Orationes forenses et acta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Χρυσόβουλλον τοῦ αὐτοῦ σταλὲν πρὸς τόν Ῥόμπερτον παρὰ τοῦ βασιλέως κυροῦ Μιχαὴλ τοῦ Δούκα. Χρυσόβουλλος λόγος ἄντικρυς ὁ τοῦ εὐσεβοῦς βασιλέως λόγος ἐστίν· ἀρκεῖ γὰρ ἀντὶ χρυσῆς ὕλης ἡ καθαρὰ καὶ ἀδολωτάτη τούτου ψυχή. εἰ δὲ καὶ πρὸς ἄνδρα γενναιότατόν τε καὶ εὐγενέστατον καὶ τὰ μὲν πολέμια δοκιμώτατον, τὴν δὲ διάνοιαν συνετώτατον, τὴν δὲ γνώμην εἰρηνικώτατον, τὴν δὲ ἀρχὴν εὐδαίμονά τε καὶ ὀλβιώτατον ὁ λόγος γίγνοιτο, πῶς οὐχὶ οὗτος στερέμνιος τὸν ἅπαντα χρόνον εἴη καὶ ἐν τῷ παγίῳ καθεστήκοι τῆς ἀκριβοῦς βεβαιώσεως; εἰ δὲ πρὸς τῷ βασιλικῷ καὶ συντετηρημένῳ λόγῳ καὶ ὅρκος ἐπενεχθείη ἀληθέστατός τε καὶ φρικωδέστατος, τὰ συμπεφωνημένα ἑκατέροις τοῖς μέρεσι βεβαιῶν καὶ οἷον ἀρραγεστάτην ἐμποιῶν ἁρμονίαν, τίς ἂν τῶν ἁπάντων τὸν τηλικοῦτον δεσμὸν διαλύσειε, μᾶλλον δὲ τὰς θαυμασίας ταύτας συνδέσεις καὶ τῷ ὄντι δυσλύτους παντάπασι; δεσμὸς γὰρ πρῶτος ἀρραγέστατος ἡ βασίλειος τῆς συμφωνίας φωνή, ἐντεῦθεν τὸ ἰσχυρὸν ἔχουσα καὶ διὰ τῆς οἰκείας μεγαλοπρεπείας τοῦ ἀρραγοῦς τὴν ἀπόδοσιν προδεικνύουσα. δεύτερος αὖθις δεσμὸς ὁ ἐπὶ τῶν λόγων ὅρκος, τὸν θεὸν ἐπιμαρτυρόμενος καὶ τὴν ἐκεῖθεν ἀμετάτρεπτον τελειότητα, θαυμασία τις ἅλυσις αὔτη καὶ τῷ ὄντι χρυσῆ σειρά, ἄνωθεν καθιεμένη ἀπὸ τῶν οὐρανίων ἁψίδων καὶ ἐξαρτῶσα ἑαυτῆς τοὺς συνδεδεμένους τῇ συμφωνίᾳ. Ἔνθεν τοι καὶ τὸ ἡμέτερον κράτος οἷόν τινα πρῶτον δεσμὸν τὴν ἀπὸ τοῦ λόγου συνθήκην πεποίηται πρὸς τὴν σὴν γενναιότητα καὶ κηδεύει σοι τὸ θυγάτριον τῷ ἐμῷ ποθεινοτάτῳ υἱῷ κυρῷ Κωνσταντίνῳ τῷ βασιλεῖ, ὡς ἂν ἄμφω βασιλεῖς τε εἶεν καὶ ὀνομάζοιντο καὶ οὐχ ἧττον δι' εὐνοίας ἀλλήλοις συνδέοιντο ἢ τῆς βασιλικῆς καὶ συμπεφωνημένης ἑνώσεως. ἐπεὶ δὲ καὶ νόμοι παρηκολούθησαν ἄνωθεν ἐπὶ ταῖς τοιαύταις ἐπιγαμίαις, μᾶλλον δὲ ἐπὶ πάσαις ταῖς γαμηλίοις ἑνώσεσιν, ἀντιδιδόναι ἀλλήλοις τοὺς κατὰ κῆδος συναπτομένους, ἄπερ ἂν ἑκάτεροι συμφωνήσαιεν, τοῦτο δὴ καὶ ἡμῖν ἐπαινετέον τε ἅμα καὶ πρακτέον δεδοκίμασται. καὶ σὺ μὲν συμφωνεῖς ἐμοὶ συνεισενεγκεῖν τὴν πρέπουσαν ὑποταγήν τε καὶ εὔνοιαν τῷ μὴ μόνον τῶν ἡμετέρων μὴ κατατρέχειν ὁρίων ἀλλὰ καὶ τῶν κατατρεχόντων ταῦτα κατατρεχειν καὶ πόρρω τῆς ἐπικρατείας ἡμῶν ἀποκρούεσθαι καὶ συμμαχεῖν ἡμῖν, τὰ μὲν προσκαλούμενος παρ' ἡμῶν, τὰ δὲ οἴκοθεν ἐξορμῶν τῆς τε συγγενείας ἕνεκα καὶ τῆς εὐγενοῦς προαιρέσεως καὶ τῆς θαυμασίας ταύτης καὶ βασιλικῆς ἀγχιστείας, τούτοις προστιθεὶς τὸ τοὺς μὲν ἀπεχθανομένους ἡμῖν ἐχθροὺς ἄντικρυς ἡγεῖσθαι καὶ τῆς σῆς ἀπωθεῖσθαι φιλίας καὶ ἀντιλήψεως, τοὺς δὲ οἰκείως καὶ εὐμενῶς ἔχοντας οἰκειοῦν σεαυτῷ καὶ πάσης ἀξιοῦν εὐμενείας καὶ συγκροτήσεως. καὶ ἵνα τὸ συμπαν δηλώσω συνεκτικῷ καὶ περιεκτικῷ λόγῳ, τοιοῦτον σεαυτὸν ἐπαγγέλλῃ ἡμῖν γενήσεσθαι εὐνούστατόν τε καὶ θερμότατον σύμμαχον, ὁποῖος αὐτὸς ἐν τοῖς οἰκείοις πράγμασι γίνοιο. ἅπερ οὐδὲ ψιλῶς ἐκφωνεῖς, ἀλλὰ τῷ πρὸς θεὸν καὶ τὰ θεῖα ὅρκῳ ἐμπεδοῖς καὶ φρικωδεστάταις ἀραῖς βεβαιοῖς. τοιαύτη μὲν ἡ σὴ πρὸς τὴν βασιλείαν ἡμῶν προεισφορά, οὔτε μεμπτή, ἀλλὰ καὶ πάντῃ γενναία καὶ θαυμαστή. Ἡ δὲ παρ' ἡμῶν ἀντίδοσις αὕτη– καὶ σκόπει, ὡς μεγαλοπρεπὴς καὶ βασιλική. καὶ ἄρχομαί γε ἀπὸ τῶν μειζόνων. ἔσται σοι τὸ συναπτόμενον τῷ υἱῷ μου θυγάτριον σπλάγχον ἐμοὶ ποθεινότατον καὶ οὐχ ἧττον τοῦ υἱοῦ ἀγαπώμενον, τῆς αὐτῆς αὐτῷ εὐφημίας βασιλικῶς ἀξιούμενον, μεγαλοπρεπῶς μὲν ἐν τοῖς βασιλείοις ἀναγόμενον οἴκοις, λαμπροτάτης δὲ δορυφορίας καὶ πολυτελεστάτης διαίτης ὡς ἀληθῶς εὐμοιροῦν. ταῦτα μὲν τὰ κρείττω καὶ τελεώτερα· τὰ δὲ μετὰ ταῦτα καί, ὅσα δὴ πρὸς σὲ τὴν ἀναφορὰν ἔχει, ἐντεῦθεν ἐν ἀριθμῷ τίθημι. τῷ τοῦ κουροπαλάτου μεγίστῳ καὶ ὑψηλῷ ἀξιώματι ἕνα τῶν υἱῶν σου, ὁποῖον ἂν αὐτὸς βούλοιο, τὸ ἡμέτερον τιμᾷ βασίλειον κράτος· προστίθησι τούτῳ προεδράτον ἕν, μαγιστράτα δύο, βεσταρχάτα δύο, βεστάτα δύο, ἀνθυπατάτον ἕν, πατρικάτα δʹ, ὑπατάτα ἓξ ἀνὰ λίτρας βʹ ῥόγαν ἔχοντα, πρωτοσπαθαράτα ιεʹ ῥόγαν ἔχοντα ἀνὰ λίτραν μίαν, σπαθαροκανδιδατάτα δέκα ἀνὰ λϛʹ νομίσματα ῥόγαν ἔχοντα· καὶ ἁπλῶς εἰπεῖν, τοσαῦτά σοι τὸν ἀριθμὸν ἡ βασιλεία μου δίδωσιν ἀξιώματα σύν γε τῷ κουροπαλατάτῳ, ὅσα συμπληροῖ ἐνιαύσιον ῥόγας προσότητα εἰς δύο κεντηνάρια συναριθμουμένην. ταῦτα δὲ οὐ πρώτως οὐδὲ ἀφ' ἑαυτῆς ἡ βασιλεία μου νομοθετοῦσα ποιεῖται πρὸς σέ, ἀλλὰ πολλὰ μὲν περὶ τούτων τοῖς πεμφθεῖσί σου πρέσβεσιν ὁμιλήσασα καὶ πολλάκις πρὸς τούτους περὶ τούτων διαλεξαμένη καὶ τὰ μὲν εἰποῦσα, τὰ δὲ ἀκούσασα, μέχρις ἂν ἀρεσκομένους αὐτοὺς τῇ συμφωνίᾳ ἐγνώρισεν· οἷς δὴ καὶ τὸ πᾶν ἐνόρκως ἐπίστευσας καί, ὅπερ ἂν αὐτοὶ πράξαιεν, πρὸς ἡμᾶς ἐπηγγείλω καταδέξασθαι καὶ προσδέξασθαι. Τὰ μὲν οὖν τῆς συμφωνίας ταῦτα καὶ ἀντιδόσεως· καὶ τὰ κατ' ὄνομα ῥηθέντα ἀξιώματα τῷ τε ὑιῷ σου καὶ τοῖς ἄλλοις, οἷς ἂν αὐτὸς βουληθείης, κατὰ τὸ ἀρέσκον σοι ἡ βασιλεία μου δίδωσι. τὴν δὲ σὴν μεγίστην ὑπεροχὴν οὐ συναριθμεῖ τούτοις οὐδὲ τοῖς συμφωνουμένοις καταδεσμεῖ, ἀλλ' ἐπὶ τοῦ οἰκείου ὕψους τηροῦσα τῇ ὑπερφυεστάτῃ τιμᾷ τοῦ νωβελισσίμου τιμῇ καὶ εἰς μετέωρον ἀνάγει ὕψος τοῦ ἀξιώματος, ἔξωθεν τοῦτο τῶν συμφωνιῶν παρέχουσα καὶ τοῦ καταλόγου τῶν λοιπῶν τιμῶν ὑπεραίρουσα καὶ τὸν ἐξῃρημένον τοῦ ἐξῃρημένου βαθμοῦ· ὁποῖον δὲ τούτου τὸ μέγεθος, λόγοι τε ἄνωθεν ᾄδουσι καὶ ἡ καθ' ἡμᾶς τῶν πραγμάτων διαγωγὴ δείκνυσι· τἆλλα γὰρ αὐτῷ ξύμπαντα δεύτερα, τοῦτο δὲ τοῦ βασιλικοῦ ὕψους μόνῳ τῷ καίσαρι διατέμνεται. καὶ δέχοιο τὴν τοιαύτην τιμὴν ἀπὸ μὲν τῆς ἡμετέρας φωνῆς τε καὶ προαιρέσεως, οὐδὲν δὲ ἔλαττον καὶ ἀπὸ μεγάλων ἄρχοιο τῶν τιμῶν σὺν θεῷ τούτοις ἐπιβαλλόμενος. ἴσθι μέντοι γε καὶ τοῦτο, εὐγενέστατε καὶ γενναιότατε, ὡς πολλοῖς τῶν ἐν τῇ συμφωνίᾳ ἀξιωμάτων καὶ τυπικὰ βλαττία πρὸς τῇ ῥόγᾳ ἀγωρισμένα εἰσίν· ἡ μέντοι γε βασιλεία μου οὐ μέχρι τοῦ ἀριθμοῦ τούτων τὸν τῶν βλαττίων ἀριθμὸν ἀφορίζεται, ἀλλ', ἵν' ἔχοις τι κἀνταῦθα πλέον, σύμπαντα τὰ βλαττία πρὸς τοῖς διδομένοις μετὰ τῶν ἀξιωμάτων εἰς ἑκατοστὸν συγκεφαλαιοῦνται ἀριθμόν, ὧς εἶναι τὰ πολλαπλάσια τούτων ἐκτὸς τῶν ἀφωρισμένων τοῖς ἀξιώμασι. Μέχρι μὲν τούτου τὰ τῆς βασιλικῆς ἀρχῆς καὶ τῆς ἀψευδοῦς γνώμης καὶ διαθέσεως. ὁπόσα δὲ θεὸς εἰς ὅρκον καταγόμενος βεβαιοῖ, ταῦτα· ἴστω ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, καὶ ἡ τεκοῦσα τοῦτον ὑπεράχραντος θεοτόκος, ἴστωσαν αἱ ἀγγελικαὶ καὶ θεῖαι δυνάμεις, οἱ κορυφαῖοι τῶν ἀποστόλων, σύμπασα ἡ εὐσεβὴς ἡμῶν λατρεία, ὡς ἅπαντα τὰ ἐν ταῖς συμφωνίαις ἡμῶν παρὰ τῆς βασιλείας μου διδόμενά τε καὶ ἐπαγγελλόμενα ἐν ἀξιώμασιν, ἐν ῥόγαις, ἐν εὐνοίαις, ἐν συμμαχίαις, ἐν φίλος, ἐν εἰλικρινέσι καὶ καθαραῖς διαθέσεσιν ἀψευδῆ καὶ ἀπαράβατα καὶ ἀμετάθετα ἔσται καὶ οὐδὲν ἄπρακτον γενήσεται ὦν ἐπηγγείλατό σοι τὸ κράτος ἡμῶν, ἀλλὰ πάντα τελειωθήσεται, καὶ μάλιστα ὅσα ἐπὶ τῷ θυγατρίῳ σου συμπεφώνηται. βασιλικῆς γὰρ εὐφημίας ἀξιωθήσεται καὶ τῷ βασιλεῖ καὶ υἱῷ μου ἀδιασπάστως συμβιώσειε καὶ ὁμοῦ τούτῳ σὺν θεῷ φάναι ἐν τοῖς ἀνακτόροις διαπρέψειε καὶ τὸν τοῦ θεοῦ κατευθυνεῖ λαὸν περιούσιον. ἔχεις οὖν καὶ τὴν ἀπὸ τοῦ λόγου καὶ τὴν ἀπὸ τοῦ ὅρκου βεβαίωσιν· καὶ ὁ λόγος οὐ ψιλός, ἀλλ' ἀνάγραπτος, ὡς ὁρᾷς· καὶ οὐκ ἐν γράμμασι μόνον οὐδὲ ἐν βασιλείοις ὑπογραφαῖς, ἀλλὰ καὶ ἐν σφραγῖδι χρυσῇ, τὴν χρυσῆν ὄντως ἡμῖν ἐπισφραγιζομένῃ συγγένειαν. ἀλλὰ καὶ ἡ τοῦ ὅρκου φωνὴ φοβερὰ καὶ φρικώδης, τὸν θεὸν ἐπιμαρτυρουμένη καὶ τὴν τοῦτον ἀσπόρως τεκοῦσαν καὶ τἆλλα, ἵνα μηδὲν διαλυτὸν ἡμῖν τῶν ἀκριβῶς συνδεδεμένων γένοιτο. Ἐγράφη μηνὶ αὐγούστῳ ἰνδικτιῶνος ιβʹ, ἔτους ϛφπβʹ. Ἐπεὶ δὲ ἡ ἀντιδιδομένη παρὰ σοῦ πρός τε τὴν βασιλείαν μου καὶ τὴν Ῥωμανίαν διάθεσις οὐκ ὀφείλει τῇ σῇ περιορισθῆναι ζωῇ, ἀλλὰ καὶ εἰς τοὺς κληρονόμους σου διαβᾶσα τὴν αὐτὴν γνώμην φυλάττειν καὶ τὰς αὐτὰς πληροῦν ἐπαγγελίας καὶ ὑποσχέσεις, δίκαιόν ἐστι καὶ τοῦτο προσκεῖσθαι τῷ σῷ ἀντιγράφῳ, ὅπερ μέλλεις κατ' ἰσότητα τοῦ τῆς βασιλείας μου γράμματος ποιῆσαι καὶ ἀποστεῖλαι πρὸς αὐτήν, ὅρκῳ τε τὴν τοιαύτην περὶ τῶν κληρονόμων σου πληροφορίαν βεβαιώσασθαι, ὅτι καὶ αὐτοὶ τὴν ὁμοίαν σώσουσι πρὸς τὴν βασιλείαν μου καὶ τὴν Ῥωμανίαν διάθεσιν. Μιχαὴλ ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὁ Δούκας. Ἀνδρόνικος ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς Ῥωμαίων ὁ Δούκας. Κωνσταντῖνος ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς Ῥωμαίων ὁ Δούκας. Ἰωάννης ἐλάχιστος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης.