Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes forenses et acta
Michael Psellusacta 4 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
αξτῃμ 1 Ὑπόμνημα Τὸ ἴσον τοῦ γεγονότος ὑπομνήματος παρὰ τοῦ αὐτοῦ μοναχοῦ Μιχαὴλ τοῦ Ψελλοῦ, βεστάρχου τηνικαῦτα ὄντος,᾿ πὶ τῇ δίκῃ αὐτοῦ, προσώπῳ δῆθεν τοῦ πρωτοασεκρέτου, τοῦ ἐπὶ τῶν κρίσεων, τοῦ νομοφύλακος, καὶ τοῦ σκρίβα, ἐπὶ διάλυσιν τῆς μνηστείας τοῦ γάμβρου αὐτοῦ Ἐλπιδίου τοῦ Κεγχρῆς. Σοφὸν ἄρα τὸ προορᾶν καὶ ὡς ἐνεστῶτι χρῆσθαι τῷ μέλλοντι, καὶ τίθεσθαι εὖ τὰ πραττόμενα, τοῦτο δὲ καὶ τῆς θείας ἐγγύς που καθέστηκε φύσεως. ἄνθρωποι δὲ σφαλλόμεθα, τῶν ἐσομένων τὴν γνῶσιν οὐκ ἔχοντες, καὶ πολλοῖς ἀβουλήτοις περιπίπτομεν πράγμασι, καὶ πολλάκις οἷς δοκοῦμεν ἐσκέφθαι καλῶς, ἀντέκρυσεν ὡς οὐκ ἂν ᾠήθημεν τὸ περὶ τοῦ μέλλοντος ἄδηλον, καὶ τὸ τοῦ προβουλεύματος ἀσφαλὲς καὶ ἀκριβὲς ἀνέτρεψε τοῦ γενησομένου τὸ ἀφανές. τὴν δὲ προιμιακὴν ταύτην ἔννοιαν ἡ τῆς ὑποθέσεως ἑρμηνεύσει περίστασις. Ὁ εὐλαβέστατος μοναχὸς Μιχαήλ, ὃς τὸ μὲν βεστάρχης γεγονέναι παρὰ βασιλέως εὕρατο, τὸ δὲ φιλοσοφίαν ὑπατεύειν ἐκεῖθέν τε καὶ παρ' ἑαυτοῦ, πολλήν τινα μοῖραν τοῦ λόγου νειμάμενος τῇ ψυχῇ· οὗτος τοιγαροῦν ὁ ἀνὴρ θυγάτριόν τι ἑαυτῷ εἰσποιητὸν τὴν εὐφημίαν πρὸ πολλοῦ θέμενος, τὴν θέσιν εἰς φύσιν μετήλλαξε, καὶ τῷ ὄντι πατρῴαν καὶ φυσικὴν περὶ αὐτὸ διάθεσιν ἔσωζε. μὴ γὰρ ὑπούσης αὐτῷ γονῆς ἄλλοθεν, περὶ τὴν παῖδα τὸ τῆς ψυχῆς ἅπαν ἐκίνει φιλότιμον, οὐ τὰ παρόντα μόνον ταύτῃ διατιθέμενος εὖ, ἀλλ' ὅπως ἂν καὶ τῶν μελλόντων κάλλιστα ἕξει πόρρωθεν προνοούμενος. μὴ γάρ τοι τὸν τῆς ἐφηβείας ἀναμείνας χρόνον καθ' ὃν γάμοι καὶ συνάφειαι νόμιμοι πεφύκασι γίνεσθαι, ἐν ἀτελεῖ ἔτι τῇ ἡλικίᾳ καὶ μήπω γάμου ἔτι ὥραν ἀγούσῃ, κατεγγυᾶται αὐτῇ τὸν τοῦ πρωτοσπαθαρίου Ἰωάννου τοῦ Κεγχρῆ υἱὸν Ἐλπίδιον, ἄρτι που τὸν ἔφηβον παραλλάττοντα χρόνον, καὶ διπλᾶ τῇ μνηστῇ ἔτη βιώσαντα. τοῦτο μέντοι καὶ πολλοῖς ἑτέροις ἐγεγόνει καὶ γίνεται, καὶ ὁ νόμος οἶδε τὸ πρᾶγμα καὶ οὐκ ἀποδοκιμάζει τῶν συναλλαττόντων τὴν αἵρεσιν. τὸ γὰρ μὴ εἰδέναι ἕκαστον ὁπόσα ἔτη βιώσεται, καὶ εἰ τοῖς παισὶν αὐξανομένοις συζήσεται, ἐμβάλλει τῇ ψυχῇ πόρρωθεν φροντίζειν τῆς φύσεως καὶ τὰς συζυγίας ἁρμόζεσθαι. τῷ δὲ γε βεστάρχῃ καὶ ἄλλο τι ἐπισυμβεβήκει· ἀγχοῦ γὰρ τοῦ τηνικαῦτα βασιλεύοντος κῦρ Κωνσταντίνου τοῦ Μονομάχου ἑστῶς, κἀν τῇ συγκλήτῳ διαπρέπων βουλῇ, δεῖν ἔγνω τοῖς καιροῖς ἐν οἷς αὐτῷ τὰ τῆς λεγομένης παρὰ τοῖς πολλοῖς τύχης εὖ ἵστατο, εἰς φροντίδα τῆς παιδὸς ἀποχρήσασθαι, ἵνα μὴ μεταβολῆς γενομένης, κατόπιν τε τῶν πραγμάτων γένοιτο καὶ μεταμελοῖτο ἀνόνητα. ᾔδει γάρ, οἷα σοφός, ὡς οὐκ ἐν στάσει τὰ καθ' ἡμᾶς, ἀλλὰ λανθάνει τοὺς πολλοὺς τὰ δοκοῦντα ἑστηκέναι κινούμενα καὶ περιτρεπόμενα· καὶ δεῖ πρὸ τῆς ἐσχάτης περιτροπῆς καὶ τὸν τῆς νεὼς κυβερνήτην μεταχειρίζεσθαι τὰ πηδάλια καὶ τὸν ἐφεστηκότα πράγμασι πρὸς τὸ δοκοῦν συμφέρον αὐτὰ διατίθεσθαι. ἀλλὰ ταῦτα ἂν τις ὑπεραπολογήσαιτο τοῦ ἀνδρὸς καὶ ἀπολύσαιτο αὐτὸν αἰτιάματος. Ὅθεν καὶ πολλοὺς μὲν τῶν ἐν τέλει παραιτησάμενος, οὐκ ὀλίγους δὲ καὶ τῶν οἷς ἡ κρηπὶς τοῦ γένους ἀνωθεν εὐκλεής, τῇ εἰσποιήτῳ θυγατρὶ μνηστεύεται τὸν Ἐλπίδιον, καὶ ἀπ' αὐτῆς ὅ φασι γραμμῆς τῆς πρὸς αὐτὸν διαθέσεως ἄρχεται. τοῖς τε γὰρ πρωτοσπαθαρίοις τοῦτον ἐγκαταλέγει, καὶ τοῖς ἐς τὸ τοῦ Ἀντιφωνητοῦ σέκρετον μικροῖς βασιλικοῖς νοταρίοις ἐγκατατάττει, ἔτι γε μὴν καὶ τοῖς ἐς τὸν ἱππόδρομον ἐγκρίνει κριταῖς. ἀλλὰ τὸ μὲν πρωτοσπαθαράτον εἰς μέρος προικὸς τῷ Ἐλπιδίῳ λελόγισται, τὰ δ' ἄλλα φιλοτιμίας λόγον ἐπέχει. πεντήκοντα γὰρ λίτρας τῇ θυγατρὶ ὑποσχόμενος, τὰς μὲν δέκα διὰ κεχαραγμένου χρυσίου δέδωκε, τὰς δὲ εἴκοσιν εἴδεσι διαφόροις ἀπαριθμεῖται, τὰς δέ γε λοιπὰς εἴκοσι διὰ τῆς τοῦ πρωτοσπαθαράτου τιμῆς τῇ ποσότητι τῆς ὑποσχέσεως ἀνεπλήρωσεν. ἦν δ' ἄρα πρὸ τούτων ὁ ταῦτα εἰληφὼς σπαθάριος δυοκαίδεκα νομίσματα ῥογευόμενος, ὁ δέ γε βεστάρχης ἑξήκοντα ἕτερα τούτοις προστέθεικε, πολλαπλασιάσας τοῖς ἑπομένοις τὰ προηγούμενα. Ἔδει δὲ ἄρα μὴ τοῖς ἐκτὸς αὐτὸν εὐθὺς καλλωπίζειν, μηδὲ περιάπτοις κατακοσμεῖν, ἀλλ' ἀπὸ κρηπίδος ὅ φασι τοῦ νεὼ τῆς ἐκείνου ψυχῆς τὸ εἰς αὐτὸν φίλτρον ἐνδείκνυσθαι, καὶ τὴν τρόπιν πρῶτον ὑποτιθέναι, εἶτα τὰς ἑκατέρωθεν συμπηγνῦναι πλευράς. ὁ δέ– οὐκ οἶδ' ὅντινα τρόπον– ἀπὸ τοῦ σώματος εἰς τὴν ψυχὴν ἤρξατο τὰ πρῶτα ποιούμενος δεύτερα. ἀλλ' ὅ γε Ἐλπίδιος τὴν ἔξωθεν τεθαυμακὼς ἀστραπὴν καὶ τὸ τῆς φαινομένης δόξης κάλλος ἠγαπηκώς, πρὸς τὸ τῶν λόγων ἀπέμυσε φῶς. καὶ ὁ μὲν βεστάρχης ἐπόνει ἀροτριῶν τὴν ἐκείνου ψυχήν, ὁ δὲ ἀντεπόνει μὴ δεχόμενος τὰ βαλλόμενα. καὶ ὁ μὲν ἐδίδου βιβλία κρατεῖν καὶ πρὸς λόγοις εἶναι, ὁ δὲ ἵππον ἀντῄτει εὐήνιον καὶ μίμοις καὶ ἡνιόχοις συζῇν. καὶ ἀντεφιλοτιμοῦντο ἑκάτεροι, ὁ μὲν ὅπως ἂν ἀγαθὸς γένοιτο, ὁ δὲ ὅπως ἂν πονηρὸς ἀποβαίη. καὶ ἤστην ἄμφω διαμαχομένω ἀλλήλοιν περὶ διαφόρων διαθέσεών τε καὶ ἕξεων· καὶ λαμπρὰ μὲν ἡ ἅμιλλα, λαμπροτέρα δὲ ἡ τοῦ Ἐλπιδίου νίκη, καὶ ἀπῆλθεν ὅλαις ψήφοις τοῦ βεστάρχου κεκρατηκὼς καὶ τὴν ἐσχάτην ἀμαθίαν ἀναδησάμενος. Ταῦτα ἠνία μὲν τὸν βεστάρχην. καὶ πῶς γὰρ οὔ; καὶ τὰς παλαμναιοτάτας ἀρὰς πολλάκις τῷ μνήστορι κατηράσατο· οὐ κατηνάγκασε δὲ εὐθὺς διάλυσιν τῆς μνηστείας ποιήσασθαι, διδόντα τι καὶ τῷ μέλλοντι χρόνῳ καὶ τὴν παρ' ἐκείνου ῥοπὴν ἀναμένοντα. ἐπεὶ δὲ καὶ οὗτος ἧκεν οὐ μεταβάλλων τὴν τοῦ Ἐλπιδίου ψυχήν, ἀλλ' ἐπαυξάνων τὸ πρὸς μὲν τὴν παίδευσιν ἐθελόκωφον, πρὸς δὲ τὸν ἐκ διαμέτρου ταύτῃ βίον ἐπιτατικόν τε καὶ σύντονον, ἀπογνωστέα μὲν τὰ πρὸς τοῦτο φέροντα τῷ βεστάρχῃ ἐδόκει, ἐφ' ἑτέραν δὲ αὐτὸν ἡνίαν ἐρρύθμιζε, γελοιαστῶν μὲν καὶ μίμων ἀπέχεσθαι, σωφρονεστάτοις δὲ ἀνδράσι προσομιλεῖν καὶ παρ' ὧν ἄν τις πρὸς σεμνότητα ὄναιτο. τῷ δὲ καὶ πρὸς ταῦτα ἐξεκώφει τὰ ὦτα, καὶ οὐδὲν ὅτι μὴ τὰ τῆς ψυχῆς ἐπλήρου βουλεύματα. ὁ δὲ βεστάρχης οὐδὲ πάλιν ἐμνησικάκει οὐδὲ ἠμύνετο, ἀλλ' ἀξιώμασι προεβίβαζε καὶ λαμπρότερον ἀπεδείκνυεν, ἵν' εἴ πως ἐντεῦθεν τὸν κρείττονα βίον ἀσπάσοιτο. καὶ πρῶτον μὲν αἰτήσας τὸν αὐτοκράτορα κριτὴν τοῦ βήλου ποιεῖ, ἔπειτα θεσμογράφον τιμᾷ, καὶ μετὰ ταῦτα μυστογράφον, καὶ οὕτως ἀνάγει εἰς τοὺς ἐξάκτωρας. καὶ τὰ μὲν ἀξιώματα τούτῳ διηλλαγμένα τε καὶ ἀνόμοια, ἡ γνώμη δὲ ἴση καὶ πρὸς ἑαυτὴν οὐκ ἀπᾴδουσα. Χρόνος οὔ τι βραχὺς μετὰ ταῦτα παρεληλύθει, καὶ νόσος αἱρεῖ τὸν βεστάρχην, ἥτις αὐτὸν ἐπὶ τὸν θάνατον ἤπειγεν. ὁ δὲ εὐθὺς μεταβολῆς γε ἐμέμνητο καὶ πρὸς ὃν ᾑρεῖτο πάλαι βίον ηὐτομολήκει. καὶ πάντων καταφρονήσας ὧν τε ἠπείλει βασιλεὺς αὐτῷ καὶ αὖθις ἐξευμενίζετο, συγγενικῶν τε ἀναγκαιοτήτων καὶ τῆς συνήθους ζωῆς, συναποδύεται τῷ χιτῶνι καὶ τὴν ἐν κόσμῳ διαγωγὴν καὶ τρίβωνα μεταμπίσχεται καὶ πρὸς τὴν μοναδικὴν διατριβὴν μετατίθεται. ἐπεὶ δέ τι βραχὺ τῆς νόσου ἐράϊσε καὶ ὁπόσα βούλοιτο τοῦ βασιλέως δόντος αἰτήσασθαι, ἓν τοῦτο μόνον ᾐτήσατο τὸν Ἐλπίδιον εἰς τὴν τοῦ πατρικάτου ἀναχθήναι περιωπήν. καὶ ὁ βασιλεὺς δυσχερῶς μέν, ἐδίδου δὲ ὅμως, προσλιπαρούσης αὐτὸν τότε καὶ τῆς βασιλίδος ἡμῶν καὶ δεσπότιδος. γέγονε ταῦτα, καὶ ὁ βεστάρχης δρομαῖος εὐθὺς εἰς τὸ θεῖον ὄρος τὸν Ὄλυμπον ᾤχετο, τοῖς ἐκεῖσε ἀσκηταῖς ἐντευξόμενος, καί τινας ὑποθήκας πρὸς τὸν ἀσκητικὸν βίον ληψόμενος. καὶ τῆς πηγῆς ὅσον ἐξῆν ἀρυσάμενος, αὖθις ἐπανελήλυθεν ἐπισκεψόμενός τε τὰ ἑαυτοῦ καὶ μικρὰ φροντίσων ὥστε τὸν λοιπὸν βίον ἔχειν ἀφρόντιδα. Ἐντεῦθεν ἡ τῶν κακῶν αὐτῷ προσεγένετο Ἰλιάς· ὁ γάρ τοι Ἐλπίδιος ἐξουσίας ἐπειλημμένος καὶ τοῦ δρᾶν ὅσα καὶ βούλοιτο, οὐ πλαγίῳ ποδί, ἀλλὰ κατ' εὐθὺ φέροντι πρὸς τὴν ἀντικειμένην τῇ ἀρετῇ ἕξιν ἐξέδραμε· τῇ δὲ μνηστῇ τοσαῦτα ὡμίλει ὁπόσα καὶ φιλοσοφίᾳ καὶ λόγοις. ἀπορούμενος οὖν ὁ βεστάρχης ὅ τι καὶ δράσειε, τὰ προσεχῆ καὶ ἐγγὺς ἀφεὶς πρὸς τὴν ἐσχάτην καὶ πρώτην κατέφυγεν ἄγκυραν, τὴν τοῦ Ῥωμαϊκοῦ γένους βασιλίδα φαμὲν καὶ πάσης σχεδὸν οἰκουμένης ἐπάρχουσαν, καὶ ἱκετηρίαν πρὸς αὐτὴν ἔθετο, οὐ διδάσκουσαν μᾶλλον ἢ ἀναμιμνήσκουσαν ὁπόσα πρῶτα μὲν τῷ Ἐλπιδίῳ δωρήσαιτο, ὅπως τε ὕστερον τὴν αὐτοκράτορα ταύτης διεπούσης ἀρχήν, δευτέραν τε παρ' αὐτῆς ταῦτα εἰλήφει δωρεάν, καὶ αὖθις τῷ Ἐλπιδίῳ τὰ προδεδωρημένα παράσχοιτο, καὶ ὡς ὁ μὲν ταῦτα αὐτῷ πεποιήκει, ὁ δὲ ἀντιδίδωσι τὰ ἐναντία, ἀπέχθειαν μὲν πρὸς αὐτὸν καὶ ἀνηκοΐαν, μῖσος δὲ πρὸς τὴν μνηστήν, καὶ τὸ μὴ ἐθέλειν κατὰ τὰ ἐκείνου θελήματα πολιτεύεσθαι, ἀλλ' ἐκ χειρῶν μὲν ἀπορριπτεῖν τὰ βιβλία, ἀνθαιρεῖσθαι δὲ τούτων τὴν μετὰ τῶν αἰσχίστων διαγωγήν, καὶ ὡς ἐντεῦθεν αὐτὸν ἀρνοῖτο, καὶ τὴν μνηστείαν διαλύοιτο. περὶ δὲ τῶν ἀξιωμάτων τοῦτο τὸ ἱκέσιον διειλήφει γράμμα, ὡς οὐ βούλοιτο ταῦτα, διαλυομένου τοῦ συναλλάγματος, ἐφ' ᾧ καὶ δεδώρητο δίς, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλ' εἰ μὲν πρὸς ἕτερον συναλλάττει τὸ κῆδος, ἀποδέχεσθαι εἰ τῶν πολλῶν ἓν αὐτῷ δοθείη τὸ κάλλιστον, εἰ δ' οὖν, ἀσμενίζειν καὶ μὴ δεχόμενος. Ταύτης τῆς ἱκετηρίας ὡς ἤκουσεν ἡ συμπαθεστάτη ψυχή, ἅτε καὶ τὰ κατὰ τὸν βεστάρχην ἐπειδυῖα, καὶ ὡς πολλῶν ἐτῶν ταῦτα τούτῳ δεδώρητο καὶ αὖθις ἐπικεκύρωτο, εἰς οἶκτον εὐθὺς κατενεχθεῖσα αὐτοτελῆ τὴν κρίσιν ἠνέγκατο, καὶ ζώνης ἀφαίρεσιν τοῦ Ἐλπιδίου κατεψηφίσατο, καὶ ἡ ψῆφος αὐτοτελής τε καὶ ἔγγραφος καὶ αὐτόθεν τὸ δίκαιον ἔχουσα, ὡς ἀναψηλαφήσει τινὶ ἢ ἐπικρίσει μὴ ὑποπίπτουσα. ἡμῖν δὲ ἐπετέτραπτο περὶ μὲν ὦν ἡ βασιλὶς ἔκρινέ τε καὶ ἀπεφήνατο, μὴ δευτέραις διαλαβεῖν διαγνώσεσι, ταῖς δὲ περὶ τῆς διαλύσεως τῆς μνηστείας διαιτῆσαι προτάσεσί τε καὶ ἀντιθέσεσιν. Οὕτως ἡμεῖς ἐκκέλευστοι πρὸς τὴν τοιαύτην γεγονότες δίκην καὶ εἰς ταὐτὸν συνεληλυθότες, εἴσοδον τοῖς μέρεσι πρὸς τὴν κρίσιν δεδώκαμεν. καὶ εἰσήχθησαν οὖν, ἔνθεν μὲν ὁ μοναχὸς Μιχαὴλ καὶ γεγονὼς βεστάρχης, ἐκεῖθεν δὲ καὶ ὁ ἀπὸ πατρικίων Ἐλπίδιος συνηγορούμενος τῷ σπαθαρίῳ κῦρ Ἰωάννῃ τῷ Κορδακᾷ. λόγου δὲ δοθέντος εἰπεῖν τῷ βεστάρχῃ ἐφ' ᾧ διαλύοιτο τὴν μνηστείαν, ἐῴκει μὲν δυσπαθοῦντι ὅτι περ ἐν δικαστηρίῳ τὴν τῆς γλώττης περιβολὴν δημοσιεύειν ἠνάγκαστο· ἀπ' ἀρχῆς δὲ λέγειν ἀρξάμενος ὧν εἰς τὸν Ἐλπίδιον καθ' οὗς ἠδύνατο καιροὺς ἐνεδείξατο, περὶ ὧν δὴ καὶ φθάσας ὁ λόγος ἄνωθεν διηγήσατο, ἀ παρ' αὐτοῦ εὐθὺς ἀντελάμβανεν, ἐπισυνεῖρε τῷ διηγήματι, τὸ κακόηθες τῆς ψυχῆς, τὸ πρὸς μάθησιν ἀπεχθές τε καὶ ἀνεπίστροφον, τὸ τῆς διαγωγῆς ἀπρεπές, τὸ μὴ ἐθέλειν ὑπείκειν αὐτῷ, τὸ μὴ κατὰ συγκλητικοὺς ζῆν, ἀλλ' ἀσπάζεσθαι μίμοις καὶ φλυάροις ἀνδράσι συναναστρέφεσθαι, τὸ μήτε παρακλήσεσι μήτ' ἐπιτιμήσεσι πρὸς τὸ δέον μεταρρυθμίζεσθαι, τὸ ἔντονον τῆς γνώμης καὶ ἄτεγκτον καὶ ἐφ' οἷς ἂν λέγοι καὶ πράττοι ἀμεταμέλητον, τὸ ἀπεχθάνεσθαι τῇ μνηστῇ ὅσα καὶ τῷ ἀνθρώπῳ ὁ ἀντικείμενος δι' ὃν καὶ πλούτου βαθέος καὶ τῶν τηλικούτων ἀξιωμάτων ἠξίωται. ταῦτ' οὐκ ἔλεγε μόνον, ἀλλὰ καὶ μάρτυσιν ἀπεδείκνυε, καὶ οἱ μάρτρες ἀπαραλόγιστοι καὶ αὐτόθεν τὸν πιστὸν ἔχοντες. ἦσαν γὰρ ὅ τε ὕπατος θεόδωρος καὶ ἐπὶ τῆς καταστάσεως ὁ Μυραλίδης, ὅ τε μυστογράφος Εὐφρόσυνος καὶ ὁ θεσμογράφος Γαβριὴλ οἱ Ξηρῖται, ὅ τε θεσμογράφος Μιχαὴλ καὶ τῶν βεστιοπρατῶν ὁ ἔξαρχος. ὁ μὲν γὰρ ὕπατος Θεόδωρος ὁ Μυραλίδης τὸ σκληρὸν τῆς γνώμης αὐτοῦ, καὶ πρὸς μὲν τὸν βεστάρχην ἀπεχθές, πρὸς δὲ τὴν μνηστὴν ἀπόστροφον ἐμαρτύρει. οἱδέ γε Ξηρῖται αὐτά τε καὶ τὸ μὴ ἐθέλειν κατὰ τὰ τοῦ βεστάρχου ἐντάλματα ζῇν, ἀλλ' οἰκείαν αἱρεῖσθαι ζωὴν καὶ ἕτερον τρόπον ἀσπάζεσθαι ἢ ὃν ὁ βεστάρχης αἱροῖτο. ὁ δὲ θεσμογράφος Μιχαὴλ τὰς τῶν ἄλλων μαρτύρων φωνὰς συνειλοχώς, προσέτι καὶ ἀχαριστίαν αὐτῷ πρὸς τὸν βεστάρχην προσεμαρτύρησεν, ἀναισχυντίαν τε καὶ αὐθάδειαν, καὶ τὸ μὴ ἐθέλειν ποτὲ τῷ εὐεργετήσαντι ὑποτάσσεσθαι. Ἀλλὰ ταῦτα μὲν σύμφωνα οἷς ὁ βεστάρχης ἐν τῷ ἱκεσίῳ γράμματι πρὸς τὴν μεγάλην ἡμῶν βασιλίδα ἀπωλοφύρατο, τὸ ἀψευδὲς τῆς πρὸς αὐτὴν ἀποδεικνύοντα διηγήσεως, ἐφ' οἷς ἡ θαυμασία ἐκείνη ψυχὴ ἐκ βασιλικοῦ ὁρμηθεῖσα φρονήματος τὴν θαυμασίαν ἐκείνην ἀπόφασιν ἐποιήσατο, καὶ στήλην ἔμψυχον κακοήθους ψυχῆς τὸν Ἐλπίδιον ἀπειργάσατο. ἐλλείποντο δέ τινα πρὸς μνηστείας διάλυσιν. εἴ γέ τις βούλοιτο τῇ ἀκριβείᾳ τῶν νόμων παρίστασθαι. ὅθεν δυοῖν θάτερον πρὸς τὸν βεστάρχην οἱ δικάζοντες ἔφασαν· ἢ καὶ τἆλλα προσθεῖναι εἴπερ ἔχοι δι' ὧν ἂν αὐτῷ ἀζήμιος ἡ διάλυσις γένοιτο, ἤ, εἰ μὴ ἐμμένειν ἐθέλοι τῇ μνηστείᾳ, τὸ πρόστιμον δοῦναι καὶ πραγμάτων ἀπαλλαγῆναι. ἐνταῦθα ὁ βεστάρχης, βραχύ τι σιωπήσας καὶ ὥσπερ παλαίοντι τῷ λογισμῷ ἐοικώς·" ἀλλ' ἔγωγε," ἔφησεν," ὦ νόμοι καὶ δικασταὶ καὶ πάντες οἱ περιεστηκότες, οὐκ ἄν ποτε ταύτας δὴ τὰς πολιὰς καταισχύναιμι"– τὰς ἑαυτοῦ δείξας–" οὐδὲ ἀλλοῖον ἐπεμβαλῶ χαρακτῆρα τῷ προηγησαμένῳ τῆς ζωῆς μου μορφώματι, οὐδὲ χρυσίου λιτρῶν εἵνεκα πεντεκαίδεκα ἐπὶ πράξεις ἀπηγορευμένας τὴν γλῶτταν ἀφήσω. καὶ πρῶτον μὲν ἑαυτὸν αἰσχύνω ἐπίρρητα καὶ ἄτοπα διηγούμενος πράγματα, ἐπεὶ καὶ πολλοῖς ἄλλοις γενήσομαι πρόσκομμα καὶ συγκεκαλυμμένας πράξεις ἀνακαλύψω, ὃ μηδέ ποτε φανοῦμαι εποιηκώς, καὶ ὑμεῖς μάρτυρες. ἀσμένως τοίνυν τὸ πρόστιμον ἀποδίδωμι καὶ ἀνταλλάττομαι τῆς ἐμῆς ζημίας τὸ τῶν πολλῶν ἀνύβριστον καὶ ἀξήμιον." Ἐπὶ τούτοις τὸ δικαστήριον ἅπαν ἡσύχασε, καὶ οἱ συνηγοροῦντες ἐπαύσαντο. τί γὰρ ἔδει γλώσσης προτεινούσης ἢ ἀντιτιθεμένης τοῦ προστίμου καταβαλλομένου; οὗ δὴ καὶ μόνου τὰ τῆς μνηστείας γραμματεῖα ᾐρώηνται, καὶ ὁ νόμος τῷ πραττομένῳ συνεπιτίθεται καὶ τὸ πραττόμενον τῷ νόμῳ συνηγορεῖ. ἐνταῦθα δὲ καὶ πλέον τι γέγονεν. ἐκ περιουσίας γὰρ ἄμφω· ἡ μαρτυρία διὰ τὴν τοῦ προστίμου δόσιν καὶ τὸ πρόστιμον διὰ τὰς τῶν μαρτύρων φωνάς. ἐπὶ τούτοις ὁ τῆς μνηστείας λέλυται σύνδεσμος, καὶ ὄναιτο τῆς οἰκείας ὁ βεστάρχης αἰδοῦς, ὅτι παρὰ ταύτην αὐτὸς μὲν ἐξημίωται, ἀμφοτέρων δὲ τὴν περὶ τὴν ὑπόληψιν ζημίαν ἀπήγαγεν. ἀλλὰ ταῦτα μὲν τοῦτον τὸν τρόπον ἐγένετο, διδοὺς δὲ τὸ πρόστιμον ὁ βεστάρχης, λόγον τινὰ περὶ τῆς προικὸς τῆς εἰσποιήτου αὐτῷ ἐγύμναζε θυγατρός. ἔφασκε γὰρ ὡς εἴκοσι λίτρας παρὰ τοῦ Ἐλπιδίου πρὸς τὴν ποσότητα τῶν πεντήκοντα λιτρῶν τῆς προικὸς κεχρεώστηται. τὸ γάρ τοι πρωτοσπαθαράτον ὅπερ αὐτῷ ἀντὶ λιτρῶν εἴκοσι δέδωκε, καθὰ δὴ καὶ τὰ γραμματεῖα τῆς μνηστείας διασαφοῦσιν, οὐκ ἀφῄρηται τούτῳ. ἀλλ' ὅτε καὶ τὴν περὶ τούτου ἱκετηρίαν πρὸς τὴν βασιλίδα ἔθετο, τἆλλα μὲν ἠξίου ἀφελεῖν, τὸ δὲ τοῦ πρωτοσπαθαράτου μὴ συναφελέσθαι ἀξίωμα, ὅτι φησίν, ἀντὶ μέρους προικὸς αὐτῷ δέδοται. τεθέαται δὲ καὶ τὸ τῆς δεήσεως ἡμῖν γραμματεῖον, καὶ τὴν γνώμην οὕτως ἡρμήνευεν. ἀλλὰ καὶ τὸ περὶ τῆς ἀτιμίας τούτου προσκυρωτικὸν πιττάκιον, ὀ δὴ πρὸς τὸ τοῦ ἰδικοῦ κατεπέμφθη σέκρετον, κατεστρῶσθαι μετὰ τῶν πρωτοσπαθαρίων τὸν Ἐλπίδιον διετάττετο, ὅτι περ τοῦτο καὶ ὁ βεστάρχης φησὶν ᾐτήσατο. καὶ ἡ τῆς δεήσεως δὲ λύσις οὕτως ἔχει τὸν πρόλογον·" κατὰ τὴν αἴτησίν σου γενήσεται". καὶ συνάγεται τὴν ὅλην προῖκα ἐπὶ τῆς ποσότητος τῶν πεντήκοντα λιτρῶν σώζεσθαι, μὴ ἀφαιρεθέντος τοῦ πρωτοσπαθαράτου, ἀλλ' ἀπολελειμμένου τῷ Ἐλπιδίῳ, οὐχ ὥστε δι' οἶκτον, ἀλλ' ἵνα μὴ ἡ προὶξ τῆς παιδὸς ἐλαττοῖτο· ἡ γὰρ πολλὰς ἂν ἀπονείμῃ τῷ Ἐλπιδίῳ τὰς χάριτας, ἀφῃρημένη μὲν ἅπερ ὁ βεστάρχης δι' αὐτὴν τῷ Ἐλπιδίῳ πεφιλοτίμηται, ἐκείνου δόντος τὰς ἀφορμὰς τῆς ἀφαιρέσεως, πρὸς δὲ καὶ τῆς προικὸς στερουμένη, καὶ ἀδοξίαν ὁμοῦ καὶ πενίαν κατακρινομένη. Ἐπεὶ δὲ καὶ ἀντιλέγειν ἐπικεχείρηκεν ὁ Ἐλπίδιος, καὶ ἀπεδοκίμαζε τὴν τοῦ πρωτοσπαθαράτου τιμήν, ἐῴκει ταῦτα αἰσχυνόμενος λέγειν ὡς εἰδὼς ὅθεν οἷ καταπέπτωκεν, οὐ παρὰ τοῦτο δὲ ὁ βεστάρχης ζημιωθήσεται. εἰ γὰρ μὴ καταδέχοιτο τὸ ἀξίωμα ὁ Ἐλπίδιος, ἐναλλαξάτω πρὸς ἕτερον εἴ γε δύναιτο, εἰ δὲ μὴ δύναιτο, τί παρὰ τοῦτο τῷ βεστάρχῃ χρεωστουμένῳ τὴν τούτου τιμὴν τὰς ἔικοσι λίτρας καθὰ δὴ ἐξ ἀρχῆς συμπεφώνηται; ἀλλὰ τί δὴ ἐπὶ πλέον τῷ λόγῳ ἀγωνιζόμεθα; κέκριται γὰρ καὶ τοῦτο τρόπον τινὰ παρὰ τῆς μεγάλης βασιλίδος, ὥσπερ δὴ καὶ τἆλλα, καὶ οὐ δεῖ πολλῶν ὑμῖν περὶ τούτου τῶν λόγων. ὁ μὲν γὰρ βεστάρχης, ὥσπερ ἐν δικαστηρίῳ τῷ ἱκεσίῳ γράμματι ἡρμήνευσεν, ὅπως δὴ αἱροῖτο ἀπολελείφθαι τὸ πρωτοσπαθαράτον τῷ Ἐλπιδίῳ, ὅτι προικὸς μέρος ἐστὶ καὶ κεχρεωστεῖται ἡ τούτου τιμή. ἡ δὲ βασιλὶς προσηκαμένη τὸν λόγον ἔν τε τῇ λύσει τὴν κρίσιν ἡρμήνευσε καὶ τῷ πρὸς τὸν ἰδικὸν πιττακίῳ τὴν αἰτίαν τοῦ καταλελείφθαι τὸ πρωτοσπαθαράτον τῷ Ἐλπιδίῳ ἐπέγραψεν. ἐπεὶ τοίνυν κρίσις καὶ περὶ τούτου προείληφε, καὶ τὴν κρίσιν τό τε τοῦ κρίναντος ἀξίωμα καὶ νόμοι ἐπισφραγίζουσιν, ὁ δὲ βεστάρχης δεκαπέντε τῷ Ἐλπιδίῳ κεχρεώστηκε λίτρας τὸ πρόστιμον, ὁ δέ γε Ἐλπίδιος εἴκοσιν ἀντὶ τῆς τοῦ πρωτοσπαθαράτου τιμῆς, ἀντιλογισθήσονται ἑκατέροις τὰ κεχρεωστημένα, καὶ τὸ μὲν πρόστιμον ἀντὶ τῆς τιμῆς τοῦ πρωτοσπαθαράτου τῷ Ἐλπιδίῳ, ἡ δέ γε τιμὴ τοῦ πρωτοσπαθαράτου ἀντὶ τοῦ προστίμου τῷ βεστάρχῃ λογισθήσεται, καὶ ὁ καλούμενος ἀντέλλογος ἐπ' ἀμφοῖν προβήσεται τοῖν μεροῖν. ἐπεὶ δὲ μὴ ἴση ἡ τοῦ προστίμου πρὸς τὴν τιμὴν τοῦ πρωτοσπαθαράτου ἀντίδοσις, τὸ μὲν γὰρ δεκαπέντε λιτρῶν τυγχάνει, ἡ δὲ τοῦ πρωτοσπαθαράτου τιμὴ ἀντὶ λιτρῶν εἴκοσι συμπεφώνηται τὸ κατ' ἀρχάς, πέντε λίτρας ἔδει προσεπιδοθήναι τῷ βεστάρχῃ ἀπὸ τοῦ Ἐλπιδίου, ὅπως ἂν ἴση ἡ ἀντιμέτρησις γένοιτο. ἀλλὰ τό γε δικαστήριον φιλοίκτῳ γνώμῃ τῷ Ἐλπιδίῳ προσέθετο, καὶ τὰς πέντε λίτρας ἀφῆκεν αὐτῷ, ἐφ' ᾧ μηδὲ τοῦτον διπλοῦς ἐπιζητεῖν τοὺς ἀρραβῶνας ἀναλάβεσθαι, οὓς τῇ μνηστῇ δεδωκέναι φησὶ γινομένου τοῦ συναλλάγματος, εἰς ὅσην δ' ἂν περισταῖεν ποσότητα. Καὶ ἵνα δῆλα εἴη τὰ παρὰ τῆς ἁγίας ἡμῶν δεσποίνης καὶ βασιλίδος διορισθέντα καὶ παρ' ἡμῶν δοκισμασθέντα καὶ ἀποφανθέντα, τὸ παρὸν ὑπόμνημα ἀπελύθη, μηνὶ αὐγούστῳ, ἰνδικτιῶνος θʹ, ἔτους, ϛφξδʹ. Κύριε Ἰησοῦ Χριστὲ μνησθῆτι τῆς ψυχῆς τοῦ δούλου σοῦ. 5 αξτῃμ 2 Τοῦ αὐτοῦ ὡς ἀπὸ προσώπου τοῦ βασιλέως. Παντοδαπόν τι χρῆμα καὶ πολυέραστον βασιλεὺς καὶ πᾶσιν ἀποχρῶν παράδειγμα, καὶ νῦν μὲν ὥσπερ θὰλασσα τὰ πανταχόθεν δεχόμενος ῥεύματα, νῦν δὲ ὥσπερ ἀρχὴ καὶ πηγὴ τῆς ἁπανταχοῦ νοτίδος πάντας ἐπικλύζων τοῖς νάμασι, καὶ αὖθις ὥσπερ κάτοπτρον τὰς ἔζωθεν αὐγὰς εἰσδεχόμενος καὶ διὰ τὴν στιλπνότητα καὶ λειότητα τῆς μεγαλοπρεποῦς καὶ βασιλείου ψυχῆς ἀντανακλάσεις ποιούμενος κρείττονας. ἔχει δὲ καὶ πρὸς τὸ ούνθετον ἡμῶν κρᾶμα ὅ γε ἀληθὴς καὶ μὴ ψευδόμενος τοὔνομα ὁμοιότητος. ὥσπερ γὰρ ψυχὴ καὶ σῶμα ἀνταλλάττονται ἀλλήλοις τὰς ἑαυτῶν ἰδιότητας– καὶ ζῇ μὲν τὸ σῶμα διὰ ψυχήν, πάσχει δὲ ἐκείνη διὰ τὸ σῶμα–, οὕτω δὴ καὶ βασιλεὺς ἀγαθὸς ἅτε δὴ κοινοπαθὴς καὶ φιλάνθρωπος δεξιὰν χεῖρα τείνει πρὸς τὸν ὑπήκοον καὶ δίδωσιν ὧν λαμβάνει πολλαπλασίας μερίδας. εἰ δὲ νικῴη τῇ προαιρέσει τὴν φύσιν τοῦ συναλλάγματος, εἰς τὴν αὐτὴν πλάστιγγα καὶ τὸ ληφθὲν τίθησι καὶ τοῦ κοινωνικοῦ τὸ φιλότιμον ἀνταλλάττεται καὶ ποιεῖται λαμπρότερον τὸ συνάλλαγμα, οἷς οὐδὲν εἰλήφει, ἑαυτόν τε πληρῶν ἀγαθότητος καὶ τὸν συναλλάσσοντα ὀλβιότητος. Εἰ μὲν οὖν τοιοῦτος ἐν πᾶσιν ἐγώ, ἄλλος ἂν εἴπῃ καὶ μαρτυρήσῃ τοῖς πράγμασι· πρὸς δέ γε τὴν ὑποκειμένην ὑπόθεσιν αὐτὸς βραχύ τι ἐγκαλλωπίσομαι διηγούμενος. Ταῖς Καλαῖς τῷ χωρίῳ τῷ καταντικρὺ τῆς πόλεως καὶ τῇ στενοπόρῳ θαλάσσῃ διατετειχισμέωῳ καλόν τι κτῆμα ἐνίδρυται προάστειον, τῷ ὄντι τὴν κλῆσιν ἐπαληθεῦον. ἀγχοῦ γὰρ τοῦ ἄστεως καὶ πρὸ τούτου τὴν οἰκοδομὴν καὶ κατασκευὴν εἴληφε. σεσολοίκισται δὲ τὴν προσηγορίαν καὶ ἀντὶ τοῦ καλοῦ Καλαὶ ἐπωνόμασται. ἐπεὶ γὰρ οἷον πατρῷον αὐτῷ ἔδαφος αἱ καλαὶ τὸ χωρίον, πατρώζειν βούλεται καὶ τὸ ὄνομα καὶ Ἀττικὰ μεμίμηται παραδείγματα. ἔστι γὰρ καὶ παρ' ἐκείνοις Ἀθῆναι πόλις καὶ Θῆβαι πόλις καὶ πόλις Ἐλευθεραί. Τοῦτο δὴ τὸ περικαλλὲς κτησείδιον καλὴ καὶ ἀγαθὴ φύσις ἐκέκτητο, ὁ πρωτοπρόερος Κωνσταντῖνος καὶ τῆς βίγλης δρουγγάριος, ἅτε δὴ καλλίων ἑαυτοῦ καθ' ἡμέραν γινόμενος καὶ ταῖς ἀρεταῖς προστιθεὶς προσθήκας τινάς, καὶ τῶν κτημάτων τῶν ὑπερκειμένων κρείττους προσεμηχανᾶτο ἀεί. τί οὖν τὸ μετὰ ταῦτα; ἐρᾷ τοῦ καλοῦ τούτου ἡ βασιλεία μου κτήματος, οὐχ ὡς ἐποφθαλμίσας τῷ πράγματι οὐδὲ τῶν ἐν αὐτῷ χαρίτων ἁλούς, ἀλλ' ἕτερόν τι διὰ τούτου πραγματευόμενος. κοινοῦμαι οὖν τῷ ἀνδρὶ τὸν σώφρονα τοῦτου ἔρωτα καὶ κοινωνίαν τούτῳ συντίθημι καὶ συναλλάττειν ἐπιχειρῶ, καὶ πλέον τι διδόναι οὗ λήψομαι συμπροθυμοῦμαι τῷ κεκτημένῳ. ὁ δὲ οὐδ' ὁπωστιοῦν ἀντιτείνει, ἀλλὰ καὶ ἀγαπᾷ τὸ σύμβολον καὶ μείζονα χάριν ἀντὶ τῆς ἑτέρας χάριτος τὴν τῆς βασιλείας μου κοινωνίαν ἡγήσατο. Καὶ θαλαττίδιον κτῆμα παρ' αὐτοῦ εἰληφώς, ἠπειρώτιδα τούτῳ ἀντιδίδωμι διὰ διηνεκοῦς δωρεᾶς κατασκήνωσιν. ἀλλ' αἱ μὲν Καλαὶ τὸ κτῆμα τοῖς θαλαττίοις ἐπεκλύζετο ῥεύμασι, τὸ δὲ ἀντιδοθὲν ἐμφύτοις θάλλει καὶ μείζοσι χάρισιν, ἵνα δὴ καὶ τὴν εἰκόνα πληρώσωμεν τῆς ἀπὸ τῶν λείων κατόπτρων ἀνταυγείας τῶν ἀκτίνων καὶ ἀντιλάμψεως. ἡ μὲν οὖν βασιλεία μου τὰς Καλάς, ὡς εἴρηται, εἰλήφει τὸ κτῆμα, ὁ δὲ δύο ἀντειλήφει εἰς ἓν ἁρμοσθέντα, τό τε περιβόητον κτῆμα, ὃ Κυκλόβιον προσηγόρευται, ἀνὰ στόμα τε πᾶσι κείμενον, καὶ τῇ τῶν Στουδίων μονῇ οἷον ἀφαίρεμα πάλαι ἱερατικὸν δόξαν, καὶ ἀφιέρωμα θεῖον καὶ ἀναθημάτων τὸ κάλλιστον, καὶ τὸν ἅγιον Στέφανον· κτῆμα δὲ καὶ τοῦτο πάγκαλον δένδρεσί τε εὐσκίοις κομῶν καὶ πηγαῖς καταρδόμενον καὶ πρὸς θάλασσαν νενευκός. καὶ εἶχε μὲν οὕτως ἡμῖν τὰ σύμβολα. καὶ ἡ βασίλειος θάλασσα πληροῦται οὕτως ἀεὶ καὶ ἐκχεῖται καὶ μένει ἀμειαγώγητος. Ἐνταῦθα δὲ τοῦ χρυσοβούλλου λόγου γενόμενος, προσθήσω τι καὶ τῶν ἐμῶν ἐμφύτων ἰδιωμάτων. λόγου γὰρ θηρώμενος ἐξ ἀρχῆς κάλλεσί τε καὶ ὡραιότησι καὶ νοεραῖς θεωρίαις γανύμενός τε καὶ ἐπαιρόμενος, τῶν ἄλλων χαρίτων καταφρονῶ καὶ οὔτε με φῶτα τέρπει σωματικὰ οὔτε κάλλη ἠρινοῖς ἐπίσης ἄνθεσι ῥέοντα. ἔνθεν τοι τῷ δρουγγαρίῳ ἐρασθέντι πάλιν τοῦ τῶν Καλῶν κτήματος σφόδρα σφοδρῶς, ὡς ἂν εἴποι τις, ἀποπληροῖ αὐτῷ τὸν πολὺν ἔρωτα καὶ δίδωσι τῷ ἐραστῇ τὸ ἐρώμενον, ὥσπερ ἐράσμια τούτῳ διδοὺς παιδικά, οὐ τὴν προτέραν κοινωνίαν ἀνταναλύων οὐδὲ τὸ παλαιὸν διαλύων συνάλλαγμα οὐδὲ ἀντιδόσεις κτημάτων ποιούμενος οὐδὲ τὸν ἅγιον ἀπαιτῶν Στέφανον ἢ τοῦ Κυκλοβίου ἀντιδραττόμενος οὐδὲ τὸν ἐπ' ἐκείνοις χαραττόμενον παραγραμματίζων χρυσόβουλλον λόγου, ἀλλ' ἐπισυνάπτων τοῖς προειρημένοις κτήμασι τούτῳ κατὰ ἀντίδοσιν τὸ νῦν ἀντιδόσεως ἄνευ διδόμενον. Ἀλλ' ὅ γε δρουγγάριος αἰδοῖ κατεκαλύφθη τὸ πρόσωπον ἐπὶ τῇ τοιαύτῃ φιλοτιμίᾳ, καὶ ἐρύθημα τῶν παρειῶν ἐξηνθήκει, εἰδὼς μάλιστα καὶ διακριβωσάμενος ὁπόσας ἐποιήσατο ἡ βασιλεία μου ἐπὶ τῷ κτήματι τῶν Καλῶν στερροτέρας οἰκοδομὰς καὶ οἵας προσέθετο χάριτας, πλέον ἢ πεντήκοντα πρός τοῖς ἑκατὸν λίτρας ἐπὶ τῇ αὐξήσει καταβαλλομένη τοῦ κτήματος. ὥσπερ οὖν ὑφαιρεῖσθαι δοκῶν ἢ εὐεργετεῖσθαι, εἰ μὴ ταῦτα προσλάβοι ἡ βασιλεία μου, ἐξελιπάρει, προσεκαλινδεῖτο τῇ γῇ λαβεῖν τινα τὸ κράτος ἡμῶν βραχεῖαν μερίδα καὶ οἷόν τινα εὐγνωμοσύνης ἀποδασμόν, δωρούμενον τούτῳ τὸ πολλαπλάσιον, ἵν' ἔχοι τὸ προσφερόμενον οὐ τιμὴν κτήματος, ἀλλὰ τιμὴν ἐντάφιον ἢ ἀίδιον καὶ συνεισφορὰν πρὸς ἅγιον καὶ θεοπρεπὲς τέμενος. ἐπεκλάσθη γοῦν τοῖς λόγοις τούτοις ἡ βασιλεία μου καὶ λίτρας εἴκοσι πρὸς τοῖς ἑκατὸν εἰληφυῖα, οὐχ ὡς τιμὴν ὠνίου πράγματος, ἀλλ' ὡς τιμὴν τῷ ὄντι καὶ δόξαν μεγαλοπρεπεστάτην ψυχῆς, τὸ λοιπὸν αὐτῷ παρῆκε πολύχρυσον τίμημα. ἔνθεν τοι καὶ δωρεὰ σαφὴς καὶ οὐ συνᾶλλαγμα ἡ προκειμένη ὑπόθεσις οὐδὲ ἐξώνησις καὶ ἀντίδοσις, ἀλλὰ χάρις ἀληθινή. διὸ γοῦν ἐν ταὐτῷ συνεληλύθει βασιλική τε μεγαλοπρέπεια καὶ ὑπηκόου εὐγνωμοσύνη χαρίεσσα· ὅ τε γὰρ διδοὺς ἐγὼ βασιλεὺς ὅλου προῖκα παρείκω τῷ δρουγγαρίῳ τοῦ κτήματος, ὅ τε λαμβάνων δρουγγάριος πλεῖον ἢ αὐτὸς εἰλήφει προσετίθει τῆς αἰδοῦς ἕνεκα, καὶ ἡρυθρία ἀπείροις πλεονεκτούμενος χάρισιν. Εἴτε γοῦν δωρεάν τις τὸ δεδομένον λογίζοιτο, ἔχοι τι προσβοηθοῦν ταύτῃ, τὴν βραχεῖαν ἀντίδοσιν, εἴτε ἐξώνησιν νομίζοι, ἡ πρὸς ταύτην δωρεὰ προσθήκη τις γενναία, ἑδράζουσα τὸ οἷον συνάλλαγμα. καὶ ὁποτέρως ἂν ἑκάστῳ τῶν ἀκροωμένων τὸ πρᾶγμα λογίζοιτο, ἔχοι τὸ εὔλογον τῷ ἀνδρί. ἡ δι' ἐξωνήσεως δωρεά, ἡ διὰ δωρεᾶς ἐξώνησις, ἡ δωρεὰ σαφής, ἡ ἐξώνησις καθαρά. καὶ ἕξει τὴν δεσποτείαν τοῦ κτήματος τῶν Καλῶν ὁ δρουγγάριος ἑκατέρωθεν ἢ ἀμφοτέρωθεν βεβαίαν, ἑδραίαν, ἀκλόνητον, ἀστασίαστον, ἐπὶ πᾶσι τελεωτάτην, οὐ χρόνῳ μετρουμένην, οὐ μερικαῖς ὁριζομένην διαδοχαῖς οὐδὲ ταῖσδε ταῖς ἐκποιήσεσιν ἢ ταύταις, ἀλλ' αἰωνίαν, πάσαις ἀρκοῦσαν διαδοχαῖς, πάσαις ἐκποιήσεσιν, ἀμείψεσιν, ἀφιερώσεσιν, ἵνα μὴ καθ' ἕκαστον λέγω, τῷ βουλήματι αὐτοῦ ἀποχρῶσαν, μετὰ τῶν προτέρων οἰκοδομῶν, μετὰ τῶν ὑστέρων, μετὰ τῶν πρεσβυτέρων κατασκευῶν, μετὰ τῶν μεταγενεστέρων προσθηκῶν. καὶ οὐδεὶς αὐτῷ τῶν πάντων ἐπηρεάσει, οὔτε τῶν μεθ' ἡμᾶς βασιλέων οὔτε τῶν ἐν ἀρχαῖς οὔτε τῶν ἐν ἀρχείοις οὔτε τῶν προκαθημένων θρόνων σεκρετικῶν· οὐδὲ ἀμφισβητήσειε περὶ τοῦ τυχόντος πράγματος οὐδ' ἀνακρινεῖ οὔτε περὶ τῆς προτέρας ἀνταλλαγῆς ἢ περὶ τῆς ὑστέρας χάριτος. ἀλλ' ἔσται αὐτῷ καὶ τὸ πρῶτον συνάλλαγμα βέβαιον καὶ ἀκίνητον καὶ τὸ δεύτερον δώρημά τε ἢ ὤνημα ἀκλόνητόν τε καὶ ἀμετάτρεπτον, ὡς ἂν ἐν μηδενὶ κατὰ μηδὲν πρᾶγμα ὁ κάλλιστός μοι κλονοῖτο δρουγγάριος ἢ ὁ τούτου διάδοχος, ἀλλ' ἀπολαύοι τοῦ κτήματος τῶν Καλῶν, κάλλιστός τε ὢν καὶ τῇ βασιλείᾳ μου κτῆμα καὶ χρῆμα ἐράσμιον.

Intertext edge

Open linked passage

Note