Orationes panegyricae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Πρὸς τὸν πρωτοσύγκελλον ἀξιώσαντα ἱστορεῖσθαι τὰ θαύματα τοῦ θαυματουργοῦ Γρηγορίου Μὴ θαυμάσῃς, ὁ ἐμὸς μουσηγέτης, εἰ λαμπρόν τι καὶ τορὸν φθέγξομαι καί, οἷον οὐκ εἴωθα, τῷ θαυματουργῷ συντιθεὶς τὸ ἐγκώμιον. εἰ γὰρ οἱ πολλοὶ τῶν τῆς Ἑλλάδος σοφῶν ἐς Ἄμμωνος φοιτῶντες ἢ ἐντὸς τοῦ Δελφικοῦ γινόμενοι τρίποδος ἀθρόον τὴν φαινομένην σοφίαν ἐπὶ τὴν θειοτέραν καὶ κρείττονα μετετίθεσαν, πῶς οὐχὶ μᾶλλον αὐτὸς κάτοχος οἷον ὑπὸ τοῦ σοῦ μυστικοῦ γενόμενος πνεύματος ἠχήσω τι πλέον τῆς συνήθους μικροφωνίας; οὐδὲν γὰρ ἐλαττοῦμαι ἢ ὥστε μεταδιδόναι ὑμῖν γνώμης καὶ θεοφορίας τῆς κρείττονος. οἶδα μὲν γὰρ ἀναρρίπτων κίνδυνον ὅ τι μέγαν, ὁ βραχὺς τῷ μεγάλῳ παραμετρούμενος καὶ ὁ μηδὲ τοὺς τῶν φαινομένων λόγους εἰδὼς τῷ μύστῃ τῶν νοητῶν ὑφαίνων τὴν εὐφημίαν. ἀλλ' ἐπειδὴ ἡ σή με θειότης νῦν ἐπὶ τὸν λόγον ἐκίνησεν, ἔνθους ὥσπερ τῷ πνεύματι γέγονα καὶ νεαρωτέραν ἐξ ἑτοίμου ζωὴν εἰληφὼς μαντεύομαι, ἵν' οὕτως εἴπω, ὅσην μοι τὸ στῆθος ἀναδώσει μεγαληγορίαν. κινεῖ μὲν οὖν ὁ βορρᾶς καὶ ταράττει τὴν θάλατταν, ἡ δὲ κυμαίνεται καὶ διεγείρεται· ἀλλ' ἂν ἀνθρόον ἐπιλίπῃ τὸ πνεῦμα, καθίσταται· δεῖ γὰρ τοῖς ὑπό τινος διεγειρομένοις συνεχοῦς τῆς κινήσεως. διὰ ταῦτα μὴ ἅπαξ μοι αὐτὸς τοῦ σοῦ πνεύματος μεταδοὺς ἐπίσχῃς τὴν ἐπιρροήν, ἀλλὰ συνεχέστερον μεταδίδου, ἐγκέλευέ τε καὶ παραθάρρυνε, ἵνα μοι ὁ τόνος τῆς ψυχῆς εὐτονώτερος πρὸς τὴν ἅμιλλαν γένηται. ἅμιλλα γάρ μοι καὶ μέγα ἀνέῳκται στάδιον, καὶ σὺ προκάθῃ βραβευτὴς ἔντεχνος καὶ τῶν ἐμῶν λόγων ἐξεταστής, ἢν δὲ καὶ θεὸς ἐθέλῃ, καὶ στεφανίτης. ἐγὼ δὲ τρέχω δρόμον διπλοῦν, τὸ μὲν τῷ μεγάλῳ συνθέων, τὸ δὲ ὑπό σοι θεατῇ τὸν δρόμον ποιούμενος. καὶ οἶδ' ὅτι τῆς θειοτέρας σοφίας γενόμενος ἀτιμάζεις ταύτην τὴν κάτω καὶ ταπεινήν, καὶ φορτικοὺς ἡγῇ τοὺς ἐπαίνους, ἐξὸν ἐμφορεῖσθαι τῆς ἄνω εὐφημίας. Ἀλλ' ἡμεῖς τί καὶ δράσωμεν, κάτω που ἀπερριμμένοι τῆς σῆς ἀσυγκρίτου μεγαλειότητος; ὅ τι γὰρ ἂν εἴποιμεν, ἔλαττον φανήσεται. καὶ τοσοῦτον τοῦ κολακεύειν ἀπέχομεν, ὥστε καὶ τρόπον τινὰ ἀτιμάζειν δοκοῦμεν τὰ σά· οἷς γὰρ οὐκ ἀφικνούμεθα, καθυβρίζομεν. ἀλλὰ σιωπήσομεν; καὶ πῶς τὴν εὐγνωμοσύνην ἐπιδειξόμεθα; ὁρᾷς ὅπως καὶ τὸ σιωπᾶν καὶ τὸ λέγειν ἐγκλήματα ἡμῖν καθίστανται. οὔ τοι ἐγὼ θεός εἰμι καὶ διὰ τοῦτο θεός· εἰκονίζει γὰρ καὶ τοῦτο τὴν θέωσιν· ὁ γὰρ τῆς μετριοφροσύνης ὅρος ἀκριβεστάτη εἰκὼν τῆς θεώσεως. ἀλλὰ πῶς οὐ θεὸς ὁ τοῖς θείοις πλεονεκτήμασι κοσμούμενος; ἀλλ' ἔπεχέ μοι βραχεῖ χρόνῳ τὴν δυσχέρειαν καὶ δίδου τὴν ἀκοήν, τῆς γλώττης φειδόμενος· εἰ γὰρ ἐρεῖς, κατακλύσεις. ἐγὼ δὲ καὶ ἄλλως δειλός. πῶς οὖν οὐ, θεὸς μορφούμενος ἐκείνοις τοῖς χρώμασιν, οἷς ὁ θεῖος μεμόρφωται ἄνθρωπος, εἶτα καὶ πρὸς τὰ τῇδε ἐπεστραμμένος ὥσπερ τις νοερὰ δύναμις καὶ τῶν ἐν γενέσει ἐπιμελόμενος; ἀνῆκται μὲν γάρ σοι πρὸς τὸν θεὸν ἡ ψυχὴ καὶ τεθέωται· βραχεῖα δέ τις ἡμῖν δύναμις ἐπιρρεῖ παρά σοι καὶ τὸ ἐπιρρέον σοφίας καὶ οἰκονομίας ἄβυσσος. πάλιν με κολακείας γράψῃ, καὶ διὰ ταῦτα πέφρικα καὶ φοβοῦμαι τὸ τελεώτερόν σοι ἐγκώμιον. οἶσθ' οὖν ὅτου χάριν τοῦτο πεποίηκα. οἱ ἐν μετεώροις ἀναρριχώμενοι ἐν τοῖς ἐλάττοσι καὶ χθαμαλωτέροις τὴν τέχνην πρῶτον ἐπιδεικνύουσι. κἂν μὲν οὖν ἐγγὺς τοῦ πράγματος ἔλθωσι, κατατολμῶσι τοῦ μείζονος, εἰ δὲ μή, ἡσυχάζουσιν. ὅρα γοῦν μοι τοῦ λόγου τὸ προεισόδιον καὶ τὴν εἰκόνα τῆς ἀληθείας. ἂν μὲν οὐκ αὔταρκες, σιωπήσομεν· εἰ δ' ὑπογράφει τελεωτέραν τέχνην καὶ δύναμιν, τῷ ἐπιταττομένῳ προσεγχειρήσομεν. 17 Ἐγκώμιον εἰς Ἰωάννην τὸν θεοσεβέστατον μητροπολίτην Εὐχαΐτων καὶ πρωτοσύγκελλον. Ὁ μὲν λόγος ἐλάττων ἴσως τῆς ὑποθέσεως, ὁ δὲ πόθος προδήλως μείζων τοῦ ἐγχειρήματος, δι' ὃν ἐγὼ τῷ σοφῷ Ἰωάννῃ τῷ τῆς Εὐχαΐτων προκαθημένῳ λαμπρᾶς μητροπόλεως, οὐδὲν δὲ ἧττον καὶ οἰκιστῇ ταύτης ἐρεῖν, τῷ ἐμῷ φημὶ καὶ φίλῳ καὶ διδασκάλῳ– οὐ δὲ γὰρ αἰσχύνομαι τοῦτο εἰπεῖν ὅτι μὴ καὶ μᾶλλον ἐντεῦθεν σεμνύνομαι– πεποίημαι τὸ ἐγκώμιον· ἄτοπον γάρ, εἰ παρ' ἐκείνου λαβόντες τοῦ λόγου τὴν δύναμιν, ἔπειτα μή τι τοῦ προσειλημμένου ἐκείνῳ ἐπαναθήσομεν, μηδὲ τιμήσομεν τὰ εἰκότα, παρ' οὗ τοῦ λόγῳ τιμᾷν δύνασθαι τὰς ἀρορμὰς προειλήφαμεν, ἔτι δὲ ἀτοπώτερον, εἰ τοῖς μὲν τελευτήσασι τῶν ἀγαθῶν καὶ γενναίων ἀνδρῶν εὐφημίας ἀποδιδόαμεν, ὧν τε εἰρήκασιν ἐφ' οἷς πεπράχασι, καὶ ὧν πεπράχασιν ἐφ' οἷς εἰρήκασι, τοὺς ζῶντας δὲ τοῦ λόγου στερήσομεν, ὃς τήν γε ἀρετὴν τούτοις δημοσιεύσειε, καὶ προσέτι ὁδὸν εὐρεῖαν τῶν ἀγαθῶν ὑπανοίξομεν πράξεων. ἐκείνοις μὲν γὰρ ἄδηλον εἴ τις ἐμφανιεῖ λέγων τὰς φιλικὰς χάριτας, ἐνταῦθα δὲ καταφανὴς ἡ ἀντίδοσις τοῦ καλοῦ· κἀκεῖ μὲν δυοῖν θάτερον πράττεται, τοῦ τε ἐγνῶσθαι τοῖς ἐγκωμιαζομένοις τὸν λόγον, καὶ τοῦ τοῖς ἄλλοις γενέσθαι ἀφορμὴν τοῦ καλοῦ τὸ ἐγκώμιον, τοῦτο δὴ μόνον, οὐ γὰρ δὴ τὸ πρῶτον ὁμολογουμένην ἔχει τὴν δήλωσιν· εἰ δέ τις ἐγκωμιάζειν τοὺς ἔτι περιόντας ἐπιχειρεῖ, τούτοις τε λαμπρὰν τὴν χάριν ἐπιδεικνύει, καὶ τοὺς ἀκούοντας ὡς πρὸς ἔμψυχον ἐπαναφέρει τοῦτον παράδειγμα, ἵνα καὶ ὧν ἀκούοιεν, καὶ οὓς ὁρῷεν ἄμφω πρὸς ὁδηγίαν τοῦ κρείττονος ἔχοιεν. Σὺ δέ μοι φίλτατε πάντων ἀνδρῶν καὶ σοφώτατε, εἰπεῖν δὲ καὶ θεοειδέστατε, καρτέρει γενναίως τὴν εὐφημίαν, καὶ μὴ προεξαναστῇς τοῦ λόγου, μηδ' ἐπικλείσῃς τὰ ὦτα, ὅπερ δὴ ποιεῖν εἴωθας ἐν τοῖς κοινοῖς διαλόγοις, μηδὲ τὸν βραχύτατον ἔπαινον προσιέμενος. εἰ δ' οὖν, ἀλλὰ τοσοῦτόν μοι φιλοσόφησον, μὴ τοὺς λοιποὺς ἀποστερῆσαι τὴν ἐκ τοῦ λόγου ὠφέλειαν· οὐ γὰρ ὥστε σοι χαρίσασθαι ὑφαίνω τὴν σὴν εὐφημίαν, ἀλλὰ δυοῖν τούτοιν ἕνεκα, τοῦ τε σοὶ τὸ χρέος τῆς διδασκαλίας ἀφοσιώσασθαι καὶ τοὺς μισθοὺς ἐκτίσασθαι καθὼς ἂν δυναίμην, καὶ τοῦ τοῖς ἄλλοις ὑπόδειγμά σε καὶ ἀρετῆς καὶ γνώσεως καταστήσασθαι, ὁποτέρας βούλοιτό τις ἀκούειν, εἴτε τῆς ἐκ θεωρημάτων συναγομένης, εἴτε τῆς μετὰ τὴν τελείωσιν τῶν ἀρετῶν ἀναφαινομένης, ὧν ἡ μὲν τὰ κάλλη ἐπιδεικνύει τῆς φύσεως, ἡ δέ, τῶν ὑπὲρ φύσιν δείκνυσι τὰς ἀρχάς. Τοσοῦτον δὲ ὁ λόγος ἐπιστραφεὶς πρὸς τὸν ἐπαινούμενον, κεκλίσθω πρὸς ἑαυτὸν καὶ ὃ προὔθετο περαινέτω. ἡ δὲ πρόθεσις ἀνδρὸς λόγον καὶ πρᾶξιν ἐγκωμιάσαι· ἃ δὴ πρὸς ἄλληλα μόλις ἀντικρινόμενα, οὐδ' ἐγγὺς ἐλθεῖν αὐτῶν τοῖς ἄλλοις διδόασι. καὶ εἰ μέν μοι καὶ τοῦτο ἦν παρ' αὐτοῦ δεδομένον καὶ ἀπὸ τῶν ἔξωθεν λαμπροτήτων συγκροτῆσαι τούτῳ τὴν εὐφημίαν, οὐδενὸς ἂν τῶν ἐνταῦθα σεμνοτέρων ἠπόρησα, οὔτε βασιλείων αὐλῶν, οὔτε θρόνων ὑψηλοτέρων, οὔτ' ἰδίων, οὔτε δημοσίων καλῶν. ἐπεὶ δὲ οὐ μᾶλλον σεμνύνεται τούτοις ὁ ἐγκωμιαζόμενος, ἢ αἰσχύνεται, ὅς γε μικροῦ δεῖν καὶ ἐπιλέλησται ὅθεν γεγένηται, τοσοῦτον ἐντεῦθεν τοῦτον σεμνολογήσομεν, ὅτι δύο τινὲ καθηγητὰ ἐγενέσθην αὐτῷ τῆς ἀρετῆς ὁμοῦ καὶ παιδεύσεως, θείω μὲν τὸ γένος αὐτῷ καὶ τὴν ἀληθῆ τοῦ ὀνόματος δύναμιν, ἐκ σπαργάνων ἀνατεθειμένῳ αὐτοῖς, οὐ τῷ ἐδάφει προσερριμμένῳ τοῦ θείου νεώ, ἀλλ' εὐθὺς ἔνδον τῶν ἀδύτων καθιδρυμένῳ· σοφὼ ἄμφω καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, ὁμοτίμω τὴν ἀρετήν, περιδεξίω τὴν φύσιν, χαρίτων ἄμφω μετέχοντες· ὧν ὁ μέν, τῆς ἐν Κλαυδιουπόλει ἐκκλησίας ἰθύνας τοὺς οἴακας ἐκ πρώτης εὐθὺς ἀφετηρίας, πρὸς τοὺς ἄνω πυρσοὺς ἀποβλέψας, ἐκείνην τε ἐς ὅρμους ἀκλύστους κατέστησε, κἀκεῖνος οὐ πολὺς ἐξ οὗ χρόνος τῷ θείῳ καὶ πρώτῳ ἀνεχύθη φωτί. ὁ δέ, ἀποστολικὴν κληροδοσίαν πιστεύε [ται, καὶ μ] ετὰ λαμπρῶν τῶν ἐλπίδων ἐς τοὺς πρὶν νομάδας κεκλημένους Σκύθας, ἔπειτα δὲ Βουλγάρους ὠνομασμένους ἐκ τῆς προκαθημένης συμπασῶν τῶν πόλεων πέμπεται· οὐκ ἔψευσε τὰς ἐλπίδας τοῖς ἀποστείλασιν, ἢ τοσοῦτον, ὅτι κρείττων ἐκείνων ἐγένετο, ὅλον ἔθνος καθαρῶς μεταπλάσας πρὸς τὸν θεόν, οὐδὲν ἔλαττον ἢ τὴν Ἰνδῶν ὁ Δίδυμος σύμπασαν. Ὑπὸ τοιούτοις οὗτος καθηγηταῖς καὶ πρὸς γνῶσιν καὶ πρὸς ἀρετὴν ἐκπαιδεύεται, οὐ μόνος πρὸς τὰ κρείττω παιδοτριβούμενος, ἀλλὰ καὶ ἀδελφὸς αὐτοῦ ἑταῖρος, θεῖος ἐκ πρώτης τριχὸς καὶ τὴν φύσιν καὶ τὴν ψυχήν, ὑπὸ τὸν αὐτὸν τούτῳ ἐπωλοδαμνεῖτο ζυγόν· καὶ ἤστην ἄμφω κατωμαδὸν ἀραμένω τὴν παίδευσιν καὶ ἀροτριῶντε τὸν λόγον, καὶ οὐ πολλοστῷ μηνὶ τῶν σπερμάτων, ἀλλὰ παραυτίκα κομιζομένω τὸ θέρος· καὶ ἵνα τὸ τοῦ εὐαγγελίου εἴποιμι, ἔτρεχον μὲν οἱ δύο ὁμοῦ, τὸ δ' ἐφεξῆς ὀκνεῖ μὲν ὁ λόγος ἐρεῖν, εἰρήσεται δ' οὖν· προέλαβεν ἐκεῖνος τὸν συνοδοιπόρον καὶ σύννομον, καὶ εἰσῆλθε πρῶτος εἰς τὸ μνημεῖον· ὢ τῆς ὁμονοίας τῶν ἀδελφῶν καὶ τῆς ἀδιαιρέτου συζυγίας τὸ πρότερον· ὢ τῆς τελευταίας διαζεύξεως καὶ οἱονεὶ τομῆς ἑνὸς σώματος καὶ μιᾶς φύσεως. Ἀλλ' ὁ μέν, ὁπόσον ἐδόκει τῷ λόγῳ παραβιώσας ἐνταῦθα, οὕτω γὰρ δέον ἐρεῖν, ἐπεὶ καὶ τοῖς πράγμασι παραχρώμενος ἦν, τὸν κεκληρωμένον αἰῶνα καταλελυκὼς ἐν νέῳ τῷ σώματι, πρὸς τὴν ἀγήρω μετετέθη ζωήν. ὁ δ' ἀπερρωγὼς τοῦ ξυμφυοῦς, ἐκείνῳ μὲν ἀπετέμητο, ὅλος δὲ τοῖς σύμπασιν ἦν, τῇ τε προτέρᾳ δυνάμει προσθεὶς καὶ ὅλον τὸν τῆς ἀρετῆς ἀναδεδεγμένος ζυγόν. εἱστήκει δὲ οἷά τις γραφεὺς δυοῖν μέσον παραδειγμάτων, φημὶ δὴ τῶν θείων, ὁμοτίμων μὲν τὴν τοῦ καλοῦ θεωρίαν, ἐχόντων δέ τινας ὥσπερ δὴ κοινότητας, οὕτω δὴ καὶ διαφοράς, οὐ γὰρ μονοειδὴς ἡ τῆς ἀρετῆς φύσις, ἀλλὰ καὶ τὸ χάριεν αὐτῆς καὶ τὸ ἀμειδές, ἄμφω μὲν καλά, διάφορα δέ· καὶ τοῖς μέν, ἄκρατα ταῦτα προσεγεγόνει, οἱ δέ τινες, ὥσπερ ἐν κρατῆρι ἄμφω συνεκεράσαντο. ὁ μὲν γὰρ τὴν Κλαυδίου πόλιν κεκοσμηκώς, ᾧ δὴ πολλάκις καὶ αὐτὸς πεπλησίακα, ὥσπερ δὴ καὶ θατέρῳ, ἔσω τε τὰ ἴχνη τῶν ἀρετῶν ἔστρεψε, καὶ οὐδὲν ἧττον καὶ τὴν γλῶτταν ἐκεκόσμητο χάρισιν, ἠθῶν τε κράσιν ἀρίστην καὶ οἵαν οὐκ ἄλλος εὐτύχησε· παντοδαπός τε τὸν λόγον ἦν, καὶ εἴ τις αὐτῷ παρετύγχανεν, εὐθὺς χαρίτων ἐμπέπληστο. Τοιοῦτος μὲν οὗτος. ἅτερος δέ, οὐδὲν ὅτι μὴ τὸ ὅλον τῶν τῇδε μὲν ἀπεστραμμένος, ὅλος δὲ ἐπεστραμμένος πρὸς τὸν θεόν· διηγωνισμένος γενναίως πρὸς σῶμα, πρὸς φύσιν, πρὸς ἑτέρας ἀναγκαιότητας, καὶ τοῖς ὅλοις ὅλους νενικηκώς, αὐχμοῦ πλέως ἅτε ἰσχυρῶς πρὸς τοὺς ἀνταγωνιστὰς κονισάμενος, καὶ ἀθλητικοῖς ἢ μαρτυρικοῖς ἱδρῶσι περιρρεόμενος, οὐδὲν ὑφιέμενος τοῖς ὅπῃ δεῖ παρρησίας, ἀλλὰ σχῆμα μὲν ᾔδει βασιλείας, οὗ δὲ καιρὸς ἦν λόγον δημοσιεῦσαι καὶ ἀντιστῆναι γενναίως, οὐκ ἐκ τοῦ ἐλάττονος οὐδ' ἐκ τοῦ ὑφειμένου, ἀλλ' ἐξ ὑπερυψήλου τοῖς κρατοῦσιν ὡμίλει φρονήματος. Τοιούτοις ὁ ἐγκωμιαζόμενος χρώμενος πρὸς τὸ παντοδαπὸν καλὸν παραδείγμασιν, οὐχ ὥσπερ δυοῖν πελάγοιν ἀπείροιν, τὸ μέν, μεθῆκεν, ἐς τὸ δ' ἀφῆκεν, ἀλλ' ἄμφω διέπλευσε· πῶς καὶ τίνα τρόπον; ὥσπερ ἂν εἰ καὶ ζωγράφος βουλόμενος ξανθὰς τρίχας ἀπομιμήσασθαι, τὰ ἄκρα συγκεράσειε χρώματα, οὕτω δὴ καὶ ὁ σοφὸς ταὐτὸν καὶ θάτερον τῆς ψυχῆς συνεκέρασε· τὸ γὰρ ἐκ τῶν ἐναντίων κρᾶμα ἀμφοῖν τῶν ἄκρων μετέσχεν. οὕτω τοιγαροῦν ὁ ἐμὸς σοφὸς Ἰωάννης, τοῦ μὲν τὴν χάριν, τοῦ δὲ τὴν ἀκλινῆ στάσιν, καὶ τοῦ μὲν τὸ ἀτενές, τοῦ δὲ τὸ εὐκαμπές, καὶ τούτου μὲν τὴν πρὸς τὸ κρεῖττον, τελείαν ἐπιστροφήν, [τούτου δὲ] ὅσον τάξιν ἐνθεῖναι πράγμασι καὶ λόγον οἰκονομῆσαι, καὶ προστασίαν πολλῶν ἀναδέξασθαι, καὶ ἑκάστου τὰ ἰδιαίτατα συλλαβὼν εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν ἐκεράσατο, καὶ ἀπολελυμένος ἀμφοῖν τῶν ἄκρων, τῷ κράματι ἀμφοτέρους ἐνενικήκει, τοῦ μὲν τὸ χάριεν τῷ σεμνῷ, τοῦ δὲ τῇ χάριτι ὑπερβαλόμενος τὸ σεμνόν. καὶ νῦν ὁ αὐτὸς ἀμφοῖν τοῖν τρόποιν διῄρηται καὶ συνήνωται. τίς γὰρ τούτου καλλίων ἐν συνουσίαις καὶ διαλόγοις κρατῆρα χαρίτων γέμοντα στήσασθαι, καὶ λόγον ἐξενεγκεῖν καταμελιτοῦντα τὴν ἀκοήν, καὶ μύθῳ χρήσασθαι, καὶ μεθ' ἡδονῆς ὑπόθεσιν ἀφηγήσασθαι, καὶ ἐπιμειδιᾶσαι ὅσον εἰκός, καί τι καὶ τοῖς πολλοῖς χαρίσασθαι, ἵνα μηδὲ τούτοις δόξῃ ἀξύμβολος ἢ δυσοιώνιστος; τίς δὲ τὰ κρείττω θαυμασιώτερος, ἀρετῆς τε πέρι φιλοσοφῆσαι, καὶ τοῦ καλοῦ δεῖξαι τὸν ὅρον καὶ τὸ ὑπερκείμενον ἀγαθόν, καὶ ὡς ἐν προθύροις τοῦτο ἐκείνου; τίς δὲ ἀκριβέστερος περί τε φύσεως ἐρεῖν καὶ τῶν ὑπὸ τὴν φύσιν σωμάτων, καὶ τῶν ὑπὲρ τὴν φύσιν ψυχῶν, καὶ περὶ τοῦ ὄντος καὶ ὅθεν πρώτως τούτῳ ὕπαρξις; Ἀλλ' ἵνα μὴ πρὸ τῶν κρηπίδων οἰκοδομεῖν ἐπιβάλωμεν, ὁ θαυμάσιος οὗτος καὶ τὴν φύσιν καὶ τὴν σπουδήν, πολλὴν μὲν καὶ ἀπὸ τῆς συμφυοῦς ἀρχῆς πρὸς τὸν λόγον συντέλειαν εἴληφε, πολλὴν δὲ καὶ ἀπὸ τῆς οἰκείας γνώμης ἐνταῦθα μερίδα συνεισηνέγκατο· καὶ φύσεως ἐκ πρώτης γενέσεως εὖ ἔχων ὑπεραλλομένης ὡς εἰπεῖν καὶ πᾶσαν ὑπερβαλλομένης δύναμιν, οὐ πέπονθε ταὐτὸν τοῖς πολλοῖς, οὐδὲ πιεῖν ταύτῃ τεθαρρηκώς, αὐτόθεν ἕξειν τὸν λόγον ᾠήθη δεῖν, εἰ μὴ καὶ σπουδὴν προσλάβοι ταύτης συλλήπτορα. ὥσπερ εἴ τις καὶ στρατιώτης σίδηρον προειληφὼς τῶν εὐθήκτων καὶ τῶν αὐτίκα τεμνόντων, εἴ περ ἐν πολέμοις εὐδοκιμεῖν βούλοιτο, καὶ τὴν τέχνην προσλαμβάνει, πῶς ἂν αὐτῷ χρῷτο, καὶ πολλὴν περὶ τοῦτο εἰσφέρει τὴν ἐπιμέλειαν. οὐ γὰρ ἀποχρῶσα καθ' ἑαυτὴν ἡ φύσις πρὸς τὴν τελεωτάτην κτῆσιν τοῦ λόγου, ἀλλὰ δεῖ καὶ σπουδῆς τοῖς οὕτως ἔχουσι, καὶ λόγου ὑποδεικνύοντος πρῶτα μὲν τίς ἡ πρὸς τὴν φύσιν ὁδὸς ἀπάγουσα, καὶ τίς ἡ πρὸς τὰ μαθήματα, καὶ τίς ἡ πρὸς θεολογίαν, ἔπειτα τί ταῦτα βούλονται, καὶ τί μὲν δεῖ ὡς στοιχεῖον λαχεῖν, τί δὲ ὡς μετ' ἐκεῖνο, καὶ ποῦ τῆς τελειότητος μετασχεῖν, ὡς πολλούς γε ἑωράκειν ἐγὼ οὐκ ἀρχομένους τούτων, οὐδὲ προκόπτοντας, ἀλλ' ὥσπερ ἐμπίπτοντας καὶ σπαράττοντας, εἶτα οὐδ' ὑφιεμένους τοῖς κρείττοσιν, ἀλλὰ καὶ παρρησίᾳ χρωμένους, καὶ ἅττα ἂν αὐτοῖς ἡ γλῶττα συλλάβοι, οὐ γὰρ ὁ νοῦς εἴποιμι, ἐκχέοντας καὶ ἀλλήλους ἐξαπατῶντας, εἰπεῖν δὲ καὶ τοὺς ἀκούοντας. καὶ πολλάκις οὗτοι καὶ κατὰ τῶν ἀκριβεστέρων εὐδοκιμήκασιν, οὐκ ὄντος κανόνος οὐδὲ τῆς ἀκριβοῦς κρίσεως. Ἀλλ' οὐχ ὁ θαυμάσιος οὗτος τοιοῦτος. ἀλλ' ἐπειδὴ ἑαυτὸν ἐγνώκει ἀφορμήν τινα παρὰ θεοῦ πρὸς τὴν παιδείαν εἰληφότα τὴν φύσιν, εὐθὺς ὑπὸ κρείττονας ἑαυτὸν διδασκάλους πεποίηται, καὶ τὴν ἐγκύκλιον πρῶτα παιδείαν μεμαθηκώς, πρὸς δὲ καὶ τῆς γραμματικῆς τέχνης εἰς ἄκρον ἐληλυθώς, οὕτω δὴ τῶν μειζόνων μαθημάτων ἀντιλαμβάνεται. εἰ μὲν οὖν οὐδεὶς ᾔδει τὸν ἄνδρα, ἔπειτα ὧν ἐρεῖν μέλλω περὶ αὐτοῦ ἠκηκόει, ὑπώπτευσεν ἂν ὡς ψευδῆ τὸν λόγον διὰ τὴν ὑπερβολὴν τῶν ἐπαίνων. ἐπεὶ δὲ τὸ ἄγαλμα ἵσταται ἐν μέσῃ περιωπῇ ὑπὲρ πᾶσαν ἀκρόπολιν, ἐφερμηνεύω δὲ τούτῳ ἐγὼ τὴν ἀκριβῆ στάσιν, ὡς οὕτως ἔχει αὐτῷ τὼ χεῖρε, ὡς οὕτω τὼ πόδε, ὡς ἡ κεφαλή, ὡς πάντα οὕτως εἰπεῖν τὰ μέρη τοῦ σώματος. εἴ τις ἀπιστοίη τῷ ἐπὶ πᾶσιν εὖ ἔχειν καὶ ὑπερβαλλόντως, διοράτω τὸ ἄγαλμα, κἀκεῖθεν τὴν πίστιν λαμβανέτω τῶν λεγομένων. Πλὴν τοσοῦτον ἂν εἴποιμι, ὡς οὐ δημοσιεύει τὸ κάλλος ὁ ἀγαλματίας οὗτος ἀνὴρ τὴν ψυχήν. οὐδ' ἕστηκε κατὰ τὰς στήλας τὴν ἔξω δεικνυούσας μορφήν, ἀλλ' ἐμφανὴς μέν ἐστι τοῖς ὁρᾷν βουλομένοις [εἴσω]· κρύπτει δὲ τὰ πολλὰ τῶν ἀρετῶν τὴν ἰδέαν ἐξ ὧν μεμόρφωται, καὶ οὔτε τῇ γλώττῃ τὸν λόγον σαλπίζει, οὔτε δημοσιεύει τὴν ἀρετὴν σύμπασαν, ἵνα καὶ τοῦτο αὐτῷ μεγαλομερὸς πρὸς τὸ καλὸν εἴη συνεισφορά. δεῖ οὖν ἡμῖν ἀγῶνος ἀνασκοπεῖν τὸν ἄνδρα καὶ ἀνιχνεύειν, ὥσπερ δὴ κἀγὼ ἀναχωννύων τοῦτον, ὁμοῦ τε καὶ ἐγνώκειν οἵαν ἐν λαγόσιν ἔχει πηγήν, καὶ ἐπεπώκειν εἰς κόρον τοῦ νάματος. ὡμίλησα γὰρ πρωθήβης ὢν ἔτι τῷ μεγάλῳ τούτῳ ἀνδρί, διψῶν– πῶς ἂν εἴποιμι– τῆς παιδεύσεως καὶ περιφλεγόμενος, καὶ ἀπαρύσας ἀθρόον τῶν ἐκείνης ῥευμάτων εἰς δύναμιν, ἀρκοῦσαν ταῦτα πρὸς πᾶσαν μάθησιν ἔσχον παρασκευήν. οὐδὲν γὰρ παρ' οὐδενὸς ἑτέρου οὔτε προείληφα, οὔτε προσείληφα, ἀλλ' ὥσπερ ὁ τοῦ Μένωνος οἰκογενὴς ἀπὸ τῶν τοῦ Πλάτωνος ὀλίγων ἀρχῶν τὸ διπλάσιον τοῦ σχήματος συνεπερανάμην, καὶ τὸν βωμὸν ἐδιπλασίασα, οὐκ ἀνεπιστημόνως ἔξω τοσοῦτον περιθέμενος σῶμα, ἀλλὰ τὰς μέσας γραμμὰς εὑρηκὼς οὐκέτι μὲν παρὰ τοῦ διδασκάλου, παρὰ δὲ τῆς φύσεως καὶ τοῦ κρείττονος. Ἀλλὰ περὶ μὲν ἐμοῦ τοσοῦτον εἰρήσθω. ὁ δὲ μέγας οὗτος ἀνὴρ, ἐξ ὑπερδεξίων ἄνωθεν εἰδὼς βάλλειν περὶ τὰ μαθήματα, ἀπὸ τῶν ῥητορικῶν λόγων ἀρξάμενος, ἐς τὴν φιλοσοφίαν συνεπεράνατο, οὐδὲ τῆς Ἰταλῶν σοφίας ἠμεληκώς. ὅσοι μὲν γὰρ ἓν τούτων προσειληφότες, τῶν λοιπῶν κατολιγωρῷεν, ἢ ὦτα νοῦ προϊστῶντες γλῶτταν ἀδιανόητον ἔχουσιν, ἢ πηγαῖον ὕδωρ καὶ ὄντως ἔννουν ἀπαντλησάμενοι ἐστέρηνται τοῦ ἐξάγοντος τοῦτο ὁλκοῦ, δεῖ γὰρ καὶ φιλοσοφίᾳ γλώττης ῥητορικῆς, καὶ τῇ τέχνῃ τῆς ἐπιστήμης· ὅ τε γὰρ μόνως φιλόσοφος, ἄχαρις, καὶ ὁ τὴν τέχνην διῃρημένως κομπάζων, τοῦ κοσμοῦντος ἐστέρηται σχήματος· καὶ ὁ ἄμφω συνειλοχώς, εἰ μὴ καὶ τὰ πολιτικὰ εἰδείη πράγματα, κύμβαλόν ἐστιν ἀλαλάζον κατὰ τὸν ἀποστολικὸν λόγον, εἰ μή γε βούλοιτο πόρρω πολιτείας ἑστᾶναι, τότε γὰρ αὐτῷ καὶ μέρος ἓν ἀποχρῶν, φημὶ δὴ τὸ τῆς φιλοσοφίας. ἀλλ' οἵ γε πολλοὶ περί τι τούτων πραγματευσάμενοι, αἴρουσι τὴν ὀφρὺν κατὰ τῶν ἑτέρων καὶ συγκρίνουσιν ἃ οὐκ ἴσασι· φιλοσοφίᾳ μὲν γάρ, ἅτε τὸ ἐκ πασῶν οὔσῃ, καὶ τὴν διὰ πασῶν συμφωνίαν ἐχούσῃ, οὐδὲν ἂν παραβάλοιτο· αὐτὴν γὰρ ἑαυτῇ συγκρίνοιεν ὁ οὕτω ποιῶν, ἢ πῶς ἂν αὐτῇ σωθείη, τὸ τέχνη τεχνῶν εἶναι καὶ ἐπιστήμη ἐπιστημῶν; ῥητορικῆς δὲ καὶ νομικῆς τέχνης τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς ἡ μὲν τὰς ἀρχὰς καὶ τὰς πίστεις τῶν ἀγώνων παρέχει καὶ ῥυθμίζει, τοὺς ἀντιδιατιθεμένους διδάσκουσα οἷς μὲν ὁ κατήγορος, οἷς δὲ ὁ ἀπολογούμενος ἄριστα χρήσαιτο· ἡ δέ γε νομικὴ ἐντεῦθεν ἰσχύσασα, τούς τε προσφόρους ἑκάστῳ ἀνελίττει νόμους καὶ τὰ συμπεράσματα τῶν ὑποθέσεων δίδωσιν. Οὕτω τοιγαροῦν ἐκεῖνος ταῦτα μετεχειρίσατο, καὶ κατώρθωσε συνάψας τὰ διαστῆναι δοκοῦντα, καὶ τόν τε νοῦν καθηδύνας ταῖς ἀπὸ τῆς ῥητορικῆς χάρισι, τήν τε γλῶτταν σεμνύνας τοῖς φιλοσόφοις νοήμασι, καὶ μηδὲ πρὸς τὴν πολιτείαν ἀσύμβολος εὑρεθείς, ἀλλὰ καὶ τοῦτο τὸ μέρος συνεισενεγκὼν τῷ παντί, παρὰ μέντοι τῆς τέχνης καὶ κομψείας ἀγοραίου ἀπώνατο. οὐ δὲ μέχρι τῶν περιττῶν ἔστη σχημάτων, οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας καὶ τούτοις [.......] τρίβοντας τὰ οἰκεῖα συγγράμματα, ἀλλ' ἀφ' ὧν τὸ πείθειν καὶ ἡ παρασκευὴ τῶν ἀγώνων ταῦτα συνειλόχει, πρῶτος ἐξ ἀμφοτέρων τε ἐπιχειρεῖν ἐγνώκει, καὶ ἴσους ἑκατέρωθεν τοὺς λόγους ποιεῖν, ἵνα τοὺς ὅρους τῇ τέχνῃ φυλάξαιτο. ἐφρόντισε μέντοιγε καὶ συνθήκης καλῆς καὶ ὀνομασίας ἐπιτερποῦς· ἐπιπρέπει δὲ αὐτοῦ τοῖς λόγοις ἠρέμα καὶ ἡ τοῦ κάλλους ἐπιρροή· τούς τε ἐπιστολιμαίους τύπους ἐγνώκει ὡς ἄλλος οὐδείς, καὶ ἐνιαχοῦ μὲν στύφων αὐτῷ ὁ κρατήρ, ἀλλ' ἡ λέξις παρ' ἐλπίδας ἀνθήσασα ῥόδον ἐν χειμῶνι παρέδειξε. καὶ κατά γε τοῦτο τὸ μέρος τῶν μὲν καθ' ἡμᾶς καὶ οὓς αὐτὸς ἐγνώκειν, οὐδεὶς ἂν τούτῳ παραβληθείη, τῶν δέ γε πρὸ ἡμῶν καὶ ἀκριβῶς λαμψάντων ἐν λόγων λαμπρότητι πολλοῖς ἂν περί γε τοῦ πρωτείου δοίη ἀμφιβολίαν. Οὐ γὰρ εἴ τις ἐμοὶ μακροὺς λόγους ἐπιδεικνύει, εἶτα δὴ καὶ ἐπὶ διφθερῶν τηνάλλως τούτους ἐγγράφοι, ἀλλοίους ἑαυτοῖς καὶ παρεσχηματισμένους, καὶ νῦν μὲν τρυφῶντας, νῦν δὲ αὐχμῶντας καὶ μέχρι νεαροπρεποῦς ἑστηκότας λέξεως, οὗτος ῥήτωρ ἐμοὶ λογίζοιτο καὶ σοφός. μᾶλλον γάρ μοι ὁ νοῦς ἕστηκεν, ἢ τὸ οὖς ἵδρυται· ἀλλ' ὅστις ἀπ' ἐννοίας ἀρίστης ἀρξάμενος καὶ προοιμιασάμενος, εἴτ' αὐτόθεν τεχνικῶς, εἴτε κεκρυμμένως καὶ ἀφελῶς, νῦν μὲν ῥαγδαῖον ὑετὸν μιμοῖτο καὶ καταβαίνοι ὥσπερ Ἑλλησποντίας, νῦν δὲ ἠρέμα ψεκάζοι, οὔθ' ὑπὸ τῆς ῥύμης ἀγόμενος, οὔτ' ἐνταῦθα στενούμενος, ἀλλ' εὐλόγως καὶ κατὰ καιρὸν ἀμφοῖν χρώμενος. καὶ οὔπω λέγω τὰς μείζους τοῦ λόγου δυνάμεις, ὧν τοῦ μὲν καθ' ἡμᾶς λόγου τὰ πρῶτα ὁ τῆς θεολογίας Γρηγόριος, ὃν οὐδ' ἂν οὐδ' ἡ οὐρανία σάλπιγξ ὑπερηχήσειε, μετὰ δὲ τοῦτον τῆς θύραθεν σοφίας Δημοσθένης τε καὶ Δημάδης, προσθήσω δὲ καὶ Ἰσοκράτους ἀστραπαὶ καὶ βρονταί, τῆς μὲν Γρηγορίου ἥττους φωνῆς τοσοῦτον, ὅσον κρείττους τῶν ἄλλων, καθηγεμόνες δ' ὅμως τῆς ῥητορικῆς ξυμπάσης δυνάμεως. Λυσίαν δ' εἴ τις ἐπαινεῖν βούλοιτο, προσίεμαί τε καὶ ἀποδέχομαι, ἀλλ' οὔ μοι λόγος τὰ ῥητορικὰ ἐν πᾶσιν ἐπαινεῖν κλέμματα οὐδὲ τὰς ὑποκαθημένας φωνάς· τὸ δέ μοι μεγαλοπρεπὲς μᾶλλον ἀρέσκει τοῦ μικρολόγου καὶ κατατέχνου. Τούτων τοιγαροῦν τῶν ἀπηριθμημένων σοφῶν ὁ νῦν τῷ λόγῳ τιμώμενος, Γρηγόριον μὲν μιμεῖσθαι βούλεται, καί γε καὶ παραψαύει τῶν τοῦ μεγάλου ἰχνῶν, δεδίττεται δὲ ὥσπερ προσεγγίσαι τῷ λέοντι. διὰ ταῦτα Ἰσοκρατικὸς μᾶλλον τούτῳ ὁ χαρακτήρ, πλὴν ὅσον οὐκ ἐκκεχυμένος, ἀλλὰ συνεστραμμένος· καὶ οὐδὲν καινὸν εἰ, ᾧπερ ὡς ἥκιστα θαμίζων προσωμίλησεν, ἐμιμήσατο. οὐ γὰρ ἐκ τοῦ βούλεσθαι οἱ τύποι τῶν χαρακτήρων, ἀλλ' ἐκ τοῦ πεφυκέναι. τὸ δὲ σύμπαν εἰπεῖν, κρᾶμα τούτῳ συνηρμοσμένον ὁ λόγος ἐκ τῶν ἄριστα τοὺς ἀρίστους μιμησαμένων, ἢ καὶ ὧν αὐτοὶ καθηγεμόνες ἐγένοντο. Τοιοῦτος μὲν τὴν τέχνην ὁ θαυμάσιος οὗτος ἐγένετο, πλείων δὲ τὴν ἐπιστήμην, ὅλην εἰς μέρη μερίσας, καὶ ὥσπερ οὐ διελεῖν βουλόμενος αὖθις συμπτύξας καὶ ὁ [αὐτὸς] οὐδὲν ἔλαττον ξυνθεὶς ἢ ἀναλύσας, πάντας μὲν τοὺς συλλογισμοὺς ἀνεζητηκώς, ἑκάστων δὲ τὰς αἰ [τίας...] ἀνευρηκώς, τάς τε πρώτας καὶ τὰς ἀπὸ τῶν πρώτων, καὶ τὰς μετὰ ταῦτα τῶν ὑποθέσεων καὶ ὧν ἄλυτον τὸ τεκμήριον, καὶ οὔτε διαλεκτικὸν τοῦτον δι [έφυγε] πρόβλημα οὔτε ἀποδεικτικὸν ζήτημα οὔτ' ἄλλο τι τῆς λογικῆς οὐδέν· ἀλλὰ καὶ προτάσεων κατὰ λόγον ηὐπόρησε καὶ ἀνήνεγκεν εἰς ἀρχὰς τὰ συλλελογισμένα, τούς τε ὅρους τοῦ πρώτου νοῦ εὑρηκὼς καὶ τοῦ καθ' ἡμᾶς τοὺς ξυγκειμένους. τὴν δέ γε σοφιστείαν τήν τε ἐν ὀνόμασι καὶ ἐν διανοίαις ἐγνώκει μέν, ἀπήλασε δὲ τῆς κατὰ ψυχὴν πόλεως, οὐδὲν ἔλαττον ἢ τὸν ποιητὴν ὁ Πλάτων τῆς ἑαυτοῦ, μόνον οὐκ ἐρίῳ στέψας, ἀλλὰ γυμνήν τε καὶ ἀστεφάνωτον. Εἶτα δὴ καὶ τὰς τῆς φύσεως ἀγασθεὶς θεωρίας, ἀπὸ τῶν ἀρχῶν ἀρξάμενος ἐπὶ τὸ σύμπαν ἀφῆκε. καὶ ἐπέζευσε μὲν ἤπειρον, ἔπλευσε δὲ ἄχρι τῶν ἐφ' ἑκάτερα πόλων. ἐστείλατο δὲ καὶ πρὸς οὐρανόν, καὶ οὐδὲν ἀφῆκεν αὐτῷ ἀθεώρητον, οὐχ ὅσα ἐν ψυχαῖς, ἐπεὶ καὶ τὸ γένος τοῦτο ἀρχὴν πρώτην τῶν φυσικῶν λόγων τιθέασιν, οὐχ ὅσα ἐν ζῴοις, οὐχ ὅσα ἐν φυτοῖς. εἶτα τί; λεληθότως καὶ τοῖς μαθήμασι προσωμίλησεν· ὥσπερ εἴ τις ἐς Ἑλλάδα ἢ ἐς Ἰωνίαν ἀποπλεῦσαι θελήσας οὐ ναῦν φιλοτεχνοίη, ἀλλὰ χρῷτο τῇ εὑρημένῃ τοσοῦτον ὅσον ἐς τὸν ἀπόπλουν, οὕτω τοιγαροῦν ἐκεῖνος τοῖς μαθήμασιν ὡς ὀχήμασι χρώμενος, ἀπὸ τῶν σωμάτων τοῖς ἀσωμάτοις προσέβαλε, τῷ κράματι πρότερον προσεληλυθώς. ἔνθα δὴ καὶ γενόμενος ἐγνώκει τὸ πρώτως ἕν, τὰς ἐκεῖθεν ἑνάδας, τὸ κυρίως ὄν, τὰς τοῦ ὄντος μερίδας, τὰ τοῦ καλοῦ παραδείγματα, τὴν θαυμασίαν σειράν, τοὺς μέσους δεσμοὺς δι' ὧν τὰ ἄκρα συνάπτεται. Τοιοῦτος ὁ ἐμὸς τῷ ὄντι καὶ φιλόσοφος καὶ διδάσκαλος, οὐ κατὰ τοὺς πολλοὺς τῶν νῦν τὴν ἐπιστήμην μεταχειριζομένων, οὐδὲ κατὰ τὴν ἑτέραν μερίδα ὅσοι καὶ διαπτύουσι ταῦτα καὶ περιττὴν σοφίαν τιθέασιν, ὥσπερ αὐτοὶ μάλιστα τὸν καθ' ἡμᾶς λόγον κτησάμενοι καὶ μηδενὸς τῶν ἄλλων ἐπιδεόμενοι. οἵ γε οὔτε τοῦτον ἴσασιν, οὔτε τι τούτων ἐγνώκασιν, ὁ δὲ λόγος πρὸς ἐνίους τῶν οὕτως οἰομένων. εἰσὶ γὰρ ὑπὲρ τοὺς ἑπτάκις χιλίους οἱ μήτε τῇ Βάαλ τὸ σέβας ἀπονειμάμενοι κἀκ τῶν Ἑλληνικῶν λόγων ὠφελημένοι πρὸς θεοσέβειαν. εἰ μὲν γὰρ πάντας τοὺς λόγους ἐγνώκεισαν, ὅσοι τε ἀπ' Αἰγυπτίων, ἢ Χαλδαίων, ἢ τῶν συνεγνωσμένων ἡμῖν Ἰουδαίων μετωχετεύθησαν πρὸς ἡμᾶς, τῶν γε Ἑλληνικῶν εἰς ἄκρον προεληλύθεσαν καὶ ὅπως οὗτοι τοῖς λογίοις ἐχρήσαντο, εἶτα διακρίνοιεν τούτους, καὶ τοὺς μέν, ἐγκρίνοιεν, τοὺς δέ, ἀποκρίνοιεν καὶ ἀπελέγχοιεν, ὥσπερ δὴ οἱ περὶ τὸν μέγαν Βασίλειον καὶ τὸν τῆς θεολογίας φωστῆρα Γρηγόριον πεποιήκασιν, οὐκ ἀγαίμην ἂν τούτοις μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ὑποθείμην μαθεῖν ὅπερ ἂν ἐκεῖνοι διδάξωσιν. εἰ δὲ μηδ' ὅσον ἑνὶ βήματι τοῦ πεζοῦ προβεβήκασι λόγου, μὴ δὲ ἕν τι τῶν πάντων ἐγνώκασιν, αἰσχύνεσθαι μᾶλλον αὐτοὺς προσήκει καὶ ἐπικρύπτειν τὴν ἀμαθίαν ἢ ἀναισχυντεῖν κατὰ τῶν τὰς ἐπιστήμας συνειλοχότων. Ἔγωγ' οὖν, ἵνα τι καὶ περὶ ἐμαυτοῦ τῷ τοῦ φίλου λόγῳ προσθήσω, καί με μὴ βάλοι βέλος νεμέσεως· οὐκ ἐγνώκειν μόνον ὁπόσα Ἕλληνες οὐδ' ὁπόσα Χαλδαῖοι ἢ Αἰγύπτιοι, ἀλλὰ καὶ κατεγνώκειν αὐτῶν, πλὴν οὐ πάντων, οὐδέ μοι ὁ ἔλεγχος διὰ πάντων τῶν ἐκείνοις εὑρημένων πεφοίτηκεν, ἀλλὰ καὶ πολλοῖς τῶν παρ' ἐκείνοις πρὸς τὴν ἰσχὺν τοῦ καθ' ἡμᾶς λόγου ἀπεχρησάμην. ἢ τί ποτε τῶν καθ' ἡμᾶς φιλοσόφων οἱ ἄκροι τῶν Ὠριγένους συγγραμμάτων οὐκ ἐλάχιστον μέρος συνειλόχασι, καὶ Φιλοκαλίαν τὸ συνειλεγμένον κατωνομάκασιν, ὅτι καὶ σοφοὶ τὴν παίδευσιν ἤστην, καὶ πρὸς ἀλήθειαν πάντα καὶ λέγοντες καὶ συγγράφοντες; Τοσοῦτο δὲ παρεκβέβηκα, οὐκ αὐτὸς κομπᾶσαι βουλόμενος, ἀλλὰ τοῖς πολλοῖς ὑποθεῖναι μὴ καταμελεῖν παιδείας, μηδὲ πρόφασιν ἀμελείας καὶ ῥᾳθυμίας τὸν ἡμέτερον λόγον ποιεῖν· ἔσο τὰ κρείττω αὐτόθεν εἰδώς, ἀλλ' ἔνθα δεῖ καὶ συλλόγισαι, ἵνα σφενδονήσῃς ποτὲ τὸν ἀλλόφυλον· οἱ μὲν γὰρ τρεῖς λίθοι παρὰ τοῦ καθ' ἡμᾶς λόγου, ἡ δὲ τῆς σφενδόνης τέχνη καὶ παρὰ σοῦ, καὶ δέος μή πού τις ἀντισταίη ποτὲ καὶ Γολιὰθ τῷ καθ' ἡμᾶς Ἰσραήλ, εἶτα μὴ ποιμένος ἔξωθεν δεηθείημεν πρὸς τὴν τοῦ ἀλλοφύλου ἀναίρεσιν, καὶ ἄδηλον εἴ τίς ἐστι νῦν υἱὸς Ἰεσσαὶ ὄπισθεν τῶν λοχευομένων ἀναλαμβανόμενος καὶ πρὸς τὸν βάρβαρον ἀνταγωνιζόμενος. οὕτω τὰ Ἑλλήνην καθῄρηται, οὕτω τὰ Αἰγυπτίων ἀπεσκεύασται, οὕτω τὰ Βαβυλωνίων διέφθαρται. οὐκ ἐλέγχειν γοῦν πειρῶμαι τοὺς ἀσυλλογίστους, ἀλλὰ διδάσκειν ὅπως ἂν ἀπὸ τῶν ἐναντίων κατ' ἐκείνων τὴν μάχαιραν λάβοιεν, ὥσπερ δὴ καὶ τὸ ἐπίγραμμα τοῦ Ἀθήνησι ναοῦ κατὰ τῶν Ἀθηναίων ὁ μέγας ἀπόστολος. Ὁ δὲ λόγος αὖθις ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω. ὃς τὴν σύμπασαν τοῦ λόγου τέχνην καὶ ἐπιστήμην τῷ ἐγκωμιαζομένῳ συνειλοχώς, νῦν βούλεταί τι ἐρεῖν καὶ περὶ τῶν λοιπῶν αὐτοῦ ἀρετῶν, ἃς δὴ καὶ τοῦ λόγου ἑαυτῷ προϋπέθετο καὶ σὺν αὐταῖς τοῦτον μετεχειρίσατο, καὶ διὰ παντὸς βίου ταύταις φαίνεται χρώμενος, οὐ γὰρ ὥσπερ ἔνιοι τῷ τεχνικῷ λόγῳ ἐποχηθείς, ἀρκεῖν οἴεται δι' αὐτοῦ δὴ τούτου μόνου ἀναβεβηκέναι πρὸς οὐρανόν. οὐ γὰρ οὕτως Ἠλίας, ἀλλ' ἑαυτῷ πρότερον ὑποζεύξας τὸ τῶν ἀρετῶν τέθριππον, οὕτω τοῦ καταβάντος ὀχήματος κατετόλμησε. διὰ ταῦτα ταῖς γενικωτέραις ἐμφιλοχωρήσας τῶν ἀρετῶν, καὶ ἀφ' ὧν τις πρὸς τὰς λοιπὰς ὄναιτο, οὕτω πρὸς τὰς ὑποβεβηκυίας ἐχώρησε. Τίς γὰρ τούτου τὴν γνώμην εὐθύτερος, ἢ τίς οὕτω στάθμη δικαία τοῖς πράγμασιν ἐχρημάτισε, τῷ κρείττονι δοὺς κατὰ τοῦ χείρονος ἀριδήλως τὰ νικητήρια, καὶ δικάσας δικαίως τῷ κράματι; τίς δὲ σωφροσύνην οὕτω τετίμηκεν ἢ ὑπερεβάλετο, ὡς μὴ δὲ τὴν γειναμένην, ὥσπερ δὴ παρὰ πολλῶν ἠκηκόειν, ἐπὶ πλεῖστον ἰδεῖν ὑπενεγκεῖν, ἀλλὰ καὶ αὐτοῦ δὴ τοῦ ἀδιαβλήτου καταφρονῆσαι μέρους τῆς φύσεως; κατὰ δὲ τῶν παθῶν, τίς οὕτως ἠνδρίσατο; καὶ κεκράτηκε μὲν τῶν ἐμφυλίων παθῶν, κατετροπώσατο δὲ καὶ εἴ τινες ἔξωθεν ἐπιστρατεύοιεν βάρβαροι, καθ' ὧν καὶ μέγιστα ἤγειρε τρόπαια. τίς δὲ πάντα ὑπερφυῶς τοῖς τῆς φρονήσεως διεσκέψατο μέρεσι καιροῦ καὶ πρέποντος στοχασάμενος; γλῶτταν δὲ τίς οὕτως ἐπέσχε, καὶ ταῦτα νεανικὴν καὶ τρέχειν ἐπισταμένην ὑπὸ χαλινὸν ἅμα καὶ τεχνικῶς; τίς δὲ οἷς λέγει νοῦν ἐφιστάνει, καὶ τῶν λεγομένων ἕκαστον ἐπιχρώννυσι πρώτως, εἶθ' οὕτως ἐξάγει, πολλάκις ἐπιχρώσας τὸ εἰκονιζόμενον, ἵνα σὺν καλῷ καὶ πρέποντι ὀφθείη τῷ σχήματι; τίς δὲ τηλικαῦτα ἔχων παρὰ τοῦ γένους τὰ ὑποδείγματα, αὐτὸς καὶ τοῖς ἄνω καὶ τοῖς μετ' αὐτὸν εἰς τελεώτατον παράδειγμα ἤρκεσε, καὶ βεβοήθηκεν οὐ τῷ λόγῳ μόνον, ἀλλ' ἔστιν οὗ καὶ τοῖς πράγμασιν; αὐτὸς μὲν οὖν τῆς ἐνταῦθα τιμῆς κατωλιγωρηκώς, τὸ δὲ γένος ξύμπαν ἀνενεγκών. τίς δὲ ἕτερος οὕτως ἢ πρὸς βασιλέα πεπαρρησίασται ἢ τὴν τῶν ὅλων προστασίαν ἀναδεξάμενος πᾶσι πρὸς τὸ δέον ἐξήρκεσε; ποῖος δὲ τῶν πάντων οὕτω παρὰ τῶν κρατούντων τετίμηται, ὡς καὶ δεξιὰς τούτῳ ἐμβάλλειν καὶ κοινωνεῖν κρατῆρος καὶ ἀπὸ τῆς αὐτῆς σιτεῖσθαι ἐᾶν; Ὅ γέ τοι τοὺς βασιλεῖς πάντας ὑπερβαλόμενος ἀρετῇ καὶ φιλοτιμίᾳ, ὁ τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ ὁμώνυμος καὶ ὁμότροπος, καὶ μόνος πρὸς πάντας γενναίως ἀνταγωνισάμενος, καὶ τὴν ὁμωνυμίαν λαβὼν τῆς τέχνης καὶ τῆς νίκης κατήγορον, καὶ πατέρα τοῦτον σοφῶς προσηγόρευσε, καὶ μᾶλλον τετίμηκεν ἢ τὸν Πλάτωνα Διονύσιος· ἐς γὰρ τὸν ὅμοιον ἐγκαθίσας θρόνον οὐ μετεβάλετο, οὐδὲ μετέστησε τὸν φιλόσοφον ἐς τοὺς ἀντιζήλους, οὐδ' ὑφειμένην δίαιταν ἐκλήρωσεν, ἀλλὰ καὶ διδασκάλῳ ἐκέχρητο, καὶ πολλὰ παρὰ τούτου πρὸς τὴν βασιλικὴν ἐπιστήμην ὠφέλητο, θαμά τε ὡμίλει, καὶ ἐκοινώνει τῶν ἀπορρήτων, καὶ παρ' αὐτοῦ τὰ συνθήματα τῶν πρακτέων ἐλάμβανεν. οὗτος δὴ οὖν ὁ αὐτοκράτωρ καὶ τὸ ἀρχιερατικὸν ἀξίωμα τούτῳ ἐσκιαγράφησε, καὶ πρώτως ἰδών– ἦν γὰρ εἰ καί τις ἄλλος εἰς ψυχὴν βάλλων ἀπὸ τοῦ σχήματος, καὶ τὸ μέλλον ἀπὸ τοῦ ἐνεστῶτος εἰκᾴζων– τῆς τοῦ πνεύματος χάριτος ἄξιον οὕτως εἰπεῖν ἐδογμάτισεν. Ἀλλὰ τί μὴ εἰς ἀρχὴν τὸν περὶ τούτου λόγον ἐπανάγω, ἵν' ἔχοιμι ἐκεῖθεν καὶ μὴ αὐτόθεν εἰσβάλλειν εἰς τὴν τῆς ἀρχιερωσύνης ἀναγωγὴν τοῦ ἀνδρός; τοῦτον γὰρ ἐδημοσίευσε μὲν ὁ λόγος καὶ ἡ ἀρετή, καὶ ἐς μέσην καθίστων περιωπήν, συνέστελλε δὲ ἡ περὶ τὰ κρείττω εὐλάβεια, καὶ τὸ τῆς ψυχῆς ἦθος, καὶ τὸ καταφρονεῖν ὕψους θρόνων καὶ τῆς ἐκ [εῖθεν δόξης τε] καὶ λαμπρότητος. τὰ μὲν οὖν ἐβιάζετο τοῦτον εἰς τὴν τοῦ καλοῦ παρρησίαν, τὰ δὲ κατεῖχεν ἐφ' ἑ [αυτο] ῦ κατατρυφᾶν τῆς μυστικῆς εὐδοξίας· ἦν δὲ αὐτῷ τὰ μέν, ἀπὸ τρόπου, τὰ δὲ πρὸς τρόπου. ὅθεν καὶ νικᾷ ἑαυτῷ, καὶ παραχωρήσας τοῦ βήματος τοῖς ἐλάττοσι, τοῦτο γὰρ νῦν προστίθημι, αὐτὸς μετὰ τῶν κρειττόνων ἐντὸς ἐγεγόνει τοῦ ἄνω καταπετάσματος. Ἔγωγ' οὖν αὐτῷ πολλάκις τὴν ἀμετρίαν τῆς ἀδοξίας ὠνείδιζον, εἶχον γὰρ τὸ θαρρεῖν αὐτῷ παρὰ τὴν τοῦ λόγου κοινωνίαν, καὶ ἐπειρώμην ἐκκαλύπτειν καὶ ἐπὶ τῆς λυχνίας τιθέναι, ἵν' οὕτως πυρσεύοι τῇ οἰκουμένῃ ἃ συνειλόχει σωτήρια διδάγματά τε καὶ δόγματα. ὁ δέ, ταχύ τι μὲν τὸ πτερὸν ἡπλώκει, ὥσπερ δὲ δεδιὼς τὸν πολὺν ἀέρᾳ, αὖθις ἐπὶ τοῦ φωλεοῦ λανθάνων ἐμεμενήκει. εἶθ' ἑκατέρωσε διαλαβόντες, ἔνθεν μὲν ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ ὁ τὴν ἀρχιερωσύνην ἰθύνειν λαχών, ὁ μέν, ταῖς ἀνάγκαις, ὁ δέ, ταῖς ψήφοις, ὥσπερ δὴ ἀετιδῆ, καὶ ταῦτα κούφοις πτεροῖς ἐπαιρόμενον, ἐπὶ τοῦ τῆς ἀρχιερωσύνης θρόνου τιθέασι, καὶ ἐξαίρουσιν αὐτῷ ὥσπερ τινὶ κρείττονι κρείττονα τὰ Εὐχάϊτα, οὐ μᾶλλόν γε τοῦτον· ἀνάθημα τῇ μητροπόλει παρέχοντες ἢ ἐκείνην ἐξαρτῶντες τῆς ἐκείνου ψυχῆς· ἔδει γὰρ τῷ μεγίστῳ μὲν τῶν μεγίστων, τοῖς μείζοσι δὲ τοῦ μείζονος, ὅθεν εὖ ποιοῦντα τὰ ἄκρα συνέδραμεν εἰς ταὐτό. Ἆρ' οὖν τοῦ μὲν λόγου εἰς ἄκρον ἀντεποιήσατο, τῶν δ' ἐπὶ τοῖς λόγοις ἔργων ἠμέληκεν, ἢ καὶ ταῦτα μὲν κατώρθωκε, τῆς δὲ τῶν ἠθῶν ἠμέλησε κράσεως; ἢ καὶ ταῦτα μὲν ὑπὲρ λόγον συνεκεράσατο, τῆς δὲ ἀρετῆς ξυμπάσης οὐκ εἰς ἄκρον ἀφίκετο; ἢ καὶ πρὸς τοῦτο μὲν ἀνέπτη, οὐκ ἀρκοῦσαν δὲ παρασκευὴν πρὸς τὴν ἀρχιερωσύνην πεποίηται, ἀλλ' ἀποχρῶν οὕτω δόξας; εἶτα δὴ τοὺς θρόνους ἐδίωξεν ὡς ἐπὶ τούτους παρεσκευασμένος; ἀλλ' οὐκ ἐδίωξε μέν, διωχθεὶς δὲ καὶ λαβὼν τῶν ἐπειλημμένων κατωλιγώρηκεν, ὥσπερ καταπαύσας τῶν σπουδασμάτων, ἀλλ' οὐκ αὐξάνειν τὸ δεδομένον βουλόμενος τάλαντον; πολλοῦ γε καὶ δεῖ. οὐ γὰρ ἵνα τρυφῴη πέπειστο τὸν θρόνον λαβεῖν, ἀλλ' ἵνα στενοχωροῖτο μὲν αὐτός, ἑτέροις δὲ παρασκευάζοι τὸ ἀποχρῶν· οὐδ' ἵνα τι ὑφαιροῖτο τῶν τῆς ἐκκλησίας, ἀλλ' ἵνα πλείονα ταύτῃ ὧν ἔχοι προσθείη. διὰ ταῦτα, καί τοι τἆλλα ἀφελῶς ἔχων τῶν πραγμάτων, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην καὶ τὸ οὕτω βούλεσθαι βιοτεύειν, ἐνταῦθα γενόμενος, ὥσπερ τὸν ἄλλον χρόνον καταδαρθάνων, ἀθρόον ἀνίσταται, καὶ περιζωσάμενος τὴν ὀσφύν. τί μὲν οὐκ εἰρήκει περὶ τῶν τῆς ἐκκλησίας πραγμάτων; τί δ' οὐκ ἐπεπράχει; ποίαν δ' οὐκ εἰσηνέγκατο προθυμίαν τε καὶ σπουδήν; Αὐτίκα, ἵν' ἀφ' ἑστίας ἄρξωμαι, ὥσπερ τὴν ὑπερουράνιον πᾶσαν τάξιν ὀφθαλμοῖς θεασάμενος, κατὰ τὴν ἐκεῖσε ἰδέαν καὶ σύνταξιν τὴν τῆς ἐκκλησίας ῥυθμίζει κατάστασιν, οὐχ ἧττόν γε ἢ Μωϋσῆς τὴν κάτω σκηνὴν συμπηγνὺς κατὰ τὸ δειχθὲν ἐκείνῳ παράδειγμα· εἴτε γὰρ ἐν σεραφὶμ μέλη ὑμνούμενα, εἴτε ἐν χερουβὶμ προσᾳδόμενα, εἴτε παρὰ τῶν θρόνων συναρμοζόμενα, εἴτε παρὰ τῶν ἐφεξῆς τάξεων μελουργούμενα, εἴτε παρὰ τῶν θείων ψυχῶν μουσουργούμενα, πάντα ἄν τις ἴδῃ ἐν τῇ κατ' αὐτὸν μητροπόλει τῷ κρείττονι φωναῖς ἀσιγήτοις ἀναπεμπόμενα· προστέθεικε ταῖς χοροστασίαις τοὺς κύκλους τῶν ψαλλόντων, ἐπηύξησε τοῖς μέλεσι μέλη, καὶ τοῖς ῥυθμοῖς ῥυθμοὺς προσενήνοχεν. ἑξαπτέρυγά τινα καὶ πολυόμματα περὶ τὴν ἱερὰν ἔστησε τράπεζαν· τὰς στάσεις ἐφεξῆς ἐν μέτροις ἐρρύθμισεν ἀποστάσεων. ἐδημοσίευσε πᾶσι τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος· διέλυσε τὰ αἰνίγματα, ἀνεκάλυψε τὰ συνθήματα, διεῖλε τὰ σύμβολα, γυμνὴν πᾶσι παρέστησε τὴν χάριν τοῦ πνεύματος. πᾶν ἔθνος ἐπισυνήγαγε, πᾶσαν τέχνην, πᾶν ἐπιτήδευμα· ἔνδον τοῦ ἱεροῦ πάντας συνήγαγε, καὶ τὰς ἀγροίκους γλώσσας πρὸς τὴν τοῦ κρείττονος ὑμνῳδίαν ἐρρύθμισεν. ὢ τοῦ θαύματος, οὔθ' ὁ τέκτων, οὔθ' ὁ σκυτοτόμος, οὔθ' ὁ χαλκεύς, οὐδ' εἴ τις ἕτερος χειρώναξ ἢ βάναυσος τῶν μυστηρίων ἀτέλεστος οὐδὲ τῆς πρὸς τὸ θεῖον ἐμμελείας ἀμέτοχος, ἀλλ' ᾧ πρὸ βραχέος τὸ σκύτος ἐν ταῖς χερσίν, οὗτος ἔνδον γενόμενος τοῦ νεὼ ἀθρόον μεταπεποίηται, καὶ τήν τε φωνὴν συνηχεῖ ταῖς ἀγγελικαῖς σάλπιγξι, τούς τε δακτύλους ῥυθμίζει πρὸς τὴν τοῦ χοροῦ συμφωνίαν. οὐδὲ τὸ θῆλυ πόρρω τ [οῦ νεὼ.....] ἀλλὰ καὶ ταύταις ἔστι τινὰ μέλη τοῖς μείζοσι συνυπηχοῦντα χοροῖς· οὐ γὰρ κόκκινον νενησμένον, οὐδὲ τρίχας αἰγείας τῇ τοῦ θεοῦ σκηνῇ συνεισφέρουσι, πολλοῦ γε καὶ δεῖ· ἀλλὰ ταῦτα μὲν ἔξω που τοῦ ναοῦ ἀφιᾶσιν ὡς ἀσυντελῇ πρὸς τὴν κρείττω ἱερουργίαν, ψυχῆς δὲ ἁρμονίαν προσάγουσι καὶ γλώττης εὐρυθμίαν καὶ χειρῶν ἐργασίαν πνευματικήν. Τὰ μὲν οὖν περὶ τὴν ἐκκλησίαν αὐτῷ τοιαῦτα καὶ οὕτως εὖ ἔχοντα, ποδαπὰ δὲ καὶ τὰ ἐκτὸς τοῦ νεὼ θεωρήσωμεν. δημοσίων τελῶν ἐκκοπαί, γεωργικῶν ἔργων τῶν ἔξωθεν ἐπηρεαζόντων σχολαί, δικαστῶν ἐποχαί, δυναστῶν περὶ τὸν θεῖον ἀρχιερέα ὑποπτώσεις τε καὶ εὐλάβειαι, βασιλέων περὶ τὴν ἐκκλησίαν χεῖρες καὶ γνῶμαι φιλότιμοι. ἐπωρύονται κύματα ἕως τῶν οὐρανῶν ἀναβαίνοντα καὶ αὖθις μέχρι τῶν ἀβύσσων συγκαταρρέοντα, ἀλλὰ τὴν θείαν ταύτην οὐκ ἐπικλύζει μητρόπολιν, ἀλλ' ἐπειδὰν ἅψηται τῆς περιβολῆς τοῦ νεώ, ὑποστρέφει καὶ ἠρεμεῖ· πνεύματα ἐκ τῶν νεφῶν συρρηγνύμενα, τυφῶνες καὶ ἐκνεφίαι αὐτὸ δὴ τὸ νέφος ἐπισυρόμενοι, καὶ τὸ προστυχὸν παρασύροντα, ταύτην μόνην τὴν ἐκκλησίαν οὐ θορυβεῖ. δεδίασιν αὐτὴν καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμοί. καὶ βασιλεῖς πῦρ πνέοντες ταύτην μόνην οὐκ ἐμπιπρῶσιν αἰδοῖ τοῦ ἀρχιερέως καὶ φόβῳ τοῦ κατ' αὐτὸν ἀξιώματος. δεδίασι γὰρ τούτου καὶ χεῖρας ἐπαιρομένας πρὸς τὸν θεόν, τάς τε προφανεῖς εὐχὰς καὶ τὰς ἀφανεῖς, καὶ τὴν τῶν δακρύων ἐπιρροήν, καὶ τοὺς λεπτοὺς στεναγμούς, καὶ τοὺς τῶν γονάτων τύλους· πεφρίκασι τὴν τῶν νώτων ἐν ἀδύτοις κάμψιν. καὶ διὰ ταῦτα οὔτε τις πράκτωρ ἐκεῖσε βαρύς, ἢ ἵνα αἰνιττόμενος εἴπω, οὔτ' ἐρυσίβη τοῖς τῶν Εὐχαΐτων καρποῖς ἐνοχλεῖ, οὐ βροῦχος ἐμβέβηκεν, οὐκ ἀκρὶς καθίπταται, οὐ κάμπη συγκαταρρεῖ, οὐκ ἄλλο τι τῶν πικροτέρων ἢ τὴν καλάμην διαλυμαίνεται, ἢ τὰς θήκας κενὰς δείκνυσι τῶν καρπῶν, ἀλλ' οὐδὲ τὰς ἀμπέλους διολλύει ἡ χάλαζα, ἀλλ' αἵ γε ἐλαῖαι τεθήλασι, καὶ τὰ δένδρα βρίθουσι τοῖς οἰκείοις καρποῖς, καὶ καθ' ὥραν πάντα τετρύγηται. οὕτως ὁ ἀρχιερεὺς ἀντ' ἄλλου φυλακτηρίου πᾶσιν ἐστίν, οἷα δή τι χάλκεον τεῖχος ὅλην τὴν ἐκκλησίαν περιλαμβάνων, καὶ πᾶν ἐκεῖθεν τὸ βάρβαρον ἐμπιπρῶν, οὐχ ὡς ὁ ἐκ Σικελῶν Ἀρχιμήδης μηχαναῖς τισιν ἀστραπὰς ἐκεῖθεν ἐκπυρρηνίζων, ἀλλὰ θείῳ πυρὶ καταφλέγων τοὺς προσύλους καὶ φρυγανώδεις καὶ τὴν γνώμην καὶ τὴν προαίρεσιν. Ἴσως μὲν οὖν τις τῶν πάντων ἐρεῖ, ὅτι χειρὸς εὐπορούσης ταῦτα, ἀλλ' οὐ φιλοτίμου ψυχῆς. τί δ' ἄν τις εἴπῃ περὶ ὧν πρὸ τῆς ἀρχιερωσύνης, ὁπηνίκα οὐδὲ πολλαὶ τῶν χρημάτων ἦσαν αὐτῷ ἀφορμαί, λαμπρῶς κατεσκεύασε καὶ μεγαλοπρεπῶς ἀπειργάσατο; ὃν γὰρ ἤγειρε τῷ μάρτυρι Θεοδώρῳ ναὸν ἐπ' αὐτῆς τῆς πατρίδος οὐκ οἶμαι δεύτερον εἶναι τῶν περιβοήτων τινὸς καὶ οὓς βασιλεῖς ἀφιδρύσαντο· οὕτω γὰρ καὶ τοῦτον ἐδείματο καὶ πᾶν ὅσον λαμπρότατον συνεισήνεγκεν, ὡς μηδένα τῶν ἄλλων τοῦτον νικᾷν δύνασθαι, ἀλλ' αὐτὸν ἑαυτοῦ ἡττᾶσθαι ἐφ' οἷς μετὰ ταῦτα πεποίηκε. καὶ οὐ μέχρι τοῦ μεγαλοπρεποῦς ἔστη, ἀλλὰ καὶ ψυχῶν κάθαρσιν καὶ σώματος ἁγνείαν, οὐκ ἔξωθεν τοῦ νεώ, ἀλλ' ἔσωθεν οἱονεί τινα ψυχὴν σώματι ἐπεισήνεγκεν. ἱεροὶ γὰρ ὕμνοι κἀκεῖσε καὶ θεοπρεπεῖς λειτουργίαι διηνεκεῖς, καὶ Ναζιραίων χοροστασίαι οὐκ ἐλάττους τῶν Δαυϊτικῶν χορῶν, τῷ γε καλλίστῳ τοῦ σχήματος παρὰ τοῦ ἀνδρὸς ἐνομοθετήθησαν· ἔνθα ψυχῆς μὲν κάθαρσις τὸ φιλοσοφούμενον, ὕμνος δὲ εἰς θεὸν τὸ τελούμενον. Καὶ μεμίμηται τὴν τῶν κρηπίδων τοῦ νεὼ πῆξιν τῆς νομοθεσίας τὸ πάγιον. αἱ γὰρ ἔγγραφοι περὶ ὧν τοῖς ἀσκηταῖς ἐνομοθέτησε διατάξεις, ἀντ' ἄλλου τινὸς φυλακτηρίου αὐτάρκεις τῷ πράγματι. ἔσται τοιγαροῦν ὥσπερ φιλότιμος χείρ, οὕτω καὶ πλουσία ψυχή, ταμεῖον ἔχουσα μὴ κενούμενον τὸν θεόν, καὶ ὅπερ ταῖς εὐπόροις χερσὶ τὰ ταμεῖα καὶ τὰ κιβώτια, οὕτω ταῖς μεγαλοπρεπεστέραις ψυχαῖς οἱ ἄνωθεν θησαυροί. κἂν βουληθείη πένης φιλόσοφος ὕδωρ οὐράνιον ἐπισπάσασθαι, ἀνοιγήσονται τούτῳ οἱ καταρράκται τοῦ οὐρανοῦ, οὐχ ἧττον ἢ τῷ Θεσβίτῃ, κἂν χρημάτων ἐπιδεηθείη ποτέ, ὁ τῶν πάντων πλοῦτος εἰς ἔρανον τούτῳ ἀρκέσει, καὶ ὥσπερ τὴν θείαν ἐργαζομένῳ σκηνήν, οὐκ ἀρρένων μόνον βραχίονες εἰς τὴν ἐργασίαν λυσιτελήσουσιν, ἀλλὰ καὶ τὸ θῆλυ νήθουσαι τοῖς δακτύλοις ἔρια βεβαμμένα καὶ ὑφάσματα συνεισάξουσιν. οὕτω γοῦν καὶ τῷ νέῳ τούτῳ Βεσελεὴλ καὶ ὄντως τῶν θείων σκηνῶν ἀρχιτέκτονι, αὐτὸς ὁ παρὰ τῶν στοιχείων εἰσαγόμενος πλοῦτος, θεοῦ προστάττοντος ἄνωθεν εἰς τὰ φιλοτεχνήματα ἐξαρκεῖ. Ἔοικα δὲ πολλὰ ὑπερβαίνειν τῶν ἀναγκαίων εἰρῆσθαι· οὐ γάρ μοι κατ' ἐξουσίαν ὁ λόγος συντέθειται ὥσπερ ἐπ' ἐλευθέρου ἀγῶνος· ἀλλ' ὥσπερ εἰ κωμῳδίαν ἐποιούμην τινὶ τῶν ἀξίων ἀκούειν κακῶς, ᾐσχύνθην ἂν τὸν κωμῳδούμενον, οἷος ὁ ἐμὸς τρόπος, βάλλων ἀπὸ τῆς σκηνῆς καὶ πολλοῖς προσώποις τοῦτον ὑποκρινόμενος. οὕτω δὴ ἐρυθριῶ καὶ τὸν ἄνδρα τοῦτον τιμῶν, εἰδὼς ὅτι περ καὶ τοῖς ὀλίγοις ἐπαίνοις ἀπέχθοιτο, καὶ φορτικὸν ἄλλως αὐτῷ καὶ τὸ βραχὺ τῆς εὐφημίας πρόσρημα. τοσοῦτον γοῦν ὁ λόγος ζῶντι τῷ ἀνδρὶ ἐζημίωται, ὅτι μὴ ἔχει τῶν ἐγκωμίων ἐλευθερίαν, τοσοῦτον τὸ περιὸν τῆς ἀρετῆς τῷ ἀνδρί, ὅτι ὥσπερ αὐτὸς τὴν καλοῦ διώξας ἰσότητα, τὴν ἐναντίαν ὁδὸν πρὸς ἑαυτὸν ἔρχεται. καὶ ἀγρυπνῶν μὲν εἴποι ἂν ὑπνώττειν πολλά, καὶ δικαιοσύνης ἐπιμελόμενος ἀδικίαν ἑαυτοῦ καταγνοίη, καὶ τὰ πρῶτα ὢν γνώσεως καὶ φρονήσεως, μήτ' εἰδέναι τι τῶν ὅσοις σοφία ἐπιστατεῖ, μήτε πράττειν τε καὶ λέγειν ὁπόσα δὴ ἐν καιρῷ ποιεῖν προσποιοῖτο, ἀλλὰ τἀναντία πράττων τε καὶ λέγων, ἐκ τῶν ἐναντίων ἡδέως ἂν αὑτὸν γράψειεν. οὕτω δὴ καὶ τοὺς περὶ αὐτοῦ λέγειν προῃρημένους, εἰ μὴ ἀτιμάζειν πείσειεν, ἀλλ' ἐλαττοῦν ἀναγκάσειε τὰ ἐγκώμια. Ἔγωγ' οὖν, εἰ μὴ τοῦτον ἐφοβούμην τὸν φόβον καὶ ὑπώπτευον τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, πάλαι ἂν καὶ τοῖς Παύλου πόνοις τὰ κατ' αὐτὸν ἀπείκασα πράγματα. ποιοῦμαι δὲ ἐν τῷ λεληθότι πρὸς ὑμᾶς τὸν λόγον, ἵνα μὴ ὁ ἐγκωμιαζόμενος πύθοιτο. εἰ γὰρ καὶ μὴ σύμπασαν διελήλυθε τὴν οἰκουμένην κηρύττων τὸ εὐαγγέλιον, μηδ' εἰς Ἀραβίαν ἀνελήλυθε, μηδὲ μέχρι τοῦ Ἰλλυρικοῦ προελήλυθεν, ἀλλ' ἥν γε ἐκληρώσατο πόλιν καὶ ὅπερ ἐπιστεύθη ποίμνιον, οὕτω δή, τὴν μὲν ἐτείχισε, τὸ δὲ ἔθρεψε καὶ ἐποίμανεν, ὡς ἐκείνην μὲν ἀντ' ἄλλου τινὸς φυλακτηρίου καὶ τῶν ἐγγὺς προβεβλῆσθαι πόλεων, τοῦτο δὲ μήτε πηγῶν ἀπορεῖν τῶν ἡδίστων, μήτε νομῆς τῶν τροφίμων, ἀλλ' ἔχειν τὰς μὲν καὶ ἑτέροις ποιμνίοις ἐκχεῖν, τῶν δὲ καὶ ἑτέροις μεταδιδόναι. Καὶ θαλαττίους μὲν ἴσως οὐχ ὑπέμεινε κλύδωνας, τοῖς δὲ κατ' ἤπειρον καμάτοις ἐστὶν ὅπη παραμετρηθείη τῷ Παύλῳ. περὶ δὲ τῶν σκανδάλων καὶ τῶν πυρώσεων, εἰ βούλοιτό [τις] ἄν, εἴπῃ περὶ αὐτοῦ μεγαλοφωνότατα, καὶ τοσοῦτον αὐτῷ τὰ περὶ τῆς πυρώσεως, ὅτι μηδενὶ τοῦ λοιποῦ σκανδαλίζεσθαι δέδωκεν, οὔτε περὶ τῶν μειζόνων οὔτε περὶ τῶν ἐλαττόνων· ἀνεῖλε γὰρ τὰ σκῶλα πᾶσι καὶ τὰ προσκόμματα, καὶ διέλυσε τοὺς ἐν μέσῳ φραγμούς, καὶ πᾶσιν ἐσπείσατο, καὶ πάντας ἀλλήλοις εἰς ὁμόνοιαν συνεκέρασε, καὶ συνασθενήσας τοῖς ἀσθενοῦσι, νῦν ἐρρωμένος καὶ ὅλος ὑγιὴς εὐεκτοῦντι παντάπασι τῷ ποιμνίῳ συνήδεται. τὸ μέντοιγε περὶ πασῶν μεριμνᾷν τῶν ἐκκλησιῶν, τοῦτο οὐκ ἄν τις ἀφέλοιτο τοῦ ἀνδρός, τεκμήριον τῆς τοιαύτης φροντίδος ποιούμενος τὸ οὕτω φροντίσαι τῆς ἑαυτοῦ, ὡς παράδειγμα τοῖς ἄλλοις στῆσαι, εἰ βούλοιντ' ἂν τῶν ὁμοίων ἔχεσθαι πράξεων. τῷ γὰρ περὶ ἓν πιστῷ γεγονότι κατὰ τὸ εὐαγγέλιον, ἀρκεῖ πρὸς τὸ κατὰ πολλῶν ἢ ἐπὶ πολλοῖς. οὐ γὰρ ὥσπερ φιλοτιμούμενος τὴν κατ' αὐτὸν ἐκκλησίαν παντοδαποῖς τρόποις συνηύξησε καὶ ἐκόσμησεν, ἵν' ἔχοι κατὰ τῶν ἄλλων ἐπαίρεσθαι ἀλλ' ὡς παντὸς ἐχόμενος τοῦ θείου σκοποῦ τὸν ἑαυτοῦ ζῆλον διὰ μιᾶς ταύτης ἐγνώρισε· καὶ εἴ γε ἐξῆν, καὶ πάντες ἐδίδοσαν, οὐκ ἂν ὤκνησεν ἁπανταχῆ διαβῆναι, καὶ πᾶσαν ὑψῶσαι καὶ καλλῦναι μητρόπολιν. ἔτι δὲ ταὐτὸ τοῦτο καὶ ῥᾷστον ὁμοῦ καὶ ἐπίπονον τῷ ἀνδρί, τὸ μέν, διὰ τὴν τῆς ψυχῆς φροντίδα τὰς σάρκας ἐκτήκουσαν, τὸ δέ, διὰ τὸ τῆς γνώμης ἀξίωμα, πάντων ὑποχωρούντων καὶ ὑποστελλομένων αὐτῷ. Τοῦτο γοῦν ἔχει πλέον τοῦ Παύλου, ὅτι τῷ μὲν δι' ὑπερβολὴν τῶν ἀποκαλύψεων, ἄγγελος ἐδόθη Σατάν, ἵνα μὴ φαντασθείη τι κρεῖττον περὶ ἑαυτοῦ μηδ' ὑπεραίρηται, ὅστις ὁ Σατὰν οὗτος καὶ ὁ τῆς σαρκὸς σκόλοψ, τῷ δέ, οὐδεὶς τῶν πάντων ἀντεπανίσταται, ἀλλ' ὅπῃ δὴ καὶ χωρήσειε, ῥᾷστα πάντα καὶ ἕτοιμα, οὐδὲν ἔλαττον ἢ τῷ τοῦ Ἀμφιτρύωνος πᾶσαν γῆν ἐπιόντι καὶ τοῦ ἄγους καθαίροντι. χρῶμαι δὲ καὶ τοῖς Ἑλληνικοῖς λόγοις ἐνιαχοῦ, οὐ τοῦτο ἀγνοῶν, ὅτι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, οὐδ' ὅτι μὴ δεῖ τοῖς ποτίμοις ὕδασι συγκρίνειν τὰ ἁλμυρά, ἀλλ' ἐπειδὴ τὰ παρ' ἡμῖν ὑπερβάλλει ἐν θαύμασιν, ἀποχρῶμαι ταῖς παρ' ἐκείνοις ὑπερβολαῖς, ἵν' ἔχοιμι δεικνύειν ὅτι μὴ δι' ὧν Ἕλληνες ἐπ' ἐξουσίας συμπλάττουσιν, ἔλαττον ἡμεῖς ἐπὶ τῆς ἀληθείας συνομολογούμεθα· εἶεν. Περὶ δὲ τῆς εἰς τρίτον οὐρανὸν ἀναβάσεως καὶ τῆς ἐκεῖθεν εἰς τὸν παράδεισον μεταθέσεως, καὶ τῶν ἀρρήτων ῥημάτων τῶν οὔτε νῷ ληπτῶν οὔτε γλώσσῃ ῥητῶν οὔτε ἀκοῇ χωρητῶν, τί ἄν τις εἴπῃ, καὶ πῶς εἰς ταὐτὸν ἀγάγοι τῷ Ἀποστόλῳ τὸν εὐφημούμενον; οὔκουν ἐγὼ τὴν ἐνταῦθα σύγκρισιν ψεύσομαι, οὐδὲ ταὐτὸν πείσομαι τοῖς περιττοῖς σοφισταῖς, τῷ περιόντι τῆς πιθανότητος καὶ τῆς περὶ τὸ λέγειν δυνάμεως εἰς ταὐτὸν ἄγουσι τὰ ἀσύμβατα, ἔνθα καὶ τὸ μεῖζον ὑβρίζουσι καὶ τοῦ ἐλάττονος κατεψεύδονται. Ὁ μὲν οὖν Παῦλος, ἅτε δὴ καὶ θείαν φύσιν λαχὼν καὶ κρείττονα χάριν τοῦ θείου πεπλουτηκὼς πνεύματος, καὶ Βενιαμεὶν τῷ ὄντι νεώτερος προκηρυχθείς, ἐν ἐκστάσει ἐπῆρται πρὸς οὐρανόν, λέγω δὴ τὸν τρίτον, τόν τε ὑπὲρ κεφαλῆς ἀέρα διαβεβηκώς, καὶ τὸ αἰθέριον σῶμα ὃ δὴ στερέωμα τῇ ἐκκλησίᾳ φίλον καλεῖν, καὶ τῷ ἐν ἀρχῇ πεποιημένῳ παρὰ τοῦ ποιήσαντος πεπλησιακώς, τούτῳ δὲ οὐ τοιαύτη ἡ ἔπαρσις, ἐπεὶ μηδέ τῳ τῶν ἄλλων ἀνθρώπων, οὐ τῶν νῦν, οὐ τῶν πώποτε, τίς γὰρ ἂν Παύλῳ γένοιτο παραπλήσιος; ἀλλ' εἴ τίς ἐστι νοῦ θεωρία τις καὶ ἀνάβασις, καὶ μερικὴ τῶν ὄντων κατάληψις, καθ' ἣν οἱ οὕτως αἰρόμενοι καὶ φωνῶν τινων δοκοῦσιν ἀκούειν καὶ συνεῖναί τισι θεοειδεστέραις δυνάμεσιν, ἦρται κατὰ ταύτην καὶ οὗτος, καὶ ὑπερβὰς τὴν ἀχλὺν τῆς γενέσεως, καὶ εἰς τὸ ὕψος τῆς γνώσεως διαβάς. ὥσπερ γὰρ τὸ τελευταῖον ἄκρον τῆς πράξεως τῷ πρώτῳ τῆς θεωρίας συνάπτεται, οὕτω καὶ εἴ τις ἀκριβῶς θεωρήσειεν, εὐθὺς ἔχει τὰ κρείττονα, δυοῖν θατέρου συμβαίνοντος, εἴτε τοῦ θεοῦ καταβαίνοντος εἰς τὸν νοῦν, εἴτε τοῦ νοῦ πρὸς θεὸν ἀναβαίνοντος. ἀλλὰ τίς τόπος τῆς τοῦ θεοῦ ἀναπαύσεως, ἢ τίνι τῶν πάντων χωρητὸς ὁ ἀχώρητος; οὐχὶ δὲ καὶ διὰ κενοῦ τοῦ παντὸς χωρήσει, κατιὼν ἢ ἀνιών, ὅς γε δὴ ἑαυτοῦ τὸ πᾶν συμπεπλήρωκε καὶ ὑπὲρ τὸ πᾶν ἐφ' ἑαυτοῦ ἕστηκεν; οὔκουν ἐκεῖνον γινώσκομεν καταβαίνοντα, ἀλλ' ἡμεῖς ἀναβαίνοντες, ἐλλάμψεις τινὰς παρ' αὐτοῦ εἰς τὴν ἐκείνου γνῶσιν δεχόμεθα· καὶ τὸ ἐνοικεῖν γὰρ τὸν θεὸν καὶ ἐμπεριπατεῖν ἡμῖν, καὶ τὸ σὺν τῷ πατρὶ δὲ τὸν λόγον συνιέναι καὶ μονὴν ἐπὶ τοῖς θειοτέροις ποιεῖν, καὶ τἆλλα ὅσα οὕτως ἡ γραφὴ συγκαταβαίνουσα διαλέγεται, οὐ συγκαταβάσεώς ἐστι τοῦ θεοῦ πρὸς ἡμᾶς σύμβολον, ἀλλὰ τῆς πρὸς ἐκεῖνον ἡμῶν ἀναβάσεως. αὐτῇ γὰρ οὐσίᾳ καὶ αὐτῷ πράγματι ἅπαξ καταβέβηκε πρὸς τὴν ἡμετέραν φύσιν ὁ ταύτην προσειληφὼς ἀπορρήτῳ τρόπῳ καὶ ὃν οὐδ' ἂν γνοῖεν οὐδ' ἄγγελοι, οὔτε τὸν πατρῷον κόλπον ἀφεὶς καὶ τὴν τῆς παρθένου νηδὺν οἰκήσας καινοπρεπῶς. εἰ γοῦν τεθεώρηκεν ὁ εὐφημούμενος, πάντως καὶ ἥρπασται, τοῦτο γὰρ ὁ λόγος διηγωνίσατο· μετετέθη δὲ καὶ πρὸς τὸν παράδεισον, ἔνθα καὶ μεμύηται τὰ ἀπόρρητα. τῶν μὲν γὰρ ἐν οὐρανῷ φωνῶν ἴσως ἀχώρητος, ἡ δὲ χθαμαλωτέρα μετάθεσις διομαλίζει τῷ θεωρῷ τὰ μυστήρια, καὶ δεῖ καταβαίνοντας τοὺς μύστας ἐκ τῆς οὐρανίας περιωπῆς, μὴ εὐθὺς εἰς τὴν γῆν καθέλκεσθαι, ἀλλ' ὥσπερ ἐν ἐλάττονι σταθμῷ μεταβάντας εἰς τὸν παράδεισον, κἀκεῖ τῶν προσφυῶν μυστηρίων ἀξιωθέντας, οὕτως ἐξ ὑπογύου πρὸς τὴν γῆν κατιέναι. Τοιοῦτος ἡμῖν ὁ θεῖος ἀρχιερεύς, τοῖς μὲν ἄκροις ἀπεικασμένος, καί τινα σκιὰν ἔχων τῆς ἐκείνων μορφῆς, τοῖς δὲ μέσοις ἀφωμοιωμένος, τῶν δὲ μετὰ τούτους ὑπερανέχων. ἔγωγ' οὖν αὐτὸν ὥσπερ καθυφῆκα τοῦ Παύλου, οὕτως εἰς ἶσον ἄγω τῷ Σαμουὴλ καὶ τῶν μετ' ἐκεῖνον ἀρχιερατευσάντων προτίθημι. προκέκληται γὰρ καὶ οὗτος ὑπὸ τοῦ λόγου, καὶ τῆς ἐπωμίδος καὶ πρὸ τῆς ἀρχιερωσύνης ἠξίωται, καὶ κέχρισται τῷ ἐλαίῳ τῆς χάριτος, ἐντὸς δὲ τοῦ καταπετάσματος οὐχ ἅπαξ, ἀλλὰ πολλάκις τοῦ ἔτους γίνεται, καὶ τὴν κιβωτὸν ὁρᾷ ἀτρεμίζουσιν ὄμμασιν, οὐκ ἐν συμβόλοις, οὐδ' ἐν τοῖς χρυσοῖς χερουβίμ, ἀλλὰ καθαρῶς καὶ γνησίως δορυφορουμένην ὑπὸ τῶν ἄνωθεν τάξεων, φημὶ δὴ τὴν παρθένον καὶ θεοτόκον, ἧς ὁ σωματικὸς τύπος αὐτὸ δὴ τοῦτο σύμβολον καὶ προχάραγμα. Ζήλῳ δὲ πολλάκις θείῳ πυρούμενος, πῦρ μὲν οὐκ ἐφέλκεται ἐπὶ τοὺς πονηροτέρους οὐράνιον, οὐδὲ δι' ἀμφοῖν τῶν ἀσελγαινόντων τὸν σειρομάστην ὠθεῖ, ἀλλὰ παρρησιάζεται κατὰ τῶν ἀσεβούντων, καὶ τὴν πλάνην αὐτοῖς ἐλέγξας καὶ διασείσας μετατίθησι πρὸς εὐσέβειαν. ἀναλύει τε τὴν τῆς ἁμαρτίας πλοκὴν καὶ τὸ τῆς αἰσχύνης αἶσχος ἐν τῇ διαιρέσει προδείκνυσι, καὶ οὓς ὁ τῆς ἐπιθυμίας οἶστρος εἰς μισουμένην μίξιν συνέπλεξε, τούτους ἐντεῦθεν ἀποδιελών, ἑνοῖ τῷ θείῳ σκοπῷ καὶ τῷ τῆς σωφροσύνης θεσμῷ. οὐ ταῦτα μείζω τῶν πάλαι θαυμαζομένων; ἔμοι γοῦν κριτῇ, καὶ εἴ τις ἕτερος τὴν διὰ λόγου παιδαγωγίαν κρείττονα πάσης ἡγεῖται τομῆς τε καὶ καύσεως. Εἶτα τί, ὦ τιμία μοι καὶ αἰδέσιμος κεφαλή; πρὸς σὲ γὰρ ἤδη τὰς τοῦ λόγου μεταβάλλω ἡνίας, ἵνα σοι ἐγγύτερον καὶ γνησιώτερον διαλέξωμαι, εἰ δὲ καὶ ἐν μέρει καθάψωμαι, πρᾴως τὸν λόγον ὑπένεγκαι, κἂν εἴ σοι τὸ ἀπόρρητον ἐκκαλύψω, μὴ ἐρυθριάσῃς, οὐ γὰρ ἵνα σοι δημοσιεύσω τὸ κεκρυμμένον, ἀλλ' ἵνα σοι τὴν γνώμην ἐλέγξω, πρὸς δὲ καὶ ἐπίσχω τοῦ ἐνθυμήματος, ἔκφορον τοῖς πολλοῖς ποιήσομαι τὸ τέως ἀπόρρητον. Εἰ μὲν γὰρ ᾔδειν ἄνωθέν σοι τὸ βεβουλευμένον δεδόσθαι, ἵν' ὥσπερ εἰς τὴν ἀρχιερωσύνην ἐκ τῆς προτέρας ζωῆς μετελήλυθας, οὕτω δὴ πάλιν ἐντεῦθεν εἰς ἑτέραν μεταχωρήσειας κρείττονα, ἐδεξάμην ἂν ὡς θεῖον τὸ βούλευμα, καὶ συνεβούλευσα ἄν σοι μὴ δὲ βεβουλεῦσθαι περὶ τοῦ πράγματος, ἀλλ' αὐτίκα καταπράξασθαι τὸ ἐντεταλμένον ὡς ἄνωθεν ἧκον καὶ τοῦ θείου βουλευτηρίου. ἐπεὶ δέ, οὔτε θείας περὶ τούτου ἠκηκόεις φωνῆς, οὔτε παρά του τῶν κρειττόνων ἐχρηματίσθης δυνάμεων, τὰ τῆς ἱερωσύνης μὲν ἀποθέσθαι σύμβολα, ἐπ' ἄλλον δὲ σαυτὸν βίον μετενεγκεῖν, πόθεν οὕτως ἰσχυρογνώμων περὶ τοῦ δεῖν ὑποδύσασθαι τὸν ποδήρη καθέστηκας; ὅτι δεῖ σοι τῷ σώματι ἀναπαύσεως, καὶ τῶν πολλῶν ἀπηλλάχθαι πόνων τε καὶ καμάτων ὧν τοῖς λογικοῖς εἰσενήνεξαι θρέμμασιν; ἀλλ' οὐ τοῦτο· θεὸς βούλεται μέχρι μέν τινος ἐργάζεσθαι ἡμᾶς ἀρετὴν καὶ ἐπαυξάνειν τὸ τάλαντον, εἶτα δὴ μετατίθεσθαι τοῦ σκοποῦ καὶ ἵστασθαι τοῦ προσωτέρου δρόμου καὶ τῆς συνεχοῦς συντονίας, ἀλλ' ἀεικινήτους εἶναι πρὸς τὸ καλόν, ἄχρις ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, ἔφησέ τις σοφὸς καὶ παρά σοι θαυμαζόμενος, καὶ στῶμεν καὶ τῆς ἐφέσεως καὶ τῆς ἀναβάσεως. ἕως δ' ἂν ἀθέατος ἡ τοιαύτη πηγή, φωτὶ προσληψόμεθα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον· καὶ τοῦτο γὰρ τοῦ αὐτοῦ κρατῆρος. ἀλλ' οὐκ ἀμβλυντέον ἡμῖν τοὺς ὀφθαλμοὺς ἐξεπίτηδες, οὐδὲ τὴν πορείαν ἀναλυτέον, ἵν' ἀπὸ φωτὸς μείζονος ἔλαττον θεασώμεθα, ἀπὸ δὲ τῶν ἄκρων περάτων ἐς τὴν μεσημβρινὴν ζώνην ἀναποδίσωμεν, ἀλλ' οὐδὲ τὸ ἱερατεύειν τοιοῦτόν ἐστιν, ὁποῖον δὴ τὸ παλαίειν, ἢ τὸ παγκρατιάζειν, ἢ ἀκροχειρίζεσθαι, ἵν' ἐπειδὰν παρηκμακώς τις ὀφθείη, παύσοιτο τοῦ ἐπιτηδεύματος. οὐ γὰρ τὰ πολλὰ χειρῶν τῇ ἀρετῇ δεῖ, καὶ ποδῶν κινήσεως, ἀλλ' ὀλίγα μὲν γλώττης, τὰ πολλὰ δὲ κινήσεως νοῦ καὶ τῆς πρὸς θεὸν ἀναβάσεως, τοῦτο γάρ ἐστι τὸ θεῷ λειτουργεῖν, τὸ τὸν νοῦν ὑποδύεσθαι καὶ ὁρᾷν δι' αὐτοῦ τὰ ἐν τοῖς ἀδύτοις μυστήρια. ὥστ' εἰ μὲν εὖ ἔχων σώματος, ἐρρῶσθαι φράσας τοῖς πράγμασι, τὴν μετὰ τῶν πολλῶν ἐκκλίνεις διατριβήν, ἐντολὴν ἀθετεῖς, καὶ νόμων καταφρονεῖς ἱερῶν. εἰ δ' ἀπηγόρευκέ σοι τὸ σῶμα πρὸς τοὺς ἐν τῇ ἀρχιερωσύνῃ καμάτους, οὐδεὶς λόγος σε ἀναγκάζει τῆς αὐτῆς ἔχεσθαι συντονίας, οὐ μᾶλλόν γε εἰ καὶ τοὺς πυρέττοντας ἀναγκάσαιμι ἱππάζεσθαί τε καὶ προϊέναι καὶ προκινδυνεύειν τῶν πόλεων. Ἔπειτα καὶ οἷς πεποίηκας τἀναντία βεβούλευσαι· συναγαγὼν γὰρ διεσπαρμένον τὸ ποίμνιον, καὶ πολλοῖς καμάτοις καὶ πόνοις εἰς τὴν αὐτὴν μάνδραν εἰσαγαγών, εἶτα διασπείρειν ἐπιχειρεῖς καὶ διαιρεῖν τὸ συνημμένον, καὶ ἀπελαύνειν εἰς ὄρη καὶ ἐρημίας καὶ βάραθρα ἀφ' ὧν συνηγήοχας. καὶ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις στρατηγὸς τειχίσας πόλιν καὶ περιφράξας ἵνα μηδὲν ἐξ ἐπιδρομῆς πάθῃ, ἔπειτα ταύτην ἀφείς, ἐφ' ἑτέραν βαδίζοι ἀτείχιστον· ἀλλ', ὦ μακάριε, εἴποιμ' ἂν ἐγὼ πρὸς αὐτόν, εἶτ' οὐ δέδιας μὴ θᾶττον τὸ τεῖχος καθαιρεθείη οὐκ ὄντος τοῦ περιέποντος; τὴν αὐτὴν δὴ καὶ πρὸς σὲ φωνὴν ἀφίημι, ὅτι σοι αὐτίκα καὶ τὸ ἔρεισμα διαπεσεῖται ἐφ' ᾧ δὴ πολλὰ πεπόνηκας, καὶ ἡ περιβολὴ διαιρεθήσεται, καὶ ἁλώσιμος ἡ πόλις γενήσεται. Ἀλλ' εἰ μὲν ἦν σοι τὸ ποίμνιον ὁποῖον δὴ τὸ τῶν πολλῶν ἱερὸν πόλεων, ὀλίγον καὶ εὐαρίθμητον, καὶ τοῦτο νοσοῦν, πρὸς δὲ καὶ πόας καὶ μάνδρας δεόμενον, ἀλλ' οὐδ' οὕτως ἀποστατέον ἦν σοι τούτου, οὐδὲ τὴν ποιμαντικὴν ῥάβδον ἀπορριπτέον, οὐδὲ διαθραυστέον τὴν σύριγγα, ἀλλ' ἔδει καὶ τὸ νενοσηκὸς ἰάσασθαι καὶ τὸ πεπλανημένον ἀνακαλέσασθαι, καὶ τὸ διεσπαρμένον συναγαγεῖν. ἐπεὶ δέ σοι καὶ ἡ ποίμνη πολλή, καὶ ἡ μάνδρα πλατεῖα, καὶ ἡ νομὴ δαψιλής, οὐκ οἶδα ὅντινα δὴ τρόπον βεβούλευσαι, τῶν καλλίστων ἀφέμενος, τὰ χείρω τούτων ἀλλάξασθαι. ἔοικας δέ μοι οἴεσθαι τὸν ἐφ' ἡσυχίας βίον αὐτόχρημα ὁμιλίαν τε πρὸς θεὸν εἶναι καὶ ἐπιτυχίαν κρειττόνων, καὶ λογισμῶν ἔπαρσιν ἢ ἀνάπαυσιν. ὅτι μὲν οὖν καὶ χάρις τοιαύτη τοῖς ἡσυχάζουσι γίνεται, οὐκ ἂν ἀρνηθείην, ἀλλ' ἐνίοις, καὶ οὐδὲ τούτοις ἀεί, οὐδ' ἐπὶ πολύ, ἀλλ' ὥσπερ ἀστραπὴ ὁμοῦ τε ἔλαμψε καὶ παρελήλυθε τὸ φανέν, καὶ τοσοῦτον μὲν ἡ εἰρήνη, τὸ δὲ λειπόμενον μέρος τῆς ζωῆς οἱ κίνδυνοι. τῷ δ' ἀρχιερεῖ ἔστι μὲν πολλάκις καὶ πράγματα, τὰ δὲ πλείω εἰρήνη ψυχῆς καὶ κατάστασις· καὶ ἵνα τ' ἀκριβὲς εἴποιμι, ἢν νοῦς ἐπιστατῇ φιλόσοφος πᾶσι πράγμασιν, οὐδὲν ἂν ἀηδὲς τοῖς μεταχειρίζουσι ταῦτα γένοιτο· σοὶ δὲ αὐτὸ τοῦτο φιλοσόφῳ τυγχάνοντι, τίς ἐπήρεια παρὰ τῶν πραγμάτων γενήσεται; ὥσπερ οὐδὲ κυβερνήτῃ παρὰ τῶν πραγμάτων, ἀλλὰ στρέψει καὶ μεταστρέψει τοὺς οἴακας καὶ πηδαλιουχήσει ἐπιστημόνως τὴν ναῦν. Εἰ μὲν οὖν αὐτόθεν τῶν κρειττόνων κατέγνωκας, ἄλλο τοῦτ' ἂν εἴη πρᾶγμα, κρεῖττον συμβουλῆς τε καὶ παραινέσεως· εἰ δ' ἕπεσθαι λόγοις κρείττοσι βούλοιο, οὐκ ἂν οἶμαί σε καλλίοσιν ἐντυχεῖν, καὶ αὐτὸς ἂν ἐρεῖς, ὅς γε δή μοι καὶ τοὺς πρώτους λόγους κατασπείρας ἐν τῇ ψυχῇ τοῦ ἐπὶ πᾶσι πρωτείου παραχωρεῖς. Ἔχεις οὖν ἤδη, φίλτατε πάντων ἀνδρῶν, παρ' ἡμῶν καὶ τὸν λόγον καὶ τὴν παραίνεσιν, τὸν μὲν ἐπηγγελμένον πάλαι σοι καὶ ὡς χρέος ἐκτετισμένον, εἰ καὶ μὴ αὐτὸς τὴν ὀφειλὴν ἐθέλοις λαβεῖν, τὴν δὲ ἀπ' εὐνοίας ἅμα σοι προσενεχθεῖσαν καὶ ἀκριβοῦς διασκέψεως. οὐ γὰρ ὡσπερεὶ κοινωνῶν σοι τοῦ πράγματος, ἔπειτα δέδια μὴ τοῦ μέρους αὐτὸς στερηθήσομαι. ἐμοὶ δὲ τίς ἀποδώσει τὸν λόγον ἢ ζῶντι, ἢ τελευτήσαντι; πολλοῖς μὲν γὰρ αὐτός, εἰ δὲ βούλει καὶ ξύμπασι, τὰς τοῦ συγγράφειν ὑπέθηκα ἀφορμάς, οὐκ οἶδα δὲ εἴ μοι περὶ τὸν λόγον εὐγνωμονήσουσι, μᾶλλον δὲ θάτερον δέδοικα, ὅπερ οὐκ ἂν εἴποιμι, καὶ μᾶλλόν γε τοῦτο βουλοίμην ἢ συγκεχῦσθαι. ἀλλ' εἰ μὲν ἀρκέσει μοι τὸ ζῶν ἦθος καὶ τὰ συγγράμματα, ἀπέχω τὸ ἀποχρῶν μοι ἐγκώμιον, εἰ δ' οὖν, ἀλλά μοι καὶ τοῦτο κέρδος ἀμνημονεύτῳ κεῖσθαι ὑπὸ τὴν γῆν, οὔτε τιμωμένῳ πέρα τοῦ δέοντος, οὔτ' ἐλεγχομένῳ ἐφ' οἷς βεβίωκα· μόνον εἴη μοι θεὸς ἵλεως παρ' οὗ μοι καὶ τὰ κρείττω συμβέβηκε, καὶ ᾧ μόνῳ τὴν ἐμὴν ζωὴν ἀνατέθεικα, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 18 Εἰς τὸν βασιλέα τὸν Διογένην ὅτε ἐβασίλευσεν Νῦν ἡμέρα σωτήριος, νῦν ἐλευθερία κακώσεων, νῦν τῆς νέας Ῥώμης ἰσχὺς καὶ κραταίωσις, νῦν βασιλείας πύργος ἀκλόνητος, τεῖχος ἀκράδαντον, στῦλος ἄσειστος, θεμέλιος ἐπὶ τῶν τοῦ κυρίου ἐστηριγμένος χειρῶν. νῦν ἐπεσκέψατο κύριος τὴν κληρονομίαν αὐτοῦ καὶ ἔκυψεν ἐξ οὐρανοῦ καὶ εἶδε, καὶ ἀπέστειλεν ἐξ ὕψους τὸν ἄγγελον αὐτοῦ καὶ ἐρρύσατο ἡμᾶς καὶ παρόντων κακῶν καὶ μελλόντων δεινῶν καὶ συστροφῆς νεφῶν καὶ ἐμβολῆς βελῶν. Ποῦ τὰ Περσῶν αὐχήματα νῦν; ποῦ τὰ Μήδων φρυάγματα; ποῦ ἡ τῶν Σκυθῶν ἐποπτευομένη ἐπιδρομή; ποῦ ἡ ἀλαζὼν τῶν Τούρκων ὀφρὺς καὶ ἡ ἀνυπόστατος τοῦ βαρβάρου ὁρμή; Νῦν ὥσπερ ἐπὶ ζυγοῦ ἀντίρροπα πάντα καὶ ἀντίσταθμα γέγονε, καὶ αἱ πλάστιγγες μετετέθησαν. νῦν πάντα καινά, καὶ μετήλλακται μὲν τὰ ἐχθρῶν, μετεσχημάτισται δὲ τὰ ἡμέτερα. νῦν τεθεάμεθα βασιλέα, οὔτε τὴν κλῆσιν οὔτε τὸ σχῆμα ψευδόμενον, μέγαν ὡς γίγαντα, ὑψηλὸν τῷ βραχίονι, κραταιὸν τῇ δυνάμει, καὶ ἄοπλον φοβερὸν καὶ ὡπλισμένον ἰσχυρόν τε καὶ ἀνυπόστατον, τὸ μὲν εἶδος τῷ ὄντι τυραννίδος ἄξιον, τὴν δὲ καρδίαν ἀνθάμιλλον τῷ προφήτῃ Δαυίδ. Ἔν σοι γάρ, θειότατε βασιλεῦ, ἀθρόα πάντα συνέδραμεν, ὅσα φοβερά, ὅσα λαμπρά, ὅσα θαυμάσια· γένος ἀσύγκριτον τὴν εὐγένειαν, πατρὶς ἡ καλλίστη τῶν πόλεων, ἐξ ἧς φύσεις γενναῖαι καὶ ἰσχὺς ἀήττητος καὶ κράτος κατὰ βαρβάρων ἀφόρητον· φύσις σώματος οἵαν οὐκ ἂν ἐπενέγκοι βάρβαρος θεασάμενος, φύσις ψυχῆς οἵαν ἡμεῖς ὁρῶντες γανύμεθα· ὁρμὴ κατὰ μὲν ἐχθρῶν ἀνυπόστατος, πρὸς ἡμᾶς δὲ γαλήνιος καὶ ἥμερον ἐπιλάμπουσα. Διογενὴς τὸ φαινόμενον, θεοειδὴς τὸ κρυπτόμενον· σεμνὸς τὰ πρὸς αἴσθησιν, λαμπρὸς τὰ πρὸς νόησιν, εὐσταθὴς τὸ φρόνημα, εὐφυὴς τὸ ἐνθύμημα, τὸν νοῦν ὀξύς, τὴν γλῶτταν ταχύς, ῥήτωρ καὶ στρατιώτης ὁμοῦ. ὢ τοῦ παραδόξου θαύματος· τὰ διῃρημένα, λόγους καὶ ὅπλα, τόξα καὶ μέτρα, ῥήματα καὶ ὁρμήματα, σοφίαν καὶ πανοπλίαν, εἰς μίαν τὴν σεαυτοῦ παραδόξως ψυχὴν συνήγαγες. καὶ πολεμεῖς μὲν ὑψηλῷ τῷ βραχίονι, ὁμιλεῖς δὲ ἐλευθέρως καὶ στρογγύλως τῇ γλώττῃ, καὶ ἔοικας ποταμῷ ἅμα καὶ ὀχετῷ. ὁ μὲν γὰρ νοῦς ποταμηδὸν ἐπιχεῖ τὰ νοήματα, ἡ δὲ γλῶττα ἠρέμα ἐπικλύζει τὴν ὀχετηγίαν τῶν λέξεων· σὺ δὲ βασιλεῦ, καὶ δημηγορήεις ἐν τοῖς στρατεύμασι καὶ ὁρμὴν ἐπενέγκῃς τῷ λόγῳ καὶ συνεξορμήσεις τῷ πράγματι. καὶ οὗ μὲν καιρὸς ἀφέσεως βελῶν, αὐτίκα τὸ τόξον ἐντενεῖς, οὗ δὲ ἀκοντίου, ἀκοντιεῖς, οὗ δὲ δόρατος, ἀγκαλισάμενος ἐρρωμενέστατα ἐμβαλεῖς τοῖς τῶν ἀντιτεταγμένων σώμασι. καὶ οὗ μὲν χρεία λόγου, ῥητορεύσεις λαμπρῶς, οὐ τὰς Δημοσθένους δεινότητας ἁρμοσάμενος, ἀλλὰ τὰς τοῦ Πυλίου Νέστορος χάριτας ἀναψάμενος· οὗ δὲ ἀνάγκη συνασπισμοῦ καὶ συντάξεως, καὶ κατὰ μέτωπον στήσῃ καὶ ἑκατέρω τὼ κέρα, καὶ ὑπερφαλαγγίσεις καὶ περιελίξεις τὴν φάλαγγα καὶ ἐξαλλάξεις τοὺς λόχους καὶ μετασχηματίσεις τὴν τάξιν καὶ στρατηγικῷ ἐμβριμήματι καταπλήξεις τὸ βάρβαρον. Ἀλλ' ἐξάγει με καὶ πρὸς τὴν βασιλίδα ὁ λόγος, ἣν οὐ μόνον ἐγκωμιᾶσαι, ἀλλὰ καὶ θαυμᾶσαι δεδύνημαι. ὦ τοσοῦτον ἐνθυμηθεῖσα καλόν, ὦ τοσοῦτον ἀγαθὸν ἐννοήσασα. ὠχύρωσας τὰς πόλεις ἡμῶν, τὰ τῶν βαρβάρων τείχη διέρρηξας, ἐκόσμησας τὴν τῆς Ῥώμης ἀρχήν, σαυτὴν ὕψωσας, τοῖς παισὶ τὴν βασιλείαν ἐφύλαξας, δι' ἑνὸς ἐνθυμήματος καὶ μιᾶς πράξεως εἰς ταὐτὸ τὰ χρηστὰ πάντα συνήνεγκας· ἀλλ' ὑπὸ προθυμίας τε καὶ χαρᾶς μικροῦ καὶ συνορχήσασθαι βούλομαι. Νῦν τῷ ὄντι φωστήρων σύνοδος, νῦν οὐρανὸς καὶ γῆ συνευφραίνεται, καὶ πάντα σκιρτᾷ καὶ ἀγάλλεται, καὶ ὁ καιρὸς ὡς ἀληθῶς πανηγύρεως. ἐπεὶ δὲ καὶ συγκρίσεως δεῖ τῷ λόγῳ, παράδοξον μὲν ἐρῶ λόγον, ἀληθέστατον δέ· σὺ μέν, ὦ βασιλεῦ, κατὰ πάντων ἔχων τὰ νικητήρια, μόνης τῆς βασιλίδος, εἴπω δὲ καὶ δεσπότιδος, ἥττησαι· σὺ δέ, ὦ βασιλίς, πάσαις ὀφθεῖσα ἀσύγκριτος, ἵνα μὴ λέγω καὶ πᾶσι, τὰ δευτερεῖα φέρεις, καὶ τοῦτο ἑκοῦσα, τοῦ βασιλεύοντος. ὦ καὶ πάντας νικήσας καὶ πάσας νικήσασα, καὶ ἀλλήλους νικῶντες καὶ ὑπ' ἀλλήλων τὴν ἧτταν λαμβάνοντες· ὦ σὺ μὲν ἀρρένων ἄγαλμα, σὺ δὲ θηλειῶν σεμνολόγημα. 19 Τῷ αὐτῷ ὡς ἐν ἐγκωμίῳ προσχήματι Ποῦ ποτε ἀπαίρεις ὁ λαμπρότατος ἥλιος, ὁ μέγας τῆς ἀληθείας φωστήρ; πῶς δὲ καὶ καρτερεῖς τὴν τοῦ κόσμου σελήνην ἀπολιπών, ὑφ' ἧς ἐφωτίσθης καὶ ἣν φωτίζεις λαμπρότερον; ἢ πάντως ὁ ὑπὲρ ἡμῶν ἔρως καὶ τὸ βούλεσθαί σε ἐλευθέραν εἶναι τὴν βασιλίδα τῶν πόλεων, μᾶλλον δὲ σύμπασαν τὴν ὑπήκοον, τῆς τῶν βαρβάρων ἐπιδρομῆς, πείθει σε καὶ σώματος καὶ ψυχῆς καὶ τῶν φιλτάτων καταφρονεῖν; ὢ ζεούσης ψυχῆς, ὢ καρδίας ἐμπύρου, ὢ γενναίου φρονήματος, οὐκ ἔθελξέ σου τὴν γνώμην ἡ τῆς βασιλείας τρυφὴ καὶ ἀπόλαυσις· οὐ κατέσχε σου τὴν ψυχὴν ὁ τῆς ἀρχῆς κόσμος καὶ τὰ λοιπὰ περιβλήματα, καὶ τὸ κάλλος τοῦ διαδήματος. ἀλλ' ὥσπερ ἐπὶ τούτῳ τὴν βασιλείαν παρὰ θεοῦ εἰληφώς, ἵνα ἡμεῖς μὲν τρυφῶμεν καὶ ἀγαλλώμεθα, σὺ δὲ φροντίζῃς περὶ ἡμῶν πᾶσι πόνοις καὶ πάσαις μερίμναις ταλαιπωρούμενος, ὁμοῦ τε τῷ διαδήματι κατεκοσμήθης τὴν κεφαλήν, καὶ τὴν αἰχμὴν ἠκόνησας κατ' ἐχθρῶν. ὢ τολμήματος, ὢ φρονήματος· οὐκ ἔμεινας τοῦ καιροῦ τὴν μεταβολήν, ἀλλὰ μέσου χειμῶνος, τοῦ ἡλίου καλυπτομένου τοῖς νέφεσι, κατηφεστάτου τοῦ ἀέρος τυγχάνοντος, ὥσπερ τις ἀδάμας πᾶσαν πληγὴν φέρειν δυνάμενος καὶ μηδεμιᾷ διαιρούμενος, ὑπὸ χειμῶνι σφοδρῷ καὶ ὄμβρῳ πολλῷ καὶ κρύει δεινῷ, τῆς βασιλίδος ἀπαίρεις τῶν πόλεων, καὶ κατὰ τῆς τῶν ἐχθρῶν τυραννίδος χωρεῖς. Τοιοῦτον ἡμῖν ἔπρεπεν ἐξ ἀρχῆς βασιλέα λαβεῖν, οὕτω μὲν καλόν, οὕτω δὲ γενναῖον, οὕτω πρᾷον, οὕτω τόλμης μεστόν· ὡς ὑπερφυῆ πάντα τὰ σά· τὸ γένος, ὁ τρόπος, ὁ βίος, ὁ κόσμος τοῦ σώματος, τὸ μέγεθος τῆς ψυχῆς, ὁ πρὸς θεὸν πόθος, ὁ σφοδρὸς ὑπὲρ ἡμῶν ἔρως, ἡ εὐγενὴς γνώμη, ἡ φιλότιμος χείρ, ἡ ἄφθονος δεξιά, ἡ τῶν χαρίτων πηγή. ἀλλ' ὢ τῆς ἡμετέρας ἡδονῆς, ὅτι τοιοῦτον εὐτυχήσαμεν αὐτοκράτορα. ὢ τὴς ἀντιθέτου ὀδύνης, ὅτι σε τὸν ἡμέτερον ἥλιον ὥσπερ εἰς ἑτέραν οἰκουμένην ὁρῶμεν μεταχωροῦντα. καὶ ἐπεί σε κατασχεῖν οὐ δυνάμεθα, εὐχαῖς σε καὶ δάκρυσι παραπέμπομεν. Δυναμωθείης ἐπὶ πάντα ἐχθρὸν καὶ πολέμιον, καὶ στεφανωθείης τὴν κεφαλὴν ἐπὶ τροπαίοις λαμπροῖς. κοσμηθείης τοῖς κατὰ τῶν βαρβάρων ἀριστεύμασι, καὶ νίκαις δορυφορηθείης πολλαῖς. μὴ συγκαύσαι σε ἡμέρας ὁ ἥλιος, μηδὲ ἡ σελήνη τὴν νύκτα, ἀλλά σε στῦλος ὁδηγήσοι φωτός, καί σοι διαιρεθείη μὲν θάλασσα, ὑπαναχωρήσαιεν δὲ ποταμοί, καὶ ἄγγελοί σε φωτὸς ἐπὶ πᾶσαν γῆν παραπέμψαιεν. ἴδοιμέν σε τροπαιοφόρον ἐπαναστρέφοντα πρὸς ἡμᾶς, στεφάνοις ἀριστείοις κατακεκοσμημένον τὴν κεφαλήν, ὦ βασίλειον ἄγαλμα, πολιτείας ἀξιοπρεπέστατον θέαμα, τῆς ἡμετέρας σελήνης φωστὴρ ἀξιώτατε. 20 Προσφώνησις πρὸς τὸν βασιλέα κῦρ Ῥωμανὸν τὸν Διογένην παρὰ τῶν πολιτῶν ἐν κλητορίῳ. Νῦν πρῶτον ὁπλίτην βασιλέα τεθέαμαι, νῦν πρῶτον ὁρῶ στρατηγὸν ἅμα καὶ αὐτοκράτορα. ἀστράπτει μέν σου ἡ κεφαλὴ τῷ χρυσῷ στέμματι, οὐδὲν δὲ ἧττον καὶ ἡ δεξιὰ φοβερῷ δόρατι· καὶ προσηνεῖ μὲν ἡμᾶς τοὺς πολίτας ὁρᾷς ὄμματι, καταπληκτικῷ δὲ τοὺς βαρβάρους καταδειμαίνεις βλέμματι. γλυκεῖα μὲν ἡ πρὸς ἡμᾶς σου φωνή, δριμεῖα δὲ ἡ πρὸς τοὺς ἀντικειμένους βοή. ἱλαρὸν μὲν ἡμῖν σου τὸ πρόσωπον, φοβερὸν δὲ τοῖς ἀντιμαχομένοις τὸ στρατηγικόν σου ἐμβρίμημα. Ὦ βασιλεῦ, καὶ στρατιῶτα καὶ στρατηγέ, καὶ πᾶν εἴ τι ἄλλο ὑπέρλαμπρον ὄνομα. ὦ κρατὴρ πάσης ἀρετῆς, ὅση τε πολιτικὴ καὶ ὅση στρατηγική. ὦ κοινὸν ἀγαθὸν καὶ πολίταις καὶ στρατιώταις καὶ μέγα ὄφελος τῇ βασιλίδι τῶν πόλεων, ἥτις εἰς γόνυ κλιθεῖσα, νῦν παρ' ἐλπίδα ἀνώρθωται καὶ μέγα φρονεῖ ἐπί σοι τῷ δεσπότῃ καὶ αὐτοκράτορι, καὶ στεφανηφορεῖ σου ταῖς νίκαις, καὶ τοῖς κατορθώμασιν ἐπαγάλλεται καὶ τοιαῦτα πρός σε μονονουχὶ φθέγγεται. ὦ δᾳδοῦχε φωστήρ, ἀπείρῳ με καταυγάσας φωτί. ὦ φαεινότατε ἥλιε, ἐξ ἑῴας μὲν τὴν κίνησιν ποιησάμενος, πρὸς δὲ τὸ μεσημβρινὸν φθάσας κέντρον καὶ πᾶσαν τὴν γῆν ταῖς ὑπερλάμπροις καταστράψας μαρμαρυγαῖς. Ποῦ ποτε καὶ πάλιν ἦσθα, ὁ τῆς βασιλείας πυρσός, ὃς διὰ χρόνων μοι προσπεφοίτηκας; ἀλλ' ὁρᾷς ὡς γηράσασαν ἀναθηλῆσαι αὖθις πεποίηκας, καὶ πρὸς τὸ ἀρχαῖον ἐπανελθεῖν τῆς νεότητος κάλλος καὶ μέγεθος. ἐπὶ τούτοις κατασπάζεταί σου τὰ ὄμματα τὰ πολλάκις ὑπὲρ αὐτῆς ἀγρυπνήσαντα, καταφιλεῖ σου τὰς χεῖρας ἃς πολλάκις τῷ φόνῳ τῶν βαρβάρων ἐξῄμαξας, προσφύεταί σου τῷ στήθει ἔτι τὰς ὠτειλὰς τῶν πληγῶν ἔχοντι ἃς ὑπὲρ αὐτῆς ἐδέξω βαλλόμενος. καί σοι τοὺς ἐπωνύμους αὐτῇ καὶ τροφίμους εἰσάγουσα, φημὶ δὴ τοὺς πολίτας, τοιαῦτα φωνεῖ· τούτους σοι παρακαταθήκην, βασιλεῦ, ἐγὼ παρατίθημι, τούτους σοι προσάγω ἱκέτας ὁμοῦ καὶ φιλτάτους. ἀγκάλισαί μοι αὐτοὺς εὐμένως, ἰδὲ προσηνῶς, φιλοτίμησαι δεξιῶς· οὗτοι μὲν οὖν ἀγαπήσουσί σε καὶ ἐπαινέσουσι, σὺ δὲ πολυπλασίονα τούτοις ἀντίδος τὴν μέτρησιν. Τοιαῦτα μέν, θειότατε βασιλεῦ, ἡ πόλις σοι προσφωνεῖ, σὺ δὲ κειμένην ἀνάστησον, ἀλλοιωθεῖσαν ἐπὶ τὸ χεῖρον, ἐπὶ τὸ κρεῖττον μετάβαλε, ἀφαιρεθεῖσαν τὸ κάλλος, τοῖς σοῖς ἀγωνίσμασι καταμόρφωσον, ἀπανθήσασαν φαίδρυνον ὁ θειότατος αὐτῆς ἐραστὴς καὶ ἐρώμενος, ὁ τὸ κράτος Ῥωμαίων τοῦ τῶν βαρβάρων κράτους δείξας λαμπρότερον, ὁ τὸ πρᾶγμα πάλαι τῆς βασιλείας ἀναδησάμενος, νῦν δὲ εὐμοιρήσας καὶ τοῦ ὀνόματος, βασιλεῦ βασιλέων καὶ στρατηγὲ στρατηγῶν, καὶ τῆς μεγάλης ταύτης καὶ περιφανεστάτης τῶν πόλεων θαυμασιώτατον ὄντως καὶ πρᾶγμα καὶ ὄνομα. 21 Συντακτήριος πρὸς τὸν βασιλέα. Ὁ μὲν δὴ περὶ τῆς σῆς φιλανθρωποτάτης ψυχῆς συντακτήριος λόγος καὶ ἐξιτήριος τοιοῦτος καὶ οὕτω θαυμάσιος· ὁ δὲ παρ' ἡμῶν πρός σε τὸν χρηστότατον δεσπότην καὶ βασιλέα οὕτω συγκείμενος εὐχαῖς καὶ δάκρυσι σύμμικτος. Ἀστράψαις ἐκ τῆς ἑῷας εἰς τὴν ἀνατολὴν αὖθις διαβαίνων, ὡς ἥλιος ἀπείρῳ κύκλῳ, πλουσίῳ φωτί, καὶ καταλάμψαις μὲν καὶ τὸ ὑπήκοον, καταφλέξαις δὲ καὶ σύμπαν τὸ βάρβαρον. ἐπὶ τούτοις κατασβέσαις μὲν πῦρ Βαβυλώνιον, χαλινώσαις δὲ λεόντων ὁρμὰς καὶ πῦρ ἐξ οὐρανοῦ ἐφελκύσαις κατὰ τῆς δυσμενοῦς φάλαγγος. θάλασσαν διαρρήξαις καὶ ποταμὸν ἀνακόψαις καὶ καταπολεμήσαις τὸν Ἀμαλήκ. Νεφέλη μὲν σκιάζουσα ὑπὲρ κεφαλῆς ἀφέλοιτό σου τὸν καύσωνα, στῦλος δὲ φωτὸς ὁδηγήσαι σε τῆς σῆς ἀσπίδος προπορευόμενος. ἐξομαλίσαι σοι κύριος πᾶν ὄρος ὑψηλὸν καὶ ἀκρότομον, καὶ ἀναπληρώσαι μέν σοι τὰς φάραγγας, τὰ δὲ σκολιὰ ποιήσαι εὐθύτατα. ἀναδήσαιτό σου τὴν κεφαλὴν ἀριστείοις στεφάνοις, καὶ ἐπανέλθοις ἡμῖν μυρίαις νίκαις κατεστεμμένος καὶ τροπαίοις κατηγλαϊσμένος πολλοῖς. ἄγγελοί σοι συμπαρατάξαιντο καὶ συστρατηγήσαι θεὸς καὶ τὸν νέον καταποντίσαι σοι Φαραώ. Εἰ δὲ καὶ καταλλάξαις τὰ διεστῶτα καὶ τὸ τοῦ φραγμοῦ ἀφέλοις μεσότοιχον, καὶ τὸ δυσμενὲς εὐμενὲς ποιήσαις τῷ κράτει σου, βασιλικώτατον δὴ τοῦτο καὶ τῷ ὄντι νικητικώτατον. Μιᾷ γοῦν γλώσσῃ τὰς πάντων ὑποκρινόμενος φωνάς, τοῦτο δή σοι τελευταῖον προσφθέγγομαι, μὴ μακρύνῃς ἐπὶ πολὺ ἀφ' ἡμῶν τῶν ποθούντων σε, ἀλλ' ἐπανακάμψαις ταχὺ φαιδρότερος ἡμῖν μετὰ τῶν τροπαίων καὶ φαεινότερος φανησόμενος, ὦ πάντων βασιλέων ἀσυγκρίτως ὑπέρτερε τῷ ἀποκρύφῳ κάλλει καὶ τῷ μεγέθει τῆς φύσεως.