Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes forenses et acta
Michael Psellusacta 6 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
αξτῃμ 3 Τοῦ αὐτοῦ ὑμόμνημα ἕτερον. Τῶν τοῦ πάππου δικαίων, ὡς ἐδόκει, ἐχόμενος ὁ πρωτοσπαθάριος Ἰωάννης καὶ βεστιαρίτης ὁ Ἰβηρίτζης, ὧν οὐ μετῆν τῷ πατρί, δίκην τινὰ ἀργῶν οἶμαι καὶ παίζων ἀνεπλάσατο καὶ ἐμόρφωσεν, ἥτις αὐτῷ μὲν τῷ πράγματι ἀνυπόστατος ἦν, σκιὰν δέ τινα καὶ μορφὴν ὑποστάσεως παρ' αὐτοῦ εἴληφε, καὶ ἦν ὡς ἀληθῶς εἰκασμένη τοῖς καθ' ὕπνον φανταζομένοις, ἃ δὴ τὸ ἄλογον καὶ παθητικὸν τῆς ψυχῆς μέρος ὑφίστησιν. ἐπλάττετο δὲ τὴν ἀνύπαρκτον κατὰ στάσιν οὕτως ὑπόθεσιν. τὸ γὰρ προάστειον ἔφασκεν, ὃ καλεῖται Βιβάριον, ὁ πάππος αὐτοῦ καὶ ἡ μάμμη διὰ χρυσοβούλλου δωρεᾶς τοῦ μακαρίτου βασιλεως κῦρ Βασιλείου κτησάμενοι, ἐκεῖνοι μὲν ὡς εἰκὸς ἀμφότερα εἶχον καὶ τὸ χρυσόβουλλον. καὶ τὸ Βιβάριον, αὐτὸς δὲ θατέρου μὲν καὶ οὗ μᾶλλον ἐβούλετο, τοῦ κτήματος ἀπεστέρηται, θάτερον δὲ καὶ οὗ ἐρᾷ ἔλαττον, κενὸν καὶ ἀνόνητον κέκτηται. καὶ δυεῖν ἔλεγε δεῖν γενέσθαι τὸ ἕτερον, ἢ τὸν μαγγλαβίτην Βασίλειον τὸν τοῦ Πικρίδου υἱὸν σὺν τῷ κτήματι καὶ τὸν χρυσόβουλλον λόγον λαχεῖν, καὶ τὴν δεσποτείαν ἔχειν ἀπαρασάλευτον, ἢ παραχωρῆσαι τούτῳ τοῦ κτήματος, καὶ μὴ τὸν μὲν ἔχειν τὴν κτῆσιν, τὸν δὲ τὸ κῦρος τῆς δεσποτείας τῆς κτήσεως. Τοιαύτη μὲν αὐτῷ ἡ τῆς δίκης εἰσαγωγή, εἰ καὶ μὴ τοιαύτη· πρόσωπον γὰρ καὶ μορφήν τινα κρείττονα ὁ λόγος ἀττικίσας αὐτῆ περιτέθεικεν· ὡς γὰρ παρὰ τῆς ἐκείνου γλώττης ἐχεῖτο, ἀνείδεός τις ἐδόκει καὶ δικαστηρίοις καὶ νόμοις παντελῶς ἀπαράδεκτος. ὁ δὲ μαγγλαβίτης Βασίλειος, ταῖς ὀλίγαις ταύταις προτάσεσιν ἀντιθέσεις ἀπεδίδου πολλαπλασίονας, ὡς κτήσαιτο μὲν ὁ πάππος διὰ δωρεᾶς τὸ προάστειον, ἀποποιήσαιτο δὲ διὰ πράσεως, ὡς ὁ ἐκείνου μὲν υἱός, τούτου δὲ πατήρ, τοῦ κτήματος εἰδὼς τὴν ἐκποίησιν ἐφ' ὅλον τὸν βίον ἡσύχασε, τὴν τοῦ πατρὸς πρᾶξιν αἰδούμενος. ὡς ἐπὶ τῇ πράσει προικῴα δόσις προέβη τοῦ κτήματος, ὡς ἐπὶ ταύτῃ πρᾶσις αὖθις ἑτέρα, καὶ μετὰ ταύτην ἑτέρα, καὶ αὖθις ἀγὼν περὶ αὐτοῦ, καὶ ἐπὶ τῷ ἀγῶνι διάλυσις, καὶ πάλιν πρᾶσις ἑτέρα καὶ δικαστικὸν ἐπὶ ταύτῃ δικαίωμα καὶ ὡς σειρᾶς δίκην ἀλλήλων τὰ πάντα ἔχονται, θάτερον ἠρτημένον θατέρου, καὶ συνῳδὰ πάντα ἀλλήλοις καὶ σύμφωνα, θατέρῳ θάτερον βεβαιούμενον, καὶ τὸ μὲν ὑποστηρίζον, τὸ δὲ ὑποστηριζόμενον, καὶ τὸ μὲν κρηπίδος ἔχον λόγον καὶ βάσεως, τὸ δὲ οἰκοδομῆς καὶ ὑψώσεως, καὶ ὡς εἴ πού τι διὰ μέσου νενόσηκε, δι' ἑτέρας πράξεως τεθεράπευται. καὶ ἡ μὲν γλῶττα ἔλεγε ταῦτα, ἡ δὲ χεὶρ σφάκελλον ἐπεδίδου δικαιωμάτων, τὴν τομὴν πᾶσαν τῆς ἀντιθέσεως αὐτοῖς σημαινόντων τοῖς γράμμασιν, ἃ καὶ διεξιέναι καθεξῆς ἀναγκαῖον. Καὶ ἵνα κεφαλαιώδεις ποιήσωμεν τὰς ἐπιτομάς, καὶ μὴ καθ' ἕκαστον ἐν μέρει διεξιόντες ταῖς μακρηγορίαις κόπτωμεν τὸν ἀκούοντα, τὸ μὲν εἶχε τὸν πρωτοσπαθάριον ἐκεῖνον Στέφανον τὸν Ἰβηρίτζην τὸν τοῦ ἐγκαλέσαντος πάππον πωλοῦντα τὸ κτῆμα Μιχαὴλ τῷ ἀδελφῷ Λέοντος κουβουκλεισίου κατὰ τὸν ὀκτώβριον μῆνα τῆς ιδʹ ἰνδικτιῶνος τοῦ ϛφθʹ ἔτους, μεθ' ὃ καὶ ἀπόδειξις ἦν αὐτοῦ ἀποληπτικὴ τῆς τοῦ πεπραμένου τιμῆς· ἐν ἀμφοτέροις δέ, τῷ μέν," ἐπέγραψα", τῷ δέ," ὑπέγραψα", αὐτὸς δὴ ὁ πωλήσας καὶ τὸ τοῦ πραθέντος ἀπολαβὼν τίμημα. συνεκρίθη δὲ καὶ τὰ γράμματα πρὸς ἄλληλα, αὐτοῦ δὴ τοῦ ἐγκαλέσαντος τοῦτο προτειναμένου, καὶ ἦν ἡ ὁμοιότης ἀπαράλλακτος· οὐ γὰρ μόνον ὁ αὐτὸς χαρακτὴρ τοῖς γράμμασιν ἐπεφαίνετο, οὐδὲ τὸ αὐτὸ ἰδίωμα τῆς χειρός, ἀλλὰ καὶ ἡ παρὰ τὸν κανόνα γραφὴ ἡ αὐτή, καὶ ἦν τις ὀρθογραφία ἐν μὴ ὀρθογραφίᾳ. ὥσπερ γὰρ οἱ τὸν ὀξύρυγχον ἢ στρογγῦλον χαρακτῆρα ἐπιτηδευσάμενοι ἢ αὐτοματίσαντες, τὸν αὐτὸν ἀεὶ ἐπισημαίνονται γράφοντες, οὕτω δὴ καὶ ἡ τοῦ ὑπογράψαντος χείρ, ὥσπερ τινὰ ἰδιάζοντα χαρακτῆρα τῆς ἰδιωτίας, ἶσον πρὸς ἑαυτὸν καὶ σύμφωνον ἐφυλάξατο. Καὶ ταῦτα μὲν τοιαῦτα τὰ ἔγγραφα. ἕτερον δὲ νομίμου συναφείας συμβόλαιον ἦν, αὐτοῦ δὴ τοῦ ἠγορακότος Μιχαὴλ συνάψαντος ἀνδρὶ τὴν αὐτοῦ θυγατέρα Μαρίαν, καὶ δεδωκότος εἰς προῖκα αὐτὸ δὴ τὸ τεθρυλλημένον προάστειον. ἄλλο δὲ εἶχε τὴν τοῦ πρωτοσπαθαρίου Στεφάνου τοῦ Ἰβηρίτζη γαμετὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν ἐπικυροῦσαν τῇ τοῦ Μιχαὴλ θυγατρὶ ᾗ ἐπροικίσθη τὸ κτῆμα, τὴν τοῦ ἀνδρὸς πρᾶσιν ἣν πρὸς τὸν ἐκείνης πατέρα πεποίηκε. χρόνος δὲ τούτῳ τῷ δικαιώματι ὁ ϛφκαʹ. καὶ ἕτερον, αὐτὴν τὴν Μαρίαν ἅμα τῶ οἰκείῳ ἀνδρὶ διαπωλήσασαν τοῦτο τῷ τοῦ μαγγλαβίτῃ πατρὶ τῷ Πικρίδῃ. καὶ ἐπεὶ τοῦτο ἐνόσει, ἑτέρῳ δικαιώματι τὸ νοσοῦν τεθεράπευτο. αὐτὴ γὰρ ἡ πρὸς τὴν πρᾶσιν παρανομήσασα, καὶ διὰ τὸν βοηθοῦντα νόμον εἰς τὴν ἀνάληψιν δικαιουμένη τοῦ κτήματος, ἀγῶνα μὲν δικαστηρίου μετὰ τὴν τοῦ ἀνδρὸς ἀποβίωσιν κατὰ τοῦ Πικρίδου ἐκρότησε, πρὶν ἢ δὲ ἐξενεχθῆναι ἀπόφασιν νομίσματά τινα παρ' αὐτοῦ λαβοῦσα, καθαρῶς διελύσατο. ἐπὶ δὲ τῇ διαλύσει παρ' αὐτοῦ δὴ τοῦ δικάζοντος ἀπελύθη ὑπόμνημα· μεθ' ὃ ἡ αὐτὴ πάλιν δευτέραν ἔννομον πρᾶσιν τοῦ κτήματος πρὸς τὸν αὐτόν Πικρίδην ἐξέθετο, μεθ' ὃ καὶ ἕτερά τινα δικαιώματα προβεβήκασι παρέλκοντα τῇ γραφῇ. Τί γὰρ χρὴ εἰς ἀπέραντον γενεαλογεῖν τοὺς τὸ κτῆμα διαδεξαμένους, μᾶλλον δὲ ἀπαριθμεῖσθαι τὰ ἔγγραφα; ἀλλ' ὁ ἐνάγων Ἰβηρίτζης ἐθελοκακῶν μέν, εὐφυῶς δέ τινος ἀντελαμβάνετο πράγματος· ἀναποδίζων γὰρ εἰς τὸν χρόνον καθ' ὃν τὸ χρυσόβουλλον γένοιτο, καὶ συγκρούων αὐτὸν τῷ χρόνῳ τῆς πράσεως, ὑποψίαν τινὰ πλαστογραφίας τούτῳ προσέπλαττε. τὸ μὲν γὰρ προάστειον πέπρατο εἰς τὸ ϛφθʹ ἔτος, ὁ δὲ χρυσόβουλλος λόγος γεγένητο κατὰ τὸ ϛφιεʹ. ἐπελαμβάνετο οὖν ὁ ἐνάγων τῆς πράσεως ὡς πλαστῆς. πῶς γὰρ ἦν εἰκὸς πωλεῖν τὸν πάππον αὐτοῦ ὃ μήπω διὰ τῆς χρυσοβούλλου δωρεᾶς εἴληφε; καὶ οὐ μικράν τινα ταραχὴν καὶ θόρυβον παρεισήγαγε τῷ δικαστηρίῳ μέχρις ἂν ἡ ἀκριβεστέρα τοῦ χρυσοβούλλου ἀνάγνωσις τὸ ταράττον κατεύνασε. πρὶν ἢ γὰρ προβῆναι τὸ χρυσόβουλλον, τὸ κτῆμα τῷ Ἰβηρίτζῃ οὐ διὰ χρυσοβούλλου, ἀλλὰ διὰ πιττακίου δεδώρητο κατὰ τὸ ϛφδʹ ἔτος· μεθ' ὃ δὲ τούτου τούτῳ τῷ τρόπῳ ἐδέσποσε, προέβη τὸ χρυσόβουλλον. ἡ δὲ πρᾶσις μέση πως ἦν τῶν διττῶν καὶ διαλλαττουσῶν κατὰ τὸν τρόπον δωρεῶν. καλῶς οὖν ὁ Ἰβηρίτζης τὸ κτῆμα ἐπώλησε· καὶ αὐτὸ δὲ τὸ χρυσόβουλλον μετὰ τὴν τοῦ Ἴβηρος γέγονε τελευτήν. ὁ γὰρ πατρίκιος ἐκεῖνος ὁ Ξιφίας, γαμβρὸς ἐπὶ θυγατρὶ ὢν τοῦ Ἴβηρος ἐκείνου, ἐπεὶ οὗτος μὲν ἐξ ἀνθρώπων ἠφάνιστο, ἡ δὲ ἐκείνου σύμβιος ἔτι τῷ βίῳ περιῆν, ἐπικυρῶν οὗτος τῇ πενθερᾷ, αἰτεῖται τὸν τηνικαῦτα κρατοῦντα ἐπικυρῶσαι ταύτῃ διὰ χρυσοβούλλου δωρεᾶς τὸ κτῆμα ὃ φθάσας· τῷ ἀνδρὶ ἐχαρίσατο, οὐκ ἀναδιδάξας ὅτι πέπρακε τοῦτο ὁ τὴν πρώτην εἰληφὼς δωρεάν. ὅθεν οὐδ' ὁ χρυσόβουλλος λόγος δύναμίν τινα βοηθοῦσαν τῷ ἐγκαλέσαντι κέκτηται· οὐ γὰρ μετ' εἰδήσεως ὁ κρατῶν ἐδωρήσατο τὸ ἀλλότριον, ἦ γὰρ ἂν ἐπεσημήνατο τοῦτο τῇ δωρεᾷ. Ἔδει μὲν οὖν τὸν ἐνάγοντα τούτοις ἅπασιν ἐπιστομισθέντα, μηκέτι λόγους ἐκ λόγων ἀμείβειν, μηδ' ἀφ' ἑτέρων ἀκύρων ἐφ' ἕτερα μεταπηδᾶν ἄκυρα· ἀλλ' ὃ ἐβούλετο, σφόδρα ἐβούλετο. διὰ ταῦτα πᾶσιν ἐχρᾶτο, καὶ πᾶσιν ἐμάχετο, οὐ ξίφει πλήττων οὐδὲ μαχαίρᾳ τέμνων οὐδὲ λίθῳ βάλλων τὸν ἀντικαθιστάμενον, ἀλλὰ δακτύλῳ θιγγάνων αὐτοῦ. τοιαῦται γὰρ αἱ τῶν ἀντιθέσεων τούτῳ δυνάμεις· ἐν οἷς ὁ μητροπολίτης Ἀγκύρας ἦν οὐκ ἀπροσφόρως μόνον, ἀλλὰ καὶ ἀφελῶς τῆς δίκης ἁπτόμενος, καὶ ἀρχὴν τῆς δωρεᾶς τὴν χρυσόβουλλον ποιούμενος δωρεάν, καὶ τῇ τοῦ ἐνάγοντος φωνῇ ἐν ἅπασι χρώμενος· καὶ ἡ τοῦ Μιχαὴλ θυγάτηρ Μαρία τούτῳ διαλυομένη δῆθεν μεθ' ὃ διέπρασε, καὶ προσμαρτυροῦσα αὐτῷ τὴν δεσποτείαν τοῦ κτήματος, καὶ τὰς ἐπὶ τούτῳ ἀγωγὰς αὐτῷ ἐκχωροῦσα· ἢ παρὰ φαῦλον αὖθις τοῦτο θεμένη πρὸς τὸν τοῦ μαγγλαβίτου πατέρα περὶ τοῦ αὐτοῦ διελύσατο. καὶ τὴν μὲν δευτέραν διάλυσιν εἰκὸς διάλυσιν ὀνομάζεσθαι, ἀμφιβολίας παρεμπιπτούσης ἐπὶ τῷ πράγματι, τὴν δὲ πρώτην διάλυσιν πλάσμα. ἔπαιξε γὰρ αὐτὴν ἡ γυνή, τὸ τοῦ ἀντιδίκου προσωπεῖον ὑποκριναμένη καὶ τὰς ἐκείνου μιμησαμένη φωνάς. πρὸς τούτοις καὶ αὐτὸς ὁ ἐνάγων, ἐνάγων πολλάκις ἦν καὶ ἐπιφωνούμενος καὶ ψηφίσματα προκομίζων δικασταῖς δικαστῶν. ἐπεὶ οὖν οὐδὲν ἐντεῦθεν ἀπώνατο, ἐπὶ τὴν τελευταίαν κατέφυγεν ἄγκυραν, συστάσεις ἀπαιτῶν τὸν ἀντίδικον, ἢ τῆς πράσεως ἐμφανισθείσης τοῦ πάππου αὐτοῦ ἢ τοῦ τῆς μάμμης ἐπικυρωτικοῦ δικαιώματος. ἀλλ' ὁ χρόνος αὐτῷ πολὺς μετὰ τὴν πρώτην ἐκποίησιν ῥέων, οὐδὲ εἰσαγώγιμον ἐποίει τὴν ἀγωγήν· παρ' ἀμφοτέροις μὲν γὰρ ὡμολογεῖτο κατὰ τὸ ϛφθ ἔτος τὴν τοῦ κτήματος γενέσθαι παρὰ τοῦ Ἴβηρος ἐκποίησιν, ὁ δὲ τῆς ἐκποιήσεως τρόπος ἠμφισβητεῖτο. ὁ μὲν γὰρ πρᾶσιν τοῦτο ὠνόμαζε, καὶ αὐτῷ τῷ τῆς πράσεως ἐγγράφῳ τοῦτο ἐπεσφραγίζετο, ὁ δὲ ἐνεχυρίασιν, ἁπλῶς οὕτως διϊσχυριζόμενος. πεντηκοστὸς οὖν τρίτος διαρρεύσας μετὰ τὴν ἐκποίησιν χρόνος ἀπαράδεκτον τὴν τοῦ Ἰβηρίτζης ἀγωγὴν ἐποίει περὶ τοῦ κτήματος. ὁ δὲ διατεμεῖν τὸν χρόνον πολλὰ μέγα βοῶν, ἐπιφωνήσεως ἐνεφάνισεν ἔγγραφα, ὧν τὰ μὲν ἄλλα μετὰ τὴν τριακονταετίαν γεγονότα εὑρίσκετο, ἓν δὲ κατὰ τὴν ιβʹ ἰνδικτιῶνα γεγονέναι ἀνεγέγραπτο. ἐνίστατο δὲ οὗτος ταύτην εἶναι καθ' ἣν ὁ ἐν βασιλεῦσιν ἀοίδιμος κῦρ Ῥωμανὸς τὴς βασιλείας ἐπείληπτο, ὁ δὲ τότε χρόνος κηʹ ἦν, μεθ' ὃ ἐξεποιήθη παρὰ τοῦ πάππου τὸ κτῆμα. ἀλλ' ἡ τῶν τριῶν μαρτύρων ὑπογραφὴ ἀνίσχυρον τοιαύτην εἰργάζετο ἐπιφώνησιν. ὅμως μέν τοι κατὰ συγχώρησιν δόντες ἰσχυρὰν αὐτὴν καὶ ἔννομον εἶναι, πιστώσασθαι ταύτην ἀπαιτοῦμεν τοῖς μάρτυσι, καὶ τηνικαῦτα ἀρχὴν ἀγώνων ἔχειν περὶ τοῦ κτήματος. ὁ δὲ οὐχ οἷός τε ἦν ταύτης τὸ βέβαιον παρασχεῖν, ἀλλ' ἦν μέγα βοῶν, καὶ ὄχλον τῷ δικαστηρίῳ ποιῶν ὡς τῶν ἰδίων ἀποστερούμενος, τῆς τε πράσεως ὡς πεπλασμένης καταψευδόμενος καὶ τὴν σύστασιν αὐτῆς ἀπαιτῶν τὸν ἀντίδικον. ᾔδει γὰρ ὡς τοῦ μακροῦ χρόνου τοὺς ἐν αὐτῇ ὑπογράφους ἐξαφανίσαντας μάρτυρας, μετοκλάσειεν οὗτος εἰς τοιοῦτον ἐμπεσεῖν ἀγῶνα καὶ παραχωρήσειε καὶ ἄκων τούτῳ τοῦ κτήματος. Ἀλλ' ὁ μαγγλαβίτης, ἵνα μὴ καὶ αὖθις ὑπερήμερος ἡ δίκη γένηται, ἑκοντὶ χωρεῖ πρὸς ἀγῶνας, καὶ χειμῶνος ὥρᾳ ἀβάτους ὁδοὺς διελθὼν καὶ πολλὴν ἀμείψας ἧκε κομίζων ἄνδρας τρεῖς, ὧν ὁ μὲν ἐμαρτύρησεν ὅτι παρῆν ἐν τῇ πράσει καὶ αὐτὸ τὸ λογάριον αὐτὸς ἐπεφέρετο, καὶ ὅτι αὐτοῖς ὀφθαλμοῖς ἐθεάσατο καὶ τοὺς μάρτυρας ὑπογράψαντας καὶ τὸν πωλήσαντα Ἴβηρα ἐν τῷ γράμματι τῆς πράσεως ἐπιγράφοντα. οἱ δὲ λοιποὶ ἐμαρτύρουν ὡς αὐτοὶ μὲν τῇ τοιαύτῃ πράσει οὐ παραγένοιντο, ἀκούσειαν δὲ τῶν ὑπογράφων μαρτύρων ἐν τῷ ἐπικυρωτικῷ ἐγγράφῳ τήν τε ὑπογράφὴν πολλάκις ὁμολογησάντων, καὶ τὴν προτέραν πρᾶσιν καὶ τὴν μετ' ἐκείνην ἐπικύρωσιν ἀληθεῖς τιθεμένων. ἀλλ' ὁ Ἴβηρ αὐτοὺς ἐκείνους τοὺς ὑπογράψαντας ἀνιστᾶν ἀπὸ τῶν νεκρῶν καὶ παράγειν κατηνάγκαζε τὸν ἀντίδικον, τὸν Ἀϊδωνέα παραιτησαμένους, δέχεσθαι δὲ τούτους, κἂν ἐξ ἡμισείας ἐφθάρησαν καὶ ἀμενηνὰ τυγχάνωσι κάρηνα. ἐπεὶ δὲ πᾶσι προσβάλλων καὶ ῥητοῖς καὶ ἀρρήτοις γέλωτα παρὰ πάντων ὠφλίσκανε, τελευταίαν ταύτην ἐξεῖπε φωνήν, ἐπομόσασθαι τὸν μαγγλαβίτην ὡς οὐκ εἴη γινώσκων ὅτι κατ' ἐνεχυρίασιν ἐδόθη παρὰ τοῦ πάππου τῷ Μιχαὴλ ἐκείνῳ τὸ περιβόητον τοῦτο προάστειον, καὶ ἀπιέναι νενικηκότα. Καὶ ἀπεφήνατο ὁ δικάζων ὅρκους ἀμφοτέρους παρασχεῖν, τὸν μὲν ὡς οὐ συκοφαντοίη, τὸν δὲ ὡς οὐκ ἐπίσταται τὴν ἐνεχυρίασιν. προβέβλητο οὖν τὸ θεῖον. τῶν δὲ ἐπομοσομένων, ὁ μὲν μαγγλαβίτης πρόθυμος ἦν, ὁ δὲ Ἰβηρίτζης μετώκλαζε, τὸν μαγγλαβίτην μόνον ἐπομόσασθαι καταναγκάζων τὸν ἐκβιβάζοντα τὴν ὑπόθεσιν. ὁ δὲ ἀντεπῆγε τούτῳ τὸν ὅρκον, ὁ δὲ οὐδέτερον προσεδέχετο, δοκῶν ἐντεῦθεν τὴν ἀπόφασιν γενέσθαι ἀνήνυτον καὶ εἰς χρόνους ἀπεράντους τεταμιεῦσθαι τὴν δίκην. Ἀλλ' ἄκουσον, ἀπειθέστατε σύ, τί σοι ὁ νόμος βοᾷ." ὁ ἐπαγαγὼν ὅρκον καὶ μὴ ὀμνὺς τὸν τῆς συκοφαντίας, ἔοικε τῷ παραχωροῦντι τὸν ὅρκον, καὶ ἐκπίπτει τῆς ἀγωγῆς." ἐπεὶ οὖν ἐπήγαγες, σὺ δὲ τὸν τῆς συκοφαντίας οὐκ ὤμοσας, ἐκπέπτωκας, κατὰ τὸν νόμον, τῆς ἀγωγῆς. ἀλλὰ καὶ κατὰ συγχώρησιν ἐκ μόνου τούτου καταδεδίκασαι· ἐξ αὐτῆς γὰρ γραμμῆς καὶ οὐκ ἐκ περιόδου κατακέκρισαι. ὅπου γε οὐδὲ εἰσιτητόν σοι τυγχάνει τὸ δικαστήριον, ἀλλ' ἀπὸ τοῦ χρόνου μετείληψαι καὶ πεφώρασαι κακουργῶν τὸν ἀγῶνα, καὶ μάτην κόπτων τὰ δικαστήρια. ἀλλὰ τὸ κύκνειον ἐφ' ἡμῖν ᾖσας, ἢ μᾶλλον τὸ Κασσάνδρειον καὶ λοῖσθον μέλος, τοῦ παρόντος σοι δικαιώματος τὴν φωνὴν ἐπικόπτοντος. Ὃ δὴ καὶ συνήθως πιστωθὲν παρ' ἡμῶν ἐπεδόθη, μηνὶ μαρτίῳ, ἰνδικτιῶνος βʹ, ἔτους ϛφνζʹ.

Intertext edge

Open linked passage

Note