Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes panegyricae
Michael PsellusPane 13 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Λόγος προσφωνηματικὸς πρὸς τὸν κῦρ Μιχαὴλ τὸν Δούκαν Λέλυταί μοι τῆς ἀφωνίας ἡ γλῶττα, ἀπήλλακταί μοι τῆς ἀθυμίας ἡ γνώμη. τῶν τῆς δειλίας δεσμῶν καθαρῶς ἠλευθέρωμαι. παρ' ἡλικίαν τὸ σκίρτημα, παρ' ἐλπίδα τὸ χορεύειν μοι περιγέγονε. χθὲς ἐσκυθρώπαζον τῷ τῆς συκοφαντίας νέφει κατηφιῶν, σήμερον ἀγαλλιῶμαι καὶ γέγηθα τῷ τῆς σῆς φιλανθρωπίας φωτὶ λαμπρυνόμενος. ἀπῆλθε τὰ σκυθρωπά, ἐπανῆλθε τὰ χαροπά· ἀπῆλθε τὰ τὴν ἐμὴν ψυχὴν εἰς βάθος ἀλγύνοντα, ἀντεπανῆλθε τὰ σκιρτᾶν καὶ γεγηθέναι παρασκευάζοντα. ἐλύθη τὸ νέφος, τὸ λαμπρὸν ἐπανεφάνης μοι φῶς, ὁ λαμπρὸς ἐπανεφάνης μοι ἥλιος, ὁ τῆς οἰκουμένης μέγας φωστήρ, μετὰ τῶν φαιδρῶν ἀκτίνων, μετὰ τῶν συνήθων αὐγῶν, μετὰ τῆς ἀκηράτου μαρμαρυγῆς. Ὢ ποσάκις ἐστέναξα καὶ τὸ ἔδαφος δακρύων ἐπλήρωσα καὶ τὴν ψυχὴν ἀπωλοφυράμην, ὅτι με ἡ συκοφάντις ἐκείνη γλῶσσα καὶ πονηρὰ τῶν σῶν πρὸς βραχὺ ἀμαρυγμάτων ἐστέρησεν. ἀλλ' ἐπειδὴ τῶν λυπηρῶν ἡ μνήμη παρῆλθε, τῶν δ' ἀγαθῶν ἡ πεῖρα ἐφέστηκε, τὰ συνήθη καὶ πάλιν μέλψομαι ῥήματα καὶ πρὸς τὴν τῶν σῶν ἐγκωμίων ἄπειρον ἄβυσσον τὴν ἐμὴν ἀφήσω καὶ ψυχὴν καὶ φωνήν. Σὺ μόνος, θειότατε βασιλεῦ, ὑπὲρ φύσιν καὶ λόγον δύο ἐναντία συνήνωσας πράγματα, βασίλειον ὕψος καὶ μέγεθος καὶ μέτριον ὡς ἀληθῶς φρόνημα, μᾶλλον δὲ τῇ καινῇ ταύτῃ μίξει ἀμφότερα σεμνότερα ἔδειξας, τὸ μὲν κράτος οἷον φαρμάκῳ τινὶ τῇ μετριοφροσύνῃ κεράσας καὶ πρὸς τὸ κρεῖττον μεταποιήσας, τὸ δέ γε ταπεινὸν τῆς ψυχῆς τῷ βασιλικῷ ἐπάρας φρονήματι καὶ τὴν μὲν ἀρετὴν τῷ ὄγκῳ τῆς βασιλείας ὑψηλὴν ἀποδείξας, τὸ δὲ κράτος τῷ μετρίῳ τῆς ἀρετῆς κατασκευάσας σεμνότερον. Ἀλλὰ τί κατὰ μέρος τῶν σῶν ἅπτομαι ἀρετῶν; σὺ παρὰ τοὺς πώποτε βασιλεῖς δικαιοσύνην ἐτίμησας καὶ φιλανθρωπίαν προέκρινας, καὶ τὸ τῆς φρονήσεως ἄκρον κατειληφὼς τῷ ἁπλῷ καὶ καθαρῷ τῆς ψυχῆς καὶ ὄντως εἰλικρινεῖ καὶ ἀδόλῳ πᾶσιν ὤφθης θαυμασιώτερος. τὴν μὲν γὰρ τύχην μετήμειψέ σοι ὁ θεός, σὺ δὲ τὴν γνώμην οὐ μετεποίησας, ἀλλὰ ταῖς ἀρεταῖς βασιλικώτερος γεγονὼς τοῦ συνήθους ἔθους οὐκ ἀποβέβηκας, ἱερατικὴν ὄντως ἁπλότητα βασιλικῇ μεγαλονοίᾳ συγκερασάμενος καὶ δείξας μόνος, ὅτι τὸ βασιλεύειν οὐκ ἐν τῷ ὄγκῳ χαρακτηρίζεται τοῦ φρονήματος, ἀλλ' ἐν τῷ τῆς ψυχῆς μεγέθει τῶν ἄλλων κρατεῖν. Εἶτά σε λυποῦσιν αἱ παραφυάδες τῶν πονηρῶν περιπλεκόμεναι ὥσπερ τῷ ῥόδῳ αἱ ἄκανθαι; μᾶλλον μὲν οὖν κυμανθέντα τὰ πράγματα ἐπιστημονικώτερόν σε καὶ βασιλικώτερον δείξουσιν, ἐπεὶ καὶ θάλασσα τοῖς κύμασι ζέουσα καὶ φερομένη τῷ ῥοθίῳ τοῦ κλύδωνος τὴν τέχνην τοῦ κυβερνήτου δήλην ἐργάζεται. σὺ δὲ καὶ μᾶλλον πρὸς τὸν ἄνω τῆς προνοίας πυρσὸν ἀφορῶν καὶ οἷον ἐκ πρύμνης ἐνθέως κυβερνώμενος, πάντα μὲν κατευνάζεις κλύδωνα, πᾶσα δέ σοι λειοκυμονήσει τῶν πραγμάτων ἡ θάλασσα. καί, ἵνα τὸ πολὺ τῆς τροπῆς ἐάσω, ῥαγήσεται μὲν ὥσπερ κάλως ἡ φάλαγξ τῶν δυσμενῶν, συντριβήσεται δὲ τόξα καὶ ξίφη θραυσθήσεται καὶ συμπεσεῖται ἱππότης πολεμικὰ φρυαττόμενος καὶ πᾶσα τάξις ἀντικαθισταμένη διασπαρήσεται καὶ φθαρήσεται. οἱ μὲν γὰρ σιδήρῳ τεθωρακισμένοι καὶ τοῖς ὅπλοις γεγονότες κατάφρακτοι πρὸς σέ, τὸν τοῦ κυρίου χριστόν, καθεστήκεισαν, σὺ δὲ τῷ βασιλεύσαντί σε λόγῳ τεθαρρηκὼς καὶ τῷ δικαίῳ τῆς ψυχῆς πεποιθώς, τοῖς μεγάλοις καὶ κρείττοσιν, ἐν ἐκστάσει συντρίψεις κεφαλὰς δυσμενῶν τε καὶ δυνατῶν. Μὴ τοίνυν σε νέφος καλυπτέτω, τὸν ἥλιον. ἀλλά μοι λαμπροτέραν τῆς σῆς φιλανθρωπία ἐπάφες αὐγὴν καὶ λῦσον ἔτι μᾶλλον τῆς ἀθυμίας τὸν χαλινόν, ἵνα σοι μεγαλοφωνότερος καὶ μουσικώτερος γεγονὼς ᾠδικώτερος δημηγόρος πρὸς τὰς τῶν σῶν εὐφημιῶν ἀκρότητας γένωμαι. 14 Δημηγορία εἰς τὸν βασιλέα τὸν Δούκαν Εἰ καὶ πρὸ τοῦ μεγάλου τούτου τροπαίου καὶ κατορθώματος, θειότατε βασιλεῦ, ἅπας ἐγκωμίων νόμος ἡττᾶτό σοι, καὶ τῶν πάντων οὐδεὶς τὴν προσήκουσαν εὐφημίαν ἐπενεγκεῖν ἐπεχείρει τῷ κράτει σου, τίνας ἂν λόγους μετὰ τὴν ἄρρητον καὶ ἀπόρρητον ἐπὶ σὲ τοῦ θεοῦ πρόνοιαν προσενεγκεῖν σοι τολμήσαιμεν; εἰ γὰρ τὸ γεγονὸς τῶν ὑπὲρ φύσιν θαυμάτων ἐστίν, ἅπας δὲ λόγος ἐγκωμιαστικὸς ἐκ τῆς κατὰ φύσιν δυνάμεως πρόεισι, πῶς ἂν τοῖς κατὰ φύσιν τὰ ὑπὲρ φύσιν ἐπαινεσώμεθα, τίνας δὲ λόγους εὑρήσομεν τῶν ὑπερφυῶν θαυμασίων; ὧν γὰρ ὑπὲρ λόγον ἡ πρᾶξις, τούτου οὐκ ἐφικνεῖται λόγος, οὔτε τεχνικὸς οὔτ' εἴ τις ἐστὶ δυνάμεως τῶν ἐν ἡμῖν κρείττονος. Πρότερον μὲν οὖν, ὦ μέγιστε αὐτοκράτορ, ἀπὸ τῶν τοῦ καλοῦ πλεονεκτημάτων ἐπλέκομέν σοι τὰς εὐφημίας εἰς δύναμιν, ἀπὸ τοῦ γενναίου φρονήματος, ἀπὸ τῆς ἀκριβεστάτης συνέσεως, ἀπὸ γονιμωτάτης ψυχῆς, ἀφ' ἑκάστης τῶν ἀρετῶν τῶν τε γενικωτέρων καὶ τῶν ἐπὶ μέρους, ὡς διαλάμπεις τῇ σωφροσύνῃ, ὡς ἀνδρίζῃ κατὰ τῶν παθῶν, ὡς τὴν τῆς δικαιοσύνης οὐ μόνον στάθμην ἐπίστασαι ἀλλὰ καὶ ταύτῃ στάθμη καθίστασαι. ἐθαυμάζομέν σου τὸ πρᾶον μετὰ τῆς ὀξύτητος, τὸ βεβηκὸς τοῦ φρονήματος μετὰ τῆς εἰς ἅπαντα δεξιότητος, ὑπερηγάμεθά σου τὸ πρὸς ἕκαστον τῶν τῆς βασιλείας πραγμάτων εὐάρμοστόν τε καὶ σύμφωνον, ὡς ὁμοῦ καὶ κατὰ ταὐτὸν νομοθετεῖς νομοθέταις καὶ ἐπανορθοῖς στρατηγοὺς καὶ συμφιλοσοφεῖς φιλοσόφοις καὶ συμπνέεις ῥήτορσι τὴν περὶ λόγους πειθὼ καὶ στρατηγοῖς ἐπιτάττεις καὶ ἐπὶ φάλαγγος ἵστασαι καὶ χάρακα βάλλεις καὶ κατασείεις τὸ βάρβαρον καὶ πόρρωθεν ἀπελαύνεις τοῖς ἀπὸ λόγου τοξεύμασι. Ταῦτα μὲν οὖν πρότερον, καὶ πάντων ἡττώμεθα καὶ πάντων ἐλάττους ἀπεδεικνύμεθα. τὰ νῦν δέ– ἀλλὰ τίς ἐξείποι τὰς τοῦ θεοῦ δυναστείας; τίς ἱκανὸς ἐξυμνῆσαι τὰ μεγαλεῖα τοῦ μεγάλου βραχίονος θαύματά τε καὶ κατορθώματα; ὢ τῶν ἐξ οὐρανοῦ κατὰ τῶν βαρβάρων βελῶν, ὢ τῶν ἀφανῶν τοξευμάτων, ὢ τῶν ἀγγελικῶν ἐν ἀέρι δυνάμεων, ὢ τῶν θείων στρατευμάτων κατὰ τῶν ἀθέων ταγμάτων. ποῦ νῦν αἱ μηδὲ ἀριθμούμεναι μυριάδες, τὰ συγκαλύψαντα νέφη μικροῦ δεῖν τὴν ἑσπέραν ξύμπασαν; ποῦ τὰ χυθέντα κατὰ τῶν ἡμετέρων ὁρίων βαρβαρικὰ ῥεύματα καὶ στρατεύματα, εἶτ' ἀθρόον συγχυθέντα καὶ κατὰ γῆς ῥεύσαντα καὶ τοῖς οἰκείοις συγκαλυφθέντα περιφανῶς αἵμασιν; ὢ τῶν σῶν ἀειρύτων δακρύων καὶ τῶν βυθίων καὶ ἀφανῶν στεναγμῶν, ὧν τὰ μὲν ἀντὶ ποταμίων ῥευμάτων ἐκείνοις ἐξήρκεσαν, τὰ δὲ ἀντὶ βελῶν ἐχρημάτισεν. Ἐγὼ δὲ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά σου δέδοικα τὸ φιλόθεον, μή με καὶ δίκην εἰσπράξῃς τῶν λόγων ὥσπερ τολμήματος. ἀλλὰ μικρόν τί μοι φιλοσόφησον, καὶ μὴ εὐθὺς ἀπαντήσῃς καί μοι συγχέῃς τῇ εὐγλωττίᾳ τὴν ἐπιχείρησιν. θείας μὲν τὸ ἔργον προδήλως δυνάμεως, καὶ τίς ἀντερεῖ λόγος; ἀλλὰ σοὶ ὡς Μωϋσῇ πρὸς τοῦτο ἐχρήσατο ὁ θεός, καὶ σοὶ καταπολεμεῖ τὸν νέον τοῦτον Ἀμαληκίτην λαόν, οὐ χειρῶν ἐκτάσει μόνον, ἀλλὰ καὶ στρατηγικοῖς ἐνθυμήμασι καὶ γενναίοις στρατεύμασιν ἀμφοτέρωθεν βάλλουσι, καὶ κατὰ νώτων καὶ κατὰ στέρνων. ὃ γὰρ σοὶ γέγονεν ὁ θεός, τοῦτο σὺ καθίστασο τοῖς στρατεύμασι· κἀκεῖνα μὲν πρὸς σὲ τὴν ἀναφορὰν εἶχε, σὺ δὲ καθαρῶς πρὸς θεόν· ὃς ἀμφοτέρωθεν τὸ βάρβαρον καταπεπολέμηκε, παρὰ μὲν ἑαυτοῦ ἄνωθεν, ἐνταῦθα δὲ παρὰ τῶν σῶν χειρῶν καὶ στρατευμάτων. Τοῦτο μὲν δὴ τὸ ἐμὸν τόλμημα, οὐκ ἀρκούντως ἐξεργασθέν, ἀλλὰ μετρίως εἰσενεχθέν, ἵνα σου τῷ συντόμῳ λάθω τὴν ἀκοήν. καὶ εἰ μὲν εὐπαράδεκτόν σοι, βίβλοι φερέτωσαν, εἰ δ' οὖν, αὖραι διασκιδνάτωσαν· ἀμφοτέρωθεν γὰρ στεφανίτης αὐτὸς ἀναγορευθήσῃ, ἢ τῇ ἀληθείᾳ τοῦ ἐγχειρήματος ἢ τῷ φιλοθέῳ τοῦ σκέμματος. ὅπως δ' ἂν ἕξοι τοῦτο, νενίκηκας, ὦ βασιλεῦ, νίκην καὶ τηλικοῦτον ἔστησας ἐπὶ γῆς τρόπαιον, ὃ τοῖς μὲν τοῦ Μακεδόνος Ἀλεξάνδρου θρυλλουμένοις κατορθώμασιν ἀπαραμίλλως πᾶσιν ἀντίρροπον, ἢ τούτων μὲν ἀσυγκρίτως κρεῖττον, τοῖς δὲ Μωσαϊκοῖς παραβαλλόμενον καὶ οὐκ ὀλίγῳ μέρει νικῶν, ἀλλ' ὁ μὲν δημαγωγὸς ἐκεῖνος ἀνὴρ καὶ θεὸς προσαγορευθεὶς Φαραὼ πολλὰ τῶν ἐθνῶν ἀφῆκεν ἀδούλωτα τῷ μετ' αὐτὸν στρατηγήσαντι, σὺ δὲ τοῖς παισὶν οὐδ' ὁντιναοῦν βάρβαρον ἀφῆκας ἀήττητον. Ἀλλ', ὦ γενναῖα τοῦ γενναιοτάτου πατρὸς σπέρματα καὶ γεννήματα– προσθήσω δὲ καὶ τῆς ὑπερφυοῦς μητρὸς καὶ ᾗ μηδὲν τῶν ἁπάντων ἀνθάμιλλον– μὴ πάθητε ταὐτὸν ὅπερ ὁ τοῦ Φιλίππου Ἀλέξανδρος. μὴ ἐπισκυθρωπάσοιτε τοῖς τοῦ πατρὸς κατορθώμασιν, ὡς πρὸς μηδένα τῶν πάντων βαρβάρων αὐτοὶ πολεμήσοντες καὶ νικήσοντες τῶν ὅλων ἡττημένων καὶ ἀπωσμένων. ἀλλ' ἱλαρᾷ τῇ ψυχῇ ἐπὶ τῶν ἀναιρεθεισῶν ἀσπίδων ἐμβαίητε καὶ τοὺς ἀπεσφαγμένους καταπολεμοῦντες λέοντάς τε καὶ δράκοντας καὶ τὰ τῆς οἰκουμένης τμήματα ἀλλήλοις καταλλάττοιτε, σπονδαῖς εἰρηνικαῖς συνάπτοντες τὸ ὁμόφυλον. καὶ εἴ τι μὲν βάρβαρον, πόρρωθεν ἀποκρούοιτε, τὴν δὲ πολιτείαν Ῥωμαίων νικᾶν ἕλοισθε φιλοτίμοις δωρήμασι καὶ φιλανθρωπεύμασι κατὰ τὰ πατρικὰ παραδείγματα. 15 Λόγος χαρακτηρίζων τὴν τοῦ πρωτοσυγκέλλου ἀρετήν Χαρακτηρίζειν τὸν ἄνδρα– ἔστω γὰρ τέως ἀνώνυμος– ἀλλ' οὐκ ἐγκωμιάζειν εἱλόμην. εἰ δέ τινας ὁ τοῦ χαρακτῆρος λόγος εὐφημιῶν προσλήψεται ἀφορμάς, θαυμάζειν οὐ χρή· δι' ἀλλήλων γὰρ οἱ λόγοι διήκουσι καὶ φιλοῦσιν ἀλλήλοις συμπλέκεσθαι. ἄλλως θ' ὁ χαρακτὴρ ἐκ γειτόνων τῷ ἐγκωμίῳ ἐστὶ καὶ διὰ ταῦτα ὁ περὶ θατέρου λέγων ἐξ ἀνάγκης καὶ τῷ λοιπῷ συμπλέκεται μέρει. Ὁ τοίνυν ἡμῖν χαρακτηριζόμενος ἐς τὸν ἡρωϊκὸν ἀναφέρει βίον τὴν γνώμην, τὸ δέ γε καθ' ἡμᾶς γένος ἑτεροῖόν ἐστι, ποικιλώτερον μᾶλλον ἢ βλοσυρώτερον· διὰ ταῦτα ὥσπερ Φωκίων καὶ Κάτων καὶ πρὸ τούτων ὁ Περικλῆς διὰ φρονήσεως μέγεθος ἀκοινώνητος δοκεῖ τοῖς πολλοῖς. ἔστι δὲ τοῦτο τοῦ ἀκριβοῦς χαρακτῆρος τὸ μέγιστον. ὅσοι μὲν γὰρ τοῦ πολιτικοῦ γεγόνασιν ἤθους, εἰ μὲν ἑκουσίως πρὸς τοῦτο καταβεβήκασιν, οἰκονομικοί τε ἔδοξαν καὶ συμμεμετρημένοι τοῖς πράγμασιν· εἰ δ' ἴσως ἐπλανήθησαν, ὑπτιάζουσι τὰ πολλὰ καὶ ταῖς τῶν πολλῶν γνώμαις ἀρέσαι βουλόμενοι τὰς τοῦ πολύποδος χρόας ἀλλάττουσιν. οἱ δέ γε στάσιμοι τὴν ψυχὴν ἄνω τέ που κάθηνται τῶν πολλῶν καὶ τῷ τῆς γνώμης ταὐτῷ πολυειδεῖς τὴν χρῆσιν ἐγένοντο. ὁποῖος οὗτός ἐστιν, ὃν τοῖς χαρακτηριστικοῖς ἰδιώμασι πλάττομεν· τὸν γὰρ τοῦ καλοῦ κανόνα ἐπὶ ταῖς πολιτικαῖς πράξεσι προϊστῶν πρὸς ἐκεῖνον ἀπευθύνει τὴν τῶν πραττομένων διοίκησιν, οὐ τὸ βούλημα τῶν πολλῶν θεραπεύων, ἀλλὰ τὸ τῆς στάθμης διασῴζων εὐθύτατον, οὐκ ἐν εὐτραπέλοις λόγοις ἀποδεχόμενος, ἀλλ' ἐν ἤθους σεμνότητι προσιέμενος, οὔτε λόγους διδοὺς γέλωτος ἀκρατοῦς οὔτε, εἴ τις ἕτερος δοίη, ἀσπαζόμενός τε καὶ προσιέμενος, μετρῶν τοῖς λόγοις τὰ πράγματα, μᾶλλον δὲ τοὺς λόγους ἴσους ἐκείνοις ποιῶν, κἂν εἴ τί που δέοι περιφράζων τὰ πρακτέα καὶ οἷον ἀφοριζόμενος. οὐ γὰρ ἐν πλήθει καὶ κάλλει ῥημάτων τὴν ἰσχὺν οἶδε τῆς διοικήσεως, ἀλλ' ἐν τῇ ἁρμονίᾳ τῶν πραττομένων τὴν οἰκονομίαν εὖ διατίθεται, οὐ μεταμορφούμενος τοῖς ἐντυγχάνουσιν οὐδὲ ποικίλος ταῖς ὁμιλίαις γινόμενος, ἀλλ' ἓν μέλος φωνῆς τοῖς σύμπασιν ἁρμοζόμενος. καὶ τὸ λεγόμενον ἕν τέ ἐστι καὶ πολλά· ἕκαστος γὰρ τὸ οἰκεῖον λαμβάνων ἄπεισι. τὸ δὲ ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. οἶδε μὲν ἕκαστον ἄριστα, χαρακτηρίζων τοῖς ὁρωμένοις τὰ μὴ φαινόμενα, οὐδενὶ δὲ οὔτε τὸ μισούμενον ἀποκαλύπτων οὔτε μὴν τὸ φιλοτιμούμενον καὶ φιλούμενον, ἵνα μὴ οὕτως μὲν ἐλέγχων δοκῇ, ἐκείνως δὲ κολακεύων· οὐ δυσχεραίνων, εἴ τις μὴ τὸ ἑαυτοῦ ἦθος ἀπομεμίμηται, ἀγαπῶν δὲ τὸν οὕτω μᾶλλον μεταπεπλασμένον καὶ μὴ τῇ γλώσσῃ τὰ πολλὰ χαριζόμενον, ἀλλὰ ταῖς γνώμαις τὸ τῆς φρονήσεως βάθος ἐπιδεικνύμενον, ταῖς τῶν πραγμάτων ποικιλίαις οὐ μεταβάλλεται τὴν ψυχήν, οὐδὲ νῦν μὲν θαρσεῖ, νῦν δὲ κυμαίνεται, ἀλλ' ἐπ' ἀμφοτέροις ἑδραῖος καὶ στάσιμος πέφυκεν. οἶδε γὰρ ὡς ἀντιπεριΐσταται ταῦτα καὶ φθάνει ἑκάτερον μεταβεβλημένον τὴν ἀποδοχὴν ἢ τὴν δυσχέρειαν. Οὐ πολλῶν δεῖται λόγων, ἐπὶ μεγίσταις καὶ ταῦτα ταῖς ὑποθέσεσιν, ἀλλ' ὁμοῦ τέ τι προτέθειται, καὶ τὸ ὀξὺ τῆς γνώμης κατείληφε καὶ τὸν λόγον πρὸς τὴν οἰκονομίαν ἐμέτρησε. στυγηρῶν οὐκ ἐμπάζεται μύθων, ἀλλ' οὐδὲ τοῖς εὐφημοῦσιν ὑπέχει τὴν ἀκοήν. οὐδ' ἐπὶ τοῖς ἐναντίοις ἐναντίας προσλαμβάνει τὰς διαθέσεις, ἀλλ' εἰδὼς ἑκάτερα ἰδίων βουλημάτων γεννήματα αὐτὸς ἑαυτῷ σῴζει τὸν χαρακτῆρα τοῦ ἤθους, ὁμοῦ τε αὐτὸς τοῖς πολλοῖς ἀνάλωτος ὢν κἀκείνους ἑαυτῷ ἀναλώτους ποιῶν. οἱ γὰρ οὕτω διαστρεφόμενοι τοῖς μέν εἰσι προσηνέστεροι, τοῖς δὲ δυσμενέστεροι· κἀντεῦθεν ἐκείνων μὲν ἐναντιοῦνται ταῖς πράξεσι, τῶν δὲ καὶ τὰ διαβαλλόμενα φιλοῦσί τε καὶ προσίενται. τοῦ κρείττονος μὲν ἑαυτὸν ἐξαρτᾷ, οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ' ἐπιστήμην ἔχει τοῦ ἀναθήματος, οὐ γὰρ ἅπαξ ἐκείνῳ ἑαυτὸν ἀναθέμενος ἀμελεῖ νοῦ καὶ φρονήσεως– οὐκ ἐπὶ τούτοις γὰρ ἡ τοῦ θείου ἐπιστροφή– ἀλλ' ἀνεγείρας ἐπὶ τὰ πρακτέα τὸν νοῦν ἐκεῖθεν τῆς πράξεως αἱρεῖται τὸ σύνθημα, καὶ τὰς πράξεις εὖ θέμενος κατὰ τὴν Ἀττικὴν φρόνησιν οὕτως ἐπὶ τὸν χρησμὸν ἄπεισιν. Ὁμιλεῖ δὲ θεῷ οὐ τὴν γλῶσσαν ἐφιεὶς ταῖς ᾠδαῖς, ἀλλὰ τὴν ψυχὴν εἴσω ποιούμενος καὶ συμβιβάζων τῷ νῷ, καὶ οἷον πορθμείῳ ἐκείνῳ πρὸς τὴν ἐπὶ τὸ κρεῖττον ἀπόβασιν χρώμενος. πυνθάνεται δὲ περὶ ὧν βούλεται, αὐτῇ δὲ τῇ τοῦ νοῦ συναφῇ καταλλήλως καὶ τὸν χρησμὸν δέχεται· τὸ γὰρ ἀθρόως τῆς ψυχῆς ἐξαλλόμενον τοῦτο δὴ αὐτῷ τὸ βούλημά ἐστι τοῦ θεοῦ. τὰ μὲν ἔνθους ἐστί, τὰ δὲ σύννους καθέστηκεν, ἐκεῖνο μὲν τὴν τῶν κρειττόνων φύσιν ἐπιπορευόμενος τῷ κινήματι τῆς ψυχῆς, τοῦτο δὲ τῶν κατειλημμένων τὴν φύσιν ἐπινοούμενος· καὶ ἀγάμενος τὴν νοητὴν ἁρμονίαν μέσος ἐστὶ πολιτικῆς διοικήσεως καὶ θείας ἀκροάσεως. εἰ μὲν οὖν ἐν θατέρῳ τυγχάνων καὶ τοῦ λοιποῦ ἔχεται, ἀπόρρητον τοῦτο τέως ἔστω πολλοῖς. ὃ δὲ κατείληφα, ἑκάτερον παρὰ μέρος μεταχειριζόμενος, ὡς τοῦτο μόνον εἰδὼς τοῖς ὁρῶσι δοκεῖ· τῷ γὰρ ἀμφιδεξίῳ τῆς φύσεως ἑκάτερα θαρρεῖ, τούτοις δὲ τοῖς ἄκροις μέσον τὸν λόγον ἁρμόσας τούτῳ ἀμφοτέρων ἅπτεται καὶ διᾴττειν ἀκριβῶς οἶδε τά τε θεῖα τά τε ἀνθρώπινα πράγματα. Ἕπεται δὲ τούτῳ καὶ βίος εὐδαίμων, καὶ ἡ ζωὴ κατὰ τὸν τρόπον ἐστίν. ἔστι δ' οὗ καὶ παρὰ τὸν τρόπον. ἀφαρπάζων γὰρ ἑαυτὸν τοῦ κοινοῦ περιάρπακτος ταῖς διαδοχαῖς τῶν ἡγεμόνων καθέστηκε. καὶ ᾧ δ' ἂν προσεγγίσειεν, οὗτος παρὰ πολὺ τῶν ἄλλων εὐδαιμονέστερος· κατὰ γὰρ τὴν τοῦ ἀέρος κρᾶσιν, οἷς πλησιάζει, τῆς εὐζωΐας αὐτοῖς μεταδίδωσι. μεταβάλλων ἔστι δ' οὗ τὰς τῶν πραγμάτων φορὰς καινοτομεῖν οὐ δοκεῖ· οὐ γὰρ ἀθρόας τὰς μεταθέσεις ποιεῖται, ἀλλ' ὥσπερ ἐν ταῖς τῶν χρωμάτων ὁρατικαῖς μεταλλαγαῖς διὰ τῶν μέσων ἐστὶν ἡ εἰς τὰ ἄκρα μετάστασις. καὶ μὴ κύκλον ποιῶν οὐ κινεῖται κινούμενος· τὸ γὰρ παρὰ μικρὸν ἔλαττόν ἐστιν εἰς κατάληψιν καὶ ἀμβλύνει τὴν αἴσθησιν τὸ λανθάνον τῆς μεταποιήσεώς τε καὶ μεταθέσεως. Οὔτε καθεστῶσι θαρρεῖ τοῖς πράγμασιν οὔτε ταραττομένοις δονεῖται καὶ περιστρέφεται, ἀλλ' ἐκείνοις μὲν τὸ πεπηγὸς πρυτανεύει τῆς ἁρμονίας, περὶ δὲ τῆς μεταβολῆς τούτων ἔσκεπται κάλλιον. φιλανθρωπότερος μὲν τῶν νόμων ἐστί, πλέον δὲ ἤπερ ἐκεῖνοι τὰς τῶν πονηριῶν ἀποξηραίνει πηγάς. τὰ τοῦ πράγματος ἐπὶ μᾶλλον ποιεῖ καὶ τὴν ἀπειλὴν βαρυτέραν τῆς τιμωρίας ἐργάζεται. κἂν ἐπισείσῃ τινὶ τὴν ὀφρύν, ἄπνους ἐκεῖνος εὑρίσκεται, καὶ τὸ παράδειγμα οὐκ ἐφέλκεται τοὺς πολλοὺς πρὸς τὸ μίμημα. Οὐκ ἄχαρις μὲν τὴν γνώμην ἐστίν, ἀπόρρητον δὲ τῷ δήμῳ τοῦτο ποιεῖται, ἁρμόζεται δὲ τοῖς ἐντυγχάνουσιν οὐκ ἐκ βωμολοχίας καὶ ἀστειότητος, ἀλλὰ τῷ προσηνεῖ τῶν λόγων καὶ τῇ ἀληθείᾳ ὧν ἐπαγγέλλεται. πλουτεῖ τὸν ἐνδιάθετον λόγον, εἴπερ τις ἄλλος τῶν ἐπὶ τούτῳ θαυμαζομένων, οὐκ εὐθὺς δὲ ποταμὸν ποιεῖ τὴν πηγήν, ἀλλ' ὀχετοῖς ὀλίγοις τὸ πλούσιον παραδεικνύει τοῦ νάματος· οἶδε γὰρ ὅτι τὸ προσκορὲς πλήσμιον καὶ διὰ ταῦτα καταφρονούμενον. ἔνθεν καὶ ὥσπερ οἱ τῶν ὀρνίθων ὑγροὶ ἐπὶ τὰς ἐκείνου ἀπορροὰς καθιπτάμεθα. καὶ ὁ δ' ἂν ἀρυσαίμεθα, βραχύτατον μέν ἐστι, ποτιμώτατον δέ. Ποιεῖται δὲ καὶ τὸν τῆς φωνῆς τόνον οὐ τορὸν οὐδὲ πάμφωνον, ἀλλ' οἷον ἂν ἁρμόσηται καὶ φύσις ἀσώματος. νοῦς γάρ ἐστι μόνος σώματι βραχεῖ παρακείμενος· ἐξεδαπάνησε γὰρ αὐτὸ πᾶν ἡ φύσις πρὸς τὸ τῆς ψυχῆς μέγεθος. διὰ ταῦτα, ὃ μᾶλλόν ἐστι, τοῦτο ζῇ καὶ πρὸς ἐκεῖνο ἀνάγει καὶ τὸ λειπόμενον· ὅθεν οὐδ' ἀντιπίπτει τὸ σῶμα τῇ ἐκείνου ψυχῇ, ἀλλ' ἕπεται ἠρεμοῦν, ψυχοῦν ἢ θεούμενον· καὶ μόνῳ οἶμαι τούτῳ τὸ σύνθετον ἁπλότης ἐστίν. Οἶδα μὲν οὖν ὡς ἐπιβαλόμενος χαρακτηρίζειν τὸν ἄνδρα εἰς ἀγῶνα μέγιστον τοὺς ἀκροατὰς περιέστησα, ὡς ὑψηλότερον ἐρῶν ἢ θειότερον· ἐγὼ δὲ οὐδὲν ὧν ὑπώπτευσαν οἱ πολλοὶ εἴρηκα. θαυμαζέτω δὲ μηδείς. ὁ γὰρ χαρακτηρίζων ἢ ἐγκωμιάζων οὐχ ἅμα τέ τι κρεῖττον χαρακτηρίζει καὶ μεταπέπλασται οὐδὲ πρὸς ἐκεῖνο μεταλλάττεται τὴν ψυχήν, ἀλλὰ βούλεται μὲν πλέον τοῦ συνήθους ἐρεῖν, ὃ δὲ ἐντός τέ ἐστιν ἑαυτοῦ καὶ τῆς φύσεως οὐκ ἐπιλανθάνεται. διὰ τοῦτο οὐ πρὸς ὃ βούλεται, ἀλλὰ καθ' ὃ πέφυκε τοὺς λόγους ποιεῖται.

Intertext edge

Open linked passage

Note