Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes panegyricae
Michael PsellusPane 11 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ἐγκώμιον εἰς τὴν δέσποιναν Ἔδει ποτὲ τὴν εὐδαίμονα ταύτην πόλιν καὶ λαμπροτάτην, ὦ θειοτάτη βασίλισσα, τὸν οἰκεῖον κόσμον ὅλον ὅλην ἀπολαβεῖν καὶ τούτῳ λαμπρυνθῆναι τέλεον καὶ τῶν ἀπ' αὐτοῦ λαμπηδόνων ἱκανῶς ἐμφορηθεῖσαν καὶ τοὺς ἄλλους ἅπαντας τῆς αὐτῆς μετόχους ἀναδεῖξαι λαμπρότητος. οὐδὲ γὰρ ἂν ὁ τῶν ἀγαθῶν παροχεὺς καὶ πρύτανις τῆς ἁπάντων σωτηρίας καὶ τῶν μὲν λυπηρῶν σκεδαστής, τῶν δ' ἀγαθῶν εἰσαγωγεὺς καὶ δοτὴρ ἐπὶ τοσοῦτον ὁρᾶν ἠνέσχετο τοὺς αὐτῷ θαρροῦντας τῷ τῶν χαλεπῶν ἐπηλυγαζομένους βυθῷ καὶ τῇ τῶν λυπηρῶν πληθύϊ κατισχημένους. διὰ τοῦτο κέρας ἤγειρε σωτηρίας ἐπὶ τὸν λαὸν αὐτοῦ κατὰ τὸν θεῖον φάναι Δαυίδ, καὶ πόρρω ποι τῶν ἡμετέρων ψυχῶν, μᾶλλον δὲ τῆς μεγαλοπόλεως ταύτης, τὴν ἀχλὺν ἀπελάσας καὶ τὴν σκοτόμαιναν τὴν χαρὰν ἀντεισῆξε καὶ τὴν φαιδρότητα. Ἄρτι γοῦν μοι τῶν σῶν ἐγκωμίων ἁψαμένῳ πᾶς τις συγχαίρει καὶ συναγάλλεται· καὶ ὅτι μὴ τάχιον τοὺς τῆς εὐφημίας ἔπλεξα λόγους, δυσανασχετεῖ μᾶλλον καὶ δυσχεραίνει· κατοικτείρει δέ με καὶ τὸ μέρος, ὅτιπερ εἰς τοσοῦτον πέλαγος ἐμαυτὸν ἐπαφῆκα τῶν σῶν πλεονεκτημάτων· καὶ ὅτι τοῦ βάθους τῶν σῶν κατετόλμησα προτερημάτων, ἐκπληττομένῳ ἔοικε καὶ θαυμάζοντι. ἴσασι γάρ, ἴσασιν ἀκριβῶς, ὡς ἡττηθήσονται τούτων καὶ Δημοσθενικαὶ δεινότητες καὶ Λυσιακαὶ χάριτες καὶ σειρῆνες Ἰσοκρατικαὶ καὶ Πλατωνικαὶ μεγαλόνοιαι καὶ ἡ χρυσῆ γλῶττα τοῦ Δίωνος. ἐμοὶ δέ, κἂν τὸν τοῦ Πολέμωνος ῥοῖζον ἐπλούτουν, ἀγαπητὸν ἂν ἦν· οὐδ' οὕτως μὲν γὰρ ἂν ἤρκεσα κατ' ἀξίαν εὐφημεῖν τῶν σῶν πλεονεκτημάτων τὸ μέγεθος, ἡψάμην δ' ἂν ποσῶς γε τῆς εὐφημίας. κἂν μὴ τὸν πένταθλον τοῦτον ἆθλον οἷός τε τελέσαι γέγονα, ἐπὶ τὸ ἑκάτερον ἂν κατέβην καὶ πρὸς τοὺς ἄθλους ἀπεδυσάμην καὶ τῆς βαλβῖδος ἡψάμην, τῶν σῶν τῆς ἀρχῆς ἀρετῶν. Ἀλλά μοι συλλάβοισθε πάντες τῶν ἀγώνων, ὅσοι καὶ τοῖς τῆς φαιδρότητος κάλλεσιν ἐπελάμφθητε καὶ τῇ τῶν ἀγαθῶν ἐπιρροῇ ἐλαμπρύνθητε, οὐ γὰρ οἷός τε εἰμὶ κατατολμᾶν τοῦ ἐγχειρήματος τὸ τοῦ πράγματος δυσέφικτον ἀναλογιζόμενος, ὁ δὲ λόγος ἐπὶ τὰς ἡλιακὰς ἀκτῖνας ἴτω, τὰς σὰς ἀρετάς φημι καὶ εὐφημίας, ὦ θειοτάτη βασίλισσα, ταύταις ἐνατενίσων, ὅσον ὀφθαλμοῖς ἀνθρωπίνοις ἐφικτόν. Πατρίδες μὲν οὖν σοι διτταὶ καθεστήκασιν, ἥ τε φαιδρὰ πόλις αὕτη καὶ περιώνυμος καὶ βασίλισσα ἥ τε νοητὴ καὶ θεία καὶ ἄνω μητρόπολις. ἀλλ' ὥσπερ ἐξεταζόμεναι πρὸς ἀλλήλας πολλῷ τῷ μέτρῳ διενηνόχατον, οὕτω δὴ κἀπὶ σοὶ παραβαλλόμεναι ἔτι καὶ μᾶλλον ἀσύγκριτοί τε καὶ ἀπαράμιλλοι φαίνονται. σὲ μὲν γὰρ ἐκείνη καλλύνει, ὑπὸ σοῦ δ' αὕτη κοσμεῖταί τε καὶ φαιδρύνεται· καὶ σοὶ μὲν ἐκείνη παρέχει τὸν τῶν χαρίτων ἑσμόν, αὕτη δ' ἀπὸ σοῦ ταύτας συλλέγουσα ἐφ' ἡμᾶς μεταβιβάζει καὶ μετατίθησι. συλλήβδην δὲ εἰπεῖν διὰ μέσης σοῦ πάντα τἀγαθά, ὧν ἡ ἡμετέρα πόλις εὐθηνεῖ, ἐκ τῶν οὐρανίων στοῶν πρὸς αὐτὴν καταπεφοιτήκασιν. οὐ γάρ, ὥσπερ ἐν τοῖς πρὸ σοῦ τοὺς βασιλείους οἴακας ἐγχειριζομένοις τόδε μὲν παρῆν τῶν ἀγαθῶν, ἐκεῖνο δ' ἀπελιμπάνετο, οὕτω δὴ συμβέβηκεν ἐπὶ σοί· ἀλλὰ πάντα, οἷστισι δὴ πόλις εὐνομουμένη κοσμεῖται, διῃρημένα τυγχάνοντα πρότερον ἐπὶ τῆς σῆς ἀρχῆς συναρμοσθέντα πρὸς ἄλληλα ὥσπερ τις φανότατος ὅρμος καὶ χρυσοπλοκωτάτη σειρὰ τῇ ἡμετέρᾳ πόλει περιεπλάκησαν. Ὁ μὲν οὖν παιδευτικώτατος Ἡσίοδος κατιδών, ὡς ἐπὶ τὸ χεῖρον χωροῦσι τὰ πράγματα, καὶ τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀπομειωθεῖσαν, τὸ μὲν πρῶτον γένος χρύσεον εἶναι ἔφησε, τὸ δεύτερον δ' αὖ ἀργύρεον καὶ τὸ μετ' ἐκεῖνο σιδήρεον. εἰ δέ γε τὰ νῦν παρῆν καὶ τήν τε πόλιν πᾶσιν ἀγαθοῖς ἐπεντρυφῶσαν εἶδε καὶ τὴν ἀρετὴν ἔτι μᾶλλον ἀνθήσασαν, ἀλλ' οὐδὲν ἧττον καὶ τοὺς ταύτῃ κεκοσμημένους ἀνθρώπους ἐπίδοσιν ταύτης λαμβάνοντας καὶ πρὸς τὸ πρῶτον σπεύδοντας ἀφομοιωθῆναι καλὸν ἢ πάντως σε τὴν πάσας τὰς ἀρετὰς ἐγκολπωσαμένην, ἄνω ποταμῶν χωρεῖν ἂν τὰς πηγὰς ἐξεβόησε καὶ πρὸς ἀνάρρουν ἀτεχνῶς αὐτῷ τὰ τῶν ἐπῶν ἐκεχωρήκει, ὡς πρῶτα μὲν σιδήρεον γένος ἦν, ἔπειτα δ' ἀργύρεον τῶν σῶν δῆθεν προγόνων ἀναλαμψάντων, εἶτ' αὖθις χρύσεον τῆς σῆς ἀνατειλάσης μεγαλειότητος. Οὕτω γοῦν διττῶν σοι τῶν πατρίδων οὐσῶν καὶ τῆς μὲν κοσμούσης, τῆς δ' αὖ ὑπὸ σοῦ κοσμουμένης τε καὶ καλλυνομένης, ἐλάττω τὰ μετὰ ταῦτα καὶ πολὺ τῶν ἀρχῶν ἥττονα; πολλοῦ γε καὶ δεῖ, ἀλλ' ἡ ὠδίνησις ἐν συμβόλοις, ἡ κύησις ἐν σημείοις καὶ ἐν ἀρρήτοις τέρμασιν ἡ τῆς σῆς εὐκλείας θεοειδὴς ἐπιφάνεια· ἐμοὶ δὲ περιέστη τῶν περιρρεόντων ὁ πλοῦτος εἰς ἀπορίαν, ὥστ' οὐκ εἶναι λέγειν, ἐν οἷς δεῖ πολλὰ λέγειν. Τί γὰρ τῶν σῶν ἐπαινέσομαι πρῶτον, τί δὲ τελευταῖον θαυμάσομαι; τὴν βασίλειον ἀναγωγήν, τὴν τῶν ἠθῶν ῥύθμισιν, τὴν τοῦ τρόπου. παίδευσιν, τὸ ἱλαρόν, τὸ ἥμερον, τὸ προσηνές, τὸ χάριεν, τὸ τοῦ φρονήματος πολιόν, τὸ τοῦ μεγέθους σύμμετρον, τὴν ἀγχίνοιαν, τὴν τοῦ νοὸς σταθηρότητα, τὸν ἄζυγα βίον, τὸ πάντων μέγιστον τὴν παρθενίαν, τὴν καθαρότητα, ᾗ καὶ συνανήχθης καὶ συνανετράφης, καὶ ἣν ἐξ ἁπαλῶν ὀνύχων σύνοικον ἔσχες καὶ ἧς ἱκανῶς κατετρύφησας, ἣ καὶ μάλιστα πάντων πεφίληται τῷ θεῷ καὶ παρ' ἧς τῶν ἐπὶ μικρὸν ἐπελθόντων ἀφειλκύσθης δεινῶν, δι' ἣν καὶ ταῖς ἄνωθεν ἐναπεγράφης χοροστασίαις καὶ τῇ τῶν πρωτοτόκων βίβλῳ συγκατελέγης, δι' ἣν καὶ τῶν μεγίστων ἀγαθῶν ἀπολαύσειας καὶ τῶν αἰωνίων χαρίτων κατατρυφήσειας; Ἀλλὰ τί δή; γένει μὲν εὐκλεεῖ καὶ μεγάλῳ θάλλεις, ἀρετῶν δὲ ταῖς μετεωροτέραις καὶ θείαις σεμνύνῃ, καὶ πλούτῳ μὲν βρίθεις καὶ τῷ τῆς ἀρχῆς ὄγκῳ καὶ μεγέθει ἐφ' ὕψος αἴρῃ, καταφρονεῖς δὲ δικαιοσύνης τῷ κράτει θαρροῦσα καὶ νόμων ὑπερφρονεῖς καὶ τὴν ἰσονομίαν χαίρειν ἐᾷς; ἢ τοῖς μὲν ἐπιχορηγεῖς δαψιλῶς τὰς εὐεργεσίας, τοῖς δὲ τὴν χεῖρα κατέχεις καὶ τῶν ἀκηράτων οὐ δίδως ἐμφορεῖσθαι ναμάτων, φειδωλῶς καὶ γλίσχρως πως περὶ τὴν εὐποιΐαν ἀνακειμένη; οὐμενοῦν, ἀλλὰ πάντα ὥσπερ ἐφ' ἑνὶ κρατῆρι τῇ ἑαυτῆς ψυχῇ συγκεράσασα φιλάνθρωπος, εὐμενέστατος, εὐπροσήγορος ταπεινή τε καὶ ἥμερος ἐπιλάμπουσα ἡμῖν ἀναπέφηνας. σὺ καὶ μοναρχεῖς ἄριστα καὶ διαιτᾷς ἀδέκαστα καὶ κρατεῖς ὑψηλότατα· σὺ καὶ τοὺς τῆς ἀρχῆς ὅρους ἰθύνεις εὖ μάλα, χρηματίζεις τε πᾶσι κατὰ τὸ πρέπον, καὶ τοῖς μὲν ὁμιλοῦσι χαρίεσσά τις φαίνῃ καὶ εὐπροσήγορος, τοῖς δὲ τὸ βῆμα περιεστηκόσι καταπληκτική τε καὶ φοβερά, καὶ τοῖς μὲν ὑπηκόοις ἥμερος καὶ εὐπρόσιτος, τοῖς δ' ἐναντίως ἔχουσι δεινή τις καὶ λεοντῶδες πνέουσα. σὺ καὶ τὴν νομοθετικὴν ἠγάπησας, ὅτι τῆς πολιτείας κόσμος ἐστί· σὺ καὶ τὸν τὴν νομοθετικὴν ἀκριβῶς ἐξασκήσαντα τέχνην ἐτίμησας, ὅτι τοὺς νόμους χαμαὶ κειμένους εἰς ὕψος ἀνήγειρε, καὶ τούτων ἄρχειν ἐπέταξας, ὅτι τούτους ἐκράτυνε, δείξασα κἀν τούτῳ πάντως τὸ τῆς σῆς φύσεως ὑπέρνουν τε καὶ μεγαλόγνωμον. οὕτω γὰρ ὁ ἀνὴρ ἐν τούτῳ μόνους τοὺς τῆς τέχνης εἰδήμονας ὑπερηκόντισέ τε καὶ ὑπερήλασεν, ὅσον τοῖς ἄλλοις καὶ τοὺς τῶν λοιπῶν μαθημάτων μετεσχηκότας ὑπερεβάλλετο· ὃν εἴ τις ὁδηγὸν καὶ λύχνον καὶ φῶς τῶν νόμων προσείποι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Διὰ ταῦτά σοι καὶ θεός, ὁ τὸ εὖ εἶναι παρασχόμενος διὰ σοῦ πᾶσιν, αὐτός σοι καὶ μακραίωνας χρόνους εἰς κοινὴν τοῦ γένους εὐεργεσίαν χαρίσαιτο καὶ εἰς τὴν ἐκεῖθεν εἰσοικίσαιτο βασιλείαν τὴν ὄντως ὑψηλήν τε καὶ ἀκατάλυτον. 12 Τῇ αὐτῇ ἐγκώμιον [Ἰδ] ού [σ] οι καὶ πάλιν δημηγόρος ἐφέστ [ηκ] α, τῷ βασιλίδι τῶν ἀρετῶν μάλιστα ἢ τῶν πόλεων ὧν προ [.....] μαι. ἰδοὺ καὶ πάλιν τὴν ἐ [μ] ὴν γ [λῶ] σσαν εἰς σοὺς ἐπαίνους κινῶ καὶ ὑπόθεσιν λόγων [τὰ] ς σὰς ἀρετὰς [..] σ [..... ποιοῦ] μαι. [..........] τῶν πολιτῶν περί σου φωνὰς ὑποκρίνομαι καὶ ᾄδειν τολμῶ τὰ σὰ μεγαλεῖα καὶ θαυμάσια. τίς γὰρ σοῦ κρείττων τῶν ἁπασῶν γυναικῶν ἢ κάλλει σώματος ἢ κόσμῳ ψυχῆς [ἢ γ] νώμης ἀνδρείᾳ ἢ προνοίᾳ τῶν ὑπηκόων ἢ φροντίσιν ἢ σκέμμασιν ἢ βουλεύμασιν; ὁπόσα γὰρ καὶ τοῖς περιβοητοῖς ἐπὶ φρονήματι μεμαρτύρηται, ταῦτα μόνη συλλαβοῦσα ἐν πᾶσιν εὐδοκιμεῖς καί, ἵνα δὴ ἐπὶ κεφαλαίου σοι μνησθήσομαι ὧν πεπλούτηκας, ἔχεις ἀπὸ γένους τὸ εὐγενές, ἀπὸ τρόπου τὸ εὐσταθές, ἀπὸ ψυχῆς τὸ εὐθές, ἀπὸ τῆς γλώττης τὸ ἀληθές, τὴν διάνοιαν ὀξεῖα, τὴν φύσιν ταχεῖα, τὴν γνώμην εὐθεῖα, τὸν νοῦν δραστήριος, τὸν λογισμὸν εὐπερίστροφος, τὸν τρόπον εὐάγωγος. Εἰ λόγος ἐστὶ σκέψεως, ταύτῃ ἂν πρὸ πά [ντων] τὴν καλλίστην γνώμην εἰσενέγκοις· εἰ βουλευμάτων, ὑπὲρ πάντας βουλεύσαιο· εἰ πρά [ξεων], αὐτίκα συμφερόντως πράξειας· καί, ἵνα τἆλλα παρῶ τῶν σῶν φροντίδων καὶ βουλευμάτων, ἐπὶ ὑ [..........] ὑποθέσεως τὰς διηριθμημένας σοι συνδραμούσας ἐπιδείξομαι ἀρετάς. ἔδει βα [σιλέως....] πράγμασιν ὥσπερ ἐπιστάτου τινὸς ἢ κυβερνήτου ναυαγοῦσί τισιν ἢ [............]. ἔδει χειρὸς τοῖς πεσοῦσι καὶ ἰσχύος τοῖς ἀναστήσεσθαι δεομένοις. ἐξεῦρες οὖν ἀθ [ρόον] ἡμῖν τὸν κύρ [ιον] καὶ στρατηγικώτατον καὶ τοῖς πᾶσιν ἀρέσκοντα, ὢ φροντίδος ἀρίστης, ὢ συνετοῦ σκέμματος, ὢ γενναιοτάτου βουλεύματος, ὢ ἐνθέου ψηφίσματος. μόνη γὰρ καὶ διεῖλες τὸ πρᾶγμα τ [ῷ λ] ογισμῷ καὶ σκέψιν εἰσήνεγκας καὶ ἐβουλεύσω τὰ κάλλιστα καὶ ἐψηφίσω τὰ ἡμῖν συμφορώτατα. ἀρκεῖ σοι τοῦτο καὶ μόνον ἀντ' ἄλλου τινὸς ἐγκωμίου, ἀντὶ παντὸς ἐπαίνου, ἀντὶ [..........], ὁπότε καὶ πάσας τὰς ἀρετὰς ἔχεις ἐν μιᾷ τῇ σῇ συλλαβοῦσα ψυχῇ. καὶ πρῶτόν γε τὰς γενικὰς αὐτίκα φρονήσεώς σοι, τίς τῶν πάντων ἀμφισβητήσειε; τῷ νόμοις ἐμμένειν σωφρονικοῖς κατὰ πασῶν ἔχεις τὰ νικητήρια, ἀνδρείᾳ ψυχῆς οὐδὲ τοῖς γενναιοτάτοις τῶν ἀνδρῶν τοῦ πρωτείου παραχωρεῖς. τὴν μέντοι γε τῆς δικαιοσύνης στάθμην ἐν ἰσότητι γνώμης ἀρρεπῆ πάσιν ἐτήρησας. ταύταις δὲ ταῖς γενικαῖς καὶ πρώταις τῶν ἀρετῶν αἱ λοιπαί σου πᾶσαι συνέπονται. ὄχημα γοῦν ταύτας πεποίησαι πρὸς θεόν, καὶ διὰ ταῦτα παντὸς ἐγκωμίου καὶ συγκρίσεως ὑπερτέρα καθέστηκας. Καὶ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά μοι ἡ γλῶσσα πεπέδηται καὶ ἡ καρδία τῇ ἀθυμίᾳ βεβάπτισται· αἱ γάρ μοι τοῦ βίου ἐπέλιπον ἀφορμαὶ ὥσπερ ζωῆς ἀναπνοαί, καὶ κινδυνεύω τεθνάναι καὶ τὸν ψυχικὸν καὶ τὸν σωματικὸν θάνατον, τὸν γὰρ ἀναγκαῖον τοῦ βίου προσεσύλημαι θησαυρὸν καὶ τὴν ῥανίδα τῆς τύχης ἀφῄρημαι, καί μοι ξηρὰ ἡ γλῶσσα παντάπασι καὶ ἄνικμος ἡ καρδία καὶ τὴν μυθικὴν ὑφίσταμαι τιμωρίαν· ἐν μέσῃ τῇ γῇ, ὁ ταλαίπωρος, δίψει κολάζομαι. ἡ μὲν οὖ [ν π] ηγὴ σύ, ἡ τῶν ἀβύσσων πηγή, ἐγὼ δὲ ὁ διψῶν καὶ μεθύων τῷ δυστυχήματι. ἐπεὶ δέ σοι ποταμοὶ πολλοὶ ἀπορρέουσιν, ἐμπέφρακται δέ μοι ἡ τοῦ ἑνὸς ἀποχέτευσις, ἄνοιξόν μοι ποταμὸν ἕτερο [ν], εἰ δὲ βούλει, [κρ] ουνόν, εἰ δὲ μὴ [βούλει], πεπιεσμένην ῥανίδα. ἀποχρῶν γάρ μοι καὶ τὸ βαρύτατον, ναὶ πρὸς τῆς σῆς συμπαθεστάτης ψυχῆς, πρὸς τῆς σῆς βασιλ [ικῆς] ζωῆς, πρὸς τῆς τοῦ θεοῦ ἕνεκεν τούτου πολλαπλασίου ἀνταμοιβῆς.

Intertext edge

Open linked passage

Note