Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes forenses et acta
Michael Psellusacta 3 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ὑπὲρ τοῦ νομοφύλακος κατὰ τοῦ Ὀφρυδᾶ. Ἀπέκειτό μοι μετὰ τῶν ἄλλων καὶ τουτονὶ δυστυχῆσαι τὸν λόγον, ὃν ὡς οὐδὲν ἄλλο δεινὸν μετὰ πολλῆς ἀνεδεξάμην βαρύτητος. τὸ γὰρ πρὸς ἄνδρα φαῦλον καὶ τοῦ μηδενὸς ἄξιον ὑπὲρ ἀνδρὸς ἀπολογεῖσθαι ἐκ διαμέτρου πρὸς ἐκεῖνον ἀντικειμένου ταῖς ἀρεταῖς καὶ τοσαύταις κεκοσμημένου ταῖς χάρισιν, ὅσων ἐκεῖνος ἐστέρητο, πόσης οὑκ ἂν εἴη δεινοπαθείας τῷ γράφοντι αἴτιον, ᾧ τὸ κρατῆσαι ἶσον τῷ ἡττηθῆναι ἐστί, καὶ ἀμφοτέρων ἡ ἀδοξία περίεστι; Ἀριστείδῃ μὲν γὰρ ὑπὲρ τῶν τεσσάρων ἀγωνιζομένῳ πρὸς Πλάτωνα δύναμιν ὁμοῦ τῷ λόγῳ καὶ εὐθυμίαν τῷ ῥήτορι ὁ φιλόσοφος ἐνεποίει, καὶ αὐτὸς ἀκκιζόμενος, οἷα δὴ δεινὸς ῥήτωρ, οὐκ ἔχειν φησὶ πᾶσι χρήσασθαι πρὸς τοιοῦτο διαγωνιζόμενος πρόσωπον· ἐκ δὲ ὑπὲρ αὐτοῦ Πλάτωνος, μηδὲ πρὸς Περικλέα ἢ Κίμωνα, ἀλλὰ πρός τινα λῆρον διαμαχομένῳ, οἷον ὁ τῆς ἱστορίας λόγος ὑπογράφει τὸν Κόροιβον, αὐτὸ δήπου τὸ ἀντιμαχόμενον πρόσωπον, τοῦ τε μὴ ἐρρῶσθαι τὸν λόγον, καὶ τοῦ μὴ προθυμεῖσθαι πρὸς τοῦτον, ὑπόθεσις ἀκριβὴς καὶ ἐξ ἐναντίου πρὸς Ἀριστείδην τῷ Πλάτωνι. Δι' ἃ μὲν οὖν μέχρι πολλοῦ δυσανασχετῶν τὸν παρόντα λόγον ἀνεδεξάμην, καὶ τὸν μέχρι τοῦ νῦν διατέτριφα χρόνον, ταῦτά ἐστιν· ἐπεὶ δὲ τοῖς πολλοῖς ἡ φλυαρία τοῦ λόγου σύνεσις ἔδοξε καὶ ἀτεχνία τοῦ γράψαντος ἁπλότης ἀληθινή τε καὶ ἀνεπιτήδευτος, κἀντεῦθεν ἡ βασκανία χώραν λαβοῦσα μετὰ συνηγόρων ἐπισυνέστη τῷ νομοφύλακι, δεινόν μοι ἄλλως ἔδοξε μὴ καὶ τῷ Πλάτωνι διὰ τὸν νέον ὡς ἀληθῶς Ἀριστείδνη βοηθῆσαι διακινδυνεύοντι, ὃς πολλοῖς τε ἄλλοις λόγοις καὶ μάλιστα τοῖς πολιτικοῖς τὴν ἡμετέραν πόλιν ἐκράτυνεν. εἰ μὲν οὖν εὐγνώμων ἅπας ἀκροατὴς ἦν, οὐδεμιᾶς ἔδει τῷ λόγῳ δυσχερείας καὶ ἀποδείξεως, ἀλλ' ἤρκει τὸν διαβαλόντα δηλώσαντι ἀπηλλάχθαι πραγμάτων. ὧν γὰρ ἡ δόξα ἀνοήτως ἐχόντων προείληπται, τούτων αὐτὸ δὴ τοὔνομα δηλωθὲν σαφὴς κατηγορία καὶ ἔλεγχος. ἐπεὶ δὲ οὐ ταῖς ὑπολήψεσι διδόασιν οἱ πολλοί, ἀλλὰ τοῖς τῆς διαβολῆς προσέχουσι ῥήμασιν, ἵνα καὶ μᾶλλον αὐτῶν τε τὴν βασκανίαν ἀβέβαιον καὶ τὸν ἡμέτερον λόγον προθυμότερον ἐργασώμεθα, μὴ τὸν Ὀφρυδᾶν δώσομεν εἶναι τὸν γράψαντα, τὸ ἀνόητον ἐκεῖνο γερόντιον, ἄλλον δέ τινα καὶ λόγου μετέχοντα καὶ τῶν πολιτικῶν ἀντεχόμενον καὶ τὸν προστησόμενον ἱκανῶς εἰδότα τῶν νόμων. Διατί οὖν, ὥσπερ τῶν στρατιωτῶν οἱ δειλότεροι, τὰ νῶτα τηρῶν ἔβαλε, τὸ δὲ συμμίξαι καὶ εἰς χεῖρας ἐλθεῖν, ὡς ἄλλο τι τῶν φοβερῶν, ἀπεδίδρασκε; τοῦτο γὰρ οὔτε θαρροῦντος, καὶ βασκαίνοντος τοῖς ἐπαινουμένοις. οὕτω γὰρ τοὺς τῶν λόγων ἀγῶνας εὑρίσκομεν, ὅσοι τε ῥητορικοὶ καὶ ὅσοι φιλόσοφοι. ἐγράψατό τις ἀδικημάτων τὸν δεῖνα· ἐπηκροάσατο πρῶτον ὁ δῆμος τοῦ λέγοντος, εἶτα ὁ φεύγων ἐπ' αὐτῷ τούτῳ ἀπελογήσατο. ἠλέγχετο Πρωταγόρας, ἀλλ' ἐπὶ πολλοῖς φιλοσόφοις καὶ ἐπὶ τοῖς αὐτοῖς ὁ συνδοξάζων ἐκείνῳ ἀπελογεῖτο Θεαίτητος. οὖτος ὁ νόμος κατηγορίας καὶ ἀπολογίας, κἀντεῦθεν ἡ ἀκριβὴς τῶν πραγμάτων δοκιμασία εὑρίσκεται. ὁ δὲ καινὸν εἶδος γραφῆς εἰς τὴν πολιτείαν εἰσήγαγεν, οἴκοι μᾶλλον καὶ ἐν παραβύστῳ τοξεύων· καὶ διώκων μὲν οὐδενὸς φεύγοντος, μόνος δὲ καὶ γράφων καὶ ἀποφαινόμενος καὶ παρ' ἑαυτῷ κριτῇ δοκιμάζων καὶ ἐγγράφων τὰ δόξαντα. Ἀλλ' οὐχ οὕτως ἔχει, ὦ βέλτιστε, οὐδ' ἐπὶ τῇ τοῦ διώκοντος δόξῃ τὰ τοῦ φεύγοντος ταλαντεύεται πράγματα, ἀλλ' ἐπὶ ταῖς τῶν δικαζόντων γνώμαις ἡ τῶν λεγομένων κεῖται ἀναφορά. ὁ δὲ τὴν κρίσιν τῶν δικαστῶν ἀπωσάμενος, ἑαυτὸν δὲ καθίσας ὧν διώκει κριτήν, δυοῖν, θάτερον, ἢ τὴν ἔμμιξιν δεδιὼς καὶ οὐ θαρρῶν τὸν ἀγῶνα, ἀλλὰ τοὺς τῆς ψευδολογίας ἐλέγχους φοβούμενος, αὐτόθεν τυγχάνει κατάκριτος, ἢ ἀνόητός ἐστι πάντη, τοῖς ἰδίοις πάθεσι διαιτᾶν οὐκ εἰδώς, ὡς δεκάσει πάντως τὴν κρίσιν, τὰ οἰκεῖα περιέπων γεννήματα καὶ ὡς ἀγάλμασιν ἐνατενίσειε ταῖς σκιαῖς. ἀλλ' Ἀπελλῆς μὲν καὶ Λύσιππος οἱ γραφεῖς τὴν ἑτέρου κρίσιν ἕκαστος εἰς τὰς οἰκείας παρεισῆγε γραφάς· οὔτε δὲ Λύσιππος ἑαυτῷ ἐν πᾶσιν ἐχρᾶτο, καὶ Ἀπελλῆς ἦν οὐδαμοῦ. ὅτι δὲ οὗτος ᾤετο καὶ τῶν πάντων πλέον ἐδόκει φρονεῖν, δῆλον ἐξ ὧν, τῆς περὶ τὸν νομοφύλακα ψήφου δοθείσης, καὶ πλείστων ὅτι δικαστῶν καὶ τῆς λοιπῆς λογιότητος ἐπισυνδραμόντων τῷ πράγματι καὶ συναινεσάντων τῇ ψήφῳ, οὐδεὶς οὔτε τῶν παρόντων οὔτε τῶν ἀπόντων ἄλλο τι παρὰ τὰ δόξαντα λέγειν ᾤετο δεῖν· τῶν γὰρ κρειττόνων ἡ μαρτυρία πρὸς ἑαυτὴν τὰς πάντων δόξας συνήθροιζε. Μόνος δέ, ὡς ἔοικεν, οὗτος ὁ ὑπερνέφελος, καὶ πλέον τι τῶν τοῦ Διὸς δέλτων εἰδώς, οὐρανῷ καὶ γῇ καὶ πυρὶ καὶ θαλάσσῃ τὴν ἑαυτοῦ γνώμην ἀντέθηκεν, οὐ δημοσίᾳ φωνήσας, τάχα γὰρ ἂν λάϊνον ἔδυ χιτῶνα κατὰ τὸν ποιητήν, ἀλλ' εἰς τὸν ὀπισθόδομον τοῦ θεοῦ γράψας τὰ δόξαντα, ἵνα καὶ γράψῃ καὶ λάθῃ γράψας· καὶ τάχ' ἂν ἔλαθεν εἰ μὴ τῆς χειρὸς ἡ ἀπισημασία, ὥσπερ τινὰ τυμβωρύχον ἢ ἱερόσυλον τὸν γράψαντα ὡς ἀτόπημα. εἰ δὲ μὴ θανὼν ἦν, καὶ εἰς δικαστήρια ἂν εἰσῆγον καὶ δίκας τῶν τετολμημένων ἀπῄτησα, ὅτι βασιλέως ἀνεῖλε ψῆφον ἢ ἀνελεῖν ἔσπευσε, καὶ τοῖς δοκιμάσασιν ἡμῖν τὸν ἄνδρα καὶ οὕτως ἐγκρίνασι τὴν ἐναντίαν ἐβάδισεν· οἷς γὰρ τῷ δοκιμασθέντι ἐμέμψατο, τούτοις κακίζει τοὺς δοκιμάσαντας. νῦν δὲ ὁ μὲν ἐκεῖθεν τιννύτω τὰς δίκας, τῆς ἀκολάστου γλώσσης φημί, οὐδὲν ἧττον ἢ Τάνταλος ὑπερτέλλοντα πέτρον φοβούμενος καὶ τιμωρίαν ταύτην ἐναέριον ὑφιστάμενος· ὁ δὲ λόγος ἐνταῦθα ἐξεταζέσθω, καὶ τῆς τοῦ πατρὸς ὀμφακοφαγίας ὑφιστάσθω τὴν αἱμωδίαν. Ἀλλ' ἡ μὲν εὐθύνη τοῦ λόγου ὀλίγον ἀναμεινάτω, τῷ δὲ περὶ τὸν νομοφύλακα λόγῳ ἐνδιατρίψωμεν, ὅν αἰσχυνοίμην ἀπολογούμενος ἢ σιγῶν, καὶ σιωπῶν ἢ συνιστάμενος. ἀμφότερα γάρ μοι ἀμφιδεξίως περίεστι, τὸ μὲν διὰ τὴν τοῦ γεγραφότος ἄνοιαν, τὸ δὲ διὰ τὴν περὶ αὐτὸν αἰδῶ καὶ ψυχικὴν πάλαι ἀνάκρισιν· ὃν ᾤμην μόνον ἐγὼ τὰς λαβὰς ἐκπεφευγέναι τῶν ὑβριστῶν, καὶ ἀνάλωτον εὑρεθῆναι καὶ αὐτοῖς τοῖς βασκαίνουσι, τὸ μὲν λόγῳ νικῶντα, τὸ δὲ αἰδοῖ χειρούμενον καὶ τῇ περὶ αὐτὸν κοσμιότητι. ὃν τί σὺ παθών, ἢ μᾶλλον ποίῳ συνελαθεὶς δαίμονι, κακῶς ἐπήρθης εἰπεῖν καὶ ἀλογίαν τῷ λόγῳ προστρίψασθαι, καὶ τῷ Ἑρμῇ μὲν τὸ ἀνόητον, τῇ δὲ μούσῃ τὴν ἀμουσίαν προσενεγκεῖν, ὃς γραμματικῆς μὲν πᾶσαν ἐξεπαιδεύθη φωνήν, ποιητικῆς δὲ τὸ ὑποκριτικὸν εἰς ἄκρον ἐξήσκησεν, ὀρθογραφίας δὲ οὐδενὶ παρεχώρησεν, ὁποτέρας βούλει εἴτε τῆς ἐν συλλήψει καὶ διαστάσεσι συλλαβῶν, εἴτε τῆς ἄλλης, ἢ νῦν μᾶλλον σπουδάζεται; ῥητορικῇ δὲ οὕτω τὴν γλῶτταν ἐνίσχυσεν, ἢ ῥητορικὴν τῇ γλώττῃ ἐκράτυνεν, ὡς μέχρι μόνου τοῦ βήματος ἁμιλλᾶσθαι τῷ ῥήτορι, τὰ δ' ἄλλα μηδὲν Φωκίωνος ἔχειν τὸ ἔλαττον, ὃς κἀκείνου κόπις ὠνομάζετο; εἰ δὲ καὶ τόνῳ δεῖ δοῦναι φωνῆς, οὐδὲ γὰρ τοῦτο ἀπαξιοῦται τῇ τέχνῃ, καὶ στροφῇ γλώττης εὐρύθμῳ, σὺ τάχα μόνον αὐτῷ πλησιάσειας, ὃς γε ἀργότερον μὲν ἢ τὸ θαλάσσιον κῆτος ἀνέχαινες, θέρους δὲ τὸ πνεῦμα κινήσας, χειμῶνος ἐποίεις τὴν προφοράν, ὥσπερ τινὰ μυλιαῖον λίθον βίᾳ τὴν γλώσσαν μετακινῶν, ἀνεῳγὸς δὲ πολλάκις τὸ στόμα ἐῶν, ὥσπερ τὰ ὄστρεια ταῖς ἡλιακαῖς ἀκτῖσι θαλπόμενα, καὶ εἴγε καρκῖνός τις ψηφίσι τὰς τῶν χειλέων συμβολὰς ἀπετείχιζε, μέχρι παντὸς ἂν ὤφθης χασμώμενος, καὶ τοῦτο μόνον τοῖς χερσαίοις θαλάττιος; Ἀλλ' ὁ νομοφύλαξ; οὐ παραβάλλων δέ σοι τοῦτον φημί– μὴ οὕτω φρενῶν ἐκσταίην– ᾧ καὶ τὸν βοῦν αἰσχυνοίμην, τῷ λόγῳ δὲ τὸ ἐνδέον ἐπισυνάπτων. Κατωνικῆς μὲν εὐτονίας οὐδὲν ἧττον ἰσχύει τῷ λέγειν, ῥητορικῇ δὲ εὐγλωττίᾳ πάντων μᾶλλον τῶν ἄλλων εὐδοκιμεῖ. ἀλλὰ μέχρι τοῦ σοφιστὴς εἶναι δοκεῖν προῆλθεν ἐν τοῖς μαθήμασι, καὶ τὴν μὲν γλῶσσαν ἐκάθηρε, τὸν δὲ νοῦν εἴασεν ἀβοήθητον. φιλοσοφία δὲ τοῦ νοῦ ἡ βοήθεια, ἧς τἆλλα μὲν εἰς ἄκρον ἐξεπαιδεύθη, ἀποδεικτικήν τέ φημι μέθοδον, καὶ φύσεως κατανόησιν, καὶ ὅσα κατὰ ταύτην κινεῖται, ἔτι δὲ μετεώρων κατάληψιν καὶ τῶν ὑπὲρ τὴν αἴσθησιν, τὴν διὰ νοῦ θεωρίαν, καὶ τἆλλα, ἵνα μὴ καθ' ἕκαστον λέγω οἷς ἐκείνη σεμνύνεται. τοῦτο δὲ μᾶλλον ταύτης τὸ μέρος θαυμάσας πρακτικὴν ἠγκαλίσατο, καὶ πρὸς τὸ ἦθος κέκτηται τὴν ἀναφοράν, καὶ κοσμεῖ τὸν ἐντὸς ἄνθρωπον τὸ νῦν συνάπτων ἀπὸ τῆς αἰσθήσεως. τοῦ δὲ μαθηματικοῦ ταύτης ἆρα μέχρις ἁφῆς, οὐχὶ δὲ τομῆς ἥψατο, ἵνα μαθηματικῶς καὶ αὐτὸς εἴποιμι περὶ τούτων τὸν λόγον ποιούμενος; οὐχὶ τὰ μὲν τῶν Εὐκλείδου κατέλαβε, τὰ δὲ ἐξεῦρε, τὰ δὲ ἀνεπλήρωσεν; εἰ δὲ μὴ αὐτὸς ταῦτα ἐπίστασαι, καινὸν οὐδέν, ὅς οὐδὲ γραμμὴν ὅ τί ἐστιν οἶδας, οὐδ' εἰ συνέστηκεν ἔκ τινων ἢ εἰς ἄπειρα τυγχάνει διαιρετή, πολλοῦ γε δέῃ ἑξαγώνου καὶ δεκαγώνου εἰδέναι πλευράν, καὶ ὡς ἰσοδυναμεῖ ταύταις τετραγωνιζομένη ἡ πεντάγωνος. ἀλλ' ἔγωγε οἶδα τοῦτον καὶ θεώρημα τῶν βαθυτέρων γραμμικῆς ἑρμηνεύσαντα, καὶ οἶδε τὸ ἑρμηνευθὲν Αἴγυπτος ᾗ παρεπέμφθη τὸ θεωρούμενον. ἢν δ' ὅπως τὰ ὅμοια τρίγωνα πρὸς ἄλληλα ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμιλικίτων πλευρῶν τοῦ διπλασίονος, ἄλλον τρόπον ἢ ὃν λέγεται τὴν ἐξήγησιν ἔχοντος. Τῆς δὲ σῆς πολιτικῆς τέχνης τῶν νόμων, ἢ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια, ὡς αὐτὸς οἶμαι, κομπάσειας, τῆς ἀλήπτου καὶ θείας, ἆρ' οὐχὶ μᾶλλον τῶν ἄλλων ἁψάμενος, εἰς τέλος ἀφίκετο, καὶ μᾶλλον αὐτὴν ἐκ τοῦ κατειλῆφθαι εἴ τίς ἐστιν ἔδειξεν, ἢ σὺ δὲ προσμαρτυρῶν ταύτῃ τὸ ἄληπτον; οὐ τῶν δικαστικῶν θρόνων δικαστικὸν ἐπλήρου ἀξίωμα, ἀντιπνέων ὑμῖν ἔστιν οὗ τοῖς δικάζουσι καὶ διερμηνεύων τῶν νόμων τὰ δύσφραστα, γράμμασί τε ἐγνωσμένα παραδιδούς, νόμιμον μὲν τὸν ἀποδεικνύμενον ἔχουσι, τὰ δὲ ἀποδεικνύμενα οἷα καὶ ἐξ οἵων συγκείμενα; οὐ πρὶν ἢ σὲ δύο ἢ τρία τῶν νόμων συνεῖραι κεφάλαια, τίτλους ὅλους οὗτος διὰ στόματος ἔφερεν, εὐφυῶς μὲν ἀπομνημονεύων, προσφυῶς δὲ ἑρμηνεύων, ὑπερφυῶς δὲ συμβιβάζων; ἀλλ' ὦ τί δ' ἂν εἴποιμί σε οὕτως ἔχοντα καὶ οὕτω μαινόμενον; οὐχὶ σὺ μὲν ὁ ἄριστα τοὺς νόμους εἰδὼς καὶ ἑρμηνεῦσαι τούτους δεινός, οὗ μᾶλλον ἔχρῃζε τὰ πολιτικὰ πράγματα, σὺν δικασταῖς ὁμοῦ σὺν ἄρχουσι καὶ βασιλεῦσι καταπεφρόνησο καὶ γῆς ἄχθος ἐλογίζου ἐτώσιον, ἀφορμὴ δὲ πᾶσιν ὑπέκεισο γέλωτος γελοιασταῖς καὶ μίμοις παιζόμενος, τὴν γένυν κνώμενος ἐπὶ πᾶσι, καὶ ταχὺ μὲν ἐπιλανθανόμενος, εἶτα καὶ ἐκπλήκτως σιγῶν ἐφ' ᾧ τὴν μνήμην ἀθροίσειας; οὗτος δὲ τἀναντία τούτων ὑπείληπτό τε καὶ ἕδρα, πρὸ τοῦ θρόνου τῶν θρόνων ἐπάξιος λογιζόμενος καὶ μετὰ τὸν θρόνον τοῦ προκαθέζεσθαι. ἁπτόμενος μὲν ὡς οὐκ ἄλλος τῶν πολιτικῶν ὑποθέσεων, τέμνων δὲ εἰς λεπτὰ καὶ διαιρῶν ἀκριβέστατα, νόμους τε πᾶσιν ἐπάγων οἰκείους προσφυεῖς. Ἀλλ' ὅτι ἐν ἀκμαίῳ τῷ σώματι καὶ πρὸ τῆς ἡλικίας ταῦτα κατώρθωσε, διὰ ταῦτά σοι καὶ νόμων καὶ τῶν ἄλλων μαθημάτων ἀποκεκήρυκται; σοὶ δὲ ἐν βαθεῖ γήρᾳ ποία μετουσία παιδεύσεως; τίς δέ σε τῶν πάντω ἔγνω, ὅσα ἐμὲ εἰδέναι, μετὰ τὴν λευκὴν τρίχα ῥητορεύσαντα ἢ φιλοσοφήσαντα ἢ λόγους γενναίους ἀπογεννήσαντα ἢ τισὶ συμπλακέντα διαλεκτικῶς ἢ ἀναμφίβολόν τι κατασκευάσαντα; εἰ δ' ὅτι τοὺς περὶ προικὸς μετὰ τὴν παρακμὴν ᾔδεις λόγους, διὰ τοῦτό σε τοῦ γήρως τιμήσομαι καὶ τὸν χρόνον λογίσομαι αἰτιώτατον τῆς παιδεύσεως; ὅτι μὲν γὰρ καὶ οὗτος μέγα μέρος συμβάλλεται τῷ μανθάνοντι, οὐδένα ἀντειπεῖν οἶμαι· οὐχ οὕτως δὲ ἔχει ἀεί, οὐδὲ πᾶσιν ὁ βαθὺς χρόνος ἀθρόα δίδωσι τὰ καλά, ἀλλά τι καὶ ἡ φύσις νεανιεύεται καὶ τοῦ χρόνου μᾶλλον κρατεῖ. Καὶ Σωκράτης γὰρ οὐκ ἐν γήρᾳ μόνον σοφός, ὅτε Θεαιτήτῳ ὡμίλει καὶ Τίμαίῳ, ἀλλὰ καὶ ἐν νεότητι, ὅτε Ζήνων Παρμενίδῃ παρεγένετο, καὶ τῶν περὶ τῶν ἰδεῶν λόγων ἐπακροώμενος, θαυμασίως ἀντέπιπτε καὶ τῶν γερόντων ἐπελαμβάνετο. καὶ αὐτὸς δὲ ὁ Νεοθεαίτητος πολὺ κρείττων τῷ φιλοσόφῳ τῶν μακροὺς ἐχόντων τοὺς πώγωνας ἐλογίζετο. ἀλλ' ὅπερ παίζων ὁ Πλάτων φησίν, ὁ τῆς ψυχῆς κηρὸς αἴτιος· ἔστι γὰρ ἐν ἑκάστῳ κηρὸς ὥσπερ τύπους δεχόμενος τὰ μαθήματα. οὐκ ἀκούεις τοῦ ποιητοῦ, κῆρα πολλάκις τὴν ψυχὴν λέγοντος, ἵνα τι καὶ αὐτὸς προσπαίζω μικρόν, ὅπερ ἀπὸ τοῦ κηροῦ παραχθείη πόθεν καὶ ἄλλοθεν; ἀλλ' οὗτος οὐ πᾶσιν ὁμοίως ὑπόκειται, ἀλλὰ τοῖς μὲν ὑγρός ἐστι καὶ εὐδιάλυτος, τοῖς δὲ στερρός τε καὶ συνεστηκώς, τοῖς δὲ ἀπεσκλήρωται καὶ πρὸς ὁντιναοῦν τύπον ἐστὶν ἀνένδοτος. οἱ μὲν οὖν τὸν ὑγρὸν λαχόντες κηρὸν ῥᾳδίως ἐντυποῦνται τὴν παίδευσιν, οἱ δὲ τὸν συνεστηκότα, τούτων μὲν ἔλαττον, μέγα δὲ μέρος τούτοις ὁ χρόνος ἐστὶ πρὸς ἀνάληψιν· οἱ δὲ τὸν τρίτον, μεθ' ὧν σε αὐτὸς τάττοιμι, κτήνεσιν ὅσον εἰς παίδευσιν ἀπεικάζονται, μήθ' ὑπὸ χρόνου μήθ' ὑπὸ φύσεως βοηθούμενοι. τί οὖν, εἰ ὁ μὲν τὸν ὑγρὸν ἔχων κηρόν, ῥᾳδίως τοὺς τῆς παιδεύσεως λόγους ἐδέξατο, δεχομένης τῆς φύσεως ὁμαλῶς τὰ μαθήματα, σὺ δὲ τὸν σκληρόν τε καὶ ἄτμητον, μέχρι παντὸς ἀδιατύπωτος ἔμεινας, εἰ μή που ἐπιπολαίους τινὰς κατεγράφης γραμμάς, οἷά τινός σοι πέτρας ἐπὶ ποσὸν κοιλανθείσης τῆς φύσεως πρὸς τὴν πολυήμερον τῆς ἀναγνώσεως ἐνδελέχειαν; Εἰ οὖν σὺ μὲν δι' ἀμβλύτητος ὄψεως οὐδέποτε ταῖς ἡλιακαῖς αὐγαῖς ἐνητένισας, χρόνῳ δέ τινι καὶ μεθόδῳ βραχεῖάν που κατιδεῖν ἀκτῖνα ἐνίσχυσας, ὁ δὲ διὰ ῥώμην τοῦ ὀπτικοῦ πνεύματος ὅλον ἐκ τοῦ εὐθός τὸν ἥλιον εἰσεδέξατο, οὐ διὰ τοῦτο μᾶλλον ἐπαινετέος καὶ τημτέος τῆς φύσεως, ἢ καικίζοιτ' ἂν ὅτι μή σοι ἀπεικάζετο, καὶ τοῖς σοῖς κρίνεται πάθεσι παρά σοι τῷ πεπονθότι κριτῇ. τί δὲ μὴ καὶ Σωκράτην κακίζοις, μᾶλλον τοῦ τῆς φιλοσοφίας τὸν κορυφαῖον ἀποβάλλεις καιροῦ, ὃς τὰ πλεῖστα τῶν μαθημάτων, μᾶλλον δὲ πάντα νέος ὢν ἀνελέξατο; Ἀριστοτέλην δὲ οὐκ ἀκούεις τὸν παρὰ Πλάτωνι νοῦν, ὅτε τῆς ἐν Ἀκαδεμίᾳ μετεῖχε σχολῆς αὐτῷ Πλάτωνι ἀντιλέγοντα, ὃν καὶ πῶλον διὰ τοῦτο χαριεντιζόμενοί τινες κατωνόμαζον; ἀλλ' οὐ δήπου διὰ τὸν χρόνον οὐκ ἐγκριτέος ὁ ἀνὴρ τῇ φιλοσοφίᾳ, προκριτέος δὲ μᾶλλον καὶ τῇ φύσει πολλὰ χαρίσαιτο, ὅτι παιδόθεν αὐτὸν ἐνηγκαλίσατο, ἀλλ' οὐδὲ τῶν συγγραμμάτων αὐτοῦ, ἃ μὲν ἐν γήρᾳ ἐξενηνόχει ἰσχύει καὶ κρατεῖ, ἃ δὲ ἐν ἀκμαζούσῃ τῇ ἡλικίᾳ ἀπαράδεκτά τισι διὰ τοῦτο γεγόνασιν, οὐδὲ Πορφυρίῳ καὶ Πρόκλῳ τοῖς Πλατωνικοῖς εὐθυνόμενα, τῷ χρόνῳ φαίνοιτ' ἂν ἐγκρινόμενα ἢ ἐλεγχόμενα, ἀλλὰ τῷ λόγῳ καὶ τῷ μὴ ὀρθῶς ἔχειν ἢ κατ' ὀρθὸν φέρεσθαι. Ζωροάστρην δὲ ποῦ θήσεις τὸν Αἰγύπτιον ἢ Ἑρμῆν τὸν Τρισμέγιστον, οὓς καὶ φασὶν αὐτοδιδάκτους γενέσθαι, τῆς ψυχῆς μόνης ὥσπερ ἔκ τινος κεκρυμμένης φλεβὸς ἀναστομωσάσης αὐτοῖς τὰ μαθήματα; ἀλλ' οὐ δ' αἱ μακρόβιοι νύμφαι, εἰ δεῖ πιστεύειν τῷ Πλάτωνι, δι' ἃς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ τοῦ ἀνθρώπου ὅρῳ προστέθειται, διαδόσιμον ἔσχον τὴν γνῶσιν ἑτέροις σοφοῖς ὁμιλήσασαι, ἀλλ' Ὁμηρίδας ὅ φασιν αὐτοφυεῖς αὐτὰς γεγενῆσθαι. Ἀλλ' οὐ δεκτέα σοι ταῦτα, καὶ διὰ τοῦτό σε καὶ πάλιν γελάσομεν, τὸ καλόν γέννημα ἀντί σου τοῦ πατρὸς θυμῆρες καὶ ψυχαγωγὸν ἔχοντες, ἔοικε γάρ σου τῷ χαρακτῆρι καὶ ὡς ἀληθῶς τοῦ πατρός ἐστιν. ἢ τε γὰρ συνθήκη τῶν λέξεων– πῶς γὰρ ἂν ἄλλως εἴποιμι, βαβαὶ τῆς ἀναρμοστίας καὶ τῆς τραχύτητος– ἥ τε τῆς φράσεως ἑρμηνεία, ὡς λίαν δυσαχθής τις καὶ γεηρά, καὶ τοῖς παρείοις προσεοικυῖα παρὰ πολὺ ὄφεσι, παχεῖ τῷ ὁλκῷ κινουμένη καὶ ἐπαχθεῖ λίαν τῷ ἐπισύρματι, ὡς λίαν δὲ καὶ τοῖς σχήμασι κεκαλλώπισται. Ἑλλήνων παῖδες μὴ μέγα φρονείτωσαν τὴν ὕλην εὑρόντες ἢ ἀναπλάσαντες, καὶ μόνην ἄποσον, ἄποιον, ἀνείδεόν τε καὶ ἀσχημάτιστον ἀποφήναντες, καὶ μὴ ὂν μέν, ὂν δὲ ὅμως, τὸ μὲν κατὰ τὴν ἐντελέχειαν, τὸ δὲ κατὰ τὴν ταύτης πρόοδον. ἰδοὺ γὰρ αὐτομάτως ἑτέραν ἡμῖν ὕλην ἔδειξεν ὁ καιρός, τὸ τοῦ ὑβριστοῦ σύγγραμμα, ὕλην ὡς ἀληθῶς καὶ ὑλώδους νοὸς ὑλικώτερον γέννημα, ἰδέας ἄτερ καὶ σχήματος καὶ μορφῆς ἀλλότριον τεχνικῆς. πῶς ἄν σου τὸ καλὸν ἐκφράσαιμι φρόνημα, μᾶλλον δὲ πῶς ἂν τὴν τούτου ἀκοὴν διαφύγοιμι, ἐκ διαμέτρου μὲν τοῖς σειρηνίοις ἔχουσαν μέλεσι, τὸ δ' αὐτὸ ἀποτέλεσμα; αἱ μὲν γὰρ τῷ ἠδεῖ διαφθείρουσιν, ἡ δὲ τῷ ἀηδεῖ θανατοῖ τὸν ἀκροατήν· ὄνειος γάρ τις ὡς ἀληθῶς ἐστιν ὀγκηθμὸς ἢ εἴ τι βαρυθυμότερόν τε καὶ ἐπαχθέστερον. Ἑρμογένης μὲν οὖν ὁ ῥήτωρ τὴν ῥητορικὴν τέχνην διοργανούμενος, παραδείγματι πανταχοῦ τοῦ πῶς δεῖ ταῖς τέχναις ἢ τῖς οἰκονομίαις κεχρῆσθαι, τῇ Δημοσθένει ἐχρήσατο. ἐγὼ δέ, εἰ μὴ φορτικὸς ὑμῖν, ὦ νέοι, δόξαιμι τῷ τεχνικῷ ἀντεπιδεικνύμενος, ῥητορικὴν μὲν ἑτέραν ἐκθήσομαι, παράθειγμα δὲ καινὸν ὡς ἀληθῶς τοῦ πῶς δεῖ γράφειν τὸν τούτου λόγον ἐκθήσομαι, ἵν' ἔκ τε τῆς θέσεως τῶν Δημοσθενικῶν παραδειγμάτων, ἔκ τε τῆς ἀναιρέσεως τῶν τοῦ Ὀφρυδᾶ παραληρημάτων, ἄριστα ὑμῖν προΐῃ τὰ τῆς μαθήσεως. Εἰ δέ τις οὕτως ἔχων φύσεώς τε ὁμοῦ καὶ μαθήσεως, συγγράμματά τινα κατὰ Δημοσθένους συντίθησι– δότε γάρ μοι πρὸς τὸν καιρόν τι φθέγξασθαι, ὅτε καὶ τὸν Αἰσχίνην ἐρευνήσαντες οὐχ εὑρήσομεν– οὐ παράφορος ὡς ἀληθῶς καὶ μαινόμενος; ἀλλ' εἰ μὲν τῶν ἄρτι ἀκμαζόντων ὁ συγγραφεὺς ἦν, συγγώμην ἂν διὰ τὸν χρόνον δεδώκαμεν· ἐπεὶ δὲ τῶν καταλυσάντων ἐστί, τὸ φιλότιμον αὐτὸς καταλελυκώς, οὐδὲ γὰρ προσεκτήσατο, οὐκ εἰς βάραθρον ὠθῆσαι χρεών; καὶ εἰ μὲν τοῖς πολιτικοῖς ἐξητάζετο πράγμασιν, εἶτα οἷα εἰκός, ζήλῳ τοῦ ἀντιτέχνου διαφιλοτιμούμενος τοῖς τοιούτοις ἑκέχρητο λόγοις, οὐκ ἄν τις ἴσως κατέκρινεν ἢ οὐ πικρῶς ἐχαλέπηνεν. Ἐπεὶ δὲ πόρρω καὶ νόμων καὶ δικαστηρίων, ὡς μέχρι τινὸς ἐδόκει, πεποίηκας ἑαυτὸν καὶ τοῖς καθ' ἡμᾶς Ναζιραίοις φέρων ἑαυτὸν συνηρίθμησας, ἔπειτα ὥσπερ νὺξ ἀρξάμενος τῶν πολιτικῶν βασκαίνων ἑάλω, καὶ γραφὰς, ἐξενηνοχέναι ὕβρεων καὶ βασιλικοῖς ἀντιπίπτειν θεσπίσμασιν, οὐκ ἄν τις εὖ φρονῶν καὶ ἐν εἰδώλῳ καὶ σκιᾷ τιμωρήσαιτο, ὕβρεσι πλύνων καὶ ἐπεγγελῶν καὶ εἰκότα ἀντισυγγράφων; εἰς ταῦτά σου τὸν νοῦν οἱ περὶ Σισόην καὶ Ἀγάθωνα προετρέψαντο; ταῦτά σε οἱ ἐν τῇ σκήτει καὶ ἐν τῷ Σινᾷ ἐξεπαίδευσαν μοναχοί; ὧν σὺ τὴν ἀναχώρησιν μιμησάμενος, τὸν βίον οὐ παρεζήλωσας, μᾶλλον δὲ ἐκεῖνον μὲν ἔπαιξας ἀκριβῶς, ἀλλ' οὐκ ἀκριβῶς τοῦτον δὲ ἐμίσησας; οὕτως ὁ τοῦ κυρίου παιδευόμενος; ὁπότερον βούλει, εἴτε τὸν τῆς σκιᾶς εἴτε τὸν τῆς ἀληθείας, προσθήσω δὲ καὶ τρίτον τουτονὶ τὸν πολιτικόν· ὧν ὁ μὲν οὐχ ὑβρίζειν ὅλως ἐᾷ, ὁ δὲ καὶ πλέον προστίθησιν, ὥσπερ κἂν τοῖς ἄλλοις εἴωθεν, ὁ δὲ καὶ προστιμᾶται τὸν ὑβριστὴν. σὺ δέ γε, ὦ λῷστε, καὶ τὴν μίαν σιαγόνα τυφθείς, ἀντιπαρέσχες καὶ τὴν ἑτέραν τῷ παίοντι ἢ παρεκάλεσας ὑβρισθεὶς ἢ βλασφημηθεὶς ἀντευλόγησας; ὥστε καὶ ὕβρεως ἄρχῃ, καὶ οὐδὲ νεώτερος ὤν, ὅ φησιν ὁ ποιητὴς αἰνιττόμενος, ἀλλ' ὑπὲρ τὴν γηράσασαν ἔλαφον, καὶ ταῦτα πρὸς οὐ διενεχθέντα σοι πώποτε, οὐκ ἐν δίκαις, οὐκ ἐν βουλαῖς, οὐκ ἐν κοινοῖς, οὐκ ἐν ἰδίοις. οὐδὲ τοῦτο μὲν γὰρ ἀκατηγόρητον, εἶχε δέ τινα ὁ λόγος ἀπολογίαν. Ὅθεν δῆλον ὡς τοῦ θρόνου τούτῳ ἐβάσκηνας, καὶ τῆς κοινῆς κρίσεως καὶ τῆς ὑπέρ σε εὐδοκιμήσεως. ἐβούλου γὰρ αὐτὸς προκαθήσθαι τοῦ βήματος, καὶ τὴν νομικὴν ἐπιδείξασθαι τέχνην, ὅση τε καὶ ἥτις ἐστίν. ὡς λίαν ἀτυχῶ εὐτυχῶν, ὅτι δε μὴ προκαθήμενον εἶδον, ἐν ταὐτῷ δὲ καὶ παιζόμενον οἷα μαινόμενον. ὁ γὰρ τῆς μιᾶς πολλάκις λέξεως ἀπολύων τὸ ἥμισυ, καὶ τοὺς οἴκοθεν λογισμοὺς οὕς πολλάκις διεμελέτησας προφέρειν ἀδυνατῶν, τί ἂν ἐποίησας αἰτίας τῶν κεφαλαίων καὶ λογισμοὺς ἀπαιτούμενος καὶ ἀντινομιῶν συμβιβάσεις, καὶ ταῦτα μὲν ἐπ' οὐδεμιᾶς ἀναβολῆς, ἀλλ' ἐν αὐτοῖς τοῖς ζητήμασιν; οἶδ' ὡς ἀνέχαινες μὲν ἂν πολλάκις, προήνεγκας δὲ οὐδὲν πλὴν τοῦ πνεύματος. ἀλλ' αὖθις ἀτυχήσας εὐτύχησα, ὅτι μὴ κρίσις τοῦ ἐμοῦ βασιλέως ἠλέγχθη τοῖς πράγμασιν, οἷα δὲ καὶ τὰ τοῦ λόγου. νῦν γὰρ αὐτὸς εὐθυνέσθω, ὃς βασιλέως ἐπαγγειλάμενος ἔπαινον, καὶ τοῦτον ὑπόθεσιν ἑαυτῷ προστησάμενος, αὐτῆς τε τῆς ἐπαγγελίας πάσης μικροῦ δεῖν ἐπελάθετο, καὶ ψόγον ἀντ' ἐγκωμίου παρὰ τὴν ὑπόσχεσιν ἐξηρεύξατο. ὡς λίαν τοὺς ῥητορικοὺς νόμους ἠκρίβωσας καὶ μετὰ δεινότητος ἅπτῃ τῶν ὑποθέσεων· λεληθότως τε καὶ ὁμαλῶς μεταβαίνεις ἀφ' ἑτέρων εἰς ἕτερα καὶ μάλιστα ἔνθα. καί τις δεινὸς ἀντικρούσειεν ὡς κατηναγκᾶσθαι δοκεῖν ὑπὸ τοῦ λόγου, καὶ οὐχὶ οἰκείαν εἶναι ὁρμὴν τὴν μετάβασιν. ὅς γε τοὺς ἐπαίνους ἀφείς, οὐδὲν δέον ἐπὶ τοὺς ψόγους χωρεῖς, μὴ προοικονομήσας τὴν εἰσβολήν, μὴ προκαταστησάμενος, μὴ διηγητικὸν προοίμιον, προστησάμενος, ἀλλ' εὐθὺς ἀπὸ τῆς ἑῴας εἰς τὴν ἑσπέραν τραπείς, ὡς μὴ δεηθῆναι μεσουρανήσεως; πῶς δέ σε καὶ τοῦτο διέλαθεν ἐν μέσῳ προκείμενον, ὡς διὰ μέσου τοῦ νομοφύλακος ὁ ψόγος πρὸς τὸν ψηφισάμενον ἀναφέρεται; εἰ μὲν γὰρ ἄνευ ψήφου καὶ συναινέσεως, οἷα δὴ τύραννος οὗτος πολιορκήσας τὰ κοινά, τοῦ διδασκαλικοῦ θρόνου ἐκράτησεν, εἶχεν ἄν σοι λόγον ὁ λόγος. ἐπεὶ δὲ μᾶλλον οὗτος ἐτυραννήθη– δεδόσθω γὰρ οὕτω λέγειν τοῦ βασιλέως καταναγκάσαντος– οὐ μᾶλλον ἐκείνου ὁ ψόγος ἢ τοῦ νομοφύλακος ἅπτεται; ἐγκωμιάζεται δέ τις ἐξ ὧν αὐτὸς πεποίηκε μάλιστα ἢ ἐξ ὧν ὁ πατὴρ ἢ ὁ πάππος εἰργάσαντο; δῆλον γὰρ ὡς ἐκεῖνα μὲν φιλοτομίας ἔχει τοῦ γένους, ταῦτα δὲ αὐτὸν καθ' ἑαυτὸν τὸν ἐπαινούμενον δείκνυσι. Συλλόγισαι οὖν, σὺ γὰρ αἴτιος τοῦ συλλογισμοῦ, οἷά σοι ὁ αὐτοκράτωρ καθύβρισται. τί δέ σοι καὶ ἡ πολλὴ φλυαρία τοῦ λόγου βούλεται, καὶ ἡ ἄλογος ἐκείνη σκηνή, ἣν τελεστικῶς καὶ μυστηριωδῶς τῷ λόγῳ συνέπηξας; τίς ἡ προσαγομένη μήτηρ ἄνευ τοῦ σχήματος καὶ τὸ ἀρτιγενὲς βρέφος, ἣν αὐτὸς τῷ λόγῳ ἐμαίευσας, καὶ ὁ καινὸς δρόμος, καὶ ἡ τῆς τεκούσης ὑπόληψις, καὶ τἆλλα τῶν ληρημάτων ἃ μόνος αὐτὸς ἐξήγησαι ὁ καινὸς τῷ ὄντι δραματουργός; ἐγὼ δὲ κλείσω τὰ ὦτα, ὡς μὴ φλυαροῦντος ἐπακροᾶσθαι. ἀλλὰ ταῦτα μὲν ἐατέον ὡς δεῖ μὴ ληρεῖν, ὡς ληρῳδίας πάσης ἐπέκεινα· ἐπὶ δὲ τὸν θαυμάσιόν σου ἰτέον συλλογισμόν, ὃν κὶ σφραγίδα τοῦ λόγου πεποίηκας. εἰ μὲν γὰρ ὁ νομοφύλαξ, φής, λόγοι ἀνθρωπίνοις καὶ τῇ κοινῇ φύσει οὐχ ὑπόκειται, ῥᾳδίως τοὺς νόμους μεμαθηκώς, ὁ δὲ σαρκωθεὶς λόγος ὑπόκειται πλάσιν δεξάμενος καὶ μορφήν, ἄρα, καὶ πάλιν αὐτὸς εἰπὲ τὸ συμπέρασμα, τοῦ θεοῦ μείζων ὁ νομοφύλαξ καθέστηκεν, ὁ ὑπὲρ φύσιν τοῦ κατὰ φύσιν. ἆρ' οὖν, ὦ βέλτιστε, καὶ πᾶν ὃ τὴν φύσιν ἐνίκησε, τοῦτο καὶ τὸν σαρκωθέντα ὑπερηκόντισε; ὥρα οὖν σοι ἐπανιστᾶν τὴν κτίσιν τῷ κτίσαντι, μᾶλλον δὲ ὑπερανιστᾶν τε θάλασσαν διαιρουμένην διχῆ, καὶ ἱσταμένην τὴν ῥύσιν οἷα τειχίον, ποταμὸν ἐπαναστραφέντα, πῦρ λεπτούμενον ἁπτόμενον σώματος, φυλάττον δὲ τοῦτο ἀδάπανον, ἀκρότομον πέτραν ὕδωρ πηγάζουσαν ἄφθονον, καὶ ξύλῳ γλυκαινομένην ὑδάτων πικρίαν, καὶ τούτῳ αὖθις ἑλκόμενον σίδηρον. εἰ οὖν παρὰ φύσιν μὲν ἵστατο τὸ ῥυτόν, καὶ ὁ ποταμὸς ἀνεστρέφετο, καὶ ἡ τοῦ πυρὸς φύσις οὐκ ἔφλεγε, καὶ ἡ ἀκρότομος τὰς πηγὰς ἠφίει, καὶ τὸ ξῦλον ὧδε μὲν τὴν πικρίαν ἐγλύκαινεν, ἐκεῖσε δὲ τὴν βαρεῖαν φύσιν ἐκούφιζεν, ὁ δὲ σαρκωθεὶς λόγος κατὰ φύσιν ἐμορφοῦτο καὶ διεπλάττετο ὑπὲρ ἐκεῖνα, σοὶ δὲ λογιζέσθω ἡ βλασφημία, τὰ τὴν φύσιν νικήσαντα κτίσματα. ἀλλ' οὐθ' ὃ τὴν φύσιν ἠγνόησε τοῦτο καὶ τὸν τῆς φύσεως ὑπερῆρε δημιουργόν, οὐθ' ὁ νομοφύλαξ τοὺς ὅρους ὑπερανέβη τῆς φύσεως. οὐ γάρ, εἰ ὁ μὲν μᾶλλον τῶν μαθημάτων ἀντιλαμβάνεται ὀξεῖαν ἔχων τὴν νόησιν, ὁ δὲ ἧττον ἀμβλυώπως πρὸς τὰς μαθήσεις ἐρχόμενος· παρὰ τοῦτο ὁ μὲν οἶδε τὴν φύσιν, ὁ δὲ ταύτην ἐνίκησεν. ἀλλ' ὁ μὲν λεπτοτέραν ταύτην ἐκτήσατο, τοῦ φανταστικοῦ πνεύματος ἀερώδους ὑποκειμένου αὐτῷ, ὁ δὲ παχεῖαν αὐτὴν ἐδυστύχησε καὶ περιττότερον τον ἐγκέφαλον. τοῦτο γὰρ ὐπὲρ φύσιν, ὦ βέλτιστε· τοῦτό ἐστιν ὅταν ὡς ἐν εἰκόνι τῶν ἐπ' εὐθείας φερομένων σωμάτων, τὸ μὲν κάτω πεφυκὸς φέρεσθαι μετεωρισθείη πως πρὸς τὸ ἄναντες ἐξ οἰκείας ἀρχῆς, τὸ δ' ἄνω λαχὸν τὴν κίνησιν, οὕτω πάλιν κατενεχθείη. εἰ δὲ τῶν ἄνω φερομένων ἢ κάτω, τὰ μὲν μᾶλλον ἄνω ἢ κάτω κινεῖται, τὰ δὲ ἣττονα αὐτὸ τοῦτο ἐνεργεῖ. οὐ παρὰ τοῦτο, τὰ μὲν τὴν φύσιν οἶδε, τὰ δὲ ἠγνόησεν· ἀλλὰ παρὰ τὴν φύσιν, τὰ μὲν μέχρι τινὸς ἵσταται βαρυνόμενα, τὰ δὲ ἐπὶ τὸ κέντρον ἐλθεῖν ἐπείγεται· καὶ τὰ μὲν ὅρον τῆς ἑαυτῶν κινήσεως τὴν τοῦ ἀέρος σφαῖραν ἐπίσταται, τὰ δὲ πρὸς τὸν αἰθέρα ἐπείγεται. Εἰ μὲν οὖν τῆς καθ' ἡμᾶς φύσεως τὴν γνῶσιν ἐχούσης διὰ μαθήσεως, ὁ νομοφύλαξ ἄνευ ἐκείνης ταύτην ἐκτήσατο, τὸ ὑπὲρ φύσιν αὐτῷ προσμαρτυρῶ καὶ αὐτός· εἰ δὲ νοῦν εὐτυχήσας ὀξύν, ὀξέως τὴν παίδευσιν ἀνελέξατο, παρὰ τοῦτο δώσω τούτῳ τὸ ὑπὲρ φύσιν, ὅς γε μᾶλλον τὴν φύσιν ἔσχηκε συνεργήσασαν. ἀλλ' ὑπὲρ φύσιν μὲν αὐτὸν ἂν εἴποιμι, τὴν σὴν δὲ καὶ οὐχὶ τὴν ἐμὴν ἴσως, εἰ δὲ καὶ τὴν ἐμήν, ἀλλ' οὐχὶ καὶ τὴν κοινήν; σὺ δὲ ἀμούσως πάνυ καὶ ἀμαθῶς τόν τι τῶν ὑπὲρ φύσιν οἰκονομουμένων νικήσαντα καὶ τὴν φύσιν αὐτὴν συμπεραίνῃ νενικηκέναι ἢ καὶ αὐτὸν τὸν πλάστην τῆς φύσεως. καὶ καινὸν οὐδὲν λέγεις, ὅς γε μὴ ὅ τι φύσις ἐστὶν ἐπίστασαι, πότερον ἡ ὕλη ἢ τὸ εἶδος; ὅ τι κυρίως τὸ εἶδος; ἐντεῦθεν γὰρ ὁριζόμεθα· καὶ πότερον τὸ φυσικὸν ἢ τὸ τεχνητόν; ὅ τι τὸ φυσικόν, ἐπὶ γὰρ τοῦ λοιποῦ ἡ ὕλη μᾶλλον ἔχει τὸ κῦρος· καὶ ὅ τι ἀρχή ἐστιν ἠρεμίας τε καὶ κινήσεως· καὶ τἆλλα τῶν Ἀριστοτέλους φυσικῶν θεωρημάτων, ἃ μηδὲ ψιλῶς οἶμαι ἀκηκοέναι σε πώποτε. τί δὲ βούλεται καὶ ἡ καινὴ σύγκρισις, ἄλλου πρὸς ἄλλο παραβαλλομένου καὶ οὐ κατὰ λόγον συγκρίσεως; εἰ γὰρ ὁ μὲν νομοφύλαξ ὑπὲρ φύσιν ἐστί, μὴ διὰ πολλοῦ χρόνου τοὺς νόμους μεμαθηκώς, ὁ δὲ τοῦ θεοῦ νἱὸς κατὰ φύσιν πλασθεὶς ἅμα καὶ μορφωθείς, ἄρα τι συμπεραίνεται; ἔδει γὰρ οὕτως εἰπεῖν· εἰ ὁ μὲν διὰ πλείστου, ὁ δὲ δι' ἐλαχίστου πάνυ· ἤ, εἰ μὴ οὕτως, ἐκείνως. εἰ ὁ μέν, ἐπλάσθη, ὁ δὲ αὐτομάτως μεμόρφωτο· ἢ γὰρ τὴν πλάσιν πρὸς τὴν πλάσιν ἐξέταζεν ἢ τὴν μάθησιν πρὸς τὴν μάθησιν. εἰ δὲ μή, ἀντισυλλογίσομαί σοι ἐγὼ κατὰ τὴν σὴν πρόθεσιν· εἰ ὁ κύριος πλαττόμενος μὲν καὶ μορφούμενος οἶδε τὴν φύσιν, συλλαμβανόμενος δὲ καὶ γεννώμενος οὐκ ἐπίσταται, ὑπὲρ φύσιν ἅμα ὁ αὐτὸς καὶ κατὰ φύσιν ἐστίν, ἀλλ' οὐχ ἅμα ἤτοι κατὰ ταὐτό, ἀλλὰ κατ' ἄλλο καὶ ἄλλο. Εἰ μὲν οὖν δείξεις ὡς ὁ μὲν νομοφύλαξ πρὸ τῆς πολιᾶς τὴν γνῶσιν τῶν νόμων ἐπήνθησεν, ἡ δὲ αὐτοσοφία καὶ βραδεῖα πως πρὸς τὴν μάθησιν ἀπαντήσασα ἐν ἐσχάτῳ γήρει μόλις κατέλαβεν, οὐδ' οὕτω μὲν νικήσεις. ἐγὼ γὰρ αὖθις τὸ μᾶλλον καὶ ἧττον τῆς φύσεως· ὅμως δέ σοι τὰ τῆς συγκρίσεως ἔρρωται. εἰ δ' ἐστένωτό σοι τὰ τῆς ἀποδείξεως, πῶς οὐχὶ πλατεῖά μοι ἡ νίκη ἐστίν; εἰ δὲ τριακονταετὴς βεβάπτισται, πρὸ τοῦ βαπτίσματος δὲ τὸ ἱερὸν κατέχων ἐδίδασκεν, ὅτε καὶ παρὰ τῆς μητρὸς ζητούμενος οὐχ εὑρίσκετο, πῶς οὐχὶ πρὸ τῆς τοιαύτης ἡλικίας τὴν γνῶσιν ἔχειν ἀποδεικνύμενος, παρά σοῦ τε τὸ κατὰ φύσιν προσμαρτυρούμενος, αὐτὸ τοῦτο προσμαρτυρήσειε καὶ τῷ νομοφύλακι, ὃς καὶ τὸν χρόνον τοῦτον ὑπερανέβη; καὶ εἰκός γε, ὦ βέλτιστε, ἐλευθεριωτέραν γὰρ τὴν φύσιν καὶ κατὰ ἀνθρώπινον ὁ Χριστὸς ἔσχηκεν. Εἴτε οὖν τὸ ὑπὲρ φύσιν συγχωρηθείη τῷ νομοφύλακι, ἄλογον τὸ συμπέρασμα· οὐ γὰρ διὰ τοῦτο τοῦ τῇ φύσει δουλεύσαντος δι' οἰκονομίαν ὑπερανέστηκεν, εἴτε μὴ τοῦτο δοθείη, ἔτι γε μᾶλλον ὁ ἄτεχνός σοι συλλογισμὸς διαπέπτωκε, καὶ ἐξ ὑπερδεξίων ἑκατέρωθεν βέβληται. ἀμφιβόλου δὲ καὶ τοῦ περὶ τῆς πλάσεως ὄντος λόγου, καὶ πλείστων λογίων καὶ μάλιστα τῶν τοῦ πνεύματος ἐνταῦθα διαμφισβητησάντων, καὶ τῶν μὲν τοῖς κατὰ μικρὸν δεξαμένων πλάσιν καί διαμόρφωσιν, τῶν δὲ τὴν ἀθρόαν καὶ ἄμεσον. εἰκὸς γὰρ μὴ τοῖς πέρασι μόνον, ἀλλὰ καὶ τῇ μεσότητι τὴν φύσιν ὑπεραναβῆναι τὸν κύριον καὶ τὴν τοῦ πρώτου Ἀδὰμ μιμήσασθαι σύστασιν. ἐπεὶ δὲ καὶ δι' ἐκεῖνον ἐχρημάτισε δεύτερος, διατί σὺ τὸ τοῖς θεοφόροις πατράσιν ἀμφιβαλλόμενον ὡς κοινὴν ἔννοιαν παρεδέξω καὶ ἀναμφίβολον, καὶ τὸν σὸν ἐντεῦθεν συλλογισμὸν κρατύνειν ᾠήθης, ὃς τῷ ἀντιπίπτοντι λόγῳ εὐφυῶς καταβέβληται, καὶ ἀδιασείστου μεμενηκότος τοῦ ἐρείσματος, πῶς καὶ σὺ συλλογισμοὺς πλέκειν ἐτόλμησας; ἐξ οἵων ὡρμημένος φωνῶν, ποίοις ὁμιλήσας γένεσιν ἢγ λόγοις ἁπλοῖς ἢ ταῖς τούτων διαφοραῖς, πότε δὲ τὴν μέθοδον τούτων κτησάμενος; ἀπόκριναί μοι· τίς ὅρος συλλογισμοῦ, καὶ πόσαι τούτων διαφοραί; καὶ τίς μὲν ὁ ἀληθής τε καὶ ἀποδεικτικός; τίς δὲ ὁ διαλεκτικός; τίς δὲ ὁ σοφιστικός; καὶ πότερον περὶ τὴν ὕλην ἢ τὸ εἶδος ἢ τὸ σχῆμα, ὁ μὲν ἀναμαρτήτως ἀποδεικνύει, ὁ δὲ ἀξιοῖ, ὁ δὲ ψεύσεται, ὁ δὲ πρὸς τῆς ποίας ἐστὶ τάξεως; Νῦν γὰρ ἂν ἀπολογήσῃ ἀπολελυμένος τοῦ σώματος, ἢ ὅτε τὴν γλῶτταν ἐκέκτησο, ἣν ἀργότερον ἐκίνεις ἢ τὸν ἐκ κόπρου πόλον ὁ κάνθαρος. δέδοικα δὲ μὴ καὶ τῇ ψυχῇ σου ὁ μέγας τῆς ἀφωνίας βοῦς ἐπικάθηται, ἢ τῆς ἀνοίας εἰπεῖν οἰκειότερον ἀναπεπλησμένης τῆς τοῦ σώματος φύσεως, καὶ συμμεταβληθήσῃ τούτῳ πρὸς τὸ ἀργὸν καὶ ἀνόητον. καὶ οὐκ ἐμὸν τὸ δόγμα, Πλάτωνος δὲ καὶ Σωκράτους, εἴ γε τῷ Φαίδωνι καθωμίλησας. ἔδει μέν, εἴποι τις ἄν, τοῦ μηκέτ' ὄντος φείσασθαι, καὶ μὴ σκιαμαχεῖν ἀτεχνῶς, ἀλλὰ πρὸς τὸν ἐξιτήριον, ὦ λῷστε, ὁ προπερμπτήριος. οὐ γὰρ ὁ ἀνθυπενεγκὼν κακίζοιτ' ἄν, ἀλλ' ὁ πρώτως εἰπὼν κακῶς· ἔδει δὲ πάντως πρὸς τὰς ἐπενεχθείσας αἰτίας ἀπολογήσασθαι, ἵνα μὴ διὰ τῆς σιωπῆς κυρωθείη τὰ κατηγορήματα. εἰ δέ τις ἐκείνου ἀντιποιοῖτο καὶ τῶν ἐκείνου λόγων ὑπερμαχεῖν ἐθέλοι, συνιστάσθω καὶ ὑπεραγωνιζέσθω, καὶ μάλιστα λόγος εἴη ὁ ὑπερμαχόμενος, ἵνα μὴ πάλιν σχεδιάζειν καὶ παίζειν ἀναγκασθείημεν.

Intertext edge

Open linked passage

Note