Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes forenses et acta
Michael Psellusacta 7 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
αξτῃμ 4 Χρυσόβουλλος Οὐ θαυμαστὸν εἴ τις, τὸν μέγαν θεώμενος ἥλιον ἀπείρῳ φωτὶ καταλάμποντα καὶ ἐφ' ὑψηλοῦ διϊππεύοντα καὶ ἀπὸ τῆς οὐρανίας ἄντυγος πᾶσαν καταπυρσεύοντα γῆν, τῷ τε ἐναντίῳ καὶ διπλῷ, τῆς ἀνατολῆς μέρος ἅπαν καὶ τῆς δύσεως, βορρᾶν τε καὶ νότον καταφαιδρύνοντα τῆς κινήσεως, ἄγαταί τε καὶ τέθηπε καὶ ὅλαις αἰσθήσεσι τοῦ φωτὸς ἀπῃώρηται καὶ τιμᾷ ταῖς τῶν λόγων ὑπεροχαῖς. ὃ γὰρ ὁρᾷ τοῦτο ἐκπλήττεται, καὶ ὃ πέπονθε τῇ γλώττῃ κοσμεῖ καί, μαρτυροῦσαν ἔχων τῷ μεγαλείῳ τὴν αἴσθησιν, ὅλῳ τῷ ψυχικῷ πνεύματι ἐπὶ τὸ θαῦμα καὶ τὸ ἐγκώμιον διεγείρεται. οὐδ' εἴ τις τοίνυν βασιλέα ὁρῶν πορφυρίδι καὶ μαργαρίταις συναποστίλβοντα καὶ ἀπὸ σκήπτρου, ὅ φασι, θεμιστεύοντα, καὶ τῇ χρυσῇ τῶν λόγων σειρᾷ ὥσπερ ἐξ οὐρανίας ἀκρότητος πᾶσαν ἀπαιωροῦντα φύσιν καὶ δύναμιν, εἴτα ὑποπτήσει καὶ σέβεται, καινόν τι ποιεῖ καὶ ἀσύνηθες ταῖς τῶν πολλῶν διαθέσεσι. Τοὐναντίον μὲν οὖν ἐκεῖνο θαύματος ἄξιον, εἴ τις τὸν ἐπ' ἐλάττονος σχήματος τοῦ μείζονος καὶ βασιλικοῦ ἀξιῶν, ὡς αὐτὸ τοῦτο ὁρῶν ὃ βούλεται καὶ τὸ μέλλον ὡς ἐνεστώς, ἶσα τοῖς βασιλεῦσιν ἄγει τὸν τέως μετὰ τῶν ἄλλων ταττόμενον, καὶ διευλαβεῖται καὶ ὑποστέλλεται καὶ τἆλλα ποιεῖ οἷς ὑπηκόου σχῆμα χαρακτηρίζεται. Τοιοῦτος περὶ τὸ κράτος ἡμῶν ὁ μάγιστρος Ἐπιφάνιος καὶ πρωτοασηκρῆτις ὦπται καὶ δεδοκίμασται, καὶ λυχνιαῖόν τι φῶς ἴσως ἐν ἡμῖν ἰδών, ἡλιακὴν τοῦτο φρυκτωρίαν εἶναι ἐτόπασε καὶ τὴν ὑπόγειον ἡμῶν αἴγλην ὥσπερ ὑπέργειον δᾳδουχίαν ἐτίμησε, καὶ τὴν ἑσπέριον ἡμῶν δύσιν ὡς ἀνατολὴν ἑῴαν ἐθαύμασε, καὶ τὸ ἀπόρρητον περὶ ἡμᾶς βούλημα τοῦ θεοῦ ὠδῖσιν ἀρρήτοις τῆς ψυχῆς ἐγνωμάτευσε. Διὰ ταῦτα προσπέφυκε τούτῳ τὸ κράτος ἡμῶν, καὶ τοῦ κύκλου τῶν περὶ τὸ βῆμα ἠξίωσε καὶ εἰς ὕψος ἦρε τιμῆς καὶ τὴν μυστικὴν τοῦ κράτους ὑπηρεσίαν ἐπίστευσε. νῦν δὲ καὶ εὐπορώτερον ἀπεργάσασθαι βούλεται, ἵν' ἔχῃ κατάλληλον τῷ ὑπερέχοντι τῆς λαμπρότητος τὴν ἐκ τοῦ βίου δαψίλειαν. ποιεῖται τοίνυν τοῦτον ἡ βασιλεία μου δεσπότην δύο προαστείων ὡς ἀληθῶς· ἐτυμολογικώτερον γὰρ τὴν κλῆσιν εἰλήφασιν, αὐτοῦ που πρὸ τοῦ ἄστεος κείμενα. τὸ μὲν γὰρ πρὸς τῷ χωρίῳ ὃ Φλώριον ὀνομάζεται ἵδρυται, τὸ δὲ τὸ χωρίον τὰ Γαλατάρια ἐκ γειτόνων ἐστίν. ὧν τὴν κυριότητα προσεχῶς ὁ ἐπὶ τῶν δεήσεων γεγονὼς εἶχε Νικόλαος, οὐκ ἐξ ὁμοίας τῆς ἀφορμῆς τὴν κτῆσιν ἀμφοῖν εἰληφώς· τὸ μὲν γὰρ ὠνησάμενος ἔσχηκε, τὸ δὲ κατὰ τὸ Φλώριον παρὰ τῆς αὐτοῦ γαμετῆς προσεκτήσατο, οὐκ εἰς προῖκα προσαγαγούσης, οὐδὲ δωρησαμένης, ἀλλὰ γέγονεν αὐτῷ ἴδιον τὸ ἀλλότριον ἐκ τῆς τῶν πραγμάτων περιστάσεως, οἷα πολλὰ εἴωθε γίνεσθαι. ἡ γάρ τοι τῷ ῥηθέντι Νικολάῳ συμβιώσασα, γαμετὴ ἑτέρου ἀνδρὸς πρότερον χρηματίσασα κατὰ νόμους συνῳκηκότος αὐτῇ καὶ δυσὶ θυγατράσι τὴν πρὸς ἐκεῖνον περιορισαμένη συνάφειαν, ἐπεὶ ἐκεῖνος μετήλλαξε τὴν ζωήν, πρὸς δευτέρους ἐννόμως γάμους ἀπέκλινε, καὶ τῷ Νικολάῳ μέχρι τινὸς συμβεβίωκεν. εἶτα κατὰ τὸ βουλητὸν αὐτῇ χρησαμένη τοῖς συμβολαίοις, ἐν γράμμασι μὲν τεσσαράκοντα λιτρῶν προῖκα τούτῳ ἀπηριθμήσατο, οἷα δέ τινα ἐφόλκια τοῦ σώματος τῆς προικός, τοῦτο δὴ τὸ κτῆμα τῷ γαμέτῃ προσήνεγκε καὶ οἶκον οὐ πάνυ λαμπρὸν κατὰ τὸ Βύκινον ἱδρυμένον· τόπος δὲ οὗτος ἀγχοῦ που τοῦ μεγάλου θεάτρου τοῖς πάσι κατάδηλος. ταῦτά τε οὖν τῷ ἀνδρὶ προσενήνοχε καὶ τὰ φίλτατα, ἄχθος ἐκείωῳ μολίβδου περιβριθέστερον. Ἦν μὲν οὖν τηνικαῦτα τοῖς ἀδοξοτέροις συναριθμούμενος ὁ Νικόλαος, ὑπογραμματεύων ἔτι καὶ τῆς βελτίονος, ὡς ἄν τις εἴπῃ, τύχης πόρρω που κείμενος. τῶν δὲ πραγμάτων ἀθρόον μεταβαλόντων, ὥσπερ ἐκ μηχανῆς, ἀνεδόθη τοῖς βασιλείοις καὶ ἐντὸς τῶν ἀδύτων ἐγένετο. εὐθὺς οὖν αὐτῷ τὰ πάντα μετεσχημάτιστο· ὅ τε γὰρ οἶκος αὐτῷ λαμπρότερος γέγονε καὶ ὁ πλοῦτος βαθύτερος καὶ ὅλως αὐτῷ τὸ σχῆμα τοῦ βίου μετήλλακτο. τὰ μὲν οὖν ἐξωνεῖτο κτήματα, τὰ δὲ κατηλλάττετο, ταῖς γὰρ δυσὶν αὐτοῦ προγοναῖς οἰκειοτέρῳ ἤθει χρησάμενος, καὶ τὸν πατρωὸν εἰς πατέρα μετενεγκών, καὶ διὰ μέσης τῆς γαμετῆς πρὸς ἐκείνας τὴν σχέσιν μετοχετεύσας, τὰ πατρῷα ταύταις, τόν τε ἐν τῷ Βυκίνῳ οἶκον καὶ τὸ κατὰ τὸ Φλώριον προάστειον, ὡς εὐτελῆ τε καὶ εὔωνα κατασχών, ἀντιδίδωσιν αὐταῖς εἰς προῖκας τούτων πολλαπλασίονα. καὶ τὸ ὅλον ὡς θυγατράσιν ἑαυτοῦ ταῖς ἀλλοτρίαις ἐχρήσατο καὶ ἔννομον ἑαυτῷ τὴν δεσποτείαν τοῦ οἴκου καὶ τοῦ προαστείου πεποίηκε, καταλλαξάμενος πλείονος τὰ ἐλάττονα. γέγονε μὲν οὖν ἐκεῖθεν δεσπότης τοῦ κτήματος ὁ Νικόλαος, ἐμφράξας τὸ στόμα ταῖς προγοναῖς ἁδροτέρῳ δεσμῷ χρυσίου ἤτοι ἀποδέσμῳ. πάντα δὲ ἀθρόον ἀφῄρηται, παραπλὴξ ὕστερον καὶ ἐμβροντησίας ἀπελεγχθείς καὶ κατὰ τοῦ ἡμετέρου κράτους μεμελετηκὼς καὶ σαφῶς ἐπὶ τυραννικαῖς αἰτίαις ἑαλωκώς. διὰ ταῦτα δεδήμευται αὐτῷ ἡ σύμπασα τοῦ βίου ὕπαρξις καὶ ὑπὸ τὴν βασιλικὴν πέπτωκεν ἐξουσίαν. Καὶ ὡς ἀφωσιωμένα τῷ κράτει δωρεῖται ταῦτα οἷς ἂν ἡ βασιλεία μου βούληται, ὥσπερ δὲ καὶ τῷ δηλωθέντι μαγίστρῳ Ἐπιφανίῳ καὶ πρωτοασηκρῆτις τὸ κατὰ τὸ Φλώριον ἐκείνου κτῆμα δωρησαμένη, τῷ παρόντι χρυσοβούλλῳ ὡς ἀδαμαντίνῳ δεσμῷ τὴν δωρεὰν ἐμπεδοῖ. εἰ γὰρ τῷ μεγαλείῳ τοῦ κράτους τὰ ὑποκείμενα κατησφάλισται, καὶ οἷς ἂν ἐκεῖθεν μερίς τούτων κατενεχθῇ μετὰ τῆς ὁμοίας ἀσφαλείας περίεισιν· εἰ δὲ καί βασιλεὺς δημεύων καὶ ἀφαιρούμενος μετὰ τῆς τῶν λογισμῶν ἐπισκέψεως ποιεῖται καὶ τὴν ἀφαίρεσιν καὶ τὴν δήμευσιν, ἀμφοτέρωθεν ἰσχύει τοῖς ἐκεῖθεν λαβοῦσιν ἡ δωρεά. ἦν μὲν γὰρ τῶν τῆς γαμετῆς τοῦ Νικολάου θυγατέρων κατὰ πατρῳαν ἢ μητρῷαν ἴσως κληροδοσίαν τὸ κτῆμα, ἀλλ' ἀντιδόσεως αὐταῖς παρὰ τοῦ πατρωοῦ γενομένης λαμπροτέρας καὶ μείζονος, μέρος τῆς τοῦ ἀνταλλάξαντος ὑπάρξεως γέγονε· παντὸς δὲ αὐτῷ τοῦ βίου ἀφαιρεθέντος εἰς τὸν δημόσιον, καὶ τὸ μέρος προσαφῃρέθη καὶ τοῖς βασιλικοῖς δικαίοις τὰ εἰρημένα δύο ταῦτα ὑποπέπτωκε κτήματα. ἀλλὰ τί τῷ πρωτοασηκρῆτις ταῦτα; οὐ γὰρ ἐρευνᾶν δεῖ τινα ὁπόθεν ὁ βασιλεὺς ἔσχηκεν, ἀλλὰ λαμβάνοντα προσκυνεῖν. πλὴν εἰ καὶ γέρας ὥσπερ τοῖς βασιλεῦσιν ἐξαίρετον, τὸ παρὰ πάντων ἐστὶ συγκεχωρηκὸς ἐν ἅπασιν, ἀλλ' οὐδὲν ἔλαττον ἡμεῖς τούτοις ἀντιδιδόαμεν τὴν ἐν νόμῳ τούτην διοίκησιν καὶ ὃ δέον πραχθῆναι τῶν πράξεων προεισφέρομεν. Οὐδένα τοίνυν ὁ πρωτοασηκρῆτις τῶν περιέργων φοβήσεται τοῦ κτήματος εἵνεκα τοῦ κατὰ τὸ Φλώριον, οὐ τῶν ἀπὸ τοῦ μέρους τοῦ Νικολάου, οὐ τῶν ἀπὸ τῆς γυναικὸς αὐτοῦ θυγατέρων· τῷ μὲν γὰρ ἡ δήμευσις ἀντικείσεται, ταῖς δὲ ἡ μείζων ἀντίδοσις, ἀμφοῖν δ' ἐπίσης ὁ ἡμέτερος ὅρος· κέκλεισται γὰρ ἑκατέροις οὐ θύρα μόνον δικαστηρίου, ἀλλὰ καὶ πρωτολογίας εἰσαγωγή. καὶ τὸ τῆς γνώμης περίεργον ἐν ἄλλοις ἴσως τὰς πράξεις καινοτομοῦν, τά γέ τοι παρὰ βασιλέως ταττόμενα καὶ τυπούμενα οὐδαμῶς μωμῆσαι δυνήσεται/ αλλ' οὐδὲ ῥητορεύουσα γλῶττα καὶ πάντα ἰσχύουσα τῇ πειθοῖ, καὶ τῶν νόμων τοὺς μὲν συγχέουσα, τοὺς δὲ παρατρέπουσα, βασιλιγῆς ἄν ποτε κρατήσῃ δυνάμεως, οὐδὲν ἔλαττον ἢ ῥεύματος παρασύροντος καὶ πυρὸς παφλάζοντος καὶ ποταμοῦ κατακλύζοντος. ἐνταῦθά γέ τοι καὶ τὸ δάκρυον πάθος κινοῦν, ὀλολυγή τε καὶ οἰμωγὴ καὶ ὅσα χαυνοῦν δικαστὴν δύναται καὶ μὴν καὶ θέλγητρον γλώττης καὶ φωνὴ γοητεύουσα καὶ τἆλλα ἐλήλεγκταί τε καὶ ἀπελήλαται. Ἕξει τοίνυν οὗτος τῶν δωρηθέντων αὐτῷ κτημάτων τὴν κυριότητα, ὥσπερ ἐν μυστηρίῳ τῷ βίῳ σιγῶντων ἁπάντων· ὁ γὰρ χρυσόβουλλος λόγος ἡμῶν, ὥσπερ ᾠδή τις ἢ ὕμνος τοῖς μύσταις ὑπαναγινωσκόμενος, σιγᾶν αὐτοὺς προκελεύεται. αὐτό γέ τοι καὶ προλαβόντες παρεγγυώμεθα τοῦ μηδένα τῶν ἀπάντων, μὴ δικῶν νομοθέτην, μὴ δικαστήν, μὴ τὸ δημευθὲν μέρος, μὴ τὸ πρὸ τῆς δημεύσεως ἀντιλαβὸν τοῦ κτήματος ἕτερα, μηδ' ἄλλον τινά, ὄχλον τῷ πρωτοασηκρῆτις καὶ πράγματα παρασχεῖν ἐφ' οἷς παρὰ τῆς βασιλείας μου δωρεὰν εἴληφεν. ἐξέσται δὲ αὐτῷ ὡς ἂν βούλοιτο τὰ περὶ τῶν κτημάτων οἰκονομεῖν, ἐκποιεῖν, κατὰ πάντα τρόπον δωρεῖσθαι, κληροδοτεῖν, ἀνταλλάτειν, πιπράσκειν, τἆλλα ποιεῖν ὁπόσα καὶ νόμος καὶ ἔθος τοῖς ἀπεριγράφοις τῷ χρόνῳ δεσπόταις διδόασιν. ὥσπερ δὲ λαβὼν οὗτος παρὰ τοῦ κράτους ἡμῶν τῶν κτημάτων τὴν δωρεὰν καὶ τὸ ἡμέτερον προσείληφε δίκαιον, οὕτω δὴ καὶ ὁ πρὸς αὐτοῦ ταῦτα λαμβάνων τὴν αὐτὴν ἐπισπάσεται δύναμιν, καὶ ῥυήσεται ὥσπερ ἀπὸ πηγῆς τῆς ἡμετέρας καὶ πρώτης χάριτος ἐπὶ πάσας διαδοχὰς ὁ αὐτὸς τῆς ἰσχύος λόγος, ἀντιπλεκόμενός τε καὶ συμπλεκόμενος ὥσπερ εὐπλόκῳ καὶ ἀδαμαντίνῳ σειρᾷ. 8 αξτῃμ

Intertext edge

Open linked passage

Note