὸν οὐρανὸν καὶ τὸν Ὄλυμπον ὅλοις κέντροις ὤθουν κατ' αὐτῆς ὁσιότητος. Κάτεισιν οὖν ὁ δεσπότης μετὰ τῆς ποιμαντικῆς βακτηρίας, ἵν' ἐπὶ πηγὰς καὶ νομὰς ἀποκινήσῃ τὰ θρέμματα; οὐμενοῦν γε. μετὰ τοῦ ῥοπάλου καὶ τῆς συνήθους ὠμότητος, ἵν' εἰσελάσῃ τοὺς θῆρας καὶ δῷ τούτοις εἰς θοίνην τὴν ἱερὰν τοῦ κυρίου ποίμνην, ὑπὲρ ὧν ἐκεῖνος τὴν οἰκείαν ἀφῆκε ψυχήν. κατεληλυθώς τοίνυν οὐκ εἶπεν, οὐκ ἠρώτησεν, οὐκ ἀντιλογίαν προὔθετο, οὐ κατῄδεσε τοῖς λόγοις τε καὶ τῷ σχήματι, οὐ γνώμην εἰσήνεγκεν. ἀλλ' ὥσπερ οἱ τυραννήσαντες, ἐπειδὰν ἐντὸς τῶν τειχῶν γένοιντο, εἰς τὴν ἀκρόπολιν εὐθὺς ἀναβαίνουσιν, ἵν' ἐξ ἀπόπτου περιωπῆς τὴν τυραννικὴν εὐθὺς γνώμην ἐμφήνωσιν, οὕτω δὴ καὶ ὁ ἱερατικὸς οὗτος τύραννος ἐπὶ τὸ ἄδυτον ἱλαστήριον, ἐπὶ τὸ ἄβατον ὄρος καὶ ἀπρόσιτον τοῖς πολλοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ καὶ πρὸ πάντων ἐκείνῳ, λῃστρικῶς εὐθὺς καὶ πολεμικῶς ὥρμησεν. ἀλλά με φρίκη καὶ τρόμος ἔχει καὶ ἰλίγγου καὶ σκοτοδίνης πληροῦμαι τοιούτους λόγους ἑλίττων, ὧν ἐκεῖνος τὴν πρᾶξιν ἐθάρσησεν. ὢ νυκτὸς ἐκείνης, καθ' ἣν πάλιν Ἰούδας καὶ προδοσία, καὶ ὁ δεσπότης οἷα Πιλᾶτος κρίνων, ὁ αὐτὸς καὶ ὡς Καϊάφας ἱερατεύων, καὶ σπεῖρα καὶ ὁ μυρίαρχος, καὶ θεὸς αὖθις οὐ προδιδόμενος μὲν καὶ σταυρούμενος, ποσὶ δὲ ἀνιέροις καταπατούμενος. ὢ τῶν θείων κρατήρων, ὢ τῆς ἱερᾶς τραπέζης, ὢ τῆς ἀναιμάκτου θυσίας φονικοῖς μιαινομένης τοῖς αἵμασιν, ὢ τῆς ἀνεξικακίας τοῦ λόγου καὶ τῆς ἀπείρου μακροθυμίας. ὁ μὲν οὖν ὑπὲρ ἡμῶν λόγος τυθεὶς αὖθις ἐν τοῖς κρατῆρσιν ἐτίθετο, πάλαι μὲν δεσμούμενος καὶ σταυρούμενος, τότε δὲ χεόμενος καὶ διαφορούμενος. ὁ δὲ Πιλᾶτος κρίνων ἐκάθητο τὸν ἐμὸν θεοκίνητον καὶ χριστὸν κυρίου περινοούμενον αὐτοκράτορα, οὐκ ἀμφιβάλλων, οὐ τὰς χεῖρας ἀπονιπτόμενος. οἱ δὲ φονεῖς κύκλῳ περιεστήκεσαν, ὁ μὲν παλτὸν θήγων, ὁ δὲ ξίφος ἀπογυμνῶν, ὁ δ' ἐπαιτῶν ἵνα ἐνάψηται θώρακα· καὶ οὐδαμοῦ Πέτρος ἵνα τὸν Μάλχον ἐκτέμῃ, ἢ εἴ τις ἄλλος θερμότερος ἐπὶ τὸν Πιλᾶτον αὐτὸν ὁπλίζων τὴν δεξιάν. σκέψις δὲ περὶ βασιλέως προὐτίθετο· ἐπίσης γὰρ τοῖς δυσὶν αὐτοκράτορσιν ἀπηχθάνετο. βούλεται οὖν τὸν μὲν ἐντὸς εὐθὺς καθελεῖν, τῷ δὲ πόρρω ἀπεῖρξαι τὴν εἴσοδον ὥσπερ ἡλίῳ τὴν ἀνατολὴν τοῦ φωτός, ἵν' ἢ αὐτὸς τυραννήσῃ ἢ χειροτονήσῃ τὸν τυραννεύσοντα. μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ βουληφόροι μηδὲ τὴν γλῶτταν κινείτωσαν, ὡς ὑπὲρ τοῦ νῦν κρατοῦντος αὐτῷ τὸ πᾶν διεσπούδαστο· μᾶλλον μὲν οἶμαι κατ' ἐκείνου τὸ πᾶν συγκεκίνητο. Ὅτε μὲν γὰρ ἀμφίβολον αὐτῷ τὸ κρατεῖν, οὐδὲν περὶ αὐτοῦ διεσκέψατο· ὅτε δὲ βασιλεύειν καθαρῶς ἐπετέτραπτο καὶ ἦν αὐτῷ ἄνετά τε καὶ βάσιμα τὰ βασίλεια τοῦ θεοῦ πᾶν ἀφελομένου ἐμπόδιον, τίς ἡ τηνικαῦτα σπουδή; ἤδη γὰρ εἶχε τὸ πᾶν. ἀλλ' ἐμοὶ ἐκ περιουσίας ὁ λόγος πρὸς τὸ κρατεῖν· κἂν γὰρ τὸ μὴ ὂν συγχωρήσωμεν, οὔπω τῆς καθοσιώσεως ὁ δεσπότης ἐξῄρηται. κατὰ γὰρ βασιλέως ἐλύττησε καὶ καθελεῖν αὐτοκράτορα ἐπεχείρησε καὶ ἐπιχειρήσας τετόλμηκε. καί μοι μηδὲν ἀχθεσθῇς, ὦ βασιλεῦ, εἰ ὡς περὶ βασιλέως τοῦ φθάσαντος διαλέγομαι· ἐντεῦθεν γὰρ σὺ φαίνῃ θαυμασιώτερος, ὅτι τὴν βασιλείαν ἑτέρου ἰθύνοντος σὲ προελόμενος ἀντεισήνεγκεν ὁ θεός. οὐκ ἔχει τοίνυν οὐδεμίαν ἀντιλογίαν ὁ λόγος, κἂν πάνυ τις ἐκείνου ὑπερσπουδάζειν ἐθέλοι. ἀλλ' ὁρᾶτε τὰ ἐφεξῆς. Ἐπειδὴ γὰρ ἡ πόλις τοὺς αὐτοκράτορας ᾔδεισαν, τὸν μὲν οἰκουρούμενον ἔνδον, τὸν δ' ἔξωθεν ὑπὸ θείῳ κινήματι εἰσελαύνοντα, ᾧ καὶ μᾶλλον ἐθάρσουν καὶ τὰς ἐλπίδας ἐσάλευον, οὐδέν τι πλέον εἶχον τολμᾶν, ἀλλ' ἠγάπων τὰ δόξαντα, καὶ οὔτε τῶν ἐν τέλει οὐδεὶς οὔθ' ὅσοι αὐτουργοὶ καὶ χειρώνακτες παρεκίνουν τι τῶν βεβουλευμένων· ἀλλ' ἕκαστος οἴκοι καθῆστο, τῶν πραττομένων παραχωροῦντες θεῷ. ὁ δέ γε θεῖος δεσπότης λόχον λῃστρικὸν συγκροτήσας αἰχμοφόρους τε τούτους ἀποδείξας καὶ λιθοβόλους, δύο δὲ καὶ τὸ μοναχικὸν περιδύσας τριβώνιον– ὢ τῆς τόλμης, ὢ τῆς θρασύτητος– καὶ μονονοὺ τὰ ξίφη ἐγχειρίσας αὐτῷ προτρέπεται πρῶτον μὲν ἅπαντας τοὺς ἐν τέλει εἰς ἐκεῖνον ἐλᾶν, ἔπειτα δὲ καὶ τὸ ἄλλο συναγεῖραι δημοτικὸν πλῆθος. ὅσοι δὲ μὴ βούλοιντο, ἀλλ' ἀπραγμόνως αἱροῖντο ζῆν, τούτοις ἐρείπια τὰς οἰκίας ποιεῖν καὶ ἐπιφορεῖν αὐτοῖς τὸν ἐκεῖθεν χοῦν καὶ ἄχρι θεμελίων μὴ φείδεσθαι. ἐντεῦθεν τί μὲν τῶν δεινῶν οὐκ ἐπράττετο; τί δὲ τῶν ἀτοπωτάτων οὐκ ἐτελεῖτο; κατεστρέφοντο οἶκοι, ἐπολιορκοῦντο οἱ φύλακες· οἱ μὲν ἐκτείνοντο ἀντιπράττοντες, οἱ δ' αὐτόθεν ὑπέκυπτον. καὶ πάντα ἦν θορύβου καὶ κλόνου μεστά, ἡ δὲ πόλις εἱστήκει μετέωρος, κοσμικὴν ἅλωσιν τὸ πρᾶγμα οἰομένη. οὔπω γὰρ ὁ μέγας ἀνατετάλκει φωστήρ, ἦ γὰρ ἂν αὐτόθεν πᾶσα διεσκεδάσθη ἀχλύς. ὁ δὲ πατὴρ ἀκούων ἠγάλλετο. κἀγὼ ἀνεμιμνησκόμην τοῦ Νέρωνος καὶ τῶν τότε καιρῶν, τοιοῦτον γάρ τι κἀκεῖνος ἐπεποιήκει, καὶ πῦρ ἐξεπίτηδες ἐμβαλὼν τῇ πόλει, παιδιὰν ἡγεῖτο τῶν ἐμπιπραμένων τὰ σχήματα. ὁ δὲ καὶ ἠπείλει εἴ τις μὴ ταχέως ἐκεῖνῳ συντυραννεῖν εἵλετο. ἐπεὶ δὲ τὴν περὶ τούτου εἶχε διοίκησιν, τὴν ἱερατικὴν ἀξίαν εὐθὺς ἀποθέμενος ἐπὶ τὴν τυραννικὴν ἀπενενεύκει ὀφρὺν καὶ βασίλειον ἱεράτευμα τὸ σχῆμα καθίστησι μετὰ σεμνῶν ὀνομάτων τῆς τυραννίδος ἀρχόμενος. προχειρίσεις οὖν εὐθὺς καὶ ἀξιωμάτων διανομαί. τὸν μὲν οὖν τοῦ δήμου προΐστησι, τῷ δὲ τῆς θαλάσσης ἐγχειρίζει τὴν ἐξουσίαν, τῷ δὲ ἐμπιστεύει τὰ ὕπαιθρα καὶ τὸ ξύμπαν βασιλέως ἑαυτῷ ἀξίωμα περιτίθησιν· ἔμελλε δ' ὅσον ὀλίγον ταινιωθήσεσθαί τε καὶ πανταχῇ στεφηφόρος περιελεύσεσθαι. Ἐπεὶ δὲ πάντα αὐτῷ κατώρθωτο καὶ διῴκητο, πέμπει καὶ τοὺς ἀποκτενοῦντας τὸν αὐτοκράτορα, εἰ μή γε ταχὺ καταβαίη καὶ αὐτῷ τὴν κεφαλὴν ὑποκλίνοι, ὁ δὲ τὴν τυραννικὴν δείσας ὠμότητα καὶ καταπτήξας μή τι πάθῃ δεινότερον, οὐ πολλῶν ἐδεήθη λόγων, ἀλλ' αὐτόθεν ὑποφρίξας τό τε σχῆμα μετέθετο καὶ πρὸς τὸν τύραννον ἄπεισι, τὰς ὅλας ἐλπίδας ἀπεγνωκώς. ὁ δὲ μιμεῖται μόνον ἐνταῦθα τὸν σεβαστὸν καίσαρα ἢ Μάρκον ἐκεῖνον τὸν ἐν βασιλείᾳ φιλοσοφήσαντα ἢ πρὸ πάντων καὶ ἀντὶ πάντων τὸν μέγιστον ἡμῶν αὐτοκράτορα, εἰ καὶ μόνον ἐγνώκει. καὶ μετ' ἐνίων τῶν δορυφόρων ὑπαντᾷ τούτῳ μεταθεμένῳ τὸ κράτος καὶ περιφὺς ἡδέως ἀσπάζεται· καὶ βακτηρίαν αὐτῷ ἐγχειρίζει ἐλεφαντίνην καί, ὡς πραότερον αὐτῷ ἔσοιτο, ἐπαγγέλλεται, ἐπειδὰν τῶν σκήπτρων καθαρῶς ἐπιλάβοιτο. τοιοῦτόν τι καὶ ὁ ἀσεβήσας Ἰουλιανὸς Κωνσταντίῳ ἐπεποιήκει τῷ πάνυ. ἀποστασίαν γὰρ κατ' αὐτοῦ ὠδίνας καὶ ἐπανάστασιν καὶ τυραννικῶς προσεληλυθώς, ἐπειδὴ πρὸς τῇ πόλει ἐγένετο καὶ ὁ βασιλεὺς ἐτεθνήκει, λαμπρᾷ τοῦτον τιμᾷ ἐκφορᾷ καί, ᾧ ζῶντι ἐμάχετο, σπένδεται τεθνηκότι· καὶ τὴν ταινίαν τῆς κεφαλῆς ἀποθέμενος πρὸ τῆς κλίνης ἐβάδισε. Καὶ τούτῳ μὲν τὰ τοῦ καιροῦ προσαγορεύσας τε καὶ προσφωνήσας ἐπὶ τὴν ἀκρόπολιν αὖθις ἐπάνεισι. δυσὶ γὰρ προσβαλὼν καὶ ῥᾷστα τὸν ἔτερον χειρωσάμενος ἐπὶ τὸν λειπόμενον ἐπεπόρευτο. ὡς δ' ἔγνω τὰ τῆς προνοίας ζυγὰ ὅλαις ῥοπαῖς πρὸς ἐκεῖνον ἐπικλινῆ πάντων ἁπαξαπλῶς πάσαις ἐκεῖνον ἀνακαλουμένων φωναῖς καὶ πρὸς πᾶν ἄλλο δυσχεραινόντων ὄνομά τε καὶ ἄκουσμα– πᾶσα γὰρ αὐτῶν πρὸς τοῦτο πεῖρα καθίκετο– ὡς δὲ τὸ πᾶν τῆς προσβολῆς ἀπεκρούσατο, οὐχ, ὅ φασι, πρύμναν ἐκρούσατο, ἀλλὰ πρὸς ἐκεῖνον ἐτράπετο, καὶ τὴν ἀνάγκην τοῦ πράγματος γνώμης ποιεῖται φιλοτιμίαν, καὶ τοῖς σπουδασταῖς ἑαυτὸν δίδωσι καὶ συμπράττειν τηνικαῦτα ἠξίου θεῷ. καὶ τὸν θάλαμον ἑτοιμάζει καὶ κατακοιμίζει τὰ πνεύματα καί, ὥσπερ ὁ Ξέρξης, ἐπιστέλλει τῷ Ἑλλησπόντῳ, ἵνα λειοκυμονήσας πράως πομποστολήσῃ τὸν αὐτοκράτορα. ὅτι μὲν οὖν αὐτόθεν τυραννήσας ἐλήλεγκται, ὡς εἰδότων ὑμῶν, οὐδὲν δέομαι λέγειν. εἰ δέ τις ἀμφιβάλλειν τῷ λόγῳ ἕλοιτο, πρὸς ἐκεῖνον, εἰ βούλεσθε, προλαβὼν σκιαμαχήσω τὴν ἐναντίωσιν. πρῶτα δέ, εἰ βούλεσθε, τί ποτέ ἐστι καθοσίωσις καὶ τί ποτε τυραννίς, ἀνεκτῶς ὁρισώμεθα. ἔπειτα ἐρήσομαι ὑμᾶς, εἴ γε μὴ πατὴρ οὗτος καθεστήκοι αἰτιῶν, αἷς ἑαυτὸν ἐμβεβλήκει ἀκριβῶς κατὰ βασιλέων ὁμοῦ μελετήσας καὶ τυραννήσας. Ἔστι τοίνυν καθοσίωσις, ὡς αὐτὸ τοὔνομα δηλοῖ, γνώμη πονηρὰ καὶ θρασεῖα κατὰ βασιλικῆς μελετήσασα ὁσιότητος, τυραννὶς δὲ αὐτοχειροτόνητος βασιλεία καὶ τῶν καθεστηκότων νόμων ὀλιγωρία. πότερον οὖν τὴν κατὰ βασιλέων ἐπιβουλὴν διεσκέψατο οὗτος καὶ ἐμελέτησεν ἢ πρὸς τῇ σκέψει καὶ αὐτὸ τὸ ἔργον προσέθηκεν; οὐ πρότερον μὲν τοῖς συνωμόταις ἐσπείσατο καὶ τῷ λῃστηρίῳ φέρων ἐπέδωκεν ἑαυτόν, εἶτ' αὖθις τὸν κατὰ τῆς ὁσιότητος πόλεμον ἀνερρίπισε καὶ ἐφ' ὅσον ἐφ' ἑαυτῷ αὐτόχειρ βασιλέως ἐγένετο; οὐ τοὺς διαχρησομένους ἔπεμψεν; οὐ καθεῖλε τοῦ θρόνου; οὐ τὰ σκῆπτρα ἀφείλετο; οὐ τοῦ ἀξιώματος κατεβίβασεν; ἆρα λείπεταί τι τῶν ὅσα πληροῦν οἶδε τὴν καθοσίωσιν; ἦ καὶ ὑπερχειλὴς ὁ κρατήρ. εἰ γὰρ τὸν ἁπλῶς μελετήσαντα βασιλέως ἐπιβουλὴν ἢ ἄλλως κατ' αὐτοῦ θρασυνάμενον καθοσιοῦμεν εὐθὺς καὶ ὑπὸ τὸ εἶδος τιθέαμεν τοῦ ἐγκλήματος, τὸν ὁμοῦ καὶ διασκεψάμενον καὶ τὸ τέλος ἐπαγαγόντα τῆς διασκέψεως ποῦ λόγου θήσομεν ἢ τίνος ὀνόματος ἢ ἐγκλήματος ἀξιώσομεν; ἐγὼ μὲν οὐκ οἶδ' ὅ τι χρὴ τὸ πρᾶγμα καλέσαι ἢ τίνα τὴν τιμωρίαν ἐπαγαγεῖν· οὐδέ τινα τῶν πολιτικῶν νόμων ἢ ἱερατικῶν εὑρεῖν ἄχρι τούτου δεδύνημαι περὶ πατριάρχου διοριζόμενον, εἰ μανῆναι κατὰ βασιλέως βουλήσεται. τοσοῦτον ὑπερβάλλει τὸ πρᾶγμα καὶ ὁ νομοθέτης ἄπαν κακίας εὑρηκὼς ὕψωμα τοῦτο μόνον οὐκ ᾠήθη δεῖν τὸν ἅπαντα χρόνον πραχθήσεσθαι. ἀλλ' ἔδει τὸ ἅπαξ ἄνω τετολμημένον καὶ τὴν ἀγγελικὴν καινοτομῆσαν ἀξίαν καὶ κάτω γενήσεσθαι. ἐκεῖ μὲν οὖν ὁ ἑωσφόρος κατὰ τῆς πρώτης ἐλύττησεν ἀγαθότητος, ἐνταῦθα δὲ ὁ ἑσπέριος κατὰ τῆς βασιλικῆς ἐπικεχείρηκεν ὁσιότητος καὶ δυοῖν βασιλέων τὸν μὲν καθεῖλε, τὸν δὲ ἑλεῖν οὐ δεδύνητο. οὐ γὰρ ἐκείνῳ μὲν ἐμάχετο, σοὶ δὲ τῷ μεγάλῳ ἡμῶν ἐσπένδετο αὐτοκράτορι. ἄμφω γὰρ ἤτην αὐτοκράτορέ τε καὶ ἀρχηγὼ καὶ ἅμα ὁσίω. ἀμφοῖν οὖν ἑαλώκει βουλεύσας ἅμα καὶ πράξας τὴν καθοσίωσιν· τὸν μὲν οὖν ἐπιχειρήσας ἀνῄρηκε, σὺ δὲ ἀμφοῖν εἵνεκα, σαυτοῦ τε καὶ οὐδὲν ἧττον ἐκείνου, πρὸς τοῦτον ἀντήρκεσας καὶ τὴν πονηρίαν δημοσιεύεις καὶ τοὺς νόμους ἐπανάγεις ἡμῖν καὶ μετὰ τῆς ἀρχιερατικῆς καὶ πολιτικῆς δικάζεις ῥοπῆς. Τὸ μὲν οὖν περὶ τῆς καθοσιώσεως οὕτως. περὶ δέ γε τῆς τυραννίδος τίς ἂν τῶν πάντων ἀμφισβητήσειεν; ὥσπερ γὰρ οἱ τοὺς πηλίνους πλάττοντες ἀνδριάντας ἔπειτα ἐν τοῖς θεάτροις ἱστῶσιν, οὕτω δὴ κἀκεῖνος ἑαυτὸν πλάσας ἢ μεταπλάσας καὶ τὴν ὀφρὺν μεταλλάξας καὶ σοβαρὰν ἑαυτῷ σκηνὴν διαθέμενος ἐν αὐτοῖς τοῖς ἀδύτοις τοὺ ὁπλίτας ἑαυτῷ συνεστήσατο, καὶ ὁ μαχαιροφόρος ἐγγύθεν καὶ ἑκατέρωθεν οἱ δορατοφόροι καὶ μέσος ἁπάντων ὁ νέος Σαμουὴλ μονονοὺκ αἴρων ἐφοὺδ οὐδὲ μίτρᾳ τὴν κεφαλὴν ἀναδεδεμένος, ἀλλὰ τυραννῶν ἄντικρυς καὶ τὴν βασιλικὴν στεφάνην περινοούμενος. εἰ δέ τις τῶν οὐκ εἰδότων θαυμάζοι καὶ διαπιστοίη, ὥσπερ τῆς καταφλεχθείσης νεὼς ὁράτω μέρος τῆς τρόπεως ἡμίφλεκτον ἢ τοὺς προτόνους καὶ τὰ ἱστία κατῃθαλωμένα. ποῖα ταῦτα; φημὶ τὰ ὑπολείμματα τῶν ἐκείνου τιμῶν· ἔτι γὰρ τῆς ἐκεῖεν χειροτονίας μεμενήκασι ζώπυρα. καὶ ὁ μὲν θεῖος ἐκεῖνος Σαμουήλ, ἐπειδὴ διεῖλεν ὁ θεὸς ἱερωσύνην καὶ βασιλείαν καὶ τὴν μὲν ἐπὶ τῶν δημοσίων τέθεικε, τῇ δὲ τὴν τῶν ψυχῶν ὑπέθηκεν ἐπιμέλειαν, οὐκέτι ἀντέπραττε τῷ Σαοὺλ οὐδ' ὡς ἀφῃρημένος τὸ βασιλεύειν ἀπεδυσπέτει καὶ ἐδυσχέραινεν, ἀλλ' ὑπεχώρει καὶ ὑπεστέλλετο ὁ τῆς Ἄννης υἱὸς τῷ τοῦ Κὶς ἐκείνου παιδί. ὁ δὲ μέγας ἡμῶν δεσπότης αὐτόθεν βασιλεύειν ἐτόλμησε καὶ τὰ διῃρημένα συνάπτειν ἐπικεχείρηκε· καὶ τῶν προεστηκότων αὐτοκρατόρων τὸν μὲν τοῦ Ῥωμαϊκοῦ ἀπεβίβασεν ἄξονος, τὸν δέ, εἰ μὴ κύριος ἀντελάβετό μου, μικροῦ δεῖν– ἀλλ' οὐ βούλομαι οὐδὲν τῶν ἀτόπων ἐρεῖν. Σὺ μὲν οὖν τοῖς τῶν ἀποστόλων κανόσιν ἢ οὐ προσέσχες ἢ προσσχὼν καταπεφρόνηκας ἰταμῶς, ἐγὼ δὲ τὸ ἕκτον ὑπαναγνώσομαί σοι ἠρέμα κεφάλαιον. ἔχει γὰρ οὕτως·" ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὰς φροντίδας μὴ ἀναλαμβανέτω· εἰ δὲ μή, καθαιρείσθω." παράβαλε οὖν τὰ σαυτοῦ τῷ κανόνι, καὶ εἰ μὲν προσαρμόττειν δοκεῖ, μὴ δυσχέραινε τὴν καθαίρεσιν· εἰ δ' ἄλλο τι φαίνεται, συγκεχωρήσθω σοι τὸ ἐπιτίμιον. ἐγὼ δέ, εἰ καὶ παράδοξον ἐρῶ λόγον, οὐδὲ προσαρμόττειν φημὶ τὰ σὰ τῷ κανόνι, οὐχ ὅτι ἐλλείπει, ἀλλ' ὅτι ὑπερβάλλει. τοὺς μὲν γὰρ νομοθέτας κοσμικὰς οἶμαι φροντίδας τὰς τελευταίας ὑπολαβεῖν καὶ ὅσαι μερικῶν πραγμάτων προΐστανται· τὸ δὲ σὸν πρᾶγμα παγκόσμιος ἢ ὑπερκόσμιος ὦπται φροντίς. τί γὰρ τυραννίδος πραγματωδέστερον ἢ τί τοῦ κατὰ βασιλέων ἐπιχειρεῖν ὀχλωδέστερον ἢ πολυπραγμονέστερον; σὺ δὲ οὐκ ἄμφω πεπραγμάτευσαι; ἢ μάτην ἄνω ὁ λόγος ἐρρύη πάντα ἀποδεικνύς; οὐ πάντα ἐπεβάλου καθέξειν ὥσπερ τινὰ νοσσιὰν καὶ ἀρεῖν ὡς καταλελειμμένα ᾠὰ καὶ ἀναρτῆσαι σαυτοῦ καὶ τὴν γῆν καὶ τὴν θάλασσαν; οὐ τοὺς μὲν ὥπλιζες, τοὺς δὲ μετημφίαζες, τοῖς δὲ ἐπέτρεπες τὰς ἀμφόδους τηρεῖν, περιβάλλειν τοὺς στενωπούς, τὰ τείχη κυκλοῦν, τὰς τριήρεις εὐτρεπίζειν, τὰς ἐμβολάς πότερον οὖν πράγματα ταῦτα ἢ ἀπραγμοσύνη καὶ ἐπιστασία ψυχῶν; εἰ μὲν οὖν τοῦτο, δεῖξον καὶ ἀπαλλαγήσῃ τοῦ καθαρτηρίου πόματος· εἰ δὲ μή, ὥσπερ ὁ Σωκράτης πάλαι ἐμπλήσθητι τοῦ κωνείου καὶ τὸν κρατῆρα λαβὼν ἄχρι τοῦ πυθμένος πίε τοῦ κράματος. κοινὸν γάρ τί σοι πρὸς ἐκεῖνον καθέστηκεν ἔγκλημα· ἄμφω γὰρ καινὰ παρεισήγετε τῷ βίῳ δαιμόνια. Ἀλλὰ πάλιν πρὸς ὑμᾶς ἐπέστραμμαι τοὺς δικάζοντας καὶ αὖθις ἀπανερωτῶ· πότερον τετόλμηταί τι τούτῳ ἢ οὔ; πάντως ἐρεῖτε τὸ πρότερον. τί οὖν ἡ τόλμα; πότερον ὕβρις βραχύ τι τοὺς ὅρους ὑπερβαίνουσα; ἀλλὰ πληγή, ἀλλ' ἀφορισμὸς ἄδικος; ἀλλὰ τί ποτε τὸ πεπραγμένον ἐστίν; εἰ δὲ τὸ ὄνομα ἐπαισχύνεσθε, ἐρεῖτε τὴν πρᾶξιν. κατήνεγκε βασιλέα τοῦ θρόνου. δεδόσθω γὰρ καὶ συγκεχωρήσθω, ὡς σπενδόμενος ἦν τῷ μεγάλῳ ἡμῶν αὐτοκράτορι· τέως γοῦν κατὰ θατέρου λελύττηκε. τοῦτο οὖν αὐτῷ καθοσίωσις. εἶτα δὴ τοῖς μὲν ἠπείλησε, τοὺς δὲ τιμαῖς σεμνοτέρους ἀπέδειξε, τοῖς δὲ τὰς οἰκίας κατέστρεψε. τοῦτο δὴ τυραννὶς ἀποχρῶσα, κἂν αὐτοὶ λέγειν μὴ βούλησθε. εἰ δέ τις ἀρχιερεὺς καθοσιώσεως καὶ τυραννίδος ἁλοίη, τοῦτον ἐᾶν δεῖ καὶ τὰ θεῖα διὰ χειρὸς ἔχειν, ἀλλὰ μὴ εὐθὺς καθαιρεῖν; οὐδεὶς ἂν εἴποι τῶν εὐφρονούντων. εἰ δὲ μή, ἀνῃρήσθωσαν μὲν οἱ νόμοι, κανόνες δὲ διαβεβλήσθωσαν καὶ συγκεχύσθω τὰ πάντα καὶ μηδεμία τις ἔστω τῶν πάλαι διῃρημένων διαστολὴ καὶ διαίρεσις. ἐβουλόμην μὲν οὖν ἐπεξεργασίας τῷ λόγῳ παρασχεῖν πλείονας καὶ πολλοὺς μὲν κινῆσαι νόμους ἱερατικούς, πλείους δὲ καὶ πολιτικοὺς αὐτόθεν ἐγκειμένους καὶ μηδὲν ἀμφίβολον ἔχοντας. ἐπεὶ δ' οὐδὲν ἐγκεκαλυμμένον ἔχει τὸ ἔγκλημα καὶ ὁ ἀκούσας τοὔνομα οὐ διαμφισβητεῖ πρὸς τὴν τιμωρίαν, διὰ ταῦτα ἀπεριέργους τοὺς λόγους ἐποιησάμην, ἵν' ἀφ' ἑαυτῶν, ἀλλὰ μὴ τῶν ἔξωθεν περιπλεκομένων, τὸ ἰσχυρὸν ἔχωσι. Τὰ μὲν οὖν δύο ταῦτα ἐγκλήματα, περὶ ὧν εἰρήκαμεν φθάσαντες, καθ' ἑαυτὸ ἕκαστον ἀπ' ἀλλήλων διῄρηνται· καὶ οὔτε τις τὸ μὲν ὡς γένος προτάξειε, τὸ δὲ ὡς εἶδος ὑποβιβάσειεν οὔτε θάτερον θατέρου ποιήσαιτο αἴτιον. οὗ δὲ νῦν τὸν ἀρχιερέα γραφόμεθα οὐ πάνυ τι τοῦ δευτέρου ἀλλοτριώσειε. φόνου γὰρ αὐτῷ αἰτίαν ἐπάγομεν, μᾶλλον δὲ φόνων πολλῶν, εἰ καὶ μὴ ταῖς χερσὶν ἀνεῖλεν αὐτὸς μηδὲ τὴν τομὴν τοῦ ξίφους ἐπὶ τὴν σφαγὴν ἔβαψε μηδὲ τῷ δόρατι τὰ στέρνα διαντετόρησεν. οὐ γὰρ τοῦτο μόνον φονεύς, ἀλλὰ κἂν εἴ τις ἐβούλευσε, κἂν προὔτρεψε, κἂν φονικὴν ἔσχε διάθεσιν. καὶ οὐκ ἐγὼ ταῦτα λέγω διοριζόμενος οὐδὲ πρώτως τὸ πρᾶγμα νομοθετῶ οὐδὲ καινῶν νόμων ποιοῦμαι συνεισφοράν, ἀλλὰ τοῖς οὖσι χρῶμαι καὶ πρὸς ἐκείνους τὴν γλῶτταν κινῶ. καὶ ἵνα μὴ τοὺς πάντας διαριθμῶμαι, ἔστι τις νόμος οὕτω διοριζόμενος·" ἐν τοῖς ἐγκλήμασιν οὐ τὸ γεγονός, ἀλλ' ἡ διάθεσις σκοπεῖται." καὶ αὖθις ἕτερος οὕτω φθεγγόμενος·" οὐδὲν διαφέρει τὸ φονεῦσαι καὶ τὸ παρασχεῖν αἰτίαν φόνου." καὶ αὖθις ἄλλος·" ὁ ἐντειλάμενος φονεῦσαι φονεὺς κρίνεται." σκοπεῖτε τοίνυν, εἰ κατὰ πάντας τούτους τῷ φονικῷ ὁ δεσπότης ὑποπεσεῖται ἐγκλήματι. καί μου μικρὸν ἀνάσχεσθε προκαθιστάντος τὸν λόγον καὶ εἰς ἀρχὴν ἀναφέροντος. εἰ μὲν οὖν, ὡς ἔφθη τυραννήσας, οὐδέν τι πλέον περιειργάσατο, ἀλλ' ἐπιείκειαν μᾶλλον ὑποκρινόμενος μέχρι τινὸς τοὺς τυραννουμένους ἠπάτησε δώροις ἀγάλλων καὶ σεμνύνων τιμαῖς καὶ εὐνοίας ὑπαγόμενος πλάσματι, τάχα τοῦ μὲν ἥλω, τὸ δὲ ἐκπέφευγε, καὶ ἦν ἂν τύραννος μέν, φονεὺς δ' οὔ. ἐπεὶ δ' ἄλλως οὐκ ᾤετο δεῖν τετυχηκέναι τοῦ ἀξιώματος καὶ πάντας ὑπαγαγεῖν, εἰ μὴ τοὺς μὲν ἀνέλοι, τοῖς δὲ φόβον ἐπισείσοι κινδύνων, τῶν δὲ τὰς οἰκίας διασπαράξειε καὶ ἄλλους ἄλλοις περιβάλοι κακοῖς. διὰ ταῦτα πάσαις μὲν αἰτίαις, πᾶσι δὲ ἥλω ἐγκλήμασι· καὶ οὐδεὶς ἂν αὐτὸν ἐξαιρήσηται φόνου, εἰ καὶ πάνυ πρὸς τὰς ἀντιλογίας γεγύμνασται. εἰ μὲν οὖν τῶν τετυραννευμένων πεφόνευται οὐδέ τις ὅλως φόνος τετόλμηται, ἔστω καὶ ὁ ἀρχιερεὺς ἐξῃρημένος τοῦ ἀτοπήματος. εἰ δὲ πολλοὶ τῶν δυοῖν ἐκείνων πεπτώκασιν ἡμερῶν– εἰ μὴ γὰρ ἐκολοβώθησαν αἱ ἡμέραι αἱ ἐκεῖναι, οὐκ ἂν ἔζησε πᾶσα σὰρξ καὶ ἐρρύησαν ὀχετοὶ αἵματος διὰ πάσης τῆς πόλεως. ζητῶ, τίνες οἱ ταῦτα τετολμηκότες; συρφετώδης ὄχλος, ἐρεῖτε, καὶ φονικός. ἀλλ' αὖθις ἐρήσομαι, πότερον ἐπ' αὐτὸ τοῦτο πρῶτον, τὸ φονεύειν, ὡρμήκασιν ἢ ἄλλο τι δρᾶσαι βουλόμενοι, εἶτα μὴ τυγχάνοντες τοῦ σκοποῦ παίειν καὶ φονεύειν προείλοντο. οὐ πᾶσι δῆλον, ὅτι τὰς ἐνίων οἰκίας διορύττοντες καὶ ἀναμοχλεύοντες τῶν φυλάκων ἀνειργόντων καὶ διαμαχομένων, ὁ μέν τις αὐτοὺς ἀξίναις διῄρει, ὁ δὲ ξίφεσιν ἔπληττεν, ὁ δὲ πελέκεσι κατετίτρωσκε, καὶ ἔκειντο ἀναμίξ, ὁ μὲν διηλοημένος τὴν κεφαλήν, ὁ δὲ τὰ πλευρὰ διορωρυγμένος καὶ ἄλλος τὰ σκέλη κατεαγὼς καὶ ἕτερος οὕτως ἢ ἐκείνως ἀνῃρημένος. τίς δὲ ὁ τὰς οἰκίας συγκαταστρέφειν ἐγκελευόμενος; οὐχ ὁ μέγας πατὴρ καὶ τοῦ εἰρηνικοῦ μαθητής; εἰ τοίνυν ὁ μὲν τοὺς οἴκους προὔτρεπε καθελεῖν, τῶν δὲ ἐπιχειρούντων οἱ φόνοι τετόλμηντο, οὗτος ἄρα ὁ πρῶτος φονεὺς καί ὁ συλλογισμὸς ἀψευδής; ἐγώ δὲ διϊσχυρισαίμην ἂν καθ' ὑπερβολὴν λόγου, ὡς, εἰ καὶ μηδεὶς ἐτολμήθη φόνος μηδέ τις ἐπλήγη τὴν δεξιάν, φονικοῖς οὗτος ὑπεύθυνος καθεστήκοι ἐγκλήμασιν." ἐν τοῖς ἐγκλήμασι", γάρ φησιν ὁ νόμος," οὐ τὸ γεγονός, ἀλλ' ἡ διάθεσις σκοπεῖται." ὁμοῦ τε τοιγαροῦν προὔτρεπε καὶ φονικὴν διάθεσιν ἔσχηκεν. ὁ δὲ μὴ φόνων γενομένων φονεὺς ἐκ διαθέσεως γεγονὼς τοσούτου ῥυέντος αἵματος, πῶς οὐχὶ τούτου κληρονομήσειε τοῦ ὀνόματος; καὶ ὥσπερ σωτῆρας ἄν τις καλέσειε καὶ τοὺς ἐπιβαλλομένους μόνον τῷ πράγματι, εἰ καὶ μὴ τὸ ἔργον ἐπηκολούθησεν, οὕτω δὴ φονέας ἄν τις εἴποι καὶ τοὺς τὴν αἰτίαν μόνην παρεσχηκότας τοῦ φόνου καὶ φονικὴν ἐπιδειξαμένους διάθεσιν. Πῶς οὖν ὁ μὲν νόμος καὶ ἡ τῶν πραγμάτων ἀλήθεια τοὺς φονεῖς καὶ ἀπὸ τῆς γνώμης μόνης χαρακτηρίζει, ἡμεῖς δὲ τοὺς καὶ τἆλλα διαπεπραχότας καὶ μονονοὺκ αὐτουργήσαντας τὴν σφαγὴν τῆς κλήσεως ἐξαιρήσομεν καὶ ἀφήσομεν τοῦ ἐγκλήματος; σκοπεῖτε γάρ. προτρέπων ἐκεῖνος τῷ λῃστηρίῳ καταδραμεῖν τὴν πόλιν καὶ τοῖς τῶν ἀπειθούντων οἴκοις ἀξίνας ἢ πῦρ ἐμβαλεῖν, ἆρά γε ᾔδει αὐτοὺς ἀντιστησομένους ἐκείνοις καὶ ἀντιπράξοντας ἢ οὕτω περὶ τούτων ἀναισθήτως διέκειτο; ὁπότε τοίνυν τοῦτο ἠπίστατο, καὶ τὰ ἐντεῦθεν συνῄδει, βελῶν ἀφέσεις, τὰς διὰ ξιφῶν πληγάς, τὰς διὰ λίθων βολάς· ᾔδει ταῦτα καὶ τὰ ἐντεῦθεν ἀποτελέσματα. εἰ τοίνυν ἡ πρώτη κίνησις τούτων ἁπάντων αἰτία καθέστηκεν, ὁ δοὺς ἐκείνην αἰτιώτερος ἂν εἴη καὶ τῶν ὅλων πρωταίτιος. ὁπότε δὲ καὶ σιδηροφοροῦντας ἑώρα ἐνίους καὶ σκεπαστηρίοις ὅπλοις πάντοθεν ἑαυτοὺς περιφράττοντας καὶ ξίφος μὲν διηγκυλισμένους, δόρυ δὲ τῇ δεξιᾷ περιφέροντας, οὐχ ὡς πρὸς πόλεμον ᾔδει τούτους πεμφθήσεσθαι; ὥσπερ τοίνυν εἰ λουσομένους ἐξέπεμψεν ἢ θοινησομένους, οὐκ ἂν πάντως ἠγνόησεν, ὡς περιδύσονται μὲν τὴν ἐσθῆτα ἀποπλύνειάν θ' ἑαυτοὺς καὶ ἀποκαθάρειαν καὶ ἀπογεύσονται μὲν τῶν παρακειμένων καὶ τοῦ ἀνθοσμίου ἐμφορηθήσονται, οὕτως εἰς πόλεμον ἀφιεὶς πλῆξαί τε προσεδόκα, ἐν μέρει δὲ καὶ πληγήσεσθαι λίθον τε ἀκοντίσαι καὶ δόρυ ὠθῆσαι καὶ βέλος ἀφεῖναι καὶ ξίφος κατενεγκεῖν καὶ μαχαίρᾳ τεμεῖν καὶ τἆλλα δρᾶσαι, ὁπόσα σφαγὰς καὶ φόνους ποιεῖν εἴωθεν. ὥσπερ οὖν, εἰ μὴ τοῖς πολλοῖς ἐφίει, καὶ τὴν διὰ τῶν χειρῶν ἐπιτιθεὶς εὐλογίαν οὐκ ἂν οὐδὲν τῶν ἀτοπωτάτων ἐγένετο, οὕτως ταῦτα διδοὺς τῶν ἐντεῦθεν εἴη ἂν αἰτιώτατος. ἀλλὰ μήτε προτρέπων εἴη μήτε τι τῶν γινομένων συνεπιστάμενος, μᾶλλον μὲν οὖν καὶ ἀπείργων καὶ τοῖς τολμητίαις διαπειλούμενος, φονεὺς καὶ αὖθις, κἂν βούληται κἂν μὴ βούληται. ὥσπερ γὰρ εἴ τις ἅπαξ εἰς ἐρινεὸν καὶ βάτον ἐμπεπτωκώς– φυτὰ δὲ ταῦτα ἀκάνθαις ἐξηνθηκότα καὶ ἐπιμήκεις τοὺς κλάδους βλαστάνοντα– ὅσῳπερ ἂν ἀπολύειν ἑαυτὸν ἐπιχειρῇ τῶν ἀκανθῶν, τοσούτῳ προσπεριπλέκει ἑαυτῷ ταῦτα καὶ οὐκ ἂν ῥᾷστα ἐκεῖθεν ἀπαλλαγείη, οὕτως ὁ πραγμάτων ἀρχαῖς ἑαυτὸν ἐπιδοὺς πολλὴν ἐχούσαις ἐντεῦθεν φορὰν καὶ συγκίνησιν, εἰ μετὰ ταῦτα τὴν συγκίνησιν ἀποτρέποι, εἰ κἂν ἀπείρξῃ, καὶ τὴν αἰτίαν ἕξει τοῦ πράγματος. ἆρ' οὖν εἴ τις ἕλοιτο τυραννεῖν, εἶτα δὴ ἁλοίη καὶ κρίνοιτο οὐκ ἐπὶ ταῖς τυραννικαῖς μόνον αἰτίαις, ἀλλὰ καὶ τοῖς ἐκεῖθεν, φόνοις φημὶ καὶ ἀπαγωγαῖς καὶ φθοραῖς, εἰ ἐνίσταιτο λέγων ὡς οὔτε προὔτρεπε ταῦτα οὔτε ἐβούλετο, ἀλλὰ καὶ πολλοὺς τῶν τολμησάντων κολάσεσιν ἁπάσαις ἐτιμωρήσατο, ἆρ' ἂν ἐλευθερωθείη τῶν αἰτιῶν; πολλοῦ γε καὶ δεῖ. οὕτω τοιγαροῦν ὁ μέγας δεσπότης ἅπαξ ἑλόμενος τυραννεῖν καὶ τὰ καθεστηκότα κινεῖν τῶν ἐντεῦθεν ἁπάντων πρωταίτιος εἰκότως κληθήσεται. Δοκῶ δέ μοι καὶ παρὰ φιλοσοφίας τι συντελέσειν τῷ λόγῳ, ὅσον τὴν πρᾶξιν ἀνενεγκεῖν εἰς παράδειγμα. ἐκείνη τοιγαροῦν τὴν μὲν φύσιν τὸ σῶμά φησιν πρώτως κινεῖν, κινεῖσθαι δὲ ταύτην ὑπὸ ψυχῆς καὶ ταύτην παρὰ τοῦ νοῦ καὶ τοῦτον παρὰ θεοῦ. εἴ τις οὖν ἔροιτο τοὺς θιασώτας αὐτῆς ὅτι" πολλῶν ὄντων τῶν κινούντων τί ποτ' ἂν εἴη τὸ κινητικώτατον αἴτιον;" ἐροῦσιν ὡς ὁ θεός. ἐκεῖνος γὰρ καὶ τοῖς ἄλλοις τὸ ἐνδόσιμον δίδωσι τοῦ κινεῖν. μετένεγκε οὖν μοι κατὰ βραχὺ τὸν λόγον πρὸς ὃ νῦν ἐξετάζομεν, καὶ ἴσως εὑρήσεις τὴν ὁμοιότητα. καὶ εἰ βούλει, δίελέ μοι τὸ πονηρὸν ἐκεῖνο λῃστήριον εἰς πληθὺν στρατιωτικήν, εἰς δεκαδάρχας, εἰς ἑκατοντάρχας, εἰς λοχαγοὺς καὶ ἐπὶ πᾶσιν ὁ τοῦ στρατοπέδου παντὸς ἡγεμών. τούτων τὸ μὲν πλῆθος ἐπετάττετο μόνον, ὁ δὲ δέκαρχος ἐπέταττε προσεχῶς καὶ τούτῳ ὁ ἑκατοντάρχης κἀκείνῳ ὁ λοχαγὸς καὶ τούτῳ ὁ στρατοπεδάρχης. πότερον οὖν ἦν τις ἕτερος ὁ καὶ τοῦτον κινῶν ἢ αὐτόματον ἦν τὸ στρατόπεδον; τίς δ' ἄλλος ἢ ὁ μέγας πατὴρ τὸ πρῶτον κινητικὸν αἴτιον; οὗτος τοιγαροῦν τὴν ὅλην κίνησιν ἐξειργάζετο τῇ σειρᾷ. ἀλλ' αὖθις ἀφαιρεῖς αὐτὸν τῆς κινήσεως καὶ οὐδὲ τοῦτο φιλοσοφίας ἐκτός. ἐκεῖνοι γὰρ τὸ πρώτως κινοῦν ἀκίνητον διορίζονται, ἵνα μὴ εἰς ἄπειρον ἀναβαίη ἡ κίνησις. οὐκ ἐκίνει μὲν ἴσως οὐδὲ ἐδίδου τὴν κίνησιν, ἀλλ' ἀφ' οὗ δὴ τυραννεῖν εἵλετο, ταῦτα πάντα συγκατειργάζετο· καὶ τῆς μεγάλης ἀσπίδος μιμήματα τὰ μικρὰ ἀσπιδίσκια καὶ τοῦ ἐπιμήκους παλτοῦ τὰ βραχύτατα καὶ κοῦφα δοράτια. ἐγὼ μὲν οὖν, ἵνα μηδεμίαν δώσω τῷ λόγῳ ἀντιλογίαν, πρὸς τοῦτο διαγωνίζομαι, εἰς ὁμολογουμένας ἀρχὰς τὰς ἀποδείξεις ἀνάγων, ἐπεί τοί γε ἐκεῖνος καὶ τοὺς λόχους καθίστη καὶ τοὺς πολεμίους συνέταττε καὶ ἀφιεὶς παρώρμα τε καὶ ἐθάρρυνε καὶ νικηφόρους ἐπαναστρέφοντας ἐταινίου καὶ κατησπάζετο καὶ τῶν τιμῶν τὰς μὲν ἐδίδου, τὰς δὲ ἐπηγγέλλετο· καὶ παρείχοντο φόνων μισθοὶ καὶ τολμημάτων ἀνταμοιβαί. καὶ ταῦτα ποῦ; ἔνθα τὸ ἱλαστήριον καὶ πέριξ τὰ χερουβίμ, ἔνθα τὸ καταπέτασμα ὄψιν ἀνδρῶν, καὶ σωφρόνων, ἀπεῖργον. ἀλλὰ τί μοι τὰ τῆς σκιᾶς; τί δὲ μὴ λέγω τὰ τοῦ τελείου φωτός; ἔνθα ὁ τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος, ἡ παράδοξος μῖξις, τὸ καινὸν κρᾶμα· ἔνθα ἡ διαίρεσις καὶ ἡ ἕνωσις καὶ ἡ πατρικὴ βουλὴ καὶ ἡ τοῦ πνεύματος σύμπνευσις, ἡ τριαδικὴ ἀκατανόητος ἕνωσις. καὶ γέγονεν ἀντίστροφα πάντα καὶ πρὸς τὸν καθ' ἡμᾶς λόγον ἀντίθετα: μετὰ τοῦ πρώτου ποιμένος οἱ θῆρες, μετὰ τῆς ἀρχικῆς εἰρήνης ἡ ἐσχάτη διάστασις, μετὰ τοῦ φωτὸς ἡ ἀχλύς, μετὰ τῆς γαλήνης ἡ ζάλη, μετὰ τοῦ σταυροῦ ἡ κατάλυσις, μετὰ τῆς ἀθανασίας ὁ κίνδυνος, ἡ πτῶσις μετὰ τῆς ἀναστάσεως. πολυάνδριόν μοι τὸ ζωοφόρον πεποίηκας οἰκητήριον· τὴν πρὸς ζωὴν εἴσοδον πάροδον εἰργάσω πρὸς θάνατον· πρὸς αὐτό μοι διαπεπολέμησαι τὸ θεῖον μυστήριον. τί μοι τὸ ἀπόθετον κάλλος δεδημοσίευκας; τί μοι ἐξυβρίζεις τὰ τιμιώτατα; τί μοι τὴν πολυτίμητον μαργαρῖτιν εὔωνον καθιστᾷς; τί μοι τὰ παναγέστατα τοῖς ἐναγεστάτοις διέσπειρας; τί μοι συνάπτεις ἃ διεῖλεν ὁ κύριος, σφαγὴν καὶ ζωήν, γαλήνην καὶ ζάλην, σπονδὰς καὶ πληγάς; καὶ πάλαι μὲν ἐπὶ τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου οὐκ ἀναβέβηκε λαξευτήριον· νῦν δὲ τῶν ἀδύτων ἐντὸς θωράκων κλόνοι, δοράτων κρότοι, ξίφη καὶ κράνη, οἱ χαλκάσπιδες, οἱ σιδηρόδετοι. τοιαύτην μοι τὴν παρασκευὴν πρὸς τὴν μετοχὴν τῶν ἀρρήτων ἐποίησας. Ἀλλ' ὅ με μικροῦ διέλαθε, τοῦτο δή σε πράως ἐρήσομαι. τί ποτ' οὖν, ὦ βέλτιστε σύ, τολμῆσαι τοιαῦτα προῃρημένος, οὐκ ἀλλαχοῦ σοι διέθηκας τὴν σκευὴν καὶ τὴν δορυφορίαν ἡτοίμακας ἐπὶ τὰ λαιὰ τοῦ νεώ, πρὸς τοῖς δεξιοῖς μέρεσιν, αὐτοῦ που πρὸς τῇ εἰσόδῳ, ἀλλ' εἰς αὐτὸν εὐθὺς ἀναβέβηκας τὸν ἐπὶ γῆς οὐρανόν, ὥσπερ δεινὸν ἡγησάμενος, εἰ μὴ τῆς τόλμης εὐθὺς ἀπὸ θεοῦ ἄρξαιο. καὶ ὁ μὲν πρώτως ἀποστατήσας θεοῦ, ὡς τῶν ἱερῶν λογίων ἀκούομεν, ἐνενόησε μὲν θεῖναι τὸν θρόνον αὐτοῦ ἐπὶ τῶν νεφελῶν καὶ ἔσεσθαι ὅμοιος τῷ ὑψίστῳ οὐ μὴν ἐπεχείρησε· σὺ δὲ ἐκεῖνό τε ἐλογίσω καὶ τοῦτο πεποίηκας. πῶς οὖν ὅμοια τετολμηκώς, μᾶλλον δὲ τούτων χείρονα, δυσχεραίνεις τὴν καθαίρεσιν καὶ πρὸς ἀντιλογίας χωρεῖς καὶ τοὺς κατηγόρους φυλοκρινεῖς; καὶ τοὺς μὲν παραγράφῃ, τοῖς δὲ ἀντεγκαλεῖς, παρ' ὧν δὲ γραφὰς ἀπαιτεῖς ὥστε παθεῖν, ἅπερ ἂν αὐτὸς ἐγκαλούμενος. πῶς καὶ τίνα τρόπον, ὦ βέλτιστε– ἴνα σοι καὶ τοῦτο τὸ μέρος προσεξετάσω; εἰ μὲν γὰρ ἀμφιβόλων σε ἐγκλημάτων ἐδίωκον καὶ δεομένων μαρτυρίας καὶ ἀποδείξεως, καλῶς γε τότε ποιῶν ταῖς τῶν κανόνων ἀκριβείαις ἐχρῶ καὶ παρατηρήσεσι καλῶς ἐγενεαλόγεις σου τὸν κατήγορον καὶ ἐπολυπραγμόνεις αὐτοῦ τὴν ζωὴν καὶ ἀσφαλεῖ τῷ λόγῳ πλήξειν ἠνάγκαζες. ἐπεὶ δὲ ἀναμιμνήσκω μόνον τὰ πεπραγμένα σοι καὶ μονονοὺ μεταφέρω τῷ λόγῳ, τῷ διηγήματι ταῦτα παραδεικνύς, τί μοι τοὺς κανόνας ἀντιτίθης καὶ τὰ πολλὰ ταῦτα συνείρεις κεφάλαια; ὁρᾷς, ὅτι σε οὔτε ἀρρητουργίας γράφομαι οὔτε βίου κακοῦ οὔτε τῶν ὑπὸ σκότῳ κεκαλυμμένων. διὰ τί; οὐχ ὅτι μηδέν σοι τούτων πέπρακται, ἀλλ' ὅτι μαρτύρων ὁ λόγος δεῖται καὶ ἀποδείξεων. ἵν' οὖν μή τισιν ἀντιλογίας ὑπὲρ σοῦ δῶ ἀφορμήν, πᾶν ἀμφιλαφές σοι παρατρέχων καὶ ὑπόσκιον ἔγκλημα τὰ ὕπαιθρα μόνα κινῶ καὶ ὁπόσα πάντες συνίσασιν. εἰ μὲν οὖν ἐξῆν αὐτὰ τὰ πράγματα μεταφέρειν καί, ὅσα τοῖς παρῳχηκόσιν ἐτολμήθη καιροῖς, ταῦτα τῶν ἐνεστώτων ποιεῖν, οὐκ ἂν οὐδὲ τῆς ἐν τοῖς λόγοις ἐκθέσεως ἐδεήθημεν· ἐπεὶ δὲ οὐκ ἔχει φύσιν τὸ πρᾶγμα, ὁ λόγος τὸ λεῖπον ἀναπληροῖ. καὶ παρεληλύθαμεν νῦν κατηγορήσοντες, οὐ μαρτυρήσοντες, τιμωρήσοντες, οὐκ ἀποδείξοντες. ἔδει μὲν οὖν σύνδρομόν σοι γενέσθαι τῇ τόλμῃ τὴν δίκην καὶ τούς νῦν σοι συνηγοροῦντας τότε παρεῖναι κατηγοροῦντας. ἀλλὰ τοῦτο ἀνθρώπινον οἶμαι δίκαιον. οὐχ οὕτω δὲ τὸ θεῖον ποιεῖ, ἀλλ' ἑτοιμάζει μὲν τόξον, οὐκ ἀφίησι δὲ τὸ βέλος εὐθύς, καὶ τοὺς ἄνθρακας ἀνάπτει μέν, οὐ καταφλέγει δέ, ἀλλ' οἶδεν ἐκεῖ μὲν καιρὸν ἀφέσεως, ἐνταῦθα δὲ καταφλέξεως. ὁπότε τοίνυν ἔδει καὶ τὸ βέλος ἀφεῖναι καὶ γενέσθαι τὸν ἐμπρησμόν, ἄμφω πεποίηκε. τίνι ταῦτά φημι τεκμαιρόμενος; τῇ κινήσει τοῦ αὐτοκράτορος· ὁμοῦ τε γὰρ τὸ θεῖον κεκίνηται ἐπὶ σέ, καὶ ὁ βασιλεὺς ὑπηρετεῖ τῷ βουλήματι. καὶ πάλαι πάντα τετολμηκὼς νῦν ἐπὶ πᾶσι καὶ τύραννος καὶ φονεὺς ἀναδέδειξαι. Καὶ τοῦτο μὲν οὕτω κείσθω. ἐμὲ δὲ τάχα τις οἰήσεται ὑπερβάλλειν μακρῷ τοῖς λόγοις τὰ πράγματα, τέχνας τινὰς ταῖς ἀποδείξεσιν ἢ ἀναμνήσεσιν ἐπεισάγοντα. ἐγὼ δὲ τοσούτου δέω πλείονα λέγειν τῶν γεγονότων, ὅτι μηδὲ ξυμμετρεῖν τὸν λόγον οἷς προὐθέμην ἐρεῖν δεδύνημαι. οὐ μὴν διὰ τοῦτο καὶ ὑμᾶς κατόπιν ἐλθεῖν τῶν πραγμάτων ἡγοῦμαι. εἰ μὲν γὰρ ἀγνοοῦντας ἐδίδασκον, τάχ' ἂν τοῦτο παθεῖν ὑμᾶς ὑπελάμβανον· ἐπεὶ δὲ εἰδότας ἀναμιμνήσκω, οὐ τῷ λόγῳ τοσοῦτον προσέξετε, ἀλλὰ τὴν διάνοιαν πρὸς τὰς πράξεις ἀνενεγκόντες πρὸς ἐκείνας τὰς ψήφους μετρήσετε. ἀλλ' ἃ μὲν εἴρηκα γέγονέ τε ὁμοῦ καὶ τά γε πλείω τῷ παρεληλυθότι καιρῷ συναπέρρευσε· περὶ δὲ οὗ νῦν λέγειν ἐπικεχείρηκα, ὁμοῦ τε γεγονός ἐστιν καὶ γιγνόμενον, καὶ παρεληλυθὸς καὶ ὁρώμενον, οὐδὲν ἧττον καὶ ἐσόμενον, καὶ περιειληφὸς ἀκριβῶς τὴν τοῦ χρόνου τριμέρειαν καὶ οἷον στήλη τις ὄν, ὥσπερ ἐν αἰῶνι τῷ μετ' ἐκεῖνον βίῳ παντί, τῆς ἐκείνου κακοηθείας καὶ περὶ τὰ θεῖα μανίας καὶ τῆς περὶ τοὺς ἱεροὺς οἴκους καταστροφῆς. καὶ οὐκ ἔχω τίνι ποτὲ τὸ ἐκείνου παρεικάσω πρᾶγμα καὶ διανόημα. πάντα γάρ μοι τὰ ἄτοπα ὁμοῦ συνεισέρχεται καὶ πᾶσιν ἐκεῖνον ἀντισταθμούμενος, ὥσπερ ἐν ῥοπαῖς κουφότερα τἆλλα ὁρῶ καὶ τῷ ἐκείνου μέτρῳ μηδαμῆ παρισούμενα. τί ποτε παρεννοῶν τοὺς θείους νεὼς κατεστρέφετο; καὶ οὐκ ἀνίει ἄλλον ἐπ' ἄλλῳ τιθεὶς καὶ ἐκλελειμμένα ποιῶν ἐρείπια. οὐ γὰρ μόνον τὸν κόσμον ἀφῄρει τοῦ νεὼ οὐδὲ τὸ κάλλος ἠχρείου οὐδ' ὑφῄρει τι τοῦ μεγέθους οὐδὲ τῶν παναγεστάτων τὰ μὲν ὕβριζε, τῶν δὲ οὐκ ἔψαυεν, ἀλλ' ὁμοῦ πάντα καθάπερ οἱ μεμηνότες, τὸν κόσμον, τὸ κάλλος, τὸ μέγεθος, τὸ μὲν ἀφῄρει, τὸ δὲ ἠμαύρου, τὸ δὲ ἠρείπου, μέχρι καὶ τῶν ἀψαύστων καὶ ἀθεάτων τὴν μανίαν ἐπιδεικνύμενος. ταῦτα θρήνων, οὐκ ἀποδείξεων. καθῄρηται γὰρ καὶ νῦν τὸ ἁγίασμα κυρίου καὶ καταλέλυται ἡμῶν τὸ ἀξίωμα καὶ τὸ τῆς πίστεως ἡμῶν κατέστραπται μέγεθος· καὶ ἃ παρὰ πολλῶν τῶν πρῴην τυραννευσάντων καὶ εἰς αὐτὸ τὸ θεῖον μανέντων κατὰ μέρος πεπόνθαμεν, ταῦτα νῦν ἀθρόον παρὰ τοῦ μεγάλου πατρὸς ἐφ' ἡμᾶς ἐπενήνεκται. καὶ εἶδεν ὁ καθ' ἡμᾶς καιρὸς τῶν διαβεβοημένων ἐκείνων ἐπὶ πᾶσι παρανομήμασι τοῦ μὲν τὴν θρασύτητα, τοῦ δὲ τὴν ἱεροσυλίαν, τοῦ δὲ τὴν μιαιφονίαν, πάντων δὲ ὁμοῦ, ὥς τις εἴρηκε, τὴν ἀσέβειαν. ἡ δὲ τοῦ θεοῦ ῥομφαία τότε μὲν ἐστιλβοῦτο, νῦν δὲ ἧκε φέρουσα τὴν τομήν· ἀλλ' ἡ μὲν βραχύ τι ἐνταῦθα τεμεῖ, περὶ δὲ τῆς ἑτέρας δέδοικα τῆς τεμνούσης καὶ μὴ διαιρούσης τὰ τμήματα. Δέδοικα δὲ καὶ περὶ τῶν πλειόνων ὑμῶν, εἰ ὡς ὑπεραπολογησόμενοι τοῦ ἀνδρὸς τὰς γνώμας ἐσχήκατε καὶ τὸ μὲν φῶς σκότος ποιήσοντες, τὸ δὲ πικρὸν γλυκὺ τῷ λόγῳ κατασκευάσοντες. ἀλλ' οὔτε τις τὰς τοῦ μεγάλου φωστῆρος μαρμαρυγὰς ἀχλυώδεις καὶ ἀμαυρὰς ἀποδείξειεν οὔτε τὸ ἐνταυθοῖ τοῦ λόγου φῶς καὶ τὴν τῶν ἀποδείξεων αὐγὴν ἀλαμπῆ καὶ ἀχλυώδη ἐρεῖ. εἰ δέ τις τῶν πάντα τολμώντων τοῦτον ὑπὲρ ἐκείνου τὸν λόγον προσθείη, ὡς καθῄρει μὲν τοὺς ἱεροὺς οἴκους, ἐβούλετο δὲ εὐπρεπεστέρους καὶ καλλίονας ἀπεργάσασθαι, πρὸς αὐτὸν ἂν βραχύ τι χαριεντισάμενος εἴποιμι, ὡς τοῦτο μέν, ὦ βέλτιστε, ἐν μαντεύμασιν· ἃ δὲ προσετίθει ποιῶν, σαφὴς τις ἀνέδην ἀσέβεια καὶ δίχα τοῦ τρίποδος. εἰ μὲν γὰρ μεταποιεῖν τὸν κόσμον ᾑρεῖτο ἢ ἐναλλάττειν τὸ μέγεθος ἢ ἄλλο τι μετασχηματίζειν τῶν εἰργασμένων, τὸ μὲν ἂν ὑφῄρει, τὸ δὲ ἀντετίθει, ὥσπερ δὴ νόμος μεταποιήσεως, καὶ τὸ μὲν καθῄρει, τὸ δὲ ἀνίστη, καὶ τὸν μὲν διέλυε τῶν δεσμῶν, τὸν δὲ μᾶλλον συνέσφιγγε, καὶ τὸν μὲν ἐξῄρει τῶν λίθων, τὸν δὲ προσήρμοζεν. εἰ δὲ τὸ ξύμπαν ἐλέλυτο, ἀλλ' ἤρκει μέχρι τῶν κρηπίδων ἡ λύσις. τί δὲ καὶ ταύτας ἀνώρυττε; τί τὰ ὑπὸ γῆν ἀνεχώννυεν; ἀφαρμόττων δὲ τοὺς λίθους καὶ προσαράττων τοὺς τοίχους καὶ τὸ ἱερὸν ἀποστρωννὺς ἔδαφος καὶ τοὺς ἐγγεγλυμμένους ἀφαιρούμενος τύπους διὰ τί μετετίθει καὶ ἐφ' ἑτέραις οἰκοδομαῖς προσεπήγνυ καὶ ἥρμοττεν; ἆρ' οὐ λῆρος ἀντιλογία πᾶσα καὶ τὸ ὑπὲρ ἐκείνου σπουδάζειν τῶν ἐκείνῳ πεπραγμένων κοινωνίαν κατηγορεῖ; τίς δὲ τῶν πάντων ὑμῶν τοιοῦτόν τι πεποίηκεν, εἴπερ οὐκ ἔχει κατηγορίαν τὸ γεγονός; τίς δὲ τῶν πρῴην ἀρχιερέων; τὸ γάρ τοι δεδομένον καὶ εὐσεβὲς πᾶσιν ὁμοίως ἀνεῖται καὶ πρὸς παράδειγμα βλέπων ἕκαστος τὸ ἔργον οὐκ ἀποκνεῖ· ἀλλ' οὐδεὶς τοιοῦτόν τι πεποίηκεν, οὔτε τῶν νῦν οὔτε τῶν πάλαι. ἀλλ' ὥσπερ οἱ τὸ ἐπὶ γαστρὶ πεπονθὸς ἀμύσσειν ἐθέλοντες ἢ τυλωδέστερον τὸ ἦπαρ γενόμενον πρὸς τὴν φυσικὴν μεταποιεῖν ἁπαλότητα ἢ ἄλλο τι τῶν κυριωτέρων ἰώμενοι, ἢ πεπονθυῖαν μήνιγγα ἢ καρδίαν ὑποπτευθεῖσαν, ἡρέμα τὴν χεῖρα προσάγουσι καὶ τῇ πάσῃ φειδοῖ χρώμενοι τὸ νοσοποιὸν ἐξαίρουσιν αἴτιον κἀντεῦθεν τοῦ πάθους τὸν ἄνθρωπον ἀπαλλάττουσιν, οὕτω δὴ καὶ οἱ διαιρεθέντα νεὼν συνάπτειν ἐπιχειροῦντες ἢ τὴν ἁρμονίαν διαλυθέντα συσφίγγειν καὶ ξυγκολλᾶν ἠρέμα καὶ κατὰ βραχὺ καὶ πεφεισμένως καὶ μέχρι τῆς λύσεως μετατιθέασι τὰ διερρωγότα, εἶτ' αὖθις ἐποικοδομοῦσι καὶ ξυντιθέασιν. Ὁ δὲ ὥσπερ τὸν τοῦ Σαράπιδος καταλύων ναὸν ἢ τὸ ἐν Δελφοῖς μαντεῖον ἢ τὸ εἰδωλεῖον τοῦ Ἡρακλέους, οὕτως ἀνεπίμπρα καὶ ἀνεμόχλευε πάσαις σιδήρων ἀκμαῖς καὶ ὀξύτησιν, ἀξίναις, λαξευτηρίοις, πελέκεσι· συνηράττοντο λίθοι, οἱ ἀντερείδοντες, οἱ συνερείδοντες· συγκατερρήγνυντο τοῖχοι αὐταῖς εἰκόσι τε καὶ ἀγάλμασι. καὶ ἦν πάντα ὥσπερ ἐν συσσεισμῷ, ἀέρος ἀμαυρουμένου, γῆς ἀναβρασσομένης, θεμελίων ἀναρρηγνυμένων καὶ ἀντικινουμένων ἀλλήλοις, μᾶλλον δὲ ἀντιρρηγνυμένων καὶ καινόν τινα ἦχον ἀποτελούντων. εἶδον ταῦτα πολλοί, μαλλον δὲ καὶ νῦν ὁρῶσι καὶ πολλὰ τῶν ὀφθαλμῶν κατασπένδουσι δάκρυα· καὶ οὐδεὶς ἐκεῖθεν ἀδαμαντίνην ἔχων καρδίαν ἀδακρυτὶ παρελήλυθεν. ἐγὼ δὲ ταῦτα μὲν ἧττον θρηνῶ, ὀξύτερον δὲ τῶν πολλῶν ὁρῶν ζητῶ τὸ ἄδυτον, τοὺς θυΐσκους, τὰ σπονδεῖα, τὸ ἱλαστήριον. ἡ τοῦ κυρίου τράπεζα ποῦ; οἱ ἀνέχοντες κίονες; οἱ περιζωννύντες; εἰ δ' ἐκεῖνα οὐδὲν οὐδαμοῦ, ἀλλὰ συγκατέστραπται πάντα καὶ συνηφάνισται. ἆρά γε μετὰ ταῦτα τειχίῳ τινὶ τὸ ἄδυτον περιείληφεν, ἵνα καὶ αὖθις εἴη τοῖς πολλοῖς ἄβατον; ἆρά γε ὀχλήματα πρὸ θυρῶν ἁπλῶς οὑτωσὶ περιέθηκε; πολλοῦ γε καὶ δεῖ. καὶ ἵνα γε τὸ ἀληθὲς τοῦ λόγου κατίδωμεν, δεῦρ' ἴτε κοινῇ πρὸς τὸν τοῦ ἀποστόλου Ἀνδρέου νεών. ἐγὼ δέ, ἢν μὲν βούλησθε, καθηγήσομαι, ἢν δὲ σύνιστε ὅπῃ τῆς πόλεως καθίδρυτο πρίν, συνέψομαι. καὶ δῆτα βεβαδίκαμεν– ἀλλὰ βαβαὶ τῆς τῶν ἐγνωσμένων μεταλλαγῆς τε καὶ καταστάσεως. οὐδὲν γὰρ οὐδαμοῦ, ἀλλ' ἀχλὺς πάντα καὶ κενὸς ὁ ἀὴρ καὶ οὐδὲ ἴχνη σαφῆ τοῦ σηκοῦ. οἱ δὲ ὄχθοι τίνες; αἱ δὲ διωρυχαί; παπαῖ δὲ καὶ τῆς τῶν κυνῶν ὑλακῆς καὶ τῆς τῶν λίθων τομῆς καὶ τῆς τῶν πριόνων ἀκμῆς. τοῦτο μὲν οὖν τὸ ἄδυτον, ἔνθα τῶν κυνῶν ἡ μὲν γεννῴη, ὁ δὲ θατέρῳ τῶν ποδῶν ἀποκνᾷ τὴν ἰξύν. ἐκεῖνος δέ– ἔνθα τὸ ἱλαστήριον, τὸ δὲ ὑπορύττει σῦς ἀμφοῖν τοῖν ποδοῖν. ἀλλ' ὤ μοι τῶν κακῶν. ἡμίονοι ἐντεῦθεν καὶ ζεύγη ἐκεῖθεν βοῶν· καὶ δυσωδίας πάντα μεστά, ἔνθα τὸ καλλιέρημα, ἔνθα ἡ τοῦ θυμιάματος σύνθεσις. ἆρ' ἀνεχτὰ ὑμῶν ταῦτα τοῖς ὀφθαλμοῖς ἢ καὶ ὑμεῖς εὐθέως ἐσκυθρωπάκατε; ἀλλά μοι τὸ φρικωδέστερον ἐνθυμήθητε. ἐνταῦθα γὰρ ὁ τοῦ μεγάλου ἀρχιερέως θρόνος καθίδρυτο, φημὶ δὴ τοῦ θεοῦ, καὶ τὰ μεγάλα ἐκεῖνα ἐτελέσθη μυστήρια, τὸ μέγα θῦμα, τὰ μετ' ἐκεῖνο αὐτοθελῆ σφάγια, τὰ μύρα, τὸ ἔλαιον, ἡ μῖξις, ἡ σύνθεσις, οἱ τύποι τῶν ἀτυπώτων, τῶν πρωτοτύπων τὰ σύμβολα. ποῦ ποτε ταῦτα; οἴχεται, ἀπέρριπται, συνεξηφάνισται τὰ θειότατα. ποῦ ποτέ μοι τὸ ἁγνὸν ὕδωρ καὶ ὁ λαμπτὴρ καὶ τὸ ἀπρόσιτον φῶς; ποῦ ποτέ μοι ὁ μαργαρίτης; ποῦ δὲ ἡ καινὴ θυσία; ποῦ δὲ ἡ τράπεζα καὶ ἡ ἑτοιμασία; ποῦ δὲ ὁ ἀπείργων περίβολος, αἱ κιγκλίδες, τὰ παρασκήνια; πάντα μία κατέστρεψε χείρ. Ἀλλά μοι μικρὸν μετενεγκόντες τὸν ὀφθαλμὸν τὰ κατόπιν ἴδωμεν τοῦ νεώ. τί ποτ' οὖν ταῦτα; τύμβοι κενοί. ἀλλ' ἐρώμεθα τοὺς διαιροῦντας. μή τι νῦν πρώτως ὁ μέγας πατὴρ λατομήσας τοὺς λίθους εἰς ὃ νῦν ὁρῶμεν σχῆμα διετυπώσατο; ἀκούετε ἃ λέγουσιν·" παλαιὰ τὰ ὁρώμενα πολυάνδρια, κάτω που κατορωρυγμένα τῆς γῆς, ἀλλ' ὁ μέγας πατὴρ καὶ τὰ θεσμῷ κεκαλυμμένα φύσεως ἀναρρήξας ὑπ' ὄψιν ἅπασι τέθεικε." βαβαὶ τοῦ θεάματος, ὁρῶ γὰρ καὶ τῶν σωμάτων ἔνια διαλελυμένα καὶ διερριμμένα καὶ γυψὶ καὶ κυσὶν εἰς βρῶσιν προκείμενα· τοῦτο κεφαλή, ὡς οὖν εἰκάσαι ἀπὸ τοῦ σχήματος· ἐκεῖνο αὐχήν, ᾗ νωτιαῖοι κατηγοροῦσιν οἱ σπόνδυλοι· ταῦτα χεῖρες, ἐκεῖνα πόδες· τοῦτο στήθους ὀστοῦν, ἐκεῖνο τάχα ἰγνύς. τίς δ' οἶδεν εἰ ἄρρενες ἢ θήλειαι τὰ ὁρώμενα; τὸ δὲ πτύον τί βούλεται; ὁρᾶτε τὸν ἀπέναντι βόθυνον τὸν πρὸς τῇ λεωφόρῳ, ἔνθα τὸ στόμιον; ἐκεῖ ταῦτα τὸ πτύον ὠθεῖ, μᾶλλον δὲ ὁ διαχειριζόμενος τοῦτο, ὃν δήπου δὴ καὶ ὁρᾶτε. ἀλλὰ τί ποτε, παρανομώτατε σύ, οὕτω τὸ κρανίον παίσας ἠλόησας; τί δὲ διέρρηξας τὸ ὀστοῦν; τί ποτε ταῦτα, ὦ φίλοι καὶ μύσται καὶ μυσταγωγοὶ τῆς εὐσεβείας καὶ κήρυκες; ἐγὼ μὲν οὐκ οἶδ' ὅστις καὶ γένωμαι τοῖς πάθεσι συγχεόμενος· πάσχοιτε δὲ καὶ ὑμεῖς τὸ εὐσεβὲς πάθημα καὶ μακάριον. πάλιν Νέρων μαίνεται καὶ κατάρχει τοῦ ἀσεβήματος. πάλιν Δομετιανὸς προσθήκας ἐπινοεῖται, καὶ Τραϊανὸς ἐπαυξάνει τὸν διωγμὸν καὶ τοῖς προηθληκόσιν ἐπέξεισι. πάλιν τὰ τοῦ Προδρόμου ὀστᾶ καὶ τὰ τοῦ ἀποστόλου Λουκᾶ πυρὶ καίεται καὶ εἰς χοῦν ἀναλύεται. δέδοικα μὴ καὶ μαρτύρων ἐνταῦθα κατέκειτο σώματα. φοβοῦμαι μή τι τῶν τοῦ Ἀνδρέου μελῶν ἐνταυθοῖ που κεκρυμμένον ἐλάνθανεν, ᾧ δὴ καὶ ὁ ναὸς καθωσίωτο, μή τι τῶν τοῦ ἀδελφοῦ Πέτρου, μή τι τῶν τοῦ Παύλου, τῶν μεγάλων τῆς ἀληθείας ἀγωνιστῶν καὶ προμάχων τῆς εὐσεβείας. καὶ πάλαι μὲν ὑπὸ Νέρωνι ὁ μὲν ἐσταυροῦτο, ὁ δὲ ἀπετέμνετο μόνον· νῦν δὲ ὑπὸ τῷ μεγάλῳ πατρὶ κατὰ μέρος διῄρηνται καὶ οὐδὲ τῆς ὁσίας ἠξίωνται. μᾶλλον μὲν οὖν ἀνορύττονται καὶ ἀναχωννύονται καὶ ὥσπερ τινὰ τῶν ἐναγῶν σωμάτων παραρριπτοῦνται καὶ διασπείρονται. ὢ τῆς τόλμης, μᾶλλον δὲ τῆς ὠμότητος. ἀλλὰ πῶς ἂν περιπαθέστερον τὸ πρᾶγμα ὑμῖν διηγήσωμαι; ἐπεὶ γὰρ τὰ ὑπὲρ γῆν καθεῖλεν ἄδυτα, τολμᾷ καὶ κατὰ τῶν ὑπὸ γῆν. καὶ διαιρεῖ σιδήρῳ καὶ ἀναχωννύει θήκας σωμάτων νεκρῶν καὶ δημοσιεύει τὴν φύσιν· καὶ ἀναρριπτεῖ τὸν ἐγκείμενον χοῦν καὶ διασκίδνησι τὴν κόνιν εἰς τὸν ἀέρα. παρέλυσε τὴν τῶν μελῶν ἁρμονίαν, διέλυσε τὰ συντεθειμένα. μετήγαγε τὸ σχῆμα τοῦ σώματος, εἶδεν ἃ νόμος ἀπείργει. τοὺς ὀφθαλμοὺς οὐκ ἐνάρκησεν, οὐκ ἠρυθρίασεν, οὐκ εὐθὺς ἰδὼν συνεχύθη, ἀλλ' ὥσπερ οἱ διαφοροῦντες τὴν γῆν οὕτω τὰ τεθειμένα μέλη διέσπασέ τε καὶ μετεκόμισεν. Ὁρᾶτε τοὺς μεγάλους τύμβους ἐκείνους, ὧν ἕκαστος βραχεῖ τινι διαφράγματι κατὰ τὸ μέσον διῄρηται; τεκμαίρομαι τοῦτο φιλίας σύμβολον ἀρραγοῦς. ἢ γὰρ ἑταιρίας ἐστὶν ἕνωσις ὁμοῦ καὶ διάζευξις ἢ συζυγίαν ἀρίστην κατηγορεῖ καὶ φιλτάτων μελῶν καὶ μετὰ θάνατον μῖξιν ἀνέπαφον. καὶ ἔκειντο ὲν θατέρῳ μὲν ὁ ἀνὴρ μέρει, ἐν θατέρῳ δὲ ἡ γυνή, ἵν' ὁμοῦ συνταφέντες καὶ συναναστῶσιν ἠχησάσης ἄνω τῆς σάλπιγγος. ἀλλ' ὁ τῆς εἰρήνης μυσταγωγὸς καὶ τῶν θεσμῶν ἀκριβὴς φύλαξ βασκαίνει τῇ καλῇ ταύτῃ συζυγίᾳ καὶ μετὰ θάνατον, καὶ διαιρεῖ ἀπ' ἀλλήλων, οὓς καὶ νόμος συνῆψε καὶ γνώμη συνήγαγε, καὶ ἀπαλλοτριοῖ τὴν ἕνωσιν, καὶ γῆθεν ἀναρρήξας προτέθεικε δημοσίᾳ, ὁπόσον οὐδὲ τοῦ ἡλίου ἐφικνεῖται ἀκτίς. ἀμφίβολον πεποίηκε τῷ πολλῷ πλήθει καὶ τὴν ἀνάστασιν, εἰς κόνιν ἀναλύσας τὸν σχηματισμὸν τῶν μελῶν· ἐβάσκηνε τούτοις καὶ τῶν ἐλπίδων καὶ ἀμφήριστον τὴν ὁμολογίαν πεποίηκε. τί πρῶτον θρηνήσω; τί δὲ ὕστατον ἀποδύρωμαι; τοῦ ναοῦ τὴν κατάλυσιν; τοῦ ἁγιάσματος τὴν καθαίρεσιν; τὴν τῶν θείων εἰκόνων ἀναίρεσιν; τὴν καινὴν ταύτην τυμβωρυχίαν; εἶτά με ἐρωτᾶτε, ἀντὶ ποίων ἀδικημάτων τὸ καθαρτήριον αὐτῷ πόμα κεκέρασται; ἀντὶ τῶν ναῶν οὓς κατέστρεψεν; ἀντὶ τῶν εἰκόνων ἃς ἀνεῖλεν; ἀντὶ τῶν ἀδύτων ἃ κατηδάφισεν; ἀντὶ τῶν ἱερῶν ἃ σεσύληκεν; ἀντὶ τῶν τύμβων οὓς ἀνώρυξεν; ἀντὶ τῶν σωμάτων ἃ διέσπειρεν; εἰ γὰρ οὐδὲ πρὸς οὐδὲ ἓν τούτων ἀρκοῦσαν ἔστιν εὑρεῖν τιμωρίαν, ἐπὶ πᾶσι πόσοις ἂν θανάτοις ἀναιρεθείη; εἰ γὰρ μόνον τὸν ναὸν καταστρέψας ὡς ἀσεβήσας ἐκρίνετο, τὰ λοιπὰ προσθεὶς ἐξαιρεθείη ἂν τοῦ ἐγκλήματος; ἐγὼ δὲ οὐδ' εὑρεῖν δεδύνημαι οὔτ' ὄνομα, ᾧ τοῦτον ἐνταῦθα καλέσαιμι, οὔτ' ἔγκλημα, ὑφ' ὃ ὑπάγοιμι. ἀλλ' ὥσπερ εἴ τις σύνθετον ζῷον ἰδὼν κατὰ τὴν μυθευομένην ἐκείνην χίμαιραν πολλαῖς μὲν καὶ διαφόροις διαπεπλασμένον ταῖς κεφαλαῖς, οὐδὲν δὲ ἧττον καὶ τὰ κατόπιν διῃρημένον, οὐκ ἂν εἴποι, τί ποτέ ἐστι τὸ ὁρώμενον– τοῦτο δὴ κἀγὼ ἐνταυθοῖ πέπονθα– οὕτω δὴ πολυμιγές τι κακὸν τὸ δεικνύμενον καὶ οὐκ ἄν τις ῥᾳδίως κατονομάσειεν. Ἀλλά τις ἴσως ἐρεῖ μὴ τυμβωρυχίαν εἶναι τὸ γεγονός, ὅτι μή τι τῶν ἐγκειμένων ταῖς θήκαις ἢ ἐξεφόρησεν ἢ ἐβούλετο ἐκφορεῖν. οὐ διαφέρομαι. ἐκεῖνο μὲν γὰρ νεκροσυλία, τοῦτο δὲ ἄντικρυς τυμβωρυχία, καὶ ὥσπερ ὁ τοῖχον διορύττων τοιχωρύχος ἐστίν, οὕτως ὁ τύμβον τυμβωρύχος ἂν εἰκότως κληθείη. εἰ δ' οὐκ εἶχε τὴν πιέζουσαν ἀνάγκην, τοσοῦτον μᾶλλον κακίων, ὅσον τοῖς μὲν ἐκείνως τυμβωρυχοῦσι τὸ πιέζεσθαι χρῄζει τὴν ἀπολογίαν, ἐνταυθοῖ δὲ ἀπροφάσιστος ἡ παρανομία· κἂν ἀντέχῃ ἔτι τοῦ πιέζεσθαι, ἐγώ σοι καὶ τοῦτο ἐάσομαι. οὐκ ἐδεῖτο μὲν τῶν νεκροστόλων ἀμφίων. ὁμολογῶ, ἐπεὶ καὶ ἤδη πάντα σεσήπασιν. ἀλλ' ἐδεῖτο τῶν τύμβων αὐτῶν, ὅτι πλακὸς ἐτύγχανον τῆς ἀρίστης καὶ τῶν μὲν ἐξ ἐπιπολῆς αἱ γραμμαί, τῶν δὲ εἰς βάθος καὶ χρυσαυγεῖς διαπεποικιλμέναι οἷον ῥοδωνιαῖς, τῶν δὲ τὸ χρῶμα καθαρὸν ἀκριβῶς καὶ τηλεφανές. ἐπὶ τούτοις καὶ ὁ τέμνων ἀπῃώρηται σίδηρος καὶ οἱ ἀντωθοῦντες μεμίσθωνται καὶ πολλοὺς αὐτῶν διῃρήκασι. καὶ τὰ τμήματα ἐν τοῖς δεσποτικοῖς ἀγροῖς, ἐν τοῖς τῶν λουτρῶν κάλλεσί τε καὶ χάρισι· τὰ μὲν κολυμβήθραις ἥρμοσε, τὰ δὲ φιάλας καὶ κρατῆρας πεποίηκεν. ἔστι δὲ καὶ οὓς ἀπήναις καὶ βοῶν ζεύγεσι μετεκόμισεν, ἀπραγματεύτους λουτῆρας καὶ αὐτοσχεδίους ἐγκαταθέμενος. καὶ ἃ θρηνεῖν δέον ὁρῶντας, ταῦτα χαρίτων εἰσὶν ἀφορμαί. Ἀλλ' ἀφείσθω τῆς τυμβωρυχίας ὁ δεσπότης, εἰ βούλεσθε. τί ποτε οὖν παρανόμως τοὺς τάφους ἀνώρυττε; τί κεκίνηκε τὰ ἀκίνητα; τί δεδημοσίευκε τὰ τῶν θείων ψυχῶν οἰκητήρια; τί τὸ καταναγκάσαν; τίς ἡ αἰτία τοῦ πράγματος; τίς ποτε τῶν ἐπ' εὐσεβείᾳ γνωρίμων ἀναχωννύειν τῆς γῆς τοὺς τάφους εἵλετο; οὐ τοὺς ἐν τοῖς πολέμοις πίπτοντας νόμος τοὺς συστρατιώτας καταθάπτειν εὐθύς; οὐκ, εἴ τις ἴδοι νεκρὸν ἐν ὁδῷ σῶμα προκείμενον, εὐθύς, κἂν θηρίου ψυχὴν ἔχοι, καλύπτει τῇ γῇ καὶ βραχύν τινα κολωνὸν ἐγείρει καὶ στήλην ἵστησι λίθους τινὰς συμφορήσας καὶ σταυρὸν πήγνυσιν; ὁ δὲ ἐκ διαμέτρου πάντα πεποίηκεν, ἐξ αὐτῶν τῶν ἀδύτων τῆς γῆς τοὺς κειμένους ἀναβιβάσας καὶ τὴν τῆς φύσεως ἡμῶν θεατρίσας ἀσθένειαν. πόσῳ τούτων τὰ τῆς Ἑλληνικῆς γνώμης φιλανθρωπότερα; οἱ μὲν γὰρ τῷ πυρὶ τοὺς κεκμηκότας ἐδίδοσαν, ἔπειτ' ἐν ἄγγει τινὶ συνεφόρουν ἀμενηνὰ κάρηνα, εἶτα δὴ καταχωννύντες στήλας τε ἵστων καὶ πτελέας πέριξ ἐφύτευον καὶ ἱλάσκοντο. ὁ δὲ θεῖος πατὴρ οὐ κατέφλεξε μέν– οὐδὲν γὰρ ἦν ἔτι τῶν σωμάτων ὑπολιπὲς τῷ πυρί– διέχεε δὲ τὴν κόνιν καὶ εἰς ἀέρα ἐλίκμησεν. Ἰουλιανοὶ ταῦτα φθάσαντες τετολμήκασιν. ἐκεῖνος γὰρ διακωμῳδεῖν βουλόμενος τὴν ἀνάστασιν διαλύειν ἐπεχείρει τὰ σώματα, ἀλογώτατα περὶ τοὺς τῆς εὐσεβείας ἡμῶν λόγους διανοούμενος· ὅπου γὰρ ἂν διαλυθέντα διασπαρεῖεν τὰ σώματα, ἐντός που τῆς μεγάλης τυγχάνει περιοχῆς καὶ τὴν δύναμιν ἡ λύσις οὐχ ὑπερβαίνει τοῦ ἀναπλάττοντος. Ἀλλ' ἔστω καὶ τοῦτο συγκεχωρημένον ὑμῖν· ᾧ γὰρ ἐκ περιουσίας ἐστὶ τὸ κρατεῖν, τούτῳ τὰ πολλὰ διδόναι τοῖς κατηγορουμένοις οὐδέ τι μεῖον ὁ λόγος ἔχει. ἀλλ' αὐτὸ δὴ τὸ ἐπικεχειρηκέναι τοὺς θείους νεὼς καθελεῖν, οὐχ ὥστε ἀνοικοδομεῖν– ἐξῃρήσθω γὰρ ὑμῖν αὕτη ἡ ἀπολογία–, ἀλλ' εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν περιάγειν, ὥσπερ δή τις ἀνὴρ ὢν Βαβυλώνιος καὶ τοῖς τὴν Ἱερουσαλὴμ ἀνατρέπουσιν ἐφεστηκὼς καὶ ἐγκελευόμενος·" ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς". τοῦτο δὴ πῶς περιέψομεν; ποῖον δὲ χρῶμα τῷ λόγῳ δώσομεν ἢ τίνα μελετήσομεν αἰτίας μετάθεσιν; ὁ δὲ θεῖος ζῆλος τοσοῦτον ὑμᾶς ἐπιλέλοιπε καὶ οὕτω τὸ ἱερὸν πῦρ ἀπέσβη τῶν καρδιῶν, καὶ οὐδαμοῦ γλῶττα λόγων ἀφιεῖσα σπινθῆρας ὥστε τινὰς καὶ ταύτην ἀφεῖναι τὴν φωνήν·" μακάριος, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν". ταύτην δὴ λέγων, ἥν ὑφῄρηκε τοῦ νεώ, εἴτε τῶν οἰκοδομημάτων ἀφελόμενος εἴτε τῶν θεμελίων ὑποσπάσας; ἀλλ' ἔστωσαν αὐτῷ ἀθιγῆ καὶ τὰ νήπια, ἅτινα ταῦτα ὑποληπτέον. τί γὰρ δεῖ ἐδαφιοῦν τὰ νεογιλά; ἀλλ' ὁ μέγας πατὴρ τὴν δίκην ὑπεχέτω καὶ αὐτὸς αἱμωδιάσθω ὅλους τοὺς ὄμφακας βεβρωκώς. συγχωρήσομεν ὑμῖν καὶ τὴν καταστροφὴν τοῦ σηκοῦ, ὃ μηδεὶς ἂν ἄλλος τῶν κατηγορούντων. τούτου δὲ πῶς ἀπολύσομεν; ἐπεὶ γὰρ τὸ πᾶν ἀφῄρηκε τοῦ νεὼ καὶ μετὰ πάντων τὸν ἱερὸν θρόνον, συνανώρυξε δὲ ταῖς κρηπῖσι καὶ τὰ τῶν μυστηρίων ἀπόρρητα, τὰ μαρτυρικὰ μέλη, τὰ ἐθελόθυτα σφάγια, τὴν συνθήκην τοῦ θυμιάματος. τί μὴ τὸ ἔδαφος τῆς πρώτης σκηνῆς καταπετάσμασί τισι περιείληφε; μὴ γάρ μοι πικρῶς αὐτῷ περὶ τοῦ ἁγίου κοσμικοῦ ἐξετάσωμεν μηδὲ περὶ τῆς μετ' ἐκεῖνο σκηνῆς, ἀλλὰ λογιζέσθω αὐτῷ ταῦτα θέατρά τε καὶ κυνηγέσια. ὅπου δὲ τὸ ἱλαστήριον καὶ πέριξ τὰ χερουβὶμ καὶ ὁ θυόμενος λόγος καὶ ὁ μελιζόμενος Ἰησοῦς καὶ ἡ τοῦ πνεύματος κάθοδος καὶ ὅσα τῆς χάριτος, τί μὴ ἐνταῦθα φειδὼ περιπεποιήκει τινά, ἀλλ' ἔθνεσιν ἀφῆκε τὸ ἱερὸν ἔδαφος ἄνετον, ἵν' εἰσέλθοιεν εἰς τὴν τοῦ κυρίου κληρονομίαν καὶ χράνειαν αὐτοῦ τὸν ναὸν καὶ τὰ ἄψαυστα τῶν δούλων αὐτοῦ καλλιερήματά τε καὶ θύματα τοῖς σαρκοβόροις ὄρνεσι θεῖεν κατάβρωμα; τούτου δὴ οὔτε κατηγορεῖν ἐν μέτρῳ δεδύνημαι οὔτ', εἴ τις ἀπολογήσαιτο, νοῦν ἔχειν φήσαιμ' ἄν. ἀλλά με ὑπὲρ τούτου, εἰ βούλεσθε, καὶ λαβόντες διαμερίσατε. ὡς ἡδέως γὰρ ἂν ἀποθάνοιμι τὰ θεῖα ζηλοτυπῶν καὶ ἐπὶ τῷ τῶν πολλῶν σκανδάλῳ διαθερμαινόμενος καὶ πυρούμενος. εἰ γὰρ Βαροὺχ ἐκεῖνος ὁ θεῖος οὐκ ἤνεγκε πορθήσεσθαι τὴν Ἱερουσαλὴμ μέλλουσαν, ἀλλά τινα τῶν ἱερῶν κεκλοφὼς ἔστιν ὅπου τῆς γῆς κατέκρυψεν ἀφανῶς, ἣν δὴ καὶ διάβροχον ταῖς τῶν δακρύων ἐπεποιήκει σπονδαῖς, ἐγὼ πῶς ἀνέξομαι αὐτὴν τὴν αἰχμαλωσίαν ἑωρακώς, αὐτὸν ἰδὼν τὸν αἰχμαλωτεύοντα καὶ μήτε τὴν διαθήκην κυρίου ὑφελεῖν δυνάμενος, μὴ τὸ ἱλαστήριον, μηδένα τῶν χερουβίμ, μὴ σπονδεῖον, μὴ θυΐσκον, μὴ τῶν λουτήρων τινά, ἵν' ἔχοιμι τοῦτο τῆς παλαιᾶς εὐδαιμονίας ὑπόμνησιν; ἀλλ' ἀφῄρηταί μοι ὁ πᾶς ὄλβος, περισεσύλημαι, ἠνδραπόδισμαι. δοριάλωτος καὶ πάλιν γέγονα καὶ τῷ Πέρσῃ δορίκτητος· κεκράτηκέ μου πάλιν ὁ Βαβυλώνιος. πρὸς ἑτέραν μετασκευάζομαι γῆν, ἀπάγομαι δουλεύσων ἐν Πέρσαις ἢ τεθνηξόμενος. καὶ τό γε βαρύτατον, ὅτι ἀφικνοῦμαι τὰ τελευταῖα προσευξόμενος τῷ νεῴ. καὶ οὐκ ἔχω ποῖ τράπωμαι, μᾶλλον δὲ ποῖ τραπόμενος τοῦ κυρίου ἰδεῖν τὸ ἁγίασμα. οὕτως ὁ νέος Ναβουχοδονόσορ ἀφεῖλεν αὐτοῦ τὰ γνωρίσματα καὶ αὐτοὺς τοὺς λίθους ἐκεῖθεν μετενεγκών, ἵν' ᾖ ὁ διαβόητος ἐκεῖνος νεὼς εἰς κοινὴν ὕβριν καὶ καταπάτημα. τοῦτο ἄρα σαφέστατα κατεμήνυεν ὁ τῆς μεγάλης τοῦ θεοῦ σοφίας νεώς, ἐνιαχοῦ τῶν μερῶν ἐγκαύματα δεικνὺς ἀφανῶν ἀστραπῶν ἐν διαφόροις τοῖς σχήμασιν· ὁμοῦ τε γὰρ οὗτος κεχειροτόνητο καὶ πῦρ τὴν ἐκκλησίαν διελυμήνατο. τούτων ἐκεῖνα τὰ μεγάλα μηνύματα καὶ γνωρίσματα, τὸ θεῖον ἔδαφος ὑβριζόμενον καὶ τὰ λειτουργικὰ σκεύη ἀτιμαζόμενα καὶ τὰ ἱερὰ ἔπιπλα μολυνόμενα καὶ χραινόμενα. ὧν ἐκεῖνος ἐφ' ἑτέρους τὰς αἰτίας τιθεὶς νῦν ἔγνω καθ' ἑαυτοῦ ταῦτα σκιαγραφούμενα. καὶ οὐκ ἄν ποτε ταῦτα παύσαιντο οὐδὲ ὁ τοῦ κυρίου λήξει θυμός– οὕτω γὰρ εἰπεῖν ἐναργέστερον– πυρούμενος ἐφ' ἑκάστοις τῶν παρ' αὐτοῦ τελουμένων καὶ ἐκκαιόμενος, εἰ μὴ γε κοινῇ ἀναστάντες καταψηφίσεσθε τούτου τὴν τήμερον. εἰ δὲ διακριθείητε, δέος, μὴ ἐφ' ὑμᾶς ἔλθοι τὸ κρῖμα, τοὺς ἐξὸν τὸ δεινὸν ἀνείργειν καὶ τὴν τοῦ θεοῦ σβεννύειν ὀργὴν τῷ μὲν πάροδον πλατεῖαν παρέχοντας, ἐκείνην δὲ ὑπανάπτοντας· τῷ γάρ τοι βασιλεῖ, παρ' ὅσον ἐνῆν, ἀφωσίωται. Ἀλλ' ἐπὶ τὰ πρῶτα ὁ λόγος ἐπανεστράφθω. εἰ μὲν οὖν ἔχοι τις εἰπεῖν, ὡς οὐκ ἀληθῆ ταῦτα, ἀλλὰ λῆρος ἄλλως καὶ λῆρος μακρός, πρὸς τοῦτον ἡμεῖς οὐ διενεξόμεθα· ἀφῄρηται γὰρ καὶ τὰ τοῦ σώματος ὄμματα καὶ τὰ τῆς ψυχῆς. εἰ δ' ἐμφανῆ πάντα ὑπὸ τῷ μεγάλῳ τοῦ ἡλίου φωτί, τί τις ἂν εἰπεῖν ἔχοι πρὸς τὴν καθαίρεσιν ἢ τίς ἀπολογίας τινὶ περὶ τούτου καταλέλειπται πρόφασις; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐρεῖν τις δυνήσεται, ὡς δεινὰ μὲν τὰ γεγονότα καὶ πᾶσαν κατηγορίας ὑπερβολὴν ὑπεραίροντα, ἀλλ' ὁ μέγας ἠγνόει πατήρ, αὐτοῦ που γὰρ ἐν γειτόνων ᾤκει σπιθαμῇ μιᾷ καὶ δακτύλοις δυσίν, ἵνα τι καὶ γελοῖον εἴπω, διειργόμενος τοῦ νεώ. καὶ ὑπ' ἐκείνῳ προτρεπομένῳ τε καὶ κελεύοντι καὶ ὁ τὸ λαξευτήριον καὶ ὁ τὴν αξίνην καὶ ὁ τὸν πέλεκυν καὶ ὁ τὸ πτύον καὶ ὁ ἀχθοφόρος, ὁ μὲν διῄρει, ὁ δὲ ἀντώθει, ὁ δὲ τὸν χοῦν ἐξεφόρει, ὁ δὲ μετεκίνει τοὺς θεμελίους, ὁ δὲ ἀπεστρώννυ τὸ ἔδαφος, ὁ δ' ἄλλο τι ποιῶν ἐδείκνυτο. ὁ δὲ ἡμιφανῶς διὰ τῶν κιγκλίδων ὁρῶν τὰ γινόμενα ὑπερηγάλλετό τε καὶ ἔχαιρεν ὡς πάλαι ὁ τοῦ θηρὸς σκύμνος, τοῦ ἐξ Ἰσαυρίας φημί. ὑμεῖς δέ μοι ἐννοεῖτε, ὁποίαν εἶχε θηρίου ψυχήν, ὁπότε πρὸς τῷ ἀδύτῳ οἱ καταστρέφοντες ἐγεγόνεισαν, ὅτε μετεκίνουν τὴν τράπεζαν, ὅτε μετετίθουν τὰ θύματα, ὅτε καὶ χερσὶ καὶ ποσὶ καὶ σιδήροις ἐφύβριζον. ἀλλ' ἐμοὶ μὲν ἡ γλῶσσα παρεῖται, ἴσως δὲ καὶ ὑμῖν ἡ καρδία, ἡ μὲν λέγουσα, ἡ δὲ δεχομένη τὰ ῥήματα. ὁ δὲ μέγας τοῦ πατρὸς ὀφθαλμὸς ἀτενὴς ἦν πρὸς τὴν ἅλωσιν καὶ ἀσκαρδαμυκτὶ τὴν αἰχμαλωσίαν ἑώρα τοῦ λόγου καὶ τοὺς κύνας μετὰ ταῦτα ἐπιχωριάζοντας τῷ νεῲ τάχα που καὶ περιέσαινε. καὶ ἦν αὐτῷ ἡ ὑπερβολὴ τοῦ κακοῦ ἱλαρὰ παιδιά. καὶ ὁ μὲν νόμος τὰ ὄμματα τοῦ ἱεροσυλήσαντος ἀφαιρεῖται, ὁ δὲ ὀφθαλμὸς ἐκείνου θεοσυλίαν ὁρῶν ἄντικρυς διαφανέστερος ἐγεγόνει καὶ τηλαυγέστερος. καὶ πάλαι μὲν τῷ κατασπείραντι γῆν ἢ φυτεύσαντι, ἐν ᾗ νεὼς ἵδρυτο, θάνατος ἐπῆν ἡ ζημία, ἡμεῖς δὲ ἡδέως ἂν αὐτὸν ἐξείλομεν τοῦ κινδύνου, εἰ δροσερά τις ἐκεῖσε περιηνθήκει βοτάνη, εἰ περιέβαλε τὸν τόπον τειχίῳ, εἰ ἀπεῖρξε τοὺς σύας ὥστε μὴ τοὺς μαργαρώδεις τόπους καταπατεῖν, εἰ τοὺς κύνας ἀπήλασεν ὥστε μὴ περιλιχμᾶσθαι τὰ ἅγια. Ἀλλ' οὐκ ἔστιν ὅπῃ τι κατὰ βραχὺ τῶν θείων ἐφρόντισε. σὺ δέ μοι, πρωτόκλητε, μάτην ἄρα περιῄεις τὴν ἅπασαν γῆν, μάτην δ' ἄρα καὶ πρὸ τούτου τῷ λόγῳ προσεληλύθεις καὶ τὰ πολλὰ ἐκεῖνα ἐπεπόνθεις δεινά, ὁπότε δή σοι ἔμελλεν ὁ νεὼς ὑπὸ τῷ καλῷ τούτῳ δεσπότῃ καθαιρεθήσεσθαι, καὶ ταῦτα ἐν μέσῃ πόλει, ὑπὸ μεσημβρίαν, πληθούσης ἀγορᾶς, πάντων ὁρώντων. ἀλλὰ μή τι νομίσῃς, ὡς οὐδεὶς ἐπαμύνειν ἠβούλετο. διεπυροῦτο γὰρ ἅπας καὶ τῷ περὶ σὲ ζήλῳ κατεπίμπρατο τὴν ψυχήν, ἀλλὰ τὸ τοῦ δεσπότου πῦρ πολλῷ φλογωδέστερον ἦν. ἐδεδοίκει μὲν οὖν τοὺς σπινθῆρας, ἐδεδοίκει μὲν τὴν πυρκαϊάν, ἐδεδοίκει μὲν τὴν Βαβυλωνίαν κάμινον, ἐπὶ πήχεις ἀνημμένην ἐννέα πρὸς τοῖς τεσσαράκοντα, ἣν ἀνῆπτον κληματὶς καὶ νάφθα καὶ τὰ λοιπὰ ὑπεκκαύματα, ἀλλ' ἡ κατὰ θεοῦ μανία καὶ ἡ τῶν θείων ὑπεροψία καὶ ἡ τῶν πολλῶν ἡμῶν καταφρόνησις. οὐ γὰρ ἦμεν κατ' ἐκείνους τοὺς παῖδας, ἵνα δὴ καταβάλωμεν τοῦ πυρὸς τὴν σφοδρότητα. διὰ ταῦτα ἀνεβαλόμεθα τέως τὴν ἄμυναν. καί σε ὁρῶντες διαιρούμενον καὶ τεμνόμενον ἀπωδυρόμεθα μὲν καὶ πικρῶς ἀπωλοφυρόμεθα, μέχρι δέ σοι τῶν δακρύων ἱστάμεθα. ὁπότε γὰρ καὶ αὐτὸς ἐκαρτέρεις αἰκιζόμενος καὶ οὐδαμῶς πῦρ ἄνωθεν ἐπὶ τὸν τολμητίαν κατῆγες, ἀλλὰ καὶ πάλιν ἔφερες μαρτυρούμενός τε καὶ κολαζόμενος, τί χρὴ δρᾶν ἡμᾶς πᾶσαν ἠκρωτηριασμένους ἰσχύν τε καὶ δύναμιν; ἀλλὰ σοὶ μὲν εἰς οὐδὲν ὁ νεὼς ἀφαιρούμενος, αὐτὸν ἔχοντι τὸν ἔνοικον τοῦ νεὼ καὶ τὰς αἰωνίους σκηνὰς καὶ τὴν πρώτην κατοικίαν τε καὶ ἀνάπαυσιν. ἡμῖν δὲ τὸ πρᾶγμα δεινόν, ὅτι, ἃ μηδ' ἄν τις τῶν ἐχθίστων ἐπηρεάζων ἐπεποιήκει, ταῦτα παρὰ τῆς πατριαρχικῆς ἐπεπόνθειμεν χειρὸς καὶ δυνάμεως. Εἶτα δὴ ἐπὶ τούτοις καὶ ἀντιλογίαι παρ' ἐνίων ἡμῖν καὶ τῆς συνόδου τὸ μὲν μεθ' ἡμῶν, τὸ δὲ μετὰ τῆς ἀντιθέτου μερίδος. καὶ ὁ μέν τις εὐλαβείᾳ δῆθεν διδοὺς οὐ πάνυ τι τὴν ψῆφον ἀδέκαστον δίδωσιν, ὁ δὲ ἰταμώτερον ἀντιλέγει, μᾶλλον δὲ ἀλογώτερον, οὐκ ἀντιθείς– τίνα γὰρ ἀφήσει φωνήν;– ἀλλὰ περιηχῶν μάτην καὶ ταράττων τὸν σύλλογον. καὶ ἐπὶ τοσούτοις καὶ ἀνυπερβλήτοις τοῖς ἀτοπήμασιν ἄναρθρά τινα καὶ κολοβὰ προΐενται ῥήματα, καὶ οἴονται εὐσεβεῖν ἀσεβοῦντες καὶ φιλανθρωπεύεσθαι ἀπανθρωπότερον πρὸς τὸν θεὸν διακείμενοι καὶ εὐλαβεῖσθαι τὴν ἐσχάτην ἀναισχυντίαν ἀναλαμβάνοντες. ἐντεῦθεν αἱ πολλαὶ πόλεις νοσοῦσιν, ὦ βέλτιστοι. μᾶλλον δὲ ἐντεῦθεν τὰ θεῖα καταπεφρόνηνται· ἐντεῦθεν ὁ ἱερὸς ζῆλος ἀφῄρηται τῶν ψυχῶν. ἐντεῦθεν οὐκ ἔστι διαστολὴ χείρονος καὶ βελτίονος· ἐντεῦθεν Μωαβῖται καὶ Ἀμμανῖται μετὰ τῶν πιστῶν ἡμῶν ἀριθμοῦνται καὶ οἱ αἰχμαλωτεύοντες ἐντὸς γίνονται τοῦ νεὼ καὶ ἡ τοῦ κυρίου ἀποκοσμεῖται εὐπρέπεια. εἰ γὰρ τὸ ζωτικὸν ἡμᾶς κατεπίμπρα πῦρ καὶ ὁ τοῦ κυρίου ζῆλος κατήσθιε, πάλαι ἂν ὁ ἀνὴρ ἀπωλώλει, μᾶλλον δὲ οὐδ' ἂν πάροδον εἶχεν ἐπὶ τὴν μεγάλην ταύτην σκηνήν, ἐξ αἰτιῶν καὶ ἐγκλημάτων τυραννικῶν ἐπὶ τὰ θεῖα μυστήρια εἰσδεδυκώς. καί με μηδεὶς οἰέσθω ἄνωθί που τοῦ λόγου τῆς αἰτίας ταύτης ἐπιλαθόμενον. ἀλλ' οὐ τῇ κατηγορίᾳ τοσοῦτον διδοὺς ὅσον τῇ οἰκονομίᾳ τὰ μὲν πολλὰ τῶν κατηγορημάτων παρῆκα, ἅμα τε περὶ τοῦ καιροῦ δεδιώς, ἵνα μὴ πόρρωθεν εἴην βάλλων τὸν λόγον, καὶ μετρήσας αὐτῷ τὰ ἐγκλήματα καὶ τρίτον, ἵνα μὴ ἐφ' ἑκάστῳ τῶν λόγων μαρτυρεῖν ἀναγκάζωμαι, ἐπεί τοί γε, εἰ λέγειν τι τῶν πρὸ τῆς ἱερωσύνης ἐθέλοιμι, τάχ' ἂν ὑμᾶς κατακλύσαιμι, ἄλλα ἐπ' ἄλλοις ἐπαντλῶν ὑμῖν καὶ ἐφιεὶς τῷ ῥεύματι. Ἀλλ' οὐκ ἂν εἴποιμι οὔτε τὸν τῆς βασιλίας ἔρωτα οὔτε τὴν περὶ τούτου μελέτην. σιωπῶ τὴν συνωμοσίαν ἐκείνην, τὰ μυστηριώδη βουλεύματα, τοὺς ἐλέγχους, τὰς κατακρίσεις, τὴν ὑπερορίαν, τὴν κατηναγκασμένην τοῦ βίου μετάθεσιν, τὴν ἀπροαίρετον μεταμφίασιν. ἀφίημι τὰ ἐν μέσῳ· τὸ ἀνάσκητον τριβώνιον, τὴν ἀνελεύθερον λατρείαν, τὴν ἐπαγγελίαν, τὸν δεκασμόν, τὴν ψῆφον. σιωπῶ τἆλλα· τὴν γυναικωνῖτιν, τὴν τῶν καταπετασμάτων ἀφαίρεσιν, τὰς ἀνιέρους ἐντυχίας. ἀφίημι τὸν κλαυθμὸν τῶν βρεφῶν, τὰ ἐπὶ τῆς ἀγκάλης νεογνά, τὴν ἐπιγάμιον θοίνην, τὰ ἐπιθαλάμια ᾄσματα, τὸ συνάψαι τὰ ἄμικτα, θεῖον νεὼν καὶ κοσμικὸν ἐνδιαίτημα. παρίημι τὰ λοιπά, ἵνα μὴ πικρὸς αὐτῷ φαινοίμην κατήγορος, ἵνα μὴ λοιδορεῖν ἀντὶ τοῦ κατηγορεῖν δόξαιμι. εἰ τοίνυν, ὅπερ εἴρηκα, τὴν πρώτην αὐτῷ τὸν νεὼν ἀπεφράξατε, οὐκ ἂν εἰσεληλυθὼς, μᾶλλον δὲ εἰσρυεὶς ὥσπερ ῥεῦμα, τὰ πάντα κατέκλυσεν. ἀλλ' ἐπειδὴ τὸ μέρος ἐκεῖνο παρήκατε καὶ οὐκ ἔνι τὸν χρόνον ἀναλύσαντας σκέψιν περὶ ἐκείνου προθεῖναι καὶ βούλευμα, τὸ παρὸν ὑμῖν τραῦμα ἰάσθω καὶ ἡ νενοσηκυῖα ἀποτετμήσθω κεφαλή. οὐ γάρ πω ἀποπνεύσει τὸ λοιπὸν σῶμα, ἀλλ' ἑτέρα τις ἐπιτεθήσεται καὶ προσπλασθήσεται καὶ ἄρτιον αὖθις φανήσεται τὸ σῶμα Χριστοῦ. τίς αὕτη; ὄψεται ὁ θεὸς ὥσπερ πάλαι εἰς ὁλοκάρπωσιν πρόβατον οὕτω δὴ καὶ ἀρχιερέα νῦν εἰς τὸ προθύειν τοῦ λαοῦ καὶ προθύεσθαι. τέως δὲ ἀπολελύσθω ὁ θὴρ τῶν περιβόλων Χριστοῦ. καὶ μήτε ὡς Μωϋσῆς εἰς τὸ ὄρος ἀνίτω κυρίου τῆς νεφέλης εἴσω χωρῶν μήτε ὡς οἱ ἑβδομήκοντα καὶ τῆς γερουσίας πόρρω στηκέτω μήτε ἐμφωλευέτω κάτω που πρὸς τῇ ὑπωρείᾳ. τοῖς γὰρ στερροῖς λόγοις καὶ αὖθις καταλευσθήσεται. οὐδὲν γὰρ ὅτι τῶν ἀνοσίων οὐ πέπραχε· τὰ τῆς βασιλείας διεθορύβησε πράγματα, βασιλέων δυοῖν τὸν μὲν τολμήσας κατήνεγκε, τοῦ δὲ περιλελειμμένου ἀντέπραττεν ἐκείνῳ. καὶ τετυράννευκεν ἀκριβῶς καὶ γέγονε τῷ βασιλεῖ Ὀζίᾳ ἀντίθετος· ὁ μὲν γὰρ εἰς τὰ ἅγια εἰσελήλυθε θυμιάσων θεῷ, ὁ δὲ εἰς τὰ βασίλεια παρεισδέδυκε τῷ λόγῳ ἀποταξάμενος. χεῖρον οὗτος ἐκείνου τετόλμηκε. διὰ ταῦτα ὁ μὲν ἐπὶ μέρους ἀπηνθήκει τῇ λέπρᾳ, τῷ δὲ τὸ ξύμπαν σῶμα διαλελώβηται ὥστε καὶ χειρῶν ἐπιποιήτων δεῖσθαι, τῶν δακτύλων πρὸς τὸ κνᾶσθαι καὶ τῶν ὀνύχων ἀπειρηκότων· τάχα που καὶ οὗτος τήκει βώλακας γῆς ἰχῶρας ἀποξέων. ὥσπερ οὖν ὁ παλαιὸς Ἰσραὴλ αἰδοῖ τοῦ κράτους μὴ ἐλέγξας τὸν τολμητίαν τῶν θείων ἀπεστερήθη ὁράσεων, ἐκείνου δὲ τεθνηκότος τηνικαῦτα ἐφαντάζετο τῷ προφήτῃ κατὰ τὸν ἄρρητον ἐκεῖνον σχηματισμόν, οὕτως οὐδ' ἂν ἡμεῖς τὸν κύριον ἴδοιμεν, εἰ μὴ τὸν κατ' αὐτοῦ ἀπερυθριάσαντα τῆς παρεμβολῆς πόρρω ποιήσομεν. κατὰ γὰρ τὸν προφήτην πόρνης αὐτῷ ὄψις ἐγένετο, πρὸς πάντας ἀπηναισχύντηκεν, βασιλείαν καὶ ἱερωσύνην συνήγαγεν. ἡ μὲν γὰρ χεὶρ αὐτῷ τὸν σταυρὸν ἐσχημάτιζεν, ἡ δὲ γλῶσσα βασιλικῶς ἐψηφίζετο, τοὺς μὲν ὥπλιζε, τοὺς δὲ ἀνθώπλιζεν· ὡς πρὸς πόλεμον συνεκρότει στρατόπεδον. ὡς δὲ καὶ φιλότιμος τῷ μὲν ἐδίδου δόρυ, τῷ δὲ φάσγανον, τῷ δὲ παλτόν. τὸν μὲν ὑφῆπτε πρὸς τὸν θυμόν, τὸν δὲ ἀνεκίνει πρὸς πόλεμον, τάχα που καὶ τὰ στρατιωτικὰ ταῦτα ἐπιφθεγγόμενος·" ἐξέλιξόν μοι τὸν Μακεδόνα, ἐπὶ δεξιὰ τὸ δόρυ, βάδην ἡμιλοχίτης, ὁ λοχαγὸς ἐπικάμφθητι." καὶ καινὸν οὐδὲν οὐδὲ ἄπιστον· ὁ γὰρ ἅπαξ παρεμβεβληκὼς καὶ σατραπεύειν ἑλόμενος χρήσαιτ' ἂν καὶ τοῖς τῆς σατραπείας συμβόλοις. οὐκ ἔστιν οὖν αὐτῷ μερὶς πρὸς θεὸν ἀνθ' ἱερατείας σατραπεύειν ἢ βασιλεύειν ἑλομένῳ. Ταῦτα δὴ τὰ πρῶτα τολμήσας οὐδὲ τῶν ἐφεξῆς ἐκείνοις ἐφείσατο, ἀλλὰ τὴν πόλιν πᾶσαν ἐδόνησε. γέγονε τοῖς ἐποίκοις ἀντὶ κεραυνῶν, ἀντὶ ἐμπρησμῶν, ἀντὶ συστροφῶν. ἐπῆλθεν αὐτοῖς ἀθρόον ὡσπερεὶ καταιγίς, κατέφαγεν ὡς ἀκρίς, ὡς βροῦχος διελυμήνατο. ὡς πνεῦμα ἐπέσεισεν, ὡς κῦμα ἐπέκλυσεν· αὐτὴν τὴν εὐδαίμονα πόλιν καθύβρισεν. ἀφείλετο αὐτῆς τὴν εὐπρέπειαν, τὸ τοῦ κάλλους διάδημα· ἠμαύρωσεν αὐτῇ τὴν τῶν οἰκημάτων μορφήν, πεποίηκεν ὡς τὸ ἀπ' ἀρχῆς, πεπολέμηκεν ἄντικρυς πρὸς τὴν εἰδοποιὸν αὐτῆς χεῖρα, πρὸς τὸν πολιοῦχον αὐτὸν ἀντετάξατο. στάσεως τραυματίας τοὺς οἰκήτορας αὐτῆς ἀπειργάσατο. καὶ οὕτως ἡμᾶς τροπωσάμενος καὶ τὸ ἀριστερὸν κέρας καταδραμὼν καὶ μὴ φεισάμενος ἄχρι τοῦ χάρακος ἐπὶ τὸ δεξιὸν τοῦ κυρίου ἐτράπετο καὶ καθῄρηκεν αὐτοῦ τὸ ἁγίασμα. τοὺς πρώτους αὐτοῦ τῶν ἀποστόλων ἐξύβρισε· τὸν ἐκ τῆς ἐρήμου Πρόδρομον– μικροῦ γάρ με καὶ τοῦτο διέλαθε– τοῖς κορυφαίοις συγκατειργάσατο· ἐφθόνησεν αὐτῷ τῆς ζώνης, ἐβάσκηνε τῶν καμηλείων τριχῶν, οὐδὲ τὸν μελισσῶνα τούτῳ ἀφῆκεν οὐδὲ τοὺς ἀγρίους κηφῆνας, ἵν' αὐτῷ τὴν τροφὴν συνεργάσωνται, ἀλλ' εἴ πού τις θάμνος ἢ πέτρα κοίλη, ἐφ' ἣν εἰσδεδυκὼς ἀνεπαύετο, ταύτην τε μετεκύλισε κἀκείνην ἐξέτεμε. πάλιν Ἡρωδιὰς καὶ ὄρχησις καὶ συμπόσιον καὶ ἡ γενεσίων πανήγυρις καὶ ἡ καινὴ ἀντίδοσις τῆς ὀρχήσεως, ἡ τοῦ νεὼ ἐκείνου κατάλυσις· οὐ γὰρ ἐνῆν αὖθις δειροτομεῖν. καὶ μή με οἰήσεσθε ἀγνοεῖν, ὡς οὐ δύο ἢ τρεῖς τῶν θείων ναῶν, ἀλλὰ πολλοὺς καὶ πολλαχοῦ γῆς ἱδρυμένους ἀναρπάστους πεποίηκεν. ἀλλ' οὐ βούλομαι τὴν πᾶσαν αὐτῷ ἐφεῖναι ἡνίαν τοῦ λόγου· περιέπω γὰρ τὸ μέλος, εἰ καὶ νενόσηκεν· οἰκτείρω, εἰ καὶ ἠλλοτρίωται. διὰ ταῦτα ἐπέχω τὴν γλῶτταν καὶ οὐ πάνυ τι τῷ ῥεύματι ἐφίημι κατ' αὐτοῦ. Ἀλλ' ἐπεί μοι ὁ περὶ τῆς ἀδιαφορίας ἔτι λείπεται λόγος, καὶ τοῦτο δὴ τὸ μέρος συνεξετάσας ὑμῖν τὴν κατηγορίαν ἐπισφραγίσομαι, οὐχ ὡς ἐγκλήματα τούτῳ ἐπάγων τὰ ῥηθήσεσθαι μέλλοντα, εἰ καὶ τὰ πλείω τοιαύτην εἴληχε δύναμιν, ἀλλ' ἵν' ἐπιδείξαιμι τοῦτον καὶ ἀπὸ ἠθῶν καὶ ἀπὸ τῶν λόγων καὶ ἀπὸ τῶν τρόπων ἔκ τε τῆς ἄλλης αὐτῷ τοῦ βίου κατασκευῆς βάναυσόν τινα καὶ χειρώνακτα, μᾶλλον δὲ βωμολόχων καὶ εὐτραπέλων ἀνδρῶν οὐδὲν διαφέροντα καὶ πρὸς ἀρχιερωσύνης ἀξίωμα τοσοῦτον ἀφεστηκότα ἢ ἀντικείμενον, ὅσον πρὸς τὴν ἀρετὴν ἡ κακία. τοῦτο γοῦν ἴσμεν ἅπαντες, ὡς, ὅπερ ὁ νοῦς πρὸς ψυχὴν ἢ ψυχὴ πρὸς σῶμα ἢ θεὸς πρὸς ἀμφότερα, τοῦτο δὴ καὶ ἀρχιερεὺς πρὸς τὸν πολὺν ἄνθρωπον. καὶ ὥσπερ ὁ νοῦς– λέγω δὲ οὐ τὴν νοερὰν ἔλλαμψιν οὐδὲ τοῦτον δὴ τὸν θυραῖον, ὃν δὴ καὶ ἡ φιλοσοφία συνουσιοῖ τῇ ψυχῇ, ἀλλὰ τὸν ὅθεν οὗτος, τὸν οὐσιώδη τε καὶ ἀπόλυτον– ὥσπερ οὖν ἐκεῖνος ἀφέστηκέ τε ὁμοῦ τῆς ψυχῆς καὶ πάρεστιν ἀΰλως καὶ νοερῶς καὶ κοσμεῖ ταύτην καὶ πρὸς αὐτὸν ἐπιστραφεῖσαν πρὸς τὸν ἐπέκεινα νοῦν ἀνάγει, μᾶλλον δὲ πρὸς τὸν θεόν, οὕτω δεῖ καὶ τὸν λειτουργεῖν τεταγμένον ὑπερανεστηκέναι τε τῶν ἄλλων τῷ κύκλῳ τῶν ἀρετῶν καὶ κοσμεῖν ἐκείνους καὶ ἐπιστρέφειν πρὸς ἑαυτὸν καὶ δι' ἑαυτοῦ μέσου πρὸς τὸν λόγον ἀναβιβάζειν καὶ πειρᾶσθαι θεῷ συνιστᾶν τοὺς τοσοῦτον διεστηκότας καὶ παράδειγμα τοῖς ἄλλοις ἑστάναι, οὐ τῆς περὶ τὰς πράξεις μόνον ἀκριβείας, ἀλλὰ καὶ τοῦ λέγειν καὶ τοῦ κινεῖσθαι καὶ εἴ τι ἄλλο περὶ ἡμᾶς ἢ καθ' ἡμᾶς πέφυκε. καὶ οὐδὲ τοῦτό φημι οὐδὲ οἷον καταναγκάζω τὸν τετιμημένον τῷ ἀξιώματι ὑπεράλλεσθαι πάντῃ τὴν φύσιν καὶ καθάπαξ ἑαυτὸν ἀγονοῆσαι καὶ οἷόν τινα νοερὰ φύσιν ἄθελκτον εἶναι πρὸς ἅπαντας καὶ ἀμείλικτον. βούλομαι μὲν γὰρ τοῦτο παντὶ ἀρχιερεῖ καὶ συνεύχομαι, ἀλλὰ τὸ κρᾶμα καὶ τὸ συμπεφυκὸς ἡμῖν ἔλυτρον ἐπιστρέφει πρὸς ἑαυτὸ μετεωριζόμενον ἄνω τὸν νοῦν. τὸ γοῦν [...] ὅσον εἰκὸς καὶ τὸ μὴ λίαν τὴν συνθήκην ὑπερφρονοῦν προσεῖναι τῷ παραδείγματι δεῖ, ἵνα τῷ καθ' ἑαυτὸν ὑποδείγματι μετριάζειν πρὸς ἀρετὴν τοὺς λοιποὺς πείσειεν. Ὁ δὲ– εἰδόσιν ὑμῖν τοὺς λόγους ποιοῦμαι– ὥσπερ ἀγυρτεύειν τεταγμένος, οὐχ ἱερατεύειν, ὁμοῦ τε πρώτως τοῦ βήματος ἐντὸς ἐγεγόνει καὶ τῇ ἱερᾷ τραπέζῃ προσήγγισε καὶ γελῶν ὦπτο καὶ στωμυλλόμενος, δέον πεφρικέναι καὶ δειλιᾶν, ὅτι θεῷ μετὰ τοῦ σώματος πεπλησίακεν. οὕτω γοῦν καὶ μετὰ ταῦτα ἐδείκνυτο πρὸς αὐτοῖς τοῖς ἱεροῖς, πρὸς τῷ μεγάλῳ βήματι· τὴν δὲ ἐπὶ τοῦ πώλου καθέδραν, τὸν θαυμάσιον τοῦ ἐμοῦ Ἰησοῦ θρίαμβον, ὃν δὴ πρῶτα ἐπὶ μεγάλοις τροπαίοις κατήνεγκε, δημοσίαν αἰσχύνην ἡγεῖτο." ἡδέως γὰρ ἄν", φησιν," ἐπὶ τούτῳ ταῖς ἀφ' ὕψους ἐννεύσαιμί τε καὶ ἁπαλὸν προσγελάσαιμι". εἰ δέ ποτε τοῦ γελᾶν ἐπελέληστο, θυμοῦ καὶ μανίας ἐπίμπλατο. καὶ προσιὼν τοῖς ἀδύτοις μετὰ τῆς ἱερᾶς ἐκείνης περιβολῆς καὶ τῆς κιδάρεως καὶ δορυφορούμενος ἑκατέρωθεν ταῖς συμβολικαῖς τάξεσι καὶ οἷα δὴ θεὸς πρὸς τὸν ἐνδότερον ἀγόμενος οὐρανὸν καὶ ἀπὸ γῆς ἀναλαμβανόμενος θυμῷ τε διεπρίετο καὶ τὸν μὲν ὑλάκτει, τὸν δὲ ἀντώθει, τὸν δὲ ἱκέτην τέως ἢ σκληρῶς ἀπεπέμπετο ἢ προκυλινδούμενον τῶν ποδῶν ὡς οὐδὲν πρᾶγμα παρῄει. καὶ οὕτως εἰς ὁμιλίαν θεῷ συνεγίνετο, εἴ γέ τις καὶ τοῦτο τολμῴη ἐρεῖν. εἰ δέ τις αὐτῷ ἅπαξ ποτὲ προσκεκρούκει, ὁπότε δεκέτης πλέον ἢ ἔλασσον ἐτύγχανεν ὤν, καὶ τῷ πολλῷ δήμῳ συνεξητάζετο, ἡ μῆνις ἐνταυθοῖ καὶ ὁ ἐγκείμενος κότος καὶ ἡ ἀνεπίληστος μνήμη· καὶ ὁσάκις ἴδοι τὸν ἄνθρωπον, ἀνιστόρει καὶ ἀνεμίμνησκε καὶ οὐδεμία οὐδαμόθεν οὔτ' ἀπομείλιξις οὔτ' ἐξιλέωσις. ὁ μὲν γὰρ ἴσως καὶ ἱκετηρίαν ἐτίθει καὶ τὸν μακρὸν χρόνον προὐβάλετο καὶ τὴν ὀλιγωρίαν αὐτὴν καὶ τὸ ἀτελὲς τοῦ φρονήματος, τῷ δὲ ὑπεκκαύματα ταῦτα ἐτύγχανε τῆς ὀργῆς. καὶ οὐκ ἔστι τῶν πάντων οὐδείς, ὃς τετύχηκεν αὐτοῦ ἵλεω ὑπειλημμένος διάφορος. πολλοῖς γοῦν, ὧν ἐμνησικάκει, καὶ τοῦτο ἐπῃτιᾶτο, ὅτι μὴ πρὸ τεσσαράκοντα κύκλων τόνδε τὸν στενωπὸν διοδεύοντες ἢ τάσδε τὰς ἀγυιὰς προσεφώνησαν ἢ τετιμήκασι· καὶ μετὰ τοσούτους οἱ ἄνδρες ἐνιαυτοὺς δίκας ἐδίδοσαν τῷ ἀρχιερεῖ σιωπῆς. καὶ εἰ μέν τις τούτων τῷ κλήρῳ κατείλεκτο, πασῶν εὐθὺς τῶν ἐκκλησιῶν ἀπηλαύνετο καὶ ὥσπερ τι τῶν ἀπηγορευμένων τῷ νόμῳ δεδρακὼς ἀφωρίζετο. εἰ δὲ τῆς συγκλήτου βουλῆς ἐτύγχανεν ὤν, γραφαῖς αὐτὸν παρανόμων ἐδίωκε. καὶ ὁσάκις τῷ κρατοῦντι ἐντύχοι, μαστιγοῦν ἠξίου τὸν ἄνθρωπον καὶ ἀπελαύνειν τῆς γερουσίας καὶ μετὰ τῶν κατακρίτων ἱστᾶν. καὶ ἅπαξ αὐτῷ τῆς ζωῆς βασκήνας ἄλλο ἐπ' ἄλλῳ προσετίθει κακόν. τοσοῦτον ἄχθος, οἷς ἐμνησικάκει, ἐπεπεφόρτιστο. ἐφίλει δὲ τῶν πάντων οὐδένα, οὐδ' ἔστιν εἰπεῖν τινα, ὅτι τοῖς μὲν τῶν ἀνθρώπων ἀπηχθάνετο, τοῖς δὲ προσέκειτο, ἀλλὰ τοσοῦτον ἦν σκαιὸς τὸ ἦθος καὶ δύσκολος ὡς μήτε τοὺς ἐγγὺς τοῦ γένους μήτε τοὺς πάλαι τούτῳ συνῳκηκότας, μὴ τοὺς ἐν γειτόνων, μὴ τοὺς πάλαι καθιερώσαντας, μὴ τοὺς ὑπερβαλλόντως τιμήσαντας προσοικειώσασθαι καὶ ἀληθῆ φιλίαν μνηστεύσασθαι, ἀλλὰ κἂν εἴ τις αὐτῷ κοινοῦ μετεῖχε κρατῆρος, κἂν προσωμίλει, κἂν ἐγκωμίοις ἐσέμνυνε, μετὰ τῶν ἐχθίστων κατηριθμεῖτο. καὶ ὕποπτος αὐτῷ πᾶς συγγινόμενος, κἂν εἰ μηδὲν ἐδίδου ὥστε ὑποπτεύεσθαι. ἀλλ' ἡ γυνὴ αὐτῷ διεβάλλετο ὅτι μὴ κοσμοῖτο, καὶ τὸ παιδίον ὅτι τὴν γλῶττάν ἐστιν ἀφυές, καὶ ὁ οἰκέτης ὅτι δραπέτης, καὶ αὐτὸς οὗτος ὅτι μηδὲν εἰδείη τῶν γιγνομένων. ὁ μὲν γὰρ ἀπράγμων ὡς ἠλίθιος αὐτῷ διεβάλλετο, ὁ εὐστραφὴς τὴν ψυχὴν ὡς πολυπράγμων τε καὶ περίεργος, ὡς ἀλαζὼν ὁ μεγαλοπρεπής, ὁ περὶ λόγους ὡς περιττός τε καὶ ἄχρηστος. τοὺς πόρρω τῶν συγγενῶν οὐκ ᾔδει, τοὺς ἔγγιστα ἢ τὸν πατέρα ἠλλοτρίου τοῦ γένους ἢ τὴν μητέρα ἐποίει παρέγγραπτον. ἑαυτὸν δὲ μόνον ἀπὸ Κρόνου καὶ Ῥέας ἐγεναλόγει καὶ τῶν ἔτι περαιτέρω, Ἡρικαπαίου φημὶ καὶ τοῦ Φάνητος καὶ τῆς Ὀρφικῆς ἐκείνης Νυκτός· καὶ πρὸς πᾶν αὑτὸν ἀνῆγε γένος, εἰς Ἡρακλείδας, εἰς Πελοπίδας· καὶ ἦν αὐτῷ πάππος τε καὶ ἐπίπαππος Κῦρος ὁ Πέρσης, Κροῖσος ὁ Λυδός, ὁ Ὑστάσπου Δαρεῖος ἢ ὁ Ἀρσάμου, αἱ τῶν μητέρων μητέρες τῆς Ἑστίας ἱέρειαι. μῦθοι ἐπὶ τούτοις καὶ τέρατα· καὶ λύκαινα σπαργῶσα τοὺς μαστοὺς καὶ ὑπέχουσα τὰς θηλὰς τοῖς βρέφεσι καὶ λαμπὰς οὐράνιος καὶ δράκων τῇ Ὀλυμπιάδι συνευναζόμενος. εἰ δέ ποτε τὸν λόγον ἐμβάλοι εἰς διήγησιν ἐρωτικὴν ἢ ἄλλο τι λέγων περὶ ἐνίων ἐρεῖν ἐτράποιτο γυναικῶν, οὐδέν τι σεμνότερον τῶν ἐπὶ τῶν τριόδων ἐφθέγγετο οὐδὲ μετετίθει τοὔνομα οὐδ' εἶχεν αἰδῶ ἡ αἰδὼς οὐδὲ τρίμμα ἦν τὸ ψιμύθιον, ἀλλ' οὐδαμῇ τὸ τῆς ἀλληγορίας καλὸν ὥστε ἑταίραν εἰπεῖν τὴν τἀφροδίσια μισθαρνήσασαν καὶ γνῶναι ἢ πλησιάσαι ἢ κἂν γοῦν συγκαθευδῆσαι τὸ συνεληλυθέναι, ἀλλὰ γυμνὰ τὰ ὀνόματα καὶ οὐδαμοῦ σχηματισμός, οὐκ ἔνδειξις, οὐκ ἔμφασις, οὐ τέχνη τοῦ λέγειν, οὐκ ἀποσιώπησις, οὐ παράλειψις, οὐ τὰ πέριξ εἰπεῖν ὥστε τὸ μέσον ἐνδείξασθαι. ἀλλ' ὥσπερ αὐτὸ τοὖργον δεικνὺς οὕτω διῄει τῷ λόγῳ ὥστε τοὺς πολλοὺς ἐρυθριᾶν καὶ μὴ ἔχειν ὅ τι καὶ φθέγξαιντο. Καὶ μή μοί τις ἐγκαλοίη σμικρολογίαν. ὥσπερ γὰρ τὸν ἐν οὐρανῷ διιππεύοντα ἥλιον φῶς ἀκραιφνέστατον ἐπιστάμενοι, εἰ βραχύ τι τὴν αἴγλην παραλλάττοντα ἴδοιμεν ἢ οἷον ὑποκυμαίνοντα τὰς αὐγὰς ἢ τὸ λευκὸν τοῦ χρώματος εἰς τὸ ἀνθρακῶδες μεταβαλόντα, ὑποπτεύοιμέν τε εὐθὺς καὶ τὸ παραλλάττον ὡς παρὰ φύσιν ἐπισημαινόμεθα. οὕτω δή, καὶ εἴ τις ἀρχιερεὺς ὢν ἔπειτα καπηλεύοι τὸ ἦθος καὶ νοθεύοι τοὺς λόγους, σημεῖον ταῦτα ποιούμεθα τῆς κατὰ ψυχὴν διαθέσεως. εἰ γὰρ ὁ κανὼν καὶ ὁ γνώμων οὔτε τὸ ἀκριβὲς σῴζοι οὔτε τὸ εὐθές, πῶς ἂν οἱ πρὸς ἐκεῖνα παραμετρούμενοι τὴν προσήκουσαν ἰδέαν τῆς ψυχῆς διασώσειαν; δεῖ μὲν γὰρ πάντας καὶ λόγον καὶ πρᾶξιν καὶ ἦθος καὶ νεῦμα καὶ κίνησιν μετρεῖν καὶ κατὰ λόγον ἱστᾶν, ἀρχιερέα δὲ μάλιστα, παρ' οὗ καὶ τοῖς ἄλλοις μέτροις τὸ εἶναι μέτροις ἐστί. ἢ πῶς ἂν ἐγὼ ἢ γλώττης φείσωμαι ἢ σεμνότητος φροντιῶ ἢ τοῦ βαδίζειν εὐθὺ καὶ μὴ κάμπτεσθαι τοῦ ὑποδείγματός μοι διεφθαρμένου, πρὸς ὃ ῥυθμίζειν ἐμαυτὸν ἐπιβέβλημαι; καὶ οὐδὲν τὰ πολλὰ τῶν ἐκείνου σμικρολογοῦμαι, ἀλλ' ὥσπερ ἐξ ἐπιπολῆς τῶν ἐκείνου ἠθῶν τε καὶ πράξεων ἅπτομαι καὶ τῶν τρόπων αὐτοῦ τοὺς εἰδότας ἀναμιμνήσκω, πῇ μὲν ἄνεσίν τε καὶ ἔκλυσιν, πῇ δὲ δυσκολίαν καὶ χαλεπότητα. οὐδεὶς γοῦν αὐτῷ τῶν θεραπόντων πληρεστάτου τοῦ μηνὸς ὑπηρέτησεν, ἀλλ' ὥσπερ ἐν χορῷ καὶ περιόδῳ μετεκινοῦντο καὶ μετετίθεντο, μονονοὺκ ἀναστρέφοντες, ἀλλ' ὑπαλαττόμενοι. ὁμοῦ γάρ τις τὸ κύπελλον ὤρεξε καὶ ὑπωπτεύθη ὡς φαρμακεύς. πληγαὶ οὖν εὐθὺς καὶ πικροὶ ἐτασμοὶ καὶ ἡ πέδη στενὴ καὶ βαρὺς ἐτασμὸς καὶ ἄλλος ἐπὶ τούτῳ καὶ ἐπ' ἐκείνῳ ἕτερος· καὶ τὴν ἐπὶ θάνατον πάντες ἀπήγοντο, ὁ μὲν ὅτι γελῴη, ὁ δ' ὅτι σκυθρωπάζοι, ὁ δὲ ὅτι μὴ κιρνῴη ἀκριβῶς καὶ ἐπιδεξίως. πολλοὶ δὲ τούτων πρὸς τὸ ὑπερβάλλον ἐνέδοσαν τῶν κακώσεων, ὥστε καὶ ἐπιβεβουλεύκασι καὶ τοῦ κράματος αὐτῷ κατέχεον φάρμακον· εἰ δὲ καὶ μὴ πεποιήκεσαν, ἀλλ' ὑπωπτεύθησαν. οἵ γε καὶ δίκην ἔδοσαν ἀρκοῦσαν ὑποψίας ἢ ἀληθείας, οἱ μὲν γὰρ ἐπ' αὐταῖς δὴ ταῖς μάστιξι μετηλλάχασι τὴν ζωήν, οἱ δὲ ξίφος κατὰ τῶν σπλάγχνων ὠθήσαντες μετριωτέραν εὑρήκασι τὴν σφαγὴν τῶν πληγῶν. Ὁρᾶτέ μοι τὸ ἦθος, ὡς ἐπιεικές, ὅτι μηδὲ ταῦτα ποιοῦμαι ἐγκλήματα, ἀλλ' ἅπερ ἂν τοῖς ἄλλοις εἰς τὴν τοῦ λέγειν πικρίαν ἀρκέσειε, ταῦτ' ἐγὼ χαρακτῆρας ἐκείνῳ τοῦ βίου πεποίημαι. τὸ μὲν οὖν ἠμεληκέναι τὸν ἄνδρα καὶ φιλοσοφίας ἁπάσης καὶ τῆς περὶ τὸ λέγειν τέχνης καὶ λέξεως καὶ ῥυθμοῦ οὐκ ἐγκαλῶ μέν, καίτοι καὶ τοῦτο ἐξῆν, σημεῖον δὲ ποιοῦμαι ψυχῆς ἀθέλκτου πρὸς τὰ καλά. τί γὰρ ἄλλο θέλξειε τὴν ἀρίστην ἢ λόγος διηκριβωμένος καὶ νοῦς συγκείμενος εὖ καὶ λέξις ἁρμόττουσα καὶ ὀνομάτων κάλλος καὶ τὸ ἐπὶ πᾶσι χρῶμα ταὐτό, ὧν οὐδὲν ἐκεῖνον ἐκινήσατο ἢ ὑπηγάγετο; τὸ δὲ μηδέποτε μηδὲ τοῖς θειοτέροις τῶν λόγων προσομιλεῖν μηδέ τι ἀνελίξαι δελτάριον, τοῦτο οὐ πόρρω τῶν προτέρων ἐγκλημάτων ἐστίν. ἀλλ' ἐγὼ μετὰ τῶν χαρακτήρων καὶ ταῦτα τίθεμαι. Οὐδὲν γοῦν τῶν καθ' ἡμᾶς ᾔδει δογμάτων οὐδ' ὅ τι σέβοι ἠπίστατο. οὐσίας γε μὴν καὶ προσώπων πολλοῦ ἄρα αὐτῷ ἔδει εἰδέναι διαφοράν, φύσεως δὲ πέρι καὶ ὑποστάσεως οὐδὲ διειλέχθη ποτὲ οὐδέ τι τῶν περὶ ταῦτα βιβλίων ἀνέπτυξεν οὐδὲ τῶν σοφωτέρων ἐπύθετο. εἰ δέ τις ἠκρίβου ταῦτα, ἀπέρριπτό τε καὶ καταπεφρόνητο καὶ ἐξῶστο τοῦ βήματος. συνοδικοῖς κανόσιν ἢ πατρικαῖς διατάξεσιν οὐδ' εἶδέ τις αὐτὸν προσωμιληκότα ποτέ. ἀλλ' εὐθὺς κατὰ τὸ περίορθρον ἄλλος ἐπ' ἄλλῳ ἐψόφει τὴν αὔλειον καὶ ἐφεξῆς πάντες εἰσῄεσαν, ὁ ἀνθοβάφος, ὁ τῶν ποικίλων δημιουργός, ὁ ἀρωματοφόρος, ὁ μετεωρίζων τὸ ὕδωρ, ὁ τὸν μυλίτην λίθον ῥᾳδίως κινῶν, ὁ τὰς πυραμίδας κατασκευάζων, ὁ χρυσογνώμων, ὁ τὰς λίθους εἰδώς. καὶ ἄλλος ἄλλο τι φέρων ἐδείκνυ, ὁ μὲν κύπελλον τῆς διαφανοῦς ὑέλου καὶ πολυτίμου, ὁ δὲ Θηρίκλειον μετὰ τῶν καινῶν ὀνομάτων καὶ τῆς πολυτελείας τῶν λέξεων, ὁ δὲ κογχύλιον ἢ ἀσσάριον ἢ ἀργυροῦν κόττυφον ἢ χρυσοῦν μελαγκόρυφον, ἰδίας ἱέντα φωνὰς ὑπὸ μηχανικοῦ πνεύματος, ὁ δὲ περιφερὲς ἄρωμα στίγμασι καθηλωμένον χρυσοῖς, ὁ δὲ ἀδάμαντα ἢ λυχνίτην ἢ ἄνθρακα καὶ ἄλλος μαργαρίτας, ἢ τοὺς ἀκριβῶς ἐσφαιρωμένους καὶ λευκοτάτους ἢ τοὺς κατὰ κῶνον διεσχηματισμένους. καὶ ἐτέρπετο τῶν μὲν τῷ κάλλει, τῶν δὲ τῷ σχήματι, τῶν δὲ τῇ μηχανῇ. ἀστρολόγοι δή τινες ἐπὶ τούτοις καὶ μάντεις, τῶν οὐδὲν μὲν εἰδότων οὐδ' ὅ τι μαντείας εἶδος ἐπισταμένων, πιστευομένων δὲ ἄλλως οὐκ ἀπὸ τῆς τέχνης, ἀλλ' ἀπὸ τοῦ ἔθνους, ὅτι ὁ μὲν Ἰλλυριός, ὁ δὲ Πέρσης· καὶ οὗτος μὲν τὰς ὑποκειμένας τῇ τέχνῃ ὕλας ἐπίσταται, τὸ βδέλλιον καὶ τὸ τάρροθος καὶ τὸν κουράλιον λίθον καὶ τὸ ἀνδροφόνον ξίφος, ὁ δὲ ὅ τι τὸ περὶ τὸν ὦμον ὀστοῦν ἀκριβῶς κατοπτεύει. ἅπερ εἴ γε μανθάνειν ἐβούλετο, ἤρκεσεν ἂν αὐτῷ ἀντ' ἄλλης τινὸς γλώττης ἡ περὶ τὴν τοιαύτην πραγματείαν ἀγυρτεία τοῦ Πορφυρίου· ἀλλ' ὅτι ἐν διφθέραις ταῦτα ἐγέγραπτο ἢ ἐν εἰληταρίοις τισίν, ἃ δὴ κεφαλίδας βιβλίων ἔνιοί φασιν, ἀπεπτύετό τε καὶ ἀπεπέμπετο. Ὥσπερ δὲ τἆλλα εἰδὼς ἃ νόμος εἰδέναι, καὶ τὰς μεταβολὰς τῶν ὑλῶν περιῄει ζητῶν καὶ δεινὸν ἐποιεῖτο, εἰ μὴ τὸν μὲν χαλκὸν ἄργυρον, τὸν δὲ ἄργυρον χρυσὸν ἀπεργάσαιτο. ἐνταῦθα τοίνυν μόνον Ζώσιμοί τε αὐτῷ ἐσπουδάζοντο καὶ Θεόφραστοι καὶ ἡ κατ' ἐνέργειαν ἐζητεῖτο ἔκδοσις· οὕτω γὰρ ἐπιγέγραπται τὰ βιβλία. καὶ τὴν Ἰωνικὴν χάριν κατόπιν τιθεὶς τὴν Ἀβδηριτικὴν πραγματείαν καὶ Δημοκρίτειον ἐτίθετο περὶ πλείονος. καὶ ἔργον αὐτῷ οὐδὲν ἢ τὰ τῆς ἀσημοποιΐας συνθήματα. ὁ γοῦν κεχυμένος ἄργυρος καὶ ἡ σανδαράχη καὶ ἡ Μαγνησία λίθος καὶ τὰ πυρίμαχα σώματα, τό τε κόμμι καὶ τὸ ῥεφάνινον ἔλαιον, ὀνόματα ἐκείνῳ λαμπρὰ καὶ ὑπέρσεμνα ἀντὶ τῶν πρώτων θεωρημάτων, ἀντὶ συλλογισμῶν, ἀντὶ ἀποδείξεων. τὰ μὲν οὖν ἐβάπτετο, τὰ δὲ μετεβάλλετο, τὰ δὲ ἐζητεῖτο· τίς μὲν ἡ τοῦ χαλκοῦ ἐξίωσις; τίς δὲ ἡ τοῦ σιδήρου μάλαξις καὶ ἡ τοῦ μολύβδου ἀρρεύστωσις καὶ ἡ τοῦ καττιτέρου ἀτρίστωσις; τί δὲ τὸ γέλεβ; πῶς δὲ ἡ ξάνθωσις; καὶ πάντα μὲν συνεκινεῖτο, ἀπετελεῖτο δ' οὐδέν, ἀλλ' ἦν ὁ σίδηρος αὖθις σίδηρος καὶ ὁ χαλκὸς χρυσὸς ἄχρι τοῦ χρώματος· οὐ γὰρ ᾔδει τοὺς λόγους οὐδὲ ἐσταθμοῦτο. Ἀλλὰ τί μοι περὶ τούτων; ἃ πάλαι καὶ αὐτὸς εἰδὼς ἢ μόνος ἢ παρὰ τοὺς ἄλλου ὡς φλυαρίαν ἀπέπτυσα. πλὴν τοῦτο μέμψιν αὐτῷ ἴσως ἔχει, οὐδαμῶς δ' ἐπαχθείη ὡς ἔγκλημα. ὅτι δὲ τὸν χρυσὸν παρὰ τοὺς καθεστηκότας νόμους εἰργάζετο κεκρυμμένως καὶ ὑπὸ σκότῳ, τοῦτο πῶς οὐκ ἂν ἀπογραφείη ταῖς δημοσίαις κύρβεσι; καὶ τίς ἀνὴρ περὶ ταῦτα πραγματευόμενος δημοσίων ἀδικημάτων εἰκότως γράψαιτο; οὐ γὰρ ἐκ μετάλλων μόνον οὐδ' ἀπὸ τῶν τῆς γῆς μυχῶν ὁ τοῦ βασιλέως ἐπιδίδωσι θησαυρός, οὐδὲ φόροι τοῦτον πλήθουσι μόνοι καὶ γεωδαισίας συντέλειαι, καὶ οὐδ' ὁ βοηλάτης αὐτῷ λειτουργεῖ μόνος, ἀλλ' οὐδὲν ἧττον καὶ ὁ χρυσελάτης καὶ ὁ τὸν καττίτερον ἐλαύνων καὶ ὁ τήκων τὸν μόλυβδον. χεῖρες οὖν ἐκεῖνον ἐλαύνουσιν εὐφυεῖς καὶ οἷον ἀναλύουσι καὶ ἀπολεπτύνουσιν, ἐπαναδιπλοῦσι γοῦν πολλάκις. εἶτα δὴ φείδονται τῆς χειρὸς καὶ τῷ ῥαιστῆρι οὐ πάνυ τι χρῶνται, καὶ αὖθις τὰ χρυσᾶ ὑφάσματα συντιθέασι, μέχρις ἂν εἰς ἀράχνης λεπτότητα τὴν ἀντιτυπίαν τοῦ χρυσοῦ διαλύσωσιν. ὁ μὲν οὖν τις ἀμιγής ἐστι καὶ διαυγάζει λαμπρότερον, ὁ δὲ μετὰ τῆς ὑφειμένης ὕλης ἐλαύνεται. καὶ ὁ μέν τις διμοιρίτης πρὸς τὴν ἐπιμιξίαν ἐστί, ὁ δὲ ἴσος καὶ ἥμισυς· τὸ δέ γε ταμιεῖον τοῦ δημοσίου διπλάσιον οὗ δίδωσιν ἔχει καὶ οὐχ ὑπερβαίνει τὸ μέτρον. οἱ τοίνυν τὸν χρυσόν, ἵν' οὕτως εἴποιμι, ἐξυφαίνοντες λανθάνοντες ἔστιν οὗ ἑαυτοῖς τοῦτον ἀπολεπτύνουσι καί εἰσι λαθραῖοι δημόσιοι καὶ ἐξιδιοῦνται, εἴ γε μὴ φωράσῃ τις αὐτούς, τὸ ἀλλότριον. νόμος δὲ αὐτοῖς ἐπίκειται σφοδρὸς ἅμα καὶ τιμωρός·" εἰ δέ τις αὐτοὺς συγκαλύψοι ἢ ὑποδεξάμενος ἔχοι καὶ συνειδείη τούτοις τὴν τοῦ χρυσοῦ ἔλασιν, δεδήμευται καὶ εἰς ὑπερορίαν ἢ μέταλλον ἄγεται· εἰ δὲ κλήρῳ κατείλεκται, ἀφαιρεῖται τοῦτον μετὰ καὶ τοῦ δεδημεῦσθαι." ἀρχιερεῖ δὲ οὐδ' ἔχει ὁ λόγος τιμωρίας ὑπερβολήν· μετὰ γὰρ τοῦ παρανομεῖν καὶ ἡ τῆς παρανομίας αἰσχύνη ἀνυπέρβλητον αὐτῷ ποιεῖ τὸ κακόν. ἀλλ' ὅ γε δεσπότης καὶ τούτου ἑάλωκεν. Ἀλλά μοι ἀφεῖται ἐνταῦθα τὸ κατεντεῦχθεν τούτου κατηγόρημα, ὁ δὲ λόγος ὡς πρᾶγμα γυμνάζει τὸ γεγονός, οὐχ ὡς ἔγκλημα. ἐπειδὴ γὰρ ἔμελλέν οἱ ὁ ναὸς κατακεχρυσῶσθαι, ἵνα μὴ πολλὰ καταβάλῃ τοῖς ὑφάνταις τοῦ χρυσοῦ χρήματα, εἰσκαλεῖται τούτους καὶ ὑπόγαιόν τι ἀποταξάμενος οἴκημα αὐτοῦ που πρὸς τῷ νεῲ ἐξυφαίνει κατὰ τὸ βουλητὸν αὐτῷ τὸν χρυσόν. καὶ ἵνα μὴ παρὰ πολὺ τὸ κιβώτιον αὐτῷ τῶν χρημάτων ἐλαττωθείη, τοιαύτης ἀπολελαύκει τῆς ἀτιμίας· ἐφ' οἷς ἄν τις αὐτὸν ἀποδύραιτο ἢ ταῦτα ἐπεγκαλέσειεν. ὡς δὲ καὶ χάριν ᾔδει τοῖς εὐεργέταις, αὐτὸς ἂν ὑμῖν, οὐκ ἄλλος, ἐπιμαρτύραιτο, ἐπὶ τὸν πρώτως αὐτὸν ἐπὶ τὸ θεῖον τοῦτο ὕψος ἀναβιβάσαντα τὴν γλῶσσαν ὁσημέραι ὡς μάχαιραν θήγων καὶ μηδὲ τεθνηκότι σπενδόμενος, ᾧ ζῶντι πολλάκις ἐπιβεβουλεύκει καὶ παρ' οὗ δημοσίαις καθυβρίσθη φωναῖς, εἴπερ μὴ τῶν ἄλλων ἐκείνων ἐπιλέλησται τῶν τῆς ἀτιμίας γραμμάτων, τῆς ἐπὶ ταύτῃ σκηνῆς τῶν ἀσελγεστάτων καὶ ἐπιρρήτων, ὧν ὁ δεσπότης ἁλοὺς οὐκ ᾐσχύνετο. ἆρ' οὖν πρὸς μὲν ἐκεῖνον τοιοῦτος καὶ δικαίως, ὥς γέ μοι δοκεῖ, τῆς περὶ αὐτὸν ἀλόγου κρίσεως ἀμυνόμενος, τῇ δ' ἐφεξῆς βασιλίδι σεμνότερος καὶ αἰδεσιμώτερος; πολλοῦ γε καὶ δεῖ. καὶ τί δεῖ καθεξῆς πάντα συνείρειν; τὴν τῆς βασιλείας ἐπιθυμίαν, τὴν ἐπὶ τούτῳ ἔριν, τὴν ὕβριν, ὡς ἐπὶ τούτοις ἀπῶστο καὶ ἐν Καρὸς μοίρᾳ λελόγιστο· ὡς γὰρ εἰδότων ὑμῶν τὰ πλείω σιγῶ. ἀλλὰ μή τι πολλάκις πληγεὶς ὁ μισοβασιλεὺς οὗτος ἀνὴρ μετὰ ταῦτα συνέσταλταί τε καὶ σεσωφρόνισται; καὶ ἐπειδὴ ταῖς οἰκείαις χερσὶ τῷ βασιλεῖ τὸ στέφος ἐπέθηκε, κατένειμέ τι αἰδοῦς, ἢ μᾶλλόν τι τῆς αὐθάδους γνώμης ὑφῄρηκεν; οὐμενοῦν. ἀλλ' ἐπὶ τούτῳ ὅλον, ὡς ἴστε, ἐξέχεε τὸν ἰὸν καὶ γέγονεν αὐτῷ παρανόμων παρανομώτερος καὶ θηρίων θηριωδέστερος. ἐγὼ δέ σε καὶ πάλιν ἀξιῶ, βασιλεῦ, ἵνα μή με τῶν τοιούτων καταμέμφῃ λόγων. οὐδὲν γάρ τι τῷ γεγενημένῳ προστίθημι οὐδέ τι τοῦ σοῦ ὑφαιρῶ ἀξιώματος. μᾶλλον μὲν οὖν καὶ σεμνότερον αὐτὸ ἀπεργάζομαι τῇ περὶ ἐκεῖνον αἰδοῖ, ἐπεί τοι καὶ αὐτὸς τὴν δευτέραν ἐκείνου πρεσβείαν καὶ ἱκετηρίαν δεξάμενος τὸ πᾶν ἀπέθου τῆς συγκινήσεως καὶ σπεισάμενος, ὡς ἐνῆν, ἐννομωτέραν αὑτῷ τὴν πρὸς τὰ βασίλεια πεποίηκας εἴσοδον. Ἀλλά σου πυθοίμην ἂν καὶ μάλα σπουδάζων· ἆρά γε βούλει, βασιλέων ἁπάντων θειότατε καὶ φιλανθρωπότατε, καὶ τὴν κατὰ τοῦ σοῦ κράτους τοῦ ἀρχιερέως μανίαν τε καὶ θρασύτητα ἐξειπεῖν, ἢ μᾶλλον– ἀλλὰ πῶς ἂν εἴποιμι περιπλέκων;– καὶ δισπουδασμένην ἐπιβουλήν, δι' ἣν μικροῦ δεῖν ἅπαντα ἂν διέφθαρτο καὶ ἠφάνιστο, οὐ λέγω γενομένου τοῦ ἀτοπήματος– μὴ οὕτω μανείην– ἀλλὰ τῆς δεσποτικῆς κεφαλῆς στρατηγησάσης αὖθις καὶ νέον συγκροτησάσης στρατόπεδον ἐπὶ τὴν σὴν σεβασμίαν καὶ ἱερὰν κεφαλήν; βούλει γοῦν καὶ τοῦτο τὸ μέγα κινῆσαι κεφάλαιον καὶ πάντα κατακλύσαι τὸν ἱερατικὸν σύλλογον; ἀλλά μοι ἔοικας οὐ πάνυ τι περὶ τούτου σπουδάζειν οὐδ' ἐντεῦθεν ἐθέλειν ἐπενεχθῆναι τῷ ἀρχιερεῖ καθαίρεσιν. ὡς δέ μοι δοκεῖς, οὐδ' ἂν ὅλως τὸ περὶ τούτου συνέδριον συνεκρότησας, εἰ μή σε ἡ περὶ τὸ θεῖον εὐλάβεια διῄρει καὶ κατεμέριζε καί σου τῶν μυελῶν καθήπτετο τῆς ψυχῆς, ὡς οὐκ ἀξίου τοῦ πατριαρχείου τυγχάνοντος τοῦ μεγάλου ἀρχιερέως καὶ θύματος, ἐφ' οἷς πρῶτον κατὰ θεοῦ ἠσέβηκεν, εἶτα δὴ καὶ κατὰ τῶν ἐκείνου ἁγίων λελύττηκεν. ἐπὶ τούτοις γὰρ τοὺς πολλοὺς τούτους καὶ θείους ἀρχιερεῖς συνηγήοχας καὶ ἁπλοῦν ἅμα καὶ γενναῖον ἐρώτημα ἐρωτᾷς· ὃ δὴ αὐτὸς ὑποκρινάμενος, ὥσπερ δή σοι καὶ πρὸς τἆλλα, τὴν ἐμὴν ὑπεκίνησα γλῶτταν. Τῶν συνειλεγμένων ὑμῶν πυνθάνομαι οὑτωσί· πότερον ὑμῖν δοκεῖ, τοιούτων ἐπενηνεγμένων τῷ ἀρχιερεῖ ἐγκλημάτων καὶ οὕτω διωμολογημένων, ἵνα μὴ ἀποδεδειγμένων ἐρῶ, ἀσεβείας, καθοσιώσεως, τυραννίδος, τῆς ἐπὶ τοὺς ἱεροὺς οἴκους παρανομίας, δεῖ τοῦτον αὖθις προσιέναι θεῷ καὶ τῷ βήματι καὶ τῶν θείων ἀξιοῦσθαι ἀδύτων καὶ μυστηρίων– καὶ συγχωρεῖτε πάντα τῷ ἀσεβήματι– ἢ τὴν καθαίρεσιν ὑποστῆναι καὶ τοῦ τῆς ἀρχιερωσύνης ἐκπεσεῖν ἀξιώματος; εἰ μὲν τὸ πρῶτον ἐρεῖτε, δότε μοι τὴν ὑμετέραν ψῆφον ἐν γράμμασιν, ἵν' ἔχοι ταύτην ἀπολογίαν ὁ βασιλεὺς πρὸς τὸν πρῶτον λόγον κρινόμενος καὶ πικρῶς περὶ τούτου ἐξεταζόμενος. καὶ ἀνεῴχθω πάλιν ἡ ἐκκλησία ταῖς Ἑλληνικαῖς συμμορίαις καὶ τοῖς χρησμοῖς καὶ τοῖς τρίποσιν, ἵν' ᾖ καὶ δεύτερον ἡμῖν πνεῦμα τοῦ πρώτου καὶ θείου ἀντίθετον. εἰ δ' οὐδεὶς ἂν ὑμῶν τοῦτο δοίη, θαρρούντως ἕκαστος ὑμῶν καὶ κοινῇ πάντες καθαίρεσιν τοῦ ἀρχιερέως ψηφίσασθε. ἐπὶ τούτοις εἴ τι ἄλλο τις φαίη, ὡς οὕτως ἢ ἐκείνως ἐχρῆν κατηγορεῖν καὶ ὡς χρὴ διδόναι τὸν κατηγοροῦντα τὴν περὶ τὸν λόγον ἀσφάλειαν καὶ τἆλλα, ψυχρὰ πάντα καὶ ἀσθενῆ. ἐγὼ μὲν γάρ, ὅστις δ' ἂν ὦ, τὴν τῶν ἁπάντων ὑπεκρινάμην φωνὴν καὶ αὐτὴν δὲ τὴν τοῦ κρατ οῦντος γλῶτταν ἡρμήνευκα. οὗτος δ' ἐστὶν ὁ περὶ τῆς δόξης διακρινόμενος καὶ τὴν τελευταίαν ταύτην ὑμῖν ἐπάγων ἐρώτησιν, δυσὶ καὶ ἀμέσοις διαλεγόμενος τμήμασιν, ἵνα θάτερον τῶν δυοῖν δοίητε καὶ μὴ πρὸς ἕτερον καταφύγητε. ὁ γοῦν λόγος τῶν μὲν ἐγκλημάτων ὑμᾶς ἀνέμνησε μόνων καὶ ὡσπερεὶ δεδομένων ἐκείνων διείλεκται πρὸς ὑμᾶς, ζητεῖ δὲ περὶ ὧν ἠρώτηκε· καὶ χρὴ ταῦτα διαλυσαμένους ὑμᾶς τῆς περὶ τὰ θεῖα φροντίδος ἀπαλλάξαι τὸν αὐτοκράτορα. Ἐγὼ δὲ καὶ πλείω ἔχων ἐρεῖν κατὰ τοῦ ἀρχιερέως ἐπέχω τὴν γλῶτταν. οὐ γάρ με καὶ ὁ πραότατος ἀφίησι βασιλεύς. δεῖ γὰρ καὶ κατηγοροῦντας ἐνίων φείδεσθαι, ἵνα μὴ φαίνοιντο ἐξ ἀπεχθείας μᾶλλον ἢ ἀληθείας τὴν κατηγορίαν ποιούμενοι. κἀγὼ γοῦν αὐτῷ πολλὰ τῶν ἀτοπωτέρων ἀπεκρυψάμην. καὶ οὔτε σοι τὸν πρῴην βίον διήλεγξα, ὦ θαυμάσιε σύ, οὔτε ὅθεν ἐπὶ τὴν ἀρχιερωσύνην ἐλήλυθας καὶ ἐφ' οἵοις τοῖς ἐπαγγέλμασιν οὔθ' ὁπόσα σοι μετὰ ταῦτα διαθρυλλεῖται. καὶ γὰρ οὐ τὰ πλείονά σοι τῶν ἀπορρήτων δεδημοσίευται νῦν, ἀλλά σοι χαριζόμενος ἀφῆκα μένειν, ὡς ἐτελέσθησαν. σὺ δέ μοι μὴ ἀπεχθάνου μηδὲ δυσμενῶς ἔχε, εἴ γέ σοι τοιοῦτον συνέδριον ὁ μὲν βασιλεὺς ἐνεστήσατο, ἐγὼ δὲ τὰς ἁπάντων συνειληφὼς φωνὰς ἐν μιᾷ τῇ ἐμῇ γλώττῃ ταυτηνὶ τὴν κατηγορίαν πεποίημαι. ἔδειξα γάρ σοι τοὺς σπίλους, ἵνα σαυτὸν ἀποπλύνειας. καὶ κρεῖσσον ἦν, ὦ βέλτιστε, ἐνταῦθα τῆς ἱερατείας πεσεῖν ἢ ἐκεῖσε τῆς βασιλείας. οὐ γὰρ καὶ θεὸν ἀπολλύεις ἀποτιθέμενος τὸ ἀξίωμα, ἀλλὰ δίκην διδοὺς εὐμενεστέροις ἐντύχοις τοῖς ἄνω κριταῖς. καί σοι τότε φανεῖται καθαρτήριον ὡς ἀληθῶς τὸ ἐνταυθοῖ πόμα τῆς καθαιρέσεως. καὶ φανείης ἐκεῖσε χρυσοῦς τηλαυγής, τῷ ἐνταῦθα πυρὶ πᾶσαν ἐπιμιξίαν τῆς ἀτίμου ὕλης ἀποβαλόμενος· μᾶλλον δέ, προσαχθείης νοῦς ἀκήρατος τῷ θεῷ, πιὼν ἀρκούντως τὸ τῆς βασάνου ὧδε ποτήριον. εἰ δὲ μὴ ἑκούσιον, ἀλλά σε τοῦτο μηδαμῶς δεδιττέσθω. ὅσα γάρ τοι μὴ ἐκ προαιρέσεως ἡμῖν παραγίνεται, μᾶλλον ἀνιᾷ τὴν ψυχὴν καὶ δριμύττει καὶ οἷά τισι πιέσμασι τοῖς τοιούτοις δεινοῖς ὁ νοῦς συνθλιβόμενος ὑπεράλλεται μὲν τὸ σῶμα, χωρεῖ δὲ πρὸς θεὸν καὶ δευτέραις οὐ ταλαιπωρεῖται βασάνοις, ἃς δὴ καὶ αὐτὸς ἀποδράσειας τῷ πρώτῳ καὶ ἀΰλῳ φωτὶ καθαρὸν καὶ ἀκήρατον φῶς προσπελάσειας. Ἀπολογητικὸς ὑπὲρ τοῦ Φιλιππουπόλεως Λαζάρου καθαιρεθέντος. Εἰ μἓν οὖν ἕτερός τις, ὦ θεία καὶ ἱερὰ σύνοδος, τῇ ἐμῇ ἐχρήσατο συμφορᾷ, ἐγὼ δὲ παρῆλθον ὑπὲρ αὐτοῦ ἀπολογησόμενος καὶ τὸν ὅλον ἀγῶνα ἀγωνιούμενος, πᾶσί τε οἷς ἂν εἶχον ἐχρώμην θαρρούντως, καὶ ἅμα ὑπ' οὐδενὸς πάθους τὴν ψυχὴν ἐκκοπτόμενος, οὐδὲν ἂν ὅ τι παρέλιπον τῶν σῴζειν δυναμένων. ἐπεὶ δὲ αὐτὸς ἐγὼ μέσος ὑμῶν ἕστηκα, ἀδικηθεὶς μὲν ὡς οὐκ οἷδ' εἴ τις ἄλλος καὶ σφοδροτάτους καητγόρους κτησάμενος, συνήγορος δὲ τῆς ἐμῆς δόξης γινόμενος καὶ ὡς περὶ ἀλλοτρίου τοῦ ἐμοῦ προσώπου διατιθέμενος, οὔθ' ὡς ἔχω καὶ βούλομαι, οὔτε ἄλλως πως ὁ λόγος μοι περιγίνεται. ἂν μὲν γὰρ τὰ κατηγορημένα ἀπολύσασθαι ἀγωνίσωμαι, πολλάκις ἐμαυτὸν ἐγκωμιάσαι ἀναγκασθήσομαι· εἰ δ' ὑποστειλάμενος τοῦτο σιωπήσω, ἐν οἷς προήχθην ἀπολογήσασθαι, τούτοις ἐμαυτὸν ὑπόδικον τοῖς πᾶσι ποιῶ τοῦ μὴ ἔχειν τὸ δίκαιον ἐν ᾧ δικαιολογίας ἐνεστησάμην ἀγῶνα, ὑπόληψιν τοῖς ἀκουσομένοις καταλιπών. ἓν μὲν τοῦτο δεινόν μοι καὶ λίαν προαπαντᾷ. δεύτερον δέ, οὐδὲν ἧττον τούτου, ὅτι μὴ καὶ βαρύτερον, ὅτι διαιτηταὶ τῆς ἐμῆς ὑποθέσεως ὑμεῖς προκαθέζεσθε– ὀκνῶ γὰρ εἰπεῖν κατηγόρους οὓς συνηγόρους ἔχειν ἐχρῆν– καὶ δεήσει μοι μετὰ τὸ τοὺς πρώτους κατηγόρους ἀποφυγεῖν καὶ τὴν ὑμετέραν διαδρᾶναι γραφὴν καὶ μόνῳ πρὸς πολλοὺς ἀγωνίσασθαι, ὁπότε καὶ εἰ ὑμᾶς εἶχον συγκατηγοροῦντας, οὐδ' οὕτως ἐθάρρουν τὸν πρὸς τοὺς συκοφάντας ἀγῶνα. Οὕτω λίαν βαθέως καὶ μετὰ περινοίας καθήπτοντο καὶ λόγοις ἐχρῶντο, ἀληθὲς μὲν οὐδ' ὁτιοῦν ἔχουσι, συγκειμένοις δὲ πιθανῶς ὥστε– τί γὰρ χρὴ μὴ τἀληθὲς λέγειν;– καὶ τὴν ἐμὴν συνήρπασαν ἀκοὴν καὶ μή τι τοιοῦτος ἐγὼ πολλάκις διηρευνώμην. πῶς ἂν οὖν ἕτερος ἀπιστήσειε καὶ μάλιστ' εἰ καὶ πρὸς ἐκεῖνον ἡ τῶν κατηγορημάτων εἴη ἀναφορά; τὸν μὲν οὖν βασιλέα τότε τῆς φιλανθρωπίας ἐθαύμασα καὶ παρ' αὐτὰ τὰ δεινὰ οὐ τῶν συμφορῶν ἐλεεῖν ἐμαυτὸν εἶχον ἢ τῆς ἀνεξικακίας ἐκεῖνον ἐκπλήττεσθαι, ὅτι τῶν κατηγόρων οὕτως ἀναπτόντων αὐτὸν καὶ πρὸς πᾶσαν ὑποκινούντων ὀργήν. παρῆν γὰρ ἐμφορεσθαί μου ταῖς τιμωρίαις καὶ πάσαις κατ' ἐμοῦ χρήσασθαι ταῖς ποιναῖς. μετριοπαθής τις ἐδείκνυτο, οὐχ ὅσον οἱ συκοφάνται ἐβούλοντο ἐξενεχθεὶς ἐπ' ἐμέ, ἀλλ' ὅσον αὐτῷ τῆς μεγαλοψυχίας παρεκινήθη. ποῦ γὰρ ἦν ἀκίνητον μεῖναι, τοσούτων ἐπικλυζόντων καὶ οὕτω φερομένων ῥαγδαίως; ἐκεῖνον μὲν οὖν τεθαύμακα καὶ θαυμάζω καὶ τότε μᾶλλον ἢ νῦν ὁπότε τὰ τοῦ θυμοῦ ἤκμαζεν, ὑμῖν δὲ οὐκ ἔχω τί φῶ, οὕτω τοῖς κατηγόροις πιστεύσασιν ὡς μή τινι ἄλλῳ πείθεσθαι μηδὲ μεταβαλλομένῳ τῷ κρατοῦντι συμμεταβάλλεσθαι. καίτοι, εἰ μή τι ἄλλο, τοῦτό γε ἐνθυμεῖσθαι ὑμᾶς χρή. ἔστω δέ μοι κοινὸς ὁ λόγος καὶ πρὸς ἐκείνους ὡς ἅπας κατήγορος ἐπιβουλότατόν τι πρᾶγμα καὶ φθονερὸν καὶ τοῖς πολλοῖς ὕποπτον. ἀλλ' ἂν μὲν οὐδὲν ἔχῃ κοινὸν πρὸς ὃν κατηγορεῖν εἵλετο, οὐδέ τι μέσον ἀμφοῖν παρενεχθέν ἐστι, ταῖς τῶν πολλῶν ἀπαράδεκτός πως ἔτι ἀκοαῖς καὶ ἀναμένουσι τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν. εἰ δέ τι τῶν ὅσα συκοφαντῶν διερεθίζει ψυχὴν προηγήσεται, λογομαχία καὶ ἔρις καί τι τοιοῦτον, οὐδ' εἰ μυρίας ἔχειν λέγοι τὰς ἀποδείξεις ὁ κατηγορῶν, ὡς ἀληθείας τι παραδεικνύων σχῆμα πιστεύεται, ἀλλ' εὐθὺς πόρρω βάλλεται, πάντων ὑποπτευόντων καὶ τοῖς συκοφάνταις ὑποκλειόντων τὴν ἀκοήν. Σκέψασθε γοῦν ἐνταῦθα ὅπως μοι πρὸς τοὺς συκοφάντας πρὸ τῆς κατηγορίας εἶχε τὰ πράγματα, καὶ γνώσεσθε μηδὲν ἐκείνους κατηγορήσαντας ἀληθές. οἱ μὲν ἠξίουν παρακερδαίνειν καὶ πλείοσι χρῆσθαι τῶν ἱκανῶν· ἐγὼ δ' ἀπεμαχόμην καὶ συνιστάμην τοῖς πένησι, βασιλεῖ τε φίλα ποιῶν καὶ παρ' ἐκείνου τοῦτο λαβών. κἀκεῖνοι μὲν τοῖς προκατειργασμένοις καὶ τὰ τῆς ἐκκλησίας προσετίθουν ἢ προστιθέναι ἔσπευδον· ἐγὼ δ' οὐ συνεχώρουν, ἀλλὰ πᾶσι τρόποις ἐχρώμην, τὰ μὲν νουθετῶν, τὰ δ' ἀντιπίπτων καὶ ἀντιτιθέμενος. κἀγὼ μὲν ὅ τι δ' ἂν πρὸς ἐκείνους ἔλεγόν τε καὶ ἔπραττον, οὐ κατὰ πάθος οὐδὲν ὅ τί γε ποιῶν ἦν– οὐδὲ γὰρ ἐχρῆν ἱερέα τε ὄντα καὶ φυλάττοντα τὴν ὑπό [........]– περιωρίζετο δέ μοι μέχρις αὐτοῦ τὸ ἀντιλέγειν καὶ μάχεσθαι. οἱ δὲ ἀφ' ἑαυτῶν καὶ περὶ τῶν λοιπῶν δοκιμάζοντες καὶ δεδιότες μὴ καὶ εἰς τὰς τοῦ βασιλέως ταῦτα εἰσάγοιμι ἀκοάς, προλαμβάνουσι τὴν ὑπόληψιν ἑαυτῶν, καὶ περὶ μὲν ὧν μέσον ἡμῶν λεγόμενον ἢ πραττόμενον ἦν οὐδέν τι κατηγορήκασιν, ὅτι δὲ τὸν βασιλέα κακῶς λέγοιμι συντεθείκασιν. ἠπίσταντο γὰρ ὡς εἰ μὲν περὶ ἐκείνων συκοφαντήσουσιν, ἐς κεφαλὰς αὐτῶν ὁ λόγος χωρήσει, δειχρησομένης τῆς ἀληθείας· εἰ δέ τι ἄλλο κατ' ἐμοῦ τῶν ἀρρήτων συνθήσουσι καὶ δολερώτατα τοῦ κρατοῦντος ὑπέλθοιεν, αὐτοί τε ἂν παραδεχθεῖεν καὶ τὸν μέγιστον καθ' ἡμῶν ἀναρρίψαιεν κύβον. Καὶ διήμαρτόν γε οὐδὲν ὧν ὑπειλήφασιν. ἀλλὰ καί τινας τῶν ἀπιστοτάτων– συχνοὶ δὲ οὗτοι ἡμῖν ἐπιχωριάζουσι– προσειληφότες τοῦ δράματος κοινωνοὺς καὶ συλλήπτορας ἢ μᾶλλον συνωμότας τοῦ ἀσεβήματος, πάντοθε περιεκύκλουν καὶ σαγήνας περιεβάλλοντο. καίτοι γε τίνα λόγον ἔχει ἐμέ τι τῶν τοῦ βασιλέως ἀπᾷδον τρόπων εἰπεῖν, ὃς πρῶτος ἐγὼ τῶν εὐεργετημάτων αὐτοῦ θεμέλιον γέγονα; ὁμοῦ τε γὰρ ἐκεῖνος εἰσήγετο στεφθησόμενος κἀγὼ τῆς ὑπερορίας ἀνεκαλούμην. τίς δέ μου τῶν πάντων ἀκήκοε, τὸν ἅπαντα χρόνον παρ' ὃν ὑμῖν συμβεβίωκα, βασιλέως καθαπτομένου καὶ λοιδορίας τινὰς ἐπ' αὐτὸν συντιθέντος καὶ σκώμματα; κἂν μὴ τοῦτο δὲ συγχωρήσωσιν οἱ κατήγοροι, οὕτως ἀνόητος ἦν ὥστε τοῖς ἀπεχθεστάτοις τὰ τοιαῦτα πιστεύειν καὶ μηδὲν ὑποστέλλεσθαι, ἀλλὰ ξίφη τοῖς ἐχθροῖς παρέχειν οἰκεῖα, ἵνα με τοῖς ἐμοῖς ἀποκτείνοιεν, καὶ τῶν μὲν τοῦ βασιλέως ἐντολῶν φροντίζειν, αὐτῷ δ' ἐκείνῳ διαλοιδορεῖσθαι, καὶ πρὸς μὲν θεὸν ἐξιλεοῦν, διαβάλλειν δὲ πρὸς ἀνθρώπους, καὶ αὐτῶν μὲν τῶν ἀδικούντων κήδεσθαι καὶ φροντίζειν ὅπως μὴ ἀδικοῖεν, τοῦ δὲ τὴν ἀδικίαν ἀπείργοντος οὕτως ἀναισχύντως καθάπτεσθαι, καὶ αὐτοῖς μὲν διαλεχθεῖσι πρός με πολλάκις τοσαυτάκις ἀφεῖναι καὶ μηδέν τι φυλάττειν κακοηθείας καὶ μίσους, αὐτὸν δὲ τὸν εὐηργετηκότα λέγειν κακῶς; καὶ ποίαν τοῦτο οὐκ ἔχει ἀνοίας ὑπερβολήν; Ἀλλ' ἐκεῖνοι πόρρωθεν ταῦτα πάντα προθεωρήσαντες ὅσα εἰς ὑποψίαν αὐτῶν ἄγει– ὁμόσε ἰτέον τοῖς πᾶσιν– ἔγνωσαν καὶ λόγοις καὶ ἔργοις εἰς τὸ μὴ διαπεσεῖν αὐτοῖς τὸ μελέτημα. Ἐκεῖνοι μὲν οὖν οὕτω παρεσκευάζοντο καὶ ἐφύοντο κατ' ἐμοῦ· ἐγὼ δ' ἀνεννόητος πάντων ἦν καὶ πρὸς πᾶν ὁτιοῦν ἀμελέτητος, οὕδὲν ὧν συντεθείκασιν ἐπιστάμενος, ἀλλὰ τοῦτό μοι μόνον ἐδόκει ψιλὸν ὅτι κατηγορίας συμπεφορηκότες ἐμοῦ κατασχεῖν ταύτας συνέστησαν, καὶ πρὸς οὐδὲν ἄλλο μοι ἐφέρετο ἡ διάνοια ἢ ὅτι με προλαμβάνουσιν ὑποπτεύσαντες καὶ τὴν ἐμὴν γλῶσσαν προφθάνουσιν, ἐμοῦ κατασκεδαννύντες ἃ τῆς αὐτῶν ἀπληστίας ἕνεχ' ἡμάρτανον, καὶ θαρρῶν προσεδόκων τὸ δικαστήριον ὡς ἀπὸ πρώτης ἐλέγξων γραμμῆς. τί γὰρ ἄλλο εἶχον λογίσασθαι, ἄνθρωπος τὴν ἐναντίαν οἷς οὗτοι κατηγορήκασι καὶ πράττων καὶ λέγων κἀκ τούτων οἰόμενος μᾶλλον στεφανωθήσεσθαι, ὑφ' ὧν νῦν πάσχω τὰ ἔσχατα; Ἧκεν οὖν ἡ κυρία, καὶ αὐτὸς ἀπήντων λαμπρὸς καὶ χαρίεις τῷ σχήματι τοῖς εἰδόσι τὰ τῶν κατηγορούντων ἐγκλήματα καὶ μὴ συνειδόσιν ὅτι αὐτὸς εἰδείην οὐδέν. εὐθὺς καταγέλαστος καὶ ἀναισχυντίας μοι σκῶμμα παραυτὰ προσετρίβετο καὶ εἰσῄειν οὐδὲν ὅτι μὴ τὸν δήμιον ἐν θατέρᾳ τῶν πλευρῶν ἔχων. οἱ δὲ εἱστήκεισαν– καὶ τί ἂν ἢ πῶς εἰδόσιν ὑμῖν διαλέγοιμι;– πάντα συγκείμενοι πιθανῶς καὶ ἀπὸ τοῦ σχήματος θηρώμενοι τὸν ἀκροατήν. καὶ βαβαὶ τοῦ κύκλου τῶν προοιμίων, ὡς ἐν τῷ νῦν γένοιντο, ὡς τὰ συνήθη πρὸς ἐμὲ διαλέγοιντο τἆλλα, καὶ τελευταῖον ὡς ἀπ' οὐδεμιᾶς ἀκολουθίας εἰς βασιλέα ἀπέσκωψα, τὰ ἐξυβρίσας καὶ τά, ἃ μηδ' ἂν μία εἴποι γλῶττα. ἀλλὰ ῥαγεῖεν οἱ πρώτως ταῦτα φθεγξάμενοι. ἐκεῖνοι μὲν οὖν ἄλλο συνεφόρουν ἐπ' ἄλλῳ· ἐγὼ δ' αὖ εἱστήκειν εὐθὺς καὶ ἀπόπληκτος, καὶ πῶς γὰρ οὔ, ὃς νῦν μεμνημένος ἰλίγγου καὶ σκοτοδίνης πληροῦμαι. οἱ δ' οὐκ ἠρυθρίων πολλάκις ἀνακυκλοῦντες ταὐτά. ἐδέδετο δέ μοι τὸ στόμα, ἀπεκεκλείσμην δὲ καὶ φωνῆς καὶ πνοῆς, ἑτέραν μὲν παρεσκευακὼς ἀπολογίαν, εἰς ἑτέραν δ' ἀναγκαζόμενος. καὶ εὐθὺς ἡ σιωπὴ ἀρχὴ πίστεως ἦν, καὶ τὸ μὴ εἰδέναι ὡς εἰδείην μέν, οὐκ ἔχω δ' ἀπολογήσασθαι· μόλις δ' ἐκβιασθεὶς εἰπεῖν οὐδὲν ὅτι μὴ παρεγραφόμην ὡς ψευδεῖς τὰς φωνὰς καὶ τὰς ἀποδείξεις ἐζήτουν καὶ μὴ τηνάλλως κατηγορεῖν. οἱ δ' αὐτοί μοι παρέφθασαν, κατήγοροί τε ἅμα καὶ μάρτυρες ὥσπερ ἄλλοι τινὲς γινόμενοι καὶ τοὺς οἰκείους λόγους πιστούμενοι, οὓς ῥᾳδίως ἄν τις ἐξήλεγξε διαιτῶν. ἀλλ' ἧσαν ὄντως δεινοὶ συνθέσθαι συκοφαντίαν καὶ προσθεῖναι τῷ ἑαυτῶν μέρει τὸν δικαστὴν οἷς κατ' αὐτοῦ με τολμῆσαι συνεμελέτησαν. διὰ ταῦτα λίαν ἐγὼ κἀκείνων ἐκπέπληγμαι τὴν δεινότητα καὶ τοῦ δικαστοῦ τὴν πραότητα. οἱ μὲν γὰρ οὐδὲ κρίνειν αὐτὸν εἴων, ἀλλὰ συναντιδικεῖν μοι παρώξυνον, καὶ ἅμα τοῦτο ταῖς γνώμαις ἐτίθουν ὡς οὐδὲν αὐτοῖς πρᾶγμα πρός με τυγχάνει διάφορον, ἐκείνου δὲ χάριν τὴν πρὸς ἐμὲ ἔχθραν ἐπανῃρήκασι. καὶ" εἴ γε μὴ νῦν", φασί," τὸ κακὸν ῥιζόθεν ἐκκόψειας, πολλὰ πάλιν παραβλαστήσειε τοῦ κακοῦ ἐξανθήματα", οὐχ οὕτως λέγοντες, ταῦτα δὲ παριστῶντες, οἷς ἐτίθουν ἕτερα. ὁ δὲ μέσος εἱστήκει κρίσεως ὁμοῦ καὶ θυμοῦ, τὸ μὲν οἷς ἠδικεῖτο, ὡς ᾤετο, τὸδ' οἷς τοῦ βήματος προὐκαθέζετο. καὶ σύνιστέ μοι τἆλλα, οἵ γε καὶ συναλγήσατε καὶ κοινὴν τὴν συμφορὰν ὑπεκρίνεσθε, καὶ σύ μοι πρὸ πάντων, ἡ ἱερατικὴ κεφαλή, ὃς καὶ παρ' αὐτὰ τὰ δεινὰ τὰ μὲν ἀπελογοῦ, τὰ δ' ἱκέτευες, τὰ δ' ἀνέπιπτες, τὰ δὲ πάντα τρόπον ἐμοὶ συνιστάμενος. καίτοι οὐδὲ τούτου ἀπέσχοντο οἱ συκοφαντήσαντες, τοῦ μὴ καὶ πρὸς σέ με διαβαλεῖν· οὕτω πανταχόθεν ἐθήρευον τὸν κριτήν. εἰ καὶ τὸν ἀκροατὴν ἐλάμβανον ἐπ' ἐμέ, ἀλλ' ἀθήρατος αὐτὸς τότε διέμεινας. νῦν δὲ μόνον καὶ παρ' ἐλπίδας τεθήρασαι, καὶ πάντα μοι κινδυνεύεται καὶ ἀντέστραπται, καὶ πάντας τοὺς ἀνέκαθεν πονηρῷ χρησαμένους τῷ βίῳ αὐτὸς ὑπερβάλλω μακρῷ· ἐν οἷς γὰρ εὐδίας ἀπολαύειν ἐχρῆν χειμάζομαι, κἀν τῷ λιμένι δὲ ναυαγίοις περιπίπτω χείροσιν. Ἐλέγχεται δέ μοι τὰ τῶν ἐλπίδων καὶ πάντα μοι εἰς κεφαλὴν περιΐστανται· ἂν κατήγορος συκοφαντήσῃ, πιστεύεται. ποῖ τράπωμαι; ποίαν ἐμαυτῷ εὑρήσω καταφυγήν; ἐν τῷ πελάγει βυθίζομαι· κἂν ἐκεῖνο μοι κατευνασθῇ, ὁ λιμὴν σφοδρότερος ἀπαντᾷ· κἂν τοῦτον ἐξέλθω, ἡ γῆ μοι προσίσταται. εἰ πάλαι μοι συνηγοροῦντες ὑμεῖς κατηγόρου σχῆμα λαμβάνετε, μάτην μοι τότε ἐπεδακρύετε, μάτην ᾠκτίζεσθε, μάτην μοι ἐξιλεοῦσθε τὸν αὐτοκράτορα, μάτην μοι τὰ σεμνὰ ταῦτα προεβάλλεσθε ῥήματα·" οὐ χρή γε ἐκ τοῦ παραχρῆμα ἱερέως καταψηφίζεσθαι· ὑπερβάλλει πᾶσαν τιμωρίαν τὸ ἐπιτίμιον· δεῖ κανονικῶς προβῆναι τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν." καί, ὡς ἔοικεν, ὀργιζομένῳ μὲν τῷ βασιλεῖ ἀντεπίπτετε, μεταβαλλομένῳ δὲ ἀντοργίζεσθε. καὶ γίνεταί μοι ἀντίθετα τὰ κακὰ καὶ θατέρῳ μέρει παρὰ θάτερον δυστυχῶ. περιΐσταται δὲ καὶ ὑμῖν εἰς τοὐναντίον ἡ γνώμη· οἷς γὰρ ἱλάσκεσθε πρίν, νεμεσᾶτε νῦν, καὶ οἷς ἀνθίστασθε, τούτοις προσίεσθε νῦν εὐμενῶς. τοῦτό μοι βαρύτερον τοῦ προτέρου τὸ δικαστήριον. ὑμεῖς τῶν προτέρων κατηγορησάντων λίαν μοι ἐπαχθέστεροι. ἐκείνοις μὲν γὰρ ἄνευ τοῦ δεινῶς συνθεῖναί μοι τὰ ἐγκλήματα καὶ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ὀρθὸν δόξα ὕποπτα πάντα τυγχάνει πῶς καὶ αὐτέλεγκτα. ὑμῖν δὲ τίς ἀπιστήσειεν ἀνδράσιν οὕτω σεμνοῖς καὶ ὥσπερ τι περὶ ἐμοῦ σκεπτομένοις βαθύτερον; ἐγὼ δὲ τοῦτο διῖσχυρίζομαι πρὸς ὑμᾶς, ὡς οὐδεὶς ὑμῶν πρᾶγμά τι μικρὸν ἢ μεῖζον ἐμοὶ συνέγνω καὶ κατηγόρησεν, οὐδ' ἀφ' ἑαυτῶν πρῶτον ἐγκαλεσάντων κέχρησθε νῦν τῇ ἐνστάσει καὶ κατ' ἐμοῦ ἵστασθε, ἀλλὰ τῆς πρώτης ἐξήρτησθε τῶν κατηγόρων φωνῆς καὶ ὃ δ' ἂν ποιῆτε καὶ λέγητε ἀπ' ἐκείνων ὥρμησθε κἀκείνους ἀρχὰς ὑποβάλλεσθε τῆς ἐνστάσεως. εἰ μὲν οὖν ἐκεῖνοι κατὰ νόμους κατηγορεῖν εἵλοντο καὶ μηδὲν ἐπὶ τοῖς ἐμοῖς ἐγκλήμασιν ὧν οἱ ἰεροὶ κανόνες διαλαμβάνουσι παραλέλειπται, ἀλλ' οὕτω πάντα προέβησαν, αἱ γραφαί, αἱ ἀντιθέσεις, αἱ ἀποδείξεις, ο χρόνος τῆς διασκέψεως, συνωμολογήσατε δὲ καὶ ὑμεῖς ἐπὶ τῷ ἐπιτιμίῳ τοὐμῷ, οὐκ ἐκ τοῦ εὐθέος, ἀλλὰ πολλάκις καθ' ἑαυτοὺς συγγενόμενοι καὶ κοινῇ συνελθόντες καὶ τὴν ἑαυτῶν ἕκαστος γνώμην γράψαντές τε καὶ ὑπογράψαντες, καὶ τἆλλα πάντα προέβη κανονικῶς, εἰ οὕτω γέγονε καὶ εἰς ταὐτὸ ἅπαντα ἀκολούθως συνδεδραμήκει, οὐδὲν ὅτι μὴ ληρῶ ἀναλύειν ἐπιχειρῶν τὰ ἱεροῖς προδιαληφθέντα κανόσιν. εἰ δὲ ταῦτα μὲν ἅπαντα παραλέλειπται καὶ οὐδὲν ὅ τι πέπρακται νόμιμον, ἀλλὰ καὶ ὁ κατήγορος ὕποπτος καὶ τὰ κατηγορήματα ἀναπόδεικτα καὶ ὑμεῖς τηνικαῦτα πρὸς ἕκαστον τῶν λεγομένων ἐδυσχεραίνετε, πῶς ἃ πρὶν ὡς ἄπιστα παρεγράφεσθε νῦν ὥσπερ θείους χρησμοὺς ἡγεῖσθε καὶ ἐπ' αὐτῶν ὡς ἐπὶ θεοῦ φωνῶν ἵστασθε καὶ πάντα λόγον καὶ πρᾶξιν ὑμῶν ἐπ' ἐκεῖνά τε ἀναλύετε καὶ ἀπ' ἐκείνων συνίστατε καὶ τὰς οἰκείας ἀγνοεῖτε φωνὰς ἃς ἕκαστος τῷ τότε πρὸς τὰ κατηγορήματα ἀντετίθετο; Τίς δὲ οὐκ οἶδε τῶν πάντων τὸν ἀρχιερέα σχῆμα ἀνειληφότα θεοῦ καὶ ὁμιλοῦντα μὲν ἀμέσως θεῷ, ἀνθρώποις δὲ τοῦτον ἐξιλεούμενον καὶ μεσίτην ὥσπερ τυγχάνοντα καὶ προσαγωγέα τῆς κάτω, λογικῆς φύσεως καὶ μετ' ἀγγέλων ἱστάμενον καὶ τῇ τριάδι γνησίως λατρεύοντα; τὸν οὖν οὕτως ἐξ ἀνθρώπων μετεωρισθέντα καὶ πρὸς τὸ θεῖον ἀναβιβασθέντα καὶ ὕψος καὶ μέγεθος μία ῥᾳδίως καθαιρήσειε συκοφάντου φωνή, καὶ ταῦτα, χηρεύουσα ἀποδείξεως; κἂν μὲν ὑμεῖς προσάγειν τινὰ τῷ βήματι βούλησθε, πάντα διερευνᾶτε, τὴν πρᾶξιν, τὸ ἐπιτήδευμα, τὸν ὀρθὸν λόγον, εἴ τι αὐτῷ πέπρακται, εἴ τι λέλεκται. κἂ ταῖς ψήφοις δὲ τῶν ἀρχιερέων οἷα ὑμῖν σύνοιδα ὡς πάντοθε τὸν ψηφισθησόμενον ἀποξέετε καὶ περιγλύφετε ὥσπερ ἀνδριάντα, κἂν πάντες παρ' ἕνα συνομολογήσητε, ἐτράπη ἡ κρίσις καὶ δευτέρας χρεία τῷ ἀνδριάντι χωνείας, κἀνταῦθα μὲν οὕτως ἐστὲ ἀκριβεῖς καὶ λεπτότατοι· ἐς δὲ ἀρχιερέως καθαίρεσιν– δυσωπήσω γὰρ ὑμᾶς τῷ ὀνόματι– οὕτω πάντα ὑμῖν ἀνέστραπται, καὶ ἡ ἀκρίβεια ἀντ' οὐδενὸς ἥγηται. καὶ ζωογονεῖν μὲν βουλόμενοι, μόλις που τοῦτο δρᾶτε καὶ νωθεῖς πρὸς γένεσιν ἔρχεσθε· οὖ δὲ χρὴ θανατοῦν, αὐτοὶ χρῆσθε τοῖς ξίφεσι. καὶ προσάγοντες μέν τινα τῷ βήματι τοὺς τῶν μαρτύρων διερευνᾶτε βίους καὶ μόλις που πείθεσθε· ἀποσπῶντες δὲ ὡς θεοῖς εὐθὺς πιστεύετε τοῖς κατηγορήσασιν. ἆρ' ἔστιν ἐν τοῖς κανόσιν ἡμῶν ὅπου τις ἑτερόδοξος καθ' ἡμῶν λέγων πιστεύεται; καὶ οὐ τὴν ἱερωσύνην προβάλλομαι νῦν, ἀλλὰ τὸ ὀρθὸν μόνον τῆς πίστεως. ἔστιν οὖν ὅπου τῶν ἱερῶν τοῦτο γέγραπται νόμων, ἢ τετόλμηκέ τις τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἀπίστῳ, ἵν' οὕτως εἴπω ἀληθῶς, πιστεύειν κατὰ πιστοῦ; πόρρω γὰρ τοῦτο εἴη λόγου καὶ ἐνθυμήματος. ὅπου γὰρ τοὺς ὁμοφύλους φυλοκρινοῦμεν καὶ τῇ ἀξίᾳ προσέχοντες καὶ ταῖς πράξεσι, σχολῇ γ' ἂν τοῖς ἑτεροδόξοις πιστεύσαιμεν. πῶς οὖν ὃ μήτε κᾶνόσι γέγραπται μήτε τὸν ἅπαντα χρόνον πέπρακται κατ' ἐμοῦ δεχθήσεται νῦν; καὶ ὁμοδόξῳ μὲν καθ' ὁμοδόξου οὐ ῥᾳδίως πιστεύσετε· εἰ δέ τις ἑτερόδοξος κατὰ χριστιανῶν λέγοι, προσήσεσθε; καὶ ὁ μὲν κανὼν οὐδὲ κατά τινος ἁπλῶς τοῦτον προσίεται, ὑμεῖς δὲ κατ' ἀρχιερέως προσδέξεσθε καὶ οὕτω μεγαλοπρεπῶς ὡς ἐπ' ἐκείνων ἑστάναι καθάπερ ἄλλων κανόνων καὶ τὰς ὑμῶν ψήφους ἐπ' αὐτὸν διατίθεσθαι. Οὐκ οἴδατε οἵας ἀποσπάδας τῆς πίστεως ἡ Φιλίππου πόλις, ἐν ᾗ ὁ ἐμὸς θρόνος– ἵνα διαρραγεῖεν οἱ συκοφάνται–, ἀναβλαστάνει, ὧν οὐ κλαδίσκος εἶ σύ, ὦ ψευδωνύμοις τοῖς τοῦ κυρίου μαθηταῖς χρώμενε, πάντα δὲ τῷ ῥυπαρῷ βίῳ πιστεύων βαθύνῃ, ἀλλὰ καὶ πρέμνον λίαν παχύτατον; εἰ δὲ μὴ πάντες οἱ κατηγορήσαντες τῆς αὐτῆς δόξης κεκοινωνήκασιν, ἀλλὰ τῷ ἁλμυρῷ τὸ πότιμον συναπόλλυται, καὶ τὸ μὲν χεῖρον οὐ ῥᾳδίως μεταλαμβάνει τοῦ κρείττονος, ὡς μεμαθήκαμεν, συμμεταβάλλεται δὲ τὸ κρεῖττον τῷ χείρονι. ἡδέως δ' ἂν ὑμᾶς ἐροίμην, τὴν ἱερὰν σύνοδον, εἰ πρὶν ἢ τὸν κατ' ἐμοῦ συνθέσθαι ἐκείνους ἀγῶνα, προλαβών τις ἀπήγγειλεν ὡς παμπόνηροι ἀνθρωποι κέλλοιεν ἐμοῦ κατηγορῆσαι παγχάλεπα καὶ προσηρώτησεν εἰ ἐκ τοῦ εὐθέος αὐτοὺς δόξεσθε καὶ μηδέν τι περιεργάσεσθε, ἀλλὰ μᾶλλον ἀφορμὰς ἐκείνους τοῦ καθαιρῆσαι ἐμὲ προσλήψεσθε. ἄρ' ἂν συνωμολογήσατε ἢ παντάπασιν ἀπηρνήσασθε, καὶ προσέθεσθε ὡς οὐδ' ἀκροθιγῶς τούτους προσήσεσθε τοῖς ἱεροῖς κανόσιν ἑπόμενοι; οὐκοῦν ἄτοπον εἰ ἃ ὡς ἄτοπα μὴ προσήσεσθαι διενέστητ' ἄν, ταῦτα ἐπὶ τῶν ἔργων ὡς ἔννομα λίαν ἐπισφραγίσετε; εἴπατε γάρ μοι, πρὸς τῆς ἱερωσύνης αὐτῆς καὶ τοῦ βήματος· τί τῶν κατὰ νόμους ἐγένετο, τί πέπρακται ὃ κανόσι μὴ προδιείληπται; ὑπέστην τὴν πρόκλησιν τῆς διαφορᾶς, εἰσῆλθον τὸ δικαστήριον, μηδὲν ὧν κατηγορηθῆναι ἔμελλον προειδώς· καὶ γὰρ καὶ τοῦτο πολλὴν τὴν διαφορὰν ἔχει καὶ ἀπὸ τοῦ τέλους ἕκαστον ὧν χρὴ προειδέναι τε καὶ μὴ κρίνεται. ἂν μὲν γὰρ εἰς ζημίαν ἡ ὑπόθεσις τελευτᾷ, οὐδὲν πρᾶγμα εἴτ' οἶδέ τις εἴτε μή· ἂν δ' εἰς ὕβριν, ἂν δ' εἰς ποινὴν ἢ καθαίρεσιν, χρή γε καὶ προειδέναι καὶ ἑτοιμάζεσθαι. ἐγὼ δ' οὐδὲν ᾔδειν, ἀλλ' εἰσῆλθον ὡς ἐπ' ἄλλοις κατηγορήμασιν ἀπολογησόμενος· ἓν τοῦτό μοι πρῶτον μαχόμενον, ἔπειτα καὶ τἆλλα σκοπεῖτε. οἱ μὲν ἐτίθουν, ἐγὼ δ' ἀντετίθουν, καὶ τοὺχς μὲν προσίεντο, ἐμὲ δ' ἀπεπέμποντο. κἀκεῖνοι μέν, καίτοι πόρρω τὸ δρᾶμα συνθέμενοι καὶ προμελετήσαντες, αὐτοὶ ἐφ' ἑαυτῶν ἵσταντο, μηδὲν ὁτιοῦν ἀποδεικνύντες ἔξωθεν καὶ πιστούμενοι· ἐγὼ δ' ὑπισχνούμην, εἰ ἀφεθείην, πολλοὺς παραγαγεῖν μοι τῶν εἰδότων συνηγορήσοντας κἀκείνους ἐλέγξοντας. καὶ μάτην ἐλήρουν, κἀκείνοις μὲν ὡς χρησμοῖς ἐπίστευον οἱ ἀκούοντες, ἐμοὶ δ' εὐθὺς ὡς κατακρίτῳ προσέβαινον. καὶ τί γὰρ ἦν δρᾶν τὸν τοῦ βήματος προκαθήμενον προεαλωκότα τοῖς αὐτῶν λόγοις καὶ ἐφ' ἑκάστῳ τῶν λεγομένων δριμυττόμενον τὴν ψυχὴν καὶ τῶν βασιλίδων ὑπεραλγοῦντα, ὁπότε κἀκείνων οἱ κατηγορήσαντες ἅπτοιντο; ὅτε, εἰ ἕτερος ἦν, οὐκ ἂν αὐτὸς ἔφθανον πυρὶ καιόμενος καὶ σιδήρῳ τυπτόμενος καὶ καθ' ἑκάστην τῶν βλασφημιῶν τυπτόμενός τε καὶ κολαζόμενος. ἐπὶ τοιούτων οὖν ὑμεῖς τῶν ἀρχῶν ἥδρασθε καὶ τοιαύταις ἀφορμαῖς ἵστασθε εἰς ἀρχιερέως καθαίρεσιν. δέδοικα μὴ καθ' ὑμῶν ὑμεῖς αὐτοὶ προγυμνάζησθε καὶ διὰ τοῦ ἐμοῦ παραδείγματος πολλοὺς ἑαυτοῖς ἀναπλάσητε συκοφάντας καὶ οὐκ ἂν φθάνοιτε καθαιρόμενοι. ἆρα δέ, εἰ αὐτὸς ἐγὼ ἑνὸς ὑμῶν κατηγορῆσαι βουλήσομαι καὶ γραφὴν γράψαι καθοσιώσεως, πιστεύσετε καὶ ὑπογυμνώσετε τοῦτον τοῦ σχήματος; εἰ δ' οὐχί, διατί ἑτέρῳ μὲν πιστεύετε κατ' ἐμοῦ, ἐμὲ δ' οὐ προσίεσθε καθ' ἐτέρου λέγοντα; καὶ τὸ διάφορον ὅσον; 1340 μὲν ἕτερόδοξος· ἐγὼ δέ, ἀλλὰ τί ἂν περὶ τούτου λέγοιμι; ὁ μὲν τὸν ἰδιώτην ἐλαύνων βίον, ἐγὼ δ' ἀρχιερατικὴν στολὴν περικείμενος. καὶ ὁ μὲν τοιοῦτος κατ' ἐμοῦ, ἐγὼ δ' ἶσος πρὸς ἶσον. ἢ τῶν μὲν ἄλλων ἡ δρῦς ἀληθεύει καὶ τὰ ἀερώδη καὶ ἀνυπόστατα σχήματα, ὁ δὲ ἐμὸς τρόπος ἀεὶ ψεύδεται, καὶ οὔτ' ἀπολογουμένῳ οὔτε κατηγοροῦντι πιστεύσετε; Ἀλλὰ τὸ μὲν ἄχρι τοῦ νῦν τὴν καταδοχὴν ἀμφιβάλλειν καὶ ἀμφιγνωμονεῖν, εἰ καὶ μηδὲ τοῦτο γενναῖον καὶ ἱερατικόν, εἶχεν ὅμως ἀπολογίαν τινὰ καὶ πιθανῶς αὐτὴν ὁ βασιλεὺς ὀργιζόμενος ἔχρωζε. Νῦν δὲ τί; Επανελήλυθεν ἡ χρηστότης πρὸς ἑαυτήν, ὁ φραγμὸς ἤρθη, τὸ μεσότοιχον καταλέλυται, ὃ πάντες ἐποθεῖτε γέγονεν αὐτόματον. ἀαφῆκεν ὁ βασιλεὺς τὴν ὀργήν, μετεβάλετο τὴν προαίρεσιν, ἐσπίσατό μοι τῷ ὅσον ἐπὶ ταῖς ὑπονοίαις προσκρούσαντι τούτῳ καὶ βλασφημήσαντι, καὶ ἡ τάξις ἀντέστραπται. ἀντιλιπαρεῖ γὰρ οὗτος ὑμᾶς τοὺς πρὸς αὐτὸν ὑπὲρ ἐμοῦ λιπαρήσαντας, καὶ οὐ πρὸς τὸ σκῆπτρον ὁρᾷ, οὐδὲ πρὸς τὸν θρόνον, ἐν ᾧ καθέζεται, ἀλλ' οὖ ἐλεῆσαι χρὴ καὶ ψυχῇ τι περιποιήσασθαι ὑποκάτω κλίνεται, καὶ παρὰ τὸ ἀξίωμα φθέγγεται, ὕψος ἑαυτῷ οὐρανόμηκες ἐκ τῆς ταπεινώσεως μνηστευόμενος, καί, ἐξὸν αὐτῷ πᾶν ποιεῖν, ὃ ἐὰν παραστῇ ὡς τυραννίδος ἔργον, οὐ βούλεται· καίτοι γε πόρρω τοῦτο τυραννίδος ἀφιέναι τοῖς ἁμαρτήμασι καὶ ἐκκόπτειν τὰ ἐπιτίμια. ὁ δὲ καὶ πλέον τι βασιλέως ποιῶν κοινωνοὺς καὶ ὑμᾶς συγκαλεῖ τοῦ εὐεργετήματος μονονουχὶ λέγων·" ἰδοὺ πρὸς τὸν πολέμιον σπένδομαι, ἰδοὺ φιλάνθρωπος αὐτῷ γίνομαι, ὑπὲρ οὗ πᾶσαν πρός με φωνὴν ἀφήκατε, ἰδοὺ διαλύομαι τὴν ἔχθραν, καὶ πρὸς αὐτὸν ἥμερον βλέπω. γίνεσθέ μοι τῆς χάριτος κοινωνοὶ καὶ συναγαλλιάσθητε οἷς χαίρω εὐεργετῶν καὶ τῷ ἀφεθέντι νῦν συσκιρτήσατε. καλυπτέσθω τὰ προβάντα τοῖς ὕστερον καὶ σιγάσθω τὰ τῆς ἀτχίας τοῖς εὐτυχήμασιν." Οὕτω μὲν ὁ φιλάγαθος βασιλεὺς ὡς πρὸς συμπανηγυρίσοντας ἐπὶ τῇ ἐμῇ ἀνακλήσει καὶ συγχορεύσοντας. ὑμεῖς δέ, βαβαὶ τῆς ἀκριβείας καὶ τοῦ κανόνος καὶ τῆς ἐν τῷ καλῷ σκυθρωπότητος, βαβαὶ τῆς ὀφρύος καὶ τοῦ μὴ συγγεγηθέναι, ἀλλ' ἐφ' ἑαυτῶν κατηφιᾶν καὶ συντείνειν τὸ πρόσωπον, βαβαὶ τῶν αὐστηρῶν δικαστῶν καὶ ἀσυμπαθῶν καὶ οἵων μὴ αὐτοὶ τύχοιτε." οὐκ ἔννομον", φησίν," ἀνακαλέσασθαι μετὰ τὴν καθαίρεσιν." ποίαν καθαίρεσιν, ὦ μακάριοι; ποῦ συντεθεῖσαν; ποίοις κανόσι προβᾶσαν; καὶ ἀφίημι νῦν τὰς ψευδεῖς τῶν κατηγορῶν φωνὰς καὶ τἆλλα ἃ τῷ λόγῳ προσεξελήλεγκται. αὐτὸ δὲ τὸ πρᾶγμα ἐξεταστέον καθ' ἑαυτό. ποίαν οὖν καθαίρεσιν, ὦ θαυμάσιοι, ἐφ' ᾗ στρατιῶται μὲν τὸ ξίφος ἐν θατέρᾳ τῶν πλευρῶν ἔχοντες ἀνωλόλυξαν, ὑμεῖς δ' ἐπεστράφητε μηδόλως τὰ χείλη παρακινήσαντες; ποίαν καθαίρεσιν, ἐφ' ᾗ μηδεμία προέβη σκέψις, μηδεμία συζήτησις, μηδέ τις ὅρος κανονικός; διὰ πόσου γεγονυῖαν καιροῦ; οὐχ ὁ αὐτὸς ἀρχή τε τῆς κατηγορίας ἦν καὶ τέλος τῆς, ὡς ὑμεῖς φατε, καθαιρέσεως; ποῦ δὲ γέγονεν ἡ καθαίρεσις; ἆρ' ἐφ' οὗ καὶ κεχειροτόνημαι; ἀλλὰ πρὸς τῷ ἱερῷ βήματι, ἀλλ' ἐν τῇ δευτέρᾳ σκηνῇ, ἀλλ' ἐν τῷ ἁγίῳ κοσμικῷ, ἀλλ' ἐν τῷ πόρρω τούτου, ναῷ δὲ ὅμως; συνεψηφίσασθε δὲ πάντες ὑμεῖς; ἐγράψατε καὶ τὰς ἑαυτοῦ γνώμας ἕκαστος, ἐπεστήσατε δὲ ταῖς ὑπογραφαῖς; οὐχ ὑμεῖς ἀντεπίπτετε τοῖς κατηγόροις; οὐ μέχρι πολλοῦ τῷ βασιλεῖ διεφέρεσθε; ποίαν οὖν κάθαρσιν λέγετε; ὃτι, φησίν, τὸ τῆς καθαιρέσεως τῷ τῆς καρατομῆς ἔοικε, καὶ ὥσπερ ἐκεῖ μετὰ τὴν τομὴν οὐκ ἔστι συνούλωσις, εἴθ' οὕτως, εἴτ' ἄλλως ἐγένετο, ταὐτὸ δὴ λογιστέον κἀνταῦθα, καὶ τετμημένος ἔστω ἅπαξ τμηθεὶς ὁ ἱερεύς, δῆθεν ἐγώ, ὅστις ἂν ὁ τεμὼν εἴη. παπαῖ τῆς εἰκόνος καὶ τοῦ ὑψηλοῦ παραδείγματος. ἀλλ' ἐξέτασον ἀκριβῶς τὸν λόγον καὶ εὑρήσεις πῇ μὲν ὅμοιον, πῇ δὲ ἀνόμοιον· ἐκεῖ αὐχὴν καὶ τομή, ἐνταῦθα ἱερωσύνη καὶ κάθαρσις. ἀλλὰ πρόσθες καὶ δύο δυσίν, αὐτὸ δὴ τὸ τέμνον ξίφος καὶ τὸν καρατόμον ἄνθρωπον τῷ καθαιροῦντι λόγῳ καὶ τῷ τοῦ λόγου γεννητόρι. καὶ ἵνα δὴ προσπαίζω καὶ τοῖς ἐμοῖς δυστυχήμασι καὶ τῷ ὑμῶν παραδείγματι, λόγου χάριν παρίτω τις ὡς κατάκριτος ἐφ' ᾧ τμηθῆναι τὸν τράχηλον. μεταχειριζέσθω δὲ τὸ ξίφος μὴ δήμιός τις πρὸ πολλοῖς ἡμμένος τοῦ πράγματος καὶ περὶ τὰ τοιαῦτα γεγυμνασμένος, ἀλλά τις τῶν ἀμαθῶν ταῦτα καὶ πόρρω τοῦ τεμεῖν. ἔστω δὲ καὶ τὸ ξίφος μὴ σιδήρου πεποιημένον, ἀλλὰ μολίβδου ἢ καττιτέρου, τῶν ταχὺ στρεφομένων μᾶλλον πασχόντων ἢ δρώντων. ἐπενεγκάτω οὖν οὗτος κατὰ τοῦ τένοντος τὴν πληγήν. ἀλλ' οὔθ' ὁ κατάκριτος ἐτμήθη καὶ ὁ μόλιβδος ἀντεστράφη, καὶ τὸ ὅλον ὁ ξιφηφόρος ἰλιγγιάσας πρὸς τὸ ἀσύνηθες ἀφῆκε τὸ ξίφος τῶν χειρῶν. τί οὖν παρὰ ταῦτα ἀξιώσεις τὴν πληγὴν δεξάμενον ἀνθρωπον μὴ ζῆν, ὅτι ὅμοια τοῖς μὴ ζῆν ὀφείλουσι πέπονθε, καὶ εἰ μὴ ἐκόπη τὸν τράχηλον; ἀλλὰ πόρρω που τοῦτο λόγου ἐστίν; ἕλκε οὖν ἐπὶ τὸ σὸν παράδειγμα τὴν ὑπόθεσιν, καὶ οὐδὲν εὑρήσεις ὃ μὴ προσόμοιον. εἶτα εἴ τις ἡμᾶς ἐξέπληξεν ἀγεννής, εἰ ὁ τῆς πληγῆς τρόπος οὐ τῶν ἐμβαθυνόντων ἦν τὴν τομὴν ἢ οὐδὲ ὅλως πληττόντων, παρὰ ταῦθ' ἡμεῖς τοῖς ἀποκτανθεῖσιν ὁμοιωθείημεν καὶ οὐχὶ μᾶλλον τοῖς ὑπὸ τοῦ μολιβδίνου ξίφους τμηθεῖσιν; ἀλλὰ καινὸς οὗτος θανάτου τρόπος τεθνάναι ζῶντα καὶ κεκαθάρθαι μηδέν τι πεπονθότα καθάρσεως. Ἡδέως δ' ἄν σε τὸν εἰκονοποιὸν ἐρωτήσαιμι· οὐ παντὸς δυστυχήματος πέρας ὁ θάνατος; οὐ μετὰ ταῦτα ἄψυχον καταλελειμμένον τὸ σῶμα ἀνεπαίσθητον πρὸς ἄλλην ἐστὶ κόλασιν, εἴ γέ τις κολάζειν ἐθέλοι; ἀλλ' οὐδεὶς ἂν προαχθείη τὸ τμηθὲν ἐκεῖνο σῶμα ἀνασταυροῦν αὖθις ἢ καταπιττοῦν, εἰ μὴ προδήλως σκιαμαχεῖν βούλοιτο. εἰ οὖν τοῦτο καὶ ἡ κάθαρσις δύναται καὶ τέλος ἐστὶ παντὸς τιμωρήματος, τί μετὰ ταῦτα ὁ νεκρὸς ὑπερωριζόμην ἐγὼ καὶ δεύτερον ἐλάμβανον ἐπιτίμιον, ὥσπερ ἐκ μνήματος ἀναστάς; ἢ δῆλον ὡς, τῆς καθάρσεως οἷα πληγῆς ἀγεννοῦς μὴ ἐνεχθείσης εἰς βάθος, ἀκαθαίρετος μὲν αὐτὸς ἔμεινα, ἑτέρα δέ με τῶν οὐκ ἀποκτενουσῶν πληγὴ διεδέξατο. τοῦτο δέ πως καὶ ὑπῃνίττετο καὶ ἔργοις εὐθὺς ὁ βασιλεὺς ὑπενέφαινεν, ὡς τῆς μὲν καθαιρέσεως ἀφῆκεν, ἐπιτιμοίη δὲ ἄλλως. τί γὰρ ἐχρῆν πρὸς τῷ θανάτῳ καὶ πληγὰς ἑτέρας ἐπιτιθέναι; ἢ τοσοῦτον ὁ βασιλεὺς ἡμῖν ἀφιλάνθρωπος ὡς μηδὲ μετὰ τόν, ὃν ὑμεῖς φαίητε, θάνατον τοῦ ἐμοῦ φείδεσθαι σώματος, ὃς πᾶσι καὶ τῶν πρὸς ἀξίαν ὑφαιρεῖ τι ἐπιτιμίων καὶ οὐδενὶ τῶν πάντων τοῖς ἁμαρτήμασιν ἐζυγοστάτησε τὴν ποινήν, ἀλλὰ τοῖς μὲν ἀφῆκε παντάπασιν, οὐ λόγοις ὡς ἐγὼ κατὰ τὸν κατήγορον βλασφημήσασιν, ἀλλὰ καὶ ἐς προὖπτον ἀντάρασι καὶ μέχρι τοῦ βασιλειᾶν ἐξυβρίσασι, τοῖς δέ τι κολάσεως προσετρίψατο, καὶ ταῦτα οὐχ ὑπηρετούμενος τῷ θυμῷ, ἀλλὰ τὸ μέλλον οἰκονομούμενος; Ἢ ἐμοὶ μόνῳ μετὰ τῶν ἄλλων καὶ ἡ τοῦ βασιλέως γνώμη ἠλλοίωται, καί μοι κλῆρός τίς ἐστιν ἀτυχεῖν πάντοθε καὶ τοσαύτην ὑπερβολὴν εἶναι τοῦ κακοῦ ὡς μηδ' ἔχειν εἰκάσαι, ἀλλ' ἀντιθέτως ἐκ διαδοχῆς περιπίπτειν τοῖς ἐναντίοις; ὁπότε γὰρ ὁ μὲν βασιλεὺς μόνος ἀντέκειτο ταῖς γνώμαις ὑμῶν καὶ τὸν κατὰ τῆς ἱερωσύνης λόγον ἐγύμναζε, μόνος ἐνίκα πάντας καὶ τὴν ἡττῶσαν εἶχον ἐγώ. νῦν δ' αὖθις, ὁπηνίκα ὁ μὲν μεταβέβληται, ὑμεῖς δὲ ἀντιπίπτετε, ἐς ταὐτὸ πάλιν τῷ προτέρῳ ἄγομαι ἀτυχήματι. καί, ὡς ἔοικεν, οὗ μὲν ἐμὲ δυστυχῆσαι χρή, βασιλεὺς ὁ βασιλεὺς δείκνυται, οὗ δ' ἀτυχῆσαι, οὐδὲν τῶν ἰδιωτῶν διενήνοχε. καὶ τίς ἄλλος ἐμοῦ ἐχρήσατο βαρυτέρῳ τῷ δαίμονι; ὁ δ' ἀτυχέστατος πάντων οὐ μόνος ἐγώ; ἀλλὰ πρὸς θεοῦ, εἰ ἐν τῇ προτέρᾳ μου ἐξετάσει μετέστραπτο, εἴ πως ἐνῆν, τὰ τῆς γνώμης τῷ βασιλεῖ καὶ ὧν νῦν ὑπὲρ ἐμοῦ ἀφίησι φωνῶν μίαν ἀφῆκεν, οὐκ ἂν εὐθὺς προσήκασθε, μηδέν τι τούτου πλέον περιεργασάμενοι; οὐκ οὖν ἄτοπον εἰ, ἃ τότ' ἀπολυπραγμονήτως προσεδέξασθε ἂν διδόντος τοῦ βασιλέως, ταῦτα νῦν τοῦτο ποιοῦντος ἀπώσεσθε; ἢ τί μεταξὺ ὁ χρόνος ἐκαινοτόμησε; τὸ δ' ἀφιέναι μοι τὸν αὐτοκράτορα καὶ τιμωρίαν μὴ βουλεύεσθαι παρ' ἐμοῦ λαβεῖν, πῶς νοεῖτε; καὶ ἐπὶ τίσι λαμβάνετε; ὅτι γὰρ οὐδ' αὐτῷ ἡ κάθαρσις ἔδοξεν ἡ ἄφεσις μαρτυρεῖ. εἰ γὰρ καθ' ὑμᾶς τομῇ ἔοικε, τί συγχωρεῖ τῷ ἅπαξ ἀποθανόντι; οὐ γὰρ ἂν φήσετε αὐτὸν ἐς τοῦτο ἀγνοίας ἐλθεῖν. ἐκείνῳ γάρ τις ἀφίησι τὸ ἁμάρημα καὶ ἀφαιρεῖ τῆς πληγῆς, ὅστις ἢ τὰ τῶν καταδίκων πείσεσθαι προσδοκᾷ ἢ ἐν αὐταῖς ταῖς ποιναῖς ἐξετάζεται. τῷ δ' ἤδη ἀπολιπόντι διὰ τιμωρίας τὸ ζῆν τί τίς ἂν συγχωρήσειεν; εἰ τοίνυν κεκάθαρμαι, τί συγκεχώρημαι; εἰ μὲν οὖν μετὰ τὸ κεκαθάρθαι ἀφίησι, τηνάλλως καθ' ὑμᾶς φθέγγεται. εἰ δὲ πρὸ τούτου, διὰ τί μοι βαρύτεροι τοῦ δαίμονος καὶ τῆς κατεχούσης με τύχης γίνεσθε; τί δέ μοι τὸ ἠλλοιοῦσθαι τὸν αὐτοκράτορα καὶ δημοσιεύειν πολλάκις ὡς διήλλακται; εἴποι γάρ τις ἂν πρὸς αὐτὸν ὡς ἀδιάφορον τῷ ἀφεθέντι εἴτε διήλλαξαι, εἴτε μή. κατ' ἄμφω γὰρ νεκρός ἐστιν ἀζωογόνητος, μνήμασι καθώς περ τῶν συνέδρων ἐγκείμενος ταῖς ψυχαῖς, καὶ περιΐσταται αὐτῷ τῷ ζῶντι νεκρῷ μήτε εὐηργετῆσθαι δύνασθαι μήτε τιμωρεῖσθαι. ὁμοίως γὰρ ἀναισθητεῖ πρὸς ἀμφότερα, ὥσπερ ἂν εἴ τις ἐπικάοι τὸν νεκρόν, τὸν δ' αὐτὸν καὶ χρυσοπάστῳ περιβάλοι στολῇ· οὔτε γὰρ ἐπὶ τούτῳ γηθήσειεν, οὔτ' ἐπ' ἐκείνῳ ἀλγήσειεν. ἀλλ' εἰ ταῦτα εἴποι τις ἢ αὐτὸς ἐγώ, οὐκ ἂν μεμαινομένον φαίητε; πῶς οὖν, εἰ δὲ λέγων ἐγὼ μανίας γραφὴν ἀπενέγκοιμι, ταῦθ' ὑμεῖς πράττοντες οὐ τὴν αὐτὴν ἀπενέγκοισθε; ἀλλ' ἐπεί με νεκρὸν οἴεσθε, νεκρὸς δὲ ἅπας πρός τε τιμωρίαν καὶ πρὸς εὐεργεσίαν ἀναίσθητος, ἀξιοῦτε δέ με μὴ νῦν αἰσθάνεσθαι τοῦ καλοῦ, πῶς καὶ ὅτε ὑπερορίαν κατεκρινόμην; ταὐτὸ τοῦτο οὐκ ἠξιοῦτε καὶ μέγα ἐπεβοᾶτε, ὡς οὐ χρὴ ἐγγίζειν νεκρῷ; εἰ δὲ τότε τὴν πληγὴν ἐδεξάμην καὶ μάλα ἐπαισθανόμενος, ἐάσατέ με καὶ τοῦ ἀκεσωδύνου ᾐσθῆσθαι. Τί δὲ χρὴ γραφὰς ἐπὶ τούτῳ τιθέναι καὶ γνώμας ἀποψηφίζειν, ἃ μὴ κατεψηφίσασθε, καὶ χάριτας οὐκ οὔσας διδόναι; τί δ' ἀναλύειν ἃ μὴ συντέθειται καὶ ἀποπλέκειν ἃ μὴ κέκλωσται καὶ λύειν ἃ μὴ δεδέσμηται; τί δ' ἁμάρτημα τίθετε τὸ δυστύχημα καὶ τὴν συκοφαντίαν ἀλήθειαν καὶ ἐπιτίμησιν τήν, ὡς ἄλλος ἂν φαίη, μικροψυχίαν, καὶ καταχρυσοῦτε τὴν σκιὰν καὶ παχύνετε τὸ ἐνύπνιον, ὡς καὶ δεῖσθαι αὖθις ἀποχρυσοῦν καὶ ἀπολεπτύνειν ἃ καθ' αὑτά ἔστιν ἀπαχῆ τε καὶ ἀκαλλώπιστα; τί δὲ τῇ τοῦ βασιλέως ἐναντιοῦσθε μεταβολῇ καὶ ἀντίθετοι πρὸς αὐτὸν γίνεσθε, καὶ πραΰνεσθε μὲν ὅταν ἐκεῖνος ὀργίζηται, ὀργίζεσθε δὲ ὅταν ἐκεῖνος πραΰνηται, ὡς πάντοθεν ἐμοὶ ἐπαχθὲς ποιεῖν τὸ δεινόν; πῶς δὲ τοσοῦτόν ἐστε σοφοὶ ὥστε καὶ ἑαυτοῖς περιπίπτειν καὶ ταῖς οἰκείαις γνώμαις ἐναντιοῦσθαι; εἰ γὰρ τέθαμμαι καθ' ὑμᾶς διὰ τῆς καθάρσεως, τί χρὴ γνώμας ἐν γράμμασι τῶν συνέδρων ζητεῖν; οὐ γὰρ ζωογονῆσαι δύναται τὸν ἅπαξ ἀποκτανθέντα. εἰ δ' οὐχὶ κεκάθαρμαι, τί δεῖ μοι πάλιν χειροτονίας καὶ ψήφου; εἰμὶ γὰρ ὅπερ εἰμί, ζῶν, κἂν βούλωνται, κἂν μὴ βούλωνται. ἢ τὸν μὲν βασιλέα ἀπείξουσι τοῦ εὐεργετεῖν, ὡς δὲ καὶ τοῦ τιμωρεῖν, ἑαυτοῖς δὲ ἀμφότερα δώσουσιν; ἐγὼ δὲ μέχρι τῆς ἐκείνων γνωμοδοσίας ἐν τίσιν εἰμί; ἐν τοῖς ζῶσιν ἢ τοῖς θανοῦσιν ἢ ἐν μέσῃ τινὶ τάξει; καὶ τίς αὕτη; οὐ γὰρ εὕρηται. ἐπὰν δ' ἐκεῖνοι συγγράψωσι, τότε ἢ ζήσομαι ἢ τεθνήξομαι. Εἰ δ' οἱ μὲν καταψηφίσονται, οἱ δ' ἀφήσουσιν, ἐξ ἡμισείας ζήσομαι καὶ τεθνήξομαι, καὶ οὐδ' ὅσον ὁ Πολυδεύκης; ἐκεῖνον γὰρ ὅλον ἀπὸ μέρους ὁ βίος καὶ ὁ θάνατος ἐμερίσατο· ἐμοὶ δὲ οὐδὲ τοῦτο δώσουσι τάχα, ἀλλὰ χρή με διαιρεθῆναι διχῆ ὥσπερ ἐν πρίονι, ἵνα τῶν ἡμιτόμων μοι τὸ μὲν ἐν ᾅδου ᾖ, τὸ δ' ἐν τῷ χωρίῳ τῶν ζώντον, ὥστ' εἶναι τέρας τι πάντως καὶ ζῶσι καὶ τελευτήσασι. δεήσει δέ μοι καὶ τὰ ἡμίτομα πρὸς τὸ μέρος τῶν καταψηφισάντων ἢ ἀποψηφισάντων, εἰ μή τις ἰσότης γένοιτο τῶν γνωμῶν, μὴ ἐν ἰσότητι ἐσχηματισμένα εἶναι, ἀλλ' ἢ τὸ μέγιστον ἐν τῇ γῇ, τὸ δ' ἔλαττον ὑπὸ γῆν, ἢ τὸ ἀνάπαλιν κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους τῶν ζωογονούντων ἢ ἀποκτενόντων με. Καὶ τί τούτου γένοιτ' ἂν γελοιότερον, ὧν πάντων αἴτιον ἡ πρὸς τὴν καρατομίαν τοῦ πράγματος σύγκρισις; ἐντεῦθεν γάρ, ἑνὸς ἀτόπου δοθέντος, τὰ πολλὰ ταῦτα ληρήματα ἀκολούθως συνεπεράνθησαν. οὐ βούλομαι παρ' ὑμῶν εὐεργετηθῆναι, οὐδὲ ζῶν αὖθις ἀναζήσεσθαι, οὐδ' ἐν ταῖς ὑμετέραις ψήφοις ζῆν ἢ τεθνάναι με ὥσπερ ἐν χρονικοῖς τισιν ἢ τοῖς τοῦ ἀέρος σχήμασιν, ὡς ἂν ἀστρολόγοι ληρήσαιεν. οὐ κεκάθαρμαι, οὐκ ἐστέρημαι τῆς ἐν τῷ θρόνῳ πνοῆς. ἔχω τὴν τῆς ἱερωσύνης ψυχήν, τῷ ἀρχιερατικῷ πνεύματι ζῶ, οὐ δέομαι δευτέρας ζωῆς, ὅλην ἔχω παρ' ἐμαυτῷ ἣν καὶ ὑμῶν ἕκαστος. τί με διασπᾶτε τοῦ κοινοῦ σώματος; τί με ὡς νεκρὸν ἐκκόπτετε; τί με τῶν ὑμετέρων ἀποσπᾶτε μελῶν; τί δὲ καὶ τὴν τοῦ βασιλέως ἀμαυροῦτε φιλανθρωπίαν; ὡς λίαν ἀφωμοίωσθε κατὰ τὸ ἐπάγγελμα τῷ θεῷ, ἢ κατ' ἴχνος αὐτῷ τῶν ἀρετῶν βαίνετε, μιμεῖσθε δὲ καὶ τὴν αὐτοῦ περὶ ἡμᾶς ἀγαθότητα. ὁ μὲν γὰρ τὰς ἀσθενείας ἡμῶν ἐβάστασε καὶ ἀποστατησαντας εἰς ἑαυτὸν ἐπανήγαγε καὶ τῷ ἑαυτοῦ συνήνωσε σώματι. ἱμεῖς δέ, εἰ μή με τῆς ἀκαιρίας μέμφοισθε, ἐν ᾧ παρακαλεῖν ἔδει βαρυνομένῳ καὶ ὀνειδίζοντι καὶ εἴ τῴ τι προσωμίλησεν, αἷσχος ἐκ περιστάσεως ἀνακαλύπτετε καὶ δημοσιεύετε καὶ ὥσπερ τι μέλος ἀνίατον ἀποκόπτετε, καὶ ἣν ἔδει συνεισφέρειν σπουδὴν ὑπὲρ τοῦ προσενοῦν καὶ μὴ ἐᾶν ἀπορρήγνυσθαι, ταύτην ὥστε ἀποκόψαι εἰσφέρετε, οὐκ ἐνθυμούμενοι ὅσα τοῖς καιροῖς περιπίπτομεν καὶ ὅπως ὁ βίος ἡμῶν παρὰ τὰ πράγματα κρίνεται, οὐδὲ τοῦτο τῶν πάντων ἀναλογιζόμενοι, ὡς ὀλίγα τοῦ τοιούτου ἐπιτιμίου ἔχομεν παραδείγματα. καίτοι οὐδεὶς ἂν ὑμῶν εἰπεῖν ἔχοι ὡς οὐδενὸς τῶν πώποτε ἀρχιερέων οὐ πάθος ἥψατο, οὐ καιρὸς κατεδυνάστευσεν, ἀλλὰ ταῦτα μὲν ἴσως ἔστιν οἷς τούτων ἐπισυμβέβηκεν, οἱ δὲ τότε ποιμαίνοντες τὸν λαὸν οὐ διὰ τῆς τοῦ ἑνὸς καθάρσεως ταράττειν τὴν ἐκκλησίαν ἐβούλοντο, ἀλλ' οὐδὲν ἧττον συντηρεῖν, τοῦ καινοῦ τούτου ἐπιτιμίου καὶ θανάτου πλέον ἐς τὸ κακὸν ἢ ὅσον θάνατος ζωῆς ἀπεχόμενοι. οὐκ οἴδατε οἷόν ἐστιν ἀποσπᾶσαί τινα τοῦ θεοῦ καὶ πόρρω τοῦ θείου ποιήσασθαι βήματος, ἐπιτειχίσαι τε τούτῳ τὸ καταπέτασμα καὶ ἀποκλεῖσαι τῶν ἀπορρήτων καὶ ἀντὶ τοῦ μετὰ τῶν σεραφὶμ ἑστάναι μηδὲ τοῖς κατηχουμένοις συναριθμῆσαι; οὐ δυσωπεῖσθε ὅτι τὸ ἀγγελικὸν ἀποδῦσαί με σχῆμα σπουδάζετε καὶ τὸν θεὸν τῶν ἐμῶν χειρῶν ἐκβαλεῖν καὶ τάξαι μετὰ τῶν κατακρίτων τὸν ἠξιούμενον τῆς ἀγγελικῆς τάξεώς τε καὶ στάσεως, καὶ ταῦτα, οὐκ ἐπ' αἰσχροῖς τισι πάθεσι, κατὰ ἄφρονα λέγω, οὐδ' οἷς θεὸς ἀπεχθάνεται, ἀλλ' ἐπὶ συκοφάντου μόνῃ φωνῇ; οὐ τὸν μακρὸν χρόνον ἀνιστορήσετε ἀφ' οὗ συνελέγην ὑμῖν, καὶ ὡς παιδόθεν ἡ ἐκκλησία με παραλαβοῦσα ἐτιθηνήσατο καὶ εἰς τόδε καταστάσεως ἤγαγεν; οὐ μνησθήσεσθε τῆς κοινῆς συνδιαγωγῆς ἔν τε τοῖς ἄλλοις καὶ τῷ ἱερῷ βήματι καὶ τοῦ πνευματικοῦ ἀσπασμοῦ καὶ τῆς τῶν ἀψαύστων μεταχειρίσεως, ἀλλὰ τούτων ἁπάντων λήθην ποιήσετε; μὴ οὕτως ὑμῶν θεὸς ἐπιλάθοιτο μηδὲ μιμήσαιτο, ὃν ὑμεῖς μιμεῖσθαι ὀφείλετε. τί δὲ μετὰ ταῦτα καὶ ἐμαυτῷ χρήσομαι; ποίαν βιώσω ζωήν; οὐ χανεῖν μοι πολλάκις τὴν γῆν εὔξομαι; οὐκ ἀποθανεῖν μυριάκις ἀντὶ τοῦ ζῆν ἕλωμαι, ὅτι τὸ θεῖον ἀφῄρηταί μοι ἀξίωμα καὶ μετὰ τοῦ θρόνου καὶ τῆς ἱερωσύνης ἀπέρριμμαι καὶ μετὰ τῆς κιδάρεως τὸν ποδήρη περισεσύλημαι; Εἶτα μοι προνοίας ἑτέρας φροντίζετε τῆς θείας ἐκπεπτωκότι καὶ κρείττονος. τί γὰρ ἐμοὶ καὶ τῷ Ἀδάμ; τῷ μὲν μετὰ τὴν ἐκ τοῦ παραδείσου ἀπέλασιν ὁ λοιπὸς κόσμος τῆς γῆς, κἀμοὶ μετὰ τὴν ἀπὸ θεοῦ ῥίψιν καὶ τοῦ θείου βήματος ἀλλοτρίωσιν θησαυροὶ ἀργύρου καὶ χρυσοῦ πλήθοντες. μή, πρὸς τῆς ἱερωσύνης αὐτῆς, πρὸς τῆς κοινῆς συλλειτουργίας, πρὸς ἱερῶν, πρὸς μυστηρίων καὶ ἀπορρήτων, πρὸς θεοῦ, μή μοι γένοισθε ψυχικοῦ θανάτου παραίτιοι. σύ τε ὁ παιδαγωγὸς ἡμῶν καὶ κοινὸς πατὴρ καὶ ἀρχιποίμην καὶ ὑμεῖς οἱ καλῶς ὑπ' αὐτῷ ποιμαινόμενοι, μὴ δότε τοῖς χρυσοῖς τούτοις ἔτεσι πονηρὸν περὶ ἐμοῦ διήγημα, ἐάσατέ με μέχρι τῶν προτέρων πληγῶν, μὴ δευτέρας μοι ἐπιξάνοιτε. οὕτως ὑμᾶς ἰάσαιτο κύριος, εἴ τι δήποτε καὶ ὑμῖν ἰατρείας θεοῦ δεόμενον πρόσεστιν. Ὑμῖν μὲν οὖν ταύτας τὰς ἐλεεινὰς προσάγω φωνάς, καὶ πάντοθε συλλογισμοῖς ὑπάγομαι καὶ δεήσεσι καὶ δικαιολογίαις καὶ δυσωπήσεσι. σοὶ δέ, τῷ τοῦ κόσμου φωστῆρι καὶ ἐμῷ βασιλεῖ– οἰκειοῦμαι γάρ σε τοῖς ἀγαθοεργήμασι– τῷ μετὰ θεὸν τὸν πρῶτον ὡς ἥλιον λάμποντι, ἀντιδοίη θεὸς τῆς εἰς ἐμὲ χάριτος τὰ ἀγαθὰ Ἱερουσαλήμ, τῆς ἄνω Σιὼν τὴν βασιλείαν, τὴν γῆν τῶν πραέων, τὰς ἀκηράτους μονάς. συναπολαύσαιέν τέ σοι αἱ βασιλίδες τοῦ κράτους καὶ συναπολαύσαις αὐταῖς τούτου καὶ μετ' αὐτῶν αὖθις βασιλεύσαις τὴν θείαν βασιλείαν καὶ ἀκατάλυτον.