Orationes panegyricae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Orationes panegyricae Λόγος εἰς τὸν βασιλέα κῦρ Κωνσταντῖνον τὸν Μονομάχον. Ὦ βασιλεῦ ἥλιε· καὶ τίς ἄν με καταιτιάσαιτο ταύτην σοι προσφυῶς τὴν κλῆσιν ἁρμόζοντα; ἢ γὰρ οὐχὶ καὶ αὐτὸς τῷ κύκλῳ τῶν ἀρετῶν καὶ τῇ ἀγχιστρόφῳ κινήσει τοῦ νοῦ, τῷ τε μεγαλείῳ τῆς φύσεως καὶ τοῦ κάλλους τῷ ἀπαστράπτοντι πᾶσαν καταυγάζεις τὴν γῆν; ἀλλὰ συμμέτρους μοι τὰς ἀκτῖνας ἐπάφες τὴν τήμερον, καὶ γενοῦ μοι κατὰ μεσημβρίαν ἱστάμενος καὶ βραχυτέρῳ τῷ κύκλῳ φαινόμενος, ἀλλὰ μὴ ἑῷος καὶ ἀπρόσιτος ταῖς μαρμαρυγαῖς, ἵνα μὴ ἐκπλήξῃς τῷ ὑπερβάλλοντι τῆς αὐγῆς. δύναμιν δέ τινα μᾶλλον θείαν ἐνθήσεις καὶ ἀνακινήσεις θαρραλεώτερον ἀντωπῆσαί σου τῷ ἀρρήτῳ φωτί. εἰ μὴ γὰρ αὐτός με πρὸς τοὺς περὶ σοῦ λόγους ὁρμῆς θεοφορήτου πληρώσειας, καὶ τὰς κρυφίους τῆς ψυχῆς ὠδῖνας ἀνερεθίσας, θεόληπτον οἷον ποιήσειας, πῶς ἂν ἐπίπνους τῶν σῶν πλεονεκτημάτων γενοίμην, τοῖς μικροῖς τὰ μεγάλα σταθμώμενος, καὶ λόγῳ βραχεῖ τῷ σῷ ἀπειροπλάστῳ μεγέθει παραμετρούμενος; Σὺ μὲν οὖν ἐν μετεώρῳ τῶν σῶν πλεονεκτημάτων ἱστάμενος καὶ ὑπεραστράπτων λαμπρῶς, ἀνέφικτος καὶ τὸ κάλλος καθέστηκας καὶ τὸ μέγεθος. φιλοσοφία δὲ καὶ νομοθετικὴ καὶ ἡ σοφιστικὴ τέχνη, ἡ μὲν ἐξ οὐρανοῦ, αἳ δ' ἐκ περιπεζίων σφαιρῶν, ὥσπερ ἀπὸ συνθήματος εἰς ταὐτόν σοι ἥκασι νῦν, οὐχ ὥστε κρίνειν ἢ δοκιμάζειν τὰ σά– τίς γὰρ τοῦ κανόνος εὐθύτερος;– ἀλλ' ἰδεῖν καὶ θαυμᾶσαι, καὶ τοὺς λόγους δωροφορῆσαι τῷ τούτους ὑψώσαντι. ἑστήκασι δὲ ὡς ὁρᾷς λίαν ἀγωνιῶσαι καὶ πνευστιῶσαι, καὶ ἱδρῶτι ῥαινόμεναι, καὶ πρὸ τῶν ἀγώνων ἀπαγορεύσασαι καὶ τὴν ἧτταν ἐπιδεικνύμεναι. τὸ μέντοι ἦθος οὐ μετηλλάχασιν, ἀλλ' ἡ μὲν φιλοσοφία πρὸς τὸ εἴσω κάλλος ὁρᾷ, καὶ νοῦν τοῦ λόγου προβάλλεται· τὸ δὲ τῆς νομοθετικῆς σχῆμα ὑψοῦ, καὶ αὐτὸ ἀνέχει τὴν κεφαλὴν καὶ τὰς τοῦ Διὸς δέλτους αὐχεῖ· ἡ δὲ τέχνη στωμύλη τίς ἐστι καὶ ἐπίχαρις καὶ κεκοσμημένη ἁβρῶς, καὶ πολὺ τὸ ἐπαγωγὸν καὶ αἱμῦλον τοῖς λόγοις ἐπιδεικνύουσα. αὕτη τοιγαροῦν λόγους ἱλαροτάτους συνθήσεται καὶ χαρίεντας, καὶ γενεαλογήσασα ἑκατέρωθεν ἀμφοτέρωθέν σε θαυμάσεται. συνερανίσεταί σοι καὶ τὸ ἀπὸ τῆς πατρίδος ἐγκώμιον· ἐπαινέσεταί σου τὴν εἰς τὸ εἶναι πρόοδον· τὰ ἐπὶ ταύτῃ ἐκπλαγήσεται θαύματα· ἐρεῖ τι καὶ περὶ τοῦ κάλλους καὶ τῆς ἐπ' αὐτῷ ἀγλαΐας· ἐφάψεταί σου καὶ τῶν ἀπὸ τοῦ νοῦ πηγῶν καὶ τῶν ἀπὸ τῆς γλώττης ῥευμάτων· ἐπεντρυφήσει σου καὶ τῷ ἤθει καὶ τῷ εὐαρμόστῳ τοῦ σώματος· ἐπιθειάσει σοι καὶ πλοῦτον καὶ τύχης ὄγκον καὶ περιουσίαν δυνάμεως. εἶτα τί; χρηστηριάσει σοι τὰ ἀπόρρητα, οἰωνοὺς αἰσίους, ὀμφὰς ἀρρήτους, προρρήσεις ἐναργεῖς, ἀπορρήτους ἐπιστασίας δυνάμεων, καὶ τὸ ἐπὶ τούτοις ἐπαγάγῃ κεφάλαιον, τὴν θείαν ταύτην τοῦ κράτους ἀνατολήν. Ταῦτα μὲν οὖν ἴσως καὶ πλείω τούτων ἡ τέχνη, εἴ γε μὴ τὴν δύναμιν ψεύδεται, φθέγξεται. φιλοσοφία δὲ τὰ μέν, ὡς ἀλυσιτελῆ πρὸς ἔμψυχον ἀρετῆς ἄγαλμα, ταῖς ἐφόδοις αὐτῆς οὐ συλλήψεται· τὰ δ', ὡς πολλάκις εἰποῦσα οὐκ ἂν φανείη παλιλλογοῦσα, οὐδὲ ἀνέξεται ἐν ἄλλῳ νῦν ἢ τῷ τῆς βασιλείας σε σχήματι καθορᾶν. σὺ γάρ, ὦ θειότατε βασιλεῦ, ὁμοῦ τε τοῦ τῆς ἀρχῆς οἷα δή τις φωστὴρ ἐπιβέβηκας ἅρματος, καὶ πάντες εὐθὺς οἱ δοκοῦντες ἀστέρες ἐκρύβησαν· καὶ πρὶν ἢ τὴν τῆς διφρείας ἰσχὺν ἐπιδείξασθαι ὥσπερ τις Ὀλυμπιονίκης ταῖς κατὰ πάντων ἐξ ἁπάντων νίκαις κατέστεψαι. ὥσπερ γὰρ ἡλίου διφρηλατεῖν ἐξ ἀνατολῆς ἐοικότος ἀποβεβηκέναι τῶν ὀχημάτων τοὺς λοιποὺς φωστῆρας εἰκότως ἄν τις εἰκάσειεν, οὕτω δή σοι τὰς τῆς ἀρχῆς περιζωσαμένῳ ἡνίας οὐδεὶς οὔτε συνθέειν οὔτ' ἀντιθέειν ἐξ ἀντιπάλου μοίρας ἠνέσχετο· ἀλλὰ κατώρθετό σοι ὁ πένταθλος καὶ ἤνυστο τὸ παγκράτιον μηδενός σοι συγκαταβάντος εἰς τὸν ἀγῶνα. Τοῦτό σοι τοῦ κράτους προοίμιον, αὕτη σοι τῆς ἀρχῆς ἡ ἀνάρρησις, οὗτός σοι τῆς βασιλείου τέχνης ὁ πρόλογος. εἶτα θύων τὰ ἐπινίκια, μακρῷ τὸν Ἐμπεδοκλέα τῷ πολυτελεῖ τῆς θυσίας νενίκηκας. ἐκεῖνος γάρ, ἐπειδὴ Πυθαγορικὸς ὢν ἐμψύχων ἀπείχετο, βοῦν ἐξ ἀρωμάτων πλασάμενος, εἶτα τῇ πυρᾷ θέμενος, ἀποφορᾶς Ἰνδικῆς τὴν Ἀττικὴν ἐπλήρωσε γῆν. καὶ νῦν καινὸς θύτης ἐν ταῖς Ἑλληνικαῖς ᾠδαῖς ὁ φιλόσοφος. αὐτὸς δὲ πᾶσαν εἴσω τῆς πανηγύρεως τὴν οἰκουμένην πεποιηκώς, θεῷ μὲν ἀπαρχὰς τοῦ κράτους τὴν σεαυτοῦ ψυχὴν ἐσφαγίασας, τῷ σιτευτῷ μόσχῳ τῷ καὶ διά σε τυθέντι τὴν ἀναίμακτον σφαγὴν ἀντεπενεγκών. καὶ δῆτα συμπανηγυρίσας τοῖς εἰσελθοῦσιν ἅττα εἰκός, ἀνοίγεις μὲν τοῖς πᾶσι τὰς τῆς εὐδαιμονίας πηγάς, καὶ πάσας φλέβας χρυσίτιδας συγκεχωσμένας ἀναστομοῖς, καὶ ποταμοὺς ὅλους ἡμέροις ἐπικλύζοντας ῥεύμασι τῶν βασιλείων ἐκφράττεις πηγῶν, τοῖς τε νέφεσιν ἐπιτάξας αὖθις γεννᾶν ὥσπερ τις Ἠλίας τὸν οὐρανὸν κεκλεισμένον ἠνέῳξας, καὶ θάλασσαν νέαν χαρίτων ἀκηράτων δημιουργήσας, οὐκ ἔστιν ὅντινα τοῖς νάμασιν οὐκ ἐκάθηρας. Οὕτω δὲ δὴ τὴν πάνδημον ταύτην τετελεκὼς ἑορτήν, καὶ δευτέρων ἀπήρξω κρατήρων μάλα σεμνοτέρων καὶ πολλοῦ μετεχόντων τοῦ νέκταρος, οὗ δὴ καὶ αὐτὸς εἰς κόρον πέπωκα καὶ μετὰ τῶν μακαρίων ἠρίθμημαι· τὸ δὲ ὁποῖόν ἐστι δηλώσω. Ἐδόκει πάλαι κατὰ κλῆρον προϊέναι ἡ τῆς εὐδαιμονίας καὶ δυσπραξίας πηγή, καὶ παῖδες παρὰ πατέρων τὰ διάφορα τῆς τύχης δεχόμενοι ῥεύματα εἰς υἱωνοὺς μετωχέτευον. ἀλλὰ σὺ πρῶτος τὴν κακίστην ταύτην σύγχεας διαίρεσιν, καὶ τῷ τρόπῳ μᾶλλον ἢ τῷ γένει τὰ τῆς εὐτυχίας ταλαντεύσας ζυγά, τοὺς κλήρους ἡμῖν μετεκίνησας. καὶ πολλοὺς ἂν ἴδοι τις τῶν ἀπτέρων πάλαι γεγονότας ἐκπετασίμους καὶ ἐγγύτατα τοῦ σου περιϊπταμένους φωτός. οὐ γάρ ἐστιν ὅντινα τῶν ἐξ ἑκάστης ἐπιστήμης ἢ τέχνης ἤ τινος ἄλλης δυνάμεως τὸ ἐξαίρετον ἔχοντα οὐ τετίμηκας. σύ γε καὶ τὸν πρῶτον ἐσεβάσθης φιλόσοφον ὅτι μὴ δεῖται ἀρχῶν, καὶ τὸν ἐν μαθήμασιν ὅτι τῶν εἰδῶν ἐστι θεωρός, καὶ τὸν φυσικὸν ὅτι τὰς ἀπαρχὰς ἐφεῦρε τῶν στοιχείων τοῦ σώματος, καὶ τὸν ἀποδεικτικὸν ὅτι χρῆται τοῖς οὐσιώδεσι, καὶ τὸν διαλεκτικὸν ὅτι συλλογισμοῖς ἐφοδεύει ἀμφιδεξίως, καὶ τὸν σοφιζόμενον ὅτι παραλογίζεται εὐφυῶς, καὶ τὸν ἁρμονικὸν ὅτι τοὺς λόγους οἶδε τῶν κράσεων, καὶ τὸν ῥυθμικὸν ὅτι τὴν τῶν χρόνων ἀναλογίαν ἐπίσταται. Σὺ καὶ τὴν νομοθετικὴν κεκόσμηκας ὅτι πολιτειῶν κόσμος ἐστὶ καὶ τῆς ἀπείρου ὕλης εἰδοποιός, πέρατα ὡσανεὶ τοὺς μερικοὺς χρόνους περιτιθεῖσα τοῖς πράγμασι. καὶ τὴν ῥητορικὴν ἐπόθησας, ὅτι ἑκατέρωθεν ἐπιχειρεῖ δεξιῶς καὶ ποικίλλεται τοῖς εἴδεσι καὶ ταῖς κράσεσι. σὺ καὶ τὸν τοξότην ἐπῄνεσας κατὰ σκοπῶν ἀφιέντα, καὶ τὸν ἀκοντιστὴν εὔστοχα πέμποντα, καὶ τὸν στρατηγὸν τὴν τῆς φάλαγγος ἀσπίδα συνέχοντα, καὶ τὸν πρωτοστάτην θαρροῦντα, καὶ τὸν οὐραγὸν τὸν λόχον φυλάττοντα. σὺ καὶ ῥώμην ἐθαύμασας σώματος καὶ ἀνδρείαν ψυχῆς καὶ μηχανημάτων ἐπίνοιαν καὶ γλώττης περιβολὴν καὶ λόγου κάλλος καὶ τέχνης δύναμιν καὶ μέγεθος ἐπιστήμης καὶ ὑλῶν ἀρχιτεκτονίαν καὶ φύσιν ὀξεῖαν καὶ φρόνημα βεβηκὸς καὶ αἰδοῦς ἄνθος καὶ παρρησίαν πρεσβυτικὴν καὶ σιωπὴν εὔλογον καὶ λόγον σιωπῆς εὐκαιρότερον καὶ πάντα ζηλώσας προσφυῶς, ἐκ πάντων συντέθεικας σεαυτόν. οὕτω γάρ σου τὴν ψυχὴν ἁπαλὸν ἐκμαγεῖον πεποίηκεν ὁ θεός, ὡς πρὸς πάντα μεθαρμόζεσθαι εὐφυῶς, καὶ πᾶν μὲν εἶδος δυνάμεως ἀναδέχεσθαι, πρὸς πάντα δὲ λόγον εὐκόλως μεταρρυθμίζεσθαι. Ὅταν σε ταῖς ἐκ τῶν ἐθνῶν πρεσβείαις θεάσωμαι χρηματίζοντα καὶ πρὸς τὸ τῆς οἰκονομίας εἶδος ἐμβιβάσω τὸν νοῦν, αὐτόχρημά σε τέχνην λογίζομαι καὶ δεινότητος μέθοδον. ὅταν κληροῦντα τὰς ὑποθέσεις καὶ διαιτῶντα ταῖς δίκαις καὶ χειροτονοῦντα τὰς ψήφους, τὴν θείαν δίκην φαντάζομαι καὶ πρὸς τὸ ἀδέκαστον δικαστήριον ἀναφέρομαι. ὅταν ἐν ἀρχαιρεσίαις σε δοκιμάσω, θαυμάζω τὴν σύνεσιν καὶ τὴν κατὰ λόγον κρίσιν καὶ τὸ ἀπαραλόγιστον τοῦ φρονήματος. ὅταν εὐεργετοῦντί σοι προσέξω τὸν νοῦν, τὸ Ἀτλαντικὸν ὁρῶ πέλαγος καὶ τοὺς ἐξ Ἐδὲμ ῥέοντας ποταμούς, τὴν ἀνεξάντλητον πηγὴν τοῦ θεοῦ. ὅταν βλέπω τοὺς Τιτᾶνας κολάζειν ἀναγκαζόμενον, τοὺς εἰς οὐρανὸν τὸ τόξον ἐντείνοντας, ἵνα σὲ τὸν τοῦ θεοῦ παῖδα, εἰρήσθω γάρ, ἐν σκοτομήνῃ κατατοξεύσωσιν. ὅταν ἴδω τεθηγμένην τὴν μάχαιραν, τὴν ῥομφαίαν ἐστιλβωμένην, ἀνημμένους τοὺς ἄνθρακας, ἀνεστομωμένας τὰς ἀκτῖνας τῆς πρηστηρίου φλογός· ὅταν ἴδω τὸν τύραννον ἐπὶ κεφαλὴν ὠθούμενον εἰς τὸ βάραθρον, πρὸς ξιφουλκίαν αἰρόμενον, κατὰ γῆς ἐρριμμένον καὶ τοῖς δημίοις ἀφεικότα τοὺς ὀφθαλμούς, εὐθύς σε μετατιθέμενον ὁρῶ καὶ σπενδόμενον τῷ φονεῖ καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέποντα τὴν τυραννικήν. Ὅταν ὁμιλοῦντος ἀκούσω, τῆς Δημοσθένους γλώττης αἰσθάνομαι, τῆς τοῦ Περικλέους, τῆς τοῦ Πολέμωνος, τῆς τοῦ Πλάτωνος, τῆς Λυσιακῆς εὐστομίας, τῆς Ἰσοκράτους σειρῆνος, τῆς Ἡροδότου γλυκύτητος, τῆς χρυσῆς γλώττης τοῦ Δίωνος· ἐμφράττω τὴν ἀκοήν, ἐπέχω τοὺς λογισμούς, ὥστε μὴ τῷ κατακλυσμῷ τῶν σῶν λόγων ἀπορρυῆναι. ὅταν χαριεντιζομένῳ ἐντύχω, βαβαὶ τῶν ἰΰγγων τῶν θελκτηρίων τῆς Πινδαρικῆς ᾠδῆς, τῆς Σαπφικῆς λύρας, τῆς Ὀρφικῆς πειθοῦς, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Ἀνακρέοντος γλώττης, τῆς ὀργανικῆς μούσης, ὅσης πληροῦμαι τῆς χάριτος, ὡς προσανάκειμαί σου τῷ μειδιάματι, ὡς ἱλαρώτατα διαχέομαι. ὅταν ἐνατενίσω φροντίζοντι καὶ συνεσπακότι μὲν τὰς ὀφρῦς, συννεύοντι δὲ πρὸς τὸν νοῦν, τὰς Ξενοκράτους εἰκόνας ἀνατυποῦμαι, τὰς Ἡρακλείτου, οἳ δὴ ἐγκείμενοί πως ἦσαν τοῦ ἤθους καὶ ἐμβριθῶς ἔχοντες. ὢ ποσάκις ἀπὸ τῆς σῆς γλώττης τοὺς ἐμοὺς λόγους ἐπήνθισα, ὅσας ἐκαρπωσάμην δυνάμεις, ὅσας συνέλεξα τέχνας, οἵας μεθόδους ἠκριβωσάμην. ἐῶ τἆλλα. Ὅταν ἴδω σου τὴν πρὸς τὸν μέγαν ἀρχιερέα αἰδῶ, ὃν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἔχρισας, καὶ τὸ τοῦ τελέσματος μῦρον ἐπέχεας ἄχρι πώγωνος καὶ ἐνδύματος, τὴν τοῦ Δαυὶδ ἐνθυμοῦμαι περὶ τὸν Σαμουὴλ ὑποχώρησιν, ἐπεὶ μηδ' ὑμεῖς ἐκείνων ἐλάττονες. Εἶδόν σε καὶ ἐπὶ φίλων δακρύσαντα συμφοραῖς καὶ ἠρέμα στεναγμὸν ἀναπέμψαντα. τὸ γὰρ τῆς βασιλίδος οὐδ' ὑπερβολὴν τοῖς μετέπειτα καταλέλοιπε. καὶ ἢν ὑπόσχοιό μοι νῦν μόνον ἐγκαρτερῆσαι τῷ πάθει, τῷ περὶ ἐκείνης λόγῳ μικρὸν ἐμφιλοχωρήσωμεν. ἀλλ' ἰδοὺ καὶ πάλιν συγκέχυσαι καὶ τῷ τῆς λύπης νέφει τὴν ἡλιῶσαν ὄψιν ἠφάνικας. ἔκλινας γὰρ καὶ αὐτός, εἰ καὶ μὴ τοὺς οὐρανοὺς ὡς θεός, ἀλλὰ τοὺς ὑψηλοτάτους τῆς βασιλείας ὄρους, καὶ καταβέβηκας τοσοῦτον ὥστε καὶ ὑποκεῖσθαι τοῖς ἐκείνης καὶ νεύμασι καὶ βουλεύμασιν. ἀλλ' ὑπόκρισις ταῦτα καὶ πάντα φροῦδα ὁ ἐκείνης ἤλεγξε θάνατος. ἀλλ' ὢ τῆς ἀκενώτου τῶν δακρύων πηγῆς, ὢ τῆς ἀρρήτου τῶν ὀμμάτων δυνάμεως. ἔκαμον καὶ νεφέλαι στάζουσαι ὑετούς, ἔστησάν ποτε καὶ ποταμοὶ τὸ ῥεῖθρον ἀένναα ῥέοντες, καὶ λίθων στερρότητες σταγόσιν ὑδάτων ἐνέδοσαν. αὐτὸς δὲ βλύζεις πηγάζων τὸ δάκρυον, καὶ φύεις κειρόμενος καὶ αὐξάνεις δαπανώμενος καὶ ἀνθεῖς μαραινόμενος. ὁ δὲ τῆς λήθης χρόνος νενίκηται παρά σοι· τὴν γὰρ ἐκείνης μνήμην ἅπαξ τῇ σῇ ἐμφυτεύσας ψυχῇ ἀρδεύεις τοῖς δάκρυσι καὶ οἷόν τι φυτὸν ἐργάζῃ ἀείζωον. πάντα γάρ σε πρὸς ἐκείνην ἀνάγει βλεπόμενα, ὁ ναός, ὁ τύμβος, ἡ ἁλουργίας. ἂν τὴν εἰκόνα ταύτης θεάσῃ, τὴν ἐκείνης ἐν τῇ ψυχῇ ἐξεικονίζεις μορφήν· ἂν τὴν καλύπτραν, τὴν ἱερὰν ἀνατυποῖς κεφαλήν· ἂν τὴν ἐσθῆτα, τὴν συμμετρίαν τοῦ σώματος· ἂν τὸ τῆς ἀδικίας μαρτύριον τὴν νῆσον ἐνθυμηθῇς, ὅλοις ἱστίοις τῶν βασιλείων ἀπαίρεις. ποθῶν δὲ καὶ τὸ ἐκείνης– πῶς ἂν εἴποιμι, πῶς καρτερήσαιμι;– δεσμωτήριον εἰς βασιλείους σκηνὰς μετεποίησας, καὶ νῦν οἷά τις φρυκτὸς ἡ νῆσος πόρρωθεν τοῖς καταίρουσιν ἀπαστράπτει καὶ χεῖρα ὀρέγει τοῖς ἐκ πελάγους πρὸς τὴν Ῥώμην ἀλυπότατα παραπέμπουσα. Τί δ' ἐπὶ τούτοις ἡ φιλοσοφία κατεπαγγέλλεται; ὅτι καὶ ταῖς περὶ θεὸν ἐκείνη συνῆπται δυνάμεσι καὶ πανταχοῦ σοι σύνεστι καὶ συμπρόεισιν. ἀλλὰ τοῖς ὀφθαλμοῖς ἰδεῖν τὸ θεῖον ἐκεῖνο χρῆμα ποθεῖς; ἔχεις οὐκ ἀμυδρὰ καὶ τούτου ἰνδάλματα, οὐκ ἀσαφεῖς σκιάς, τὴν ἐκείνης ὁμόγονον, τὸ ἐκείνης ἐκσφράγισμα, τὸ καθαρὸν ἀφομοίωμα· αὕτη σοι τὴν ἐκείνης παραδεικνύτω καὶ ἀρετὴν καὶ μορφήν. Ἀλλ' ἐκεῖσε πάλιν ἐπάνειμι. ὅταν ἐπὶ τῆς θαλάσσης τοὺς ἐρεσσομένους πύργους θεάσωμαι, ὥσπερ τινὰς λόφους καὶ ἐπαναστάσεις τῆς ὑγρᾶς φύσεως χιλίᾳ κώπῃ εὐθυνομένας, καὶ ταῦτα δὴ τὰ σὰ μηχανήματα δοκῶ κλονεῖσθαι τὰς τῶν ὀρῶν κορυφάς. καὶ ἐνθουσιῶ μὲν πρὸς τὴν ἄρρητον τοῦ πράγματος δύναμιν, δέδοικα δὲ μὴ συγκίνησις ᾖ τοῦ παντὸς καὶ οὐκ ἔχω ποῖ τράπωμαι. Ὅταν δὲ καὶ τοὺς λαμπροὺς ἡγεμόνας Περσῶν καὶ Μήδων καὶ Βαβυλῶνος θεάσωμαι ὥσπερ ἀπὸ μηχανῆς πρὸς τὴν σὴν ἐλαθέντας ἀρχήν, μετὰ τῶν ὀνειρωττόντων εἶναι δοκῶ καὶ πυκνὰ διερευνῶμαι τοὺς ὀφθαλμούς. σὺ δὲ τί; μὴ γίνῃ τούτοις τῆς τύχης βαρύτερος; πολλοῦ γε καὶ δεῖ. Δαρεῖοι μὲν γὰρ ταῦτα καὶ Ξέρξαι καὶ Κῦροι καὶ Ὦχοι, οἳ καὶ συγγενικοῖς αἵμασι τὰς δεξιὰς κατεχράνθησαν, αὐτὸς δὲ καὶ δεξιὰν ἐμβάλλεις καὶ τοῦ σοῦ κοινωνεῖς νέκταρος καί που δὴ καὶ φιλεῖς. καὶ ἵνα παρῶ τἆλλα, πῶς οὐκ ἂν τὰς σὰς ἐπιφροσύνας θαυμάσαιμι, ἐφ' αἷς οἱ τῶν μέγα δυναμένων παῖδες, ὥσπερ τινῶν γιγάντων γοναί, πρὸς τὴν σὴν αὐτομάτως ἥκασι πόλιν, καὶ μέρος τοῦ σοῦ γεγόνασι βήματος; Ἀλλ'" 1ὢ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;" 2 βασιλέα; ἀλλὰ τὸ μὲν τῆς ἀρχικῆς ἐπιστήμης ἀξίωμα καθορῶ, ὁ δὲ τῆς τύχης ὄγκος ποῦ; ὁ δὲ κόμπος τῆς μοναρχίας, τὸ δὲ κατὰ τῶν πολλῶν φρύαγμα, τὸ δὲ ἠλαζονεῦσθαι; στρατηγόν; ἀλλ' αἱ μὲν νῖκαι σαφεῖς· οὐδαμοῦ δὲ τὸ ἐπὶ ταύταις αὐχεῖν. δικαστήν; ἀλλὰ καὶ τὸν καταψηφισθέντα ἡδόμενον ταῖς ψήφοις ὁρῶ, πῶς δὲ τοῦτο δυνήσεται δικαστής; ἀρχιτέκτονα; ἀλλ' ὁ τῶν δημιουργημάτων καιρὸς τοὺς ὅρους τῆς ἀρχιτεκτονίας νικᾷ. εὐμήχανον; καὶ τίς Ἀρχιμήδης τῶν στοιχείων μετήλλαξε τὰς ῥοπάς; τίς Λιβύην διψῶσαν κατέκλυσεν ὕδατι; τίς ποταμοὺς ὅλους μετοχετεύσας εἰς μίαν συνήλασε σήραγγα, ἀνήγαγέ τε καὶ αὖθις κατήγαγε; τίς ἱστᾶν καὶ κινεῖν τὴν ὑγρὰν φύσιν ὅτε βούλοιτο ἐπεχείρησεν; Ἐγὼ δὲ καὶ τἆλλα μὲν τῶν σῶν ἄγαμαι καὶ οὐκ ἔχω οἵοις καταστέψω τοῖς ἐγκωμίοις, τὸ δ' ὅπως τὸ τῆς μοναρχίας ἡμῖν διασώζεις χρῆμα, καὶ οὐ ψεύδεταί σε τὸ ὄνομα, οὐδὲ αὐτὸς καταψεύδῃ τῆς κλήσεως, τοῦτο καὶ μᾶλλον ὑπερεκπέπληγμαι. νῦν γὰρ ἡμῖν ὅροι τῆς ἀρχῆς οὐ ποταμοὶ γνωριζόμενοι, οὐ στῆλαι θρυλλούμεναι, οὐ νῆσοι, οὐκ ἤπειροι γινωσκόμεναι, ἀλλὰ περατούμεθα οἷ βουλόμεθα, καὶ ὧν εἰ περαιτέρω χωρεῖν ἑλοίμεθα, οὐκ ἂν τὸ βάθος τῆς ὕλης θαρρήσωμεν; εἰ δὲ καὶ τῶν τοιούτων ὅρων ἐντὸς λήξεις τινὲς ἡγεμονίας εἰλήχασι, θαυμάζειν οὐ χρή. οὐ γὰρ ἀντικαθιστάμεναι ἡμῖν πεφύκασι καὶ ἀντίθετοι, ἀλλὰ μέρη καὶ μέλη τῆς ὅλης ἀρχῆς καὶ πέρατα τῆς ὁλότητος. κἂν γὰρ τὴν Αἰγυπτίων εἴπῃ τις, κἂν τὴν Αἰθιόπων, κἂν τὴν Ἰνδῶν, κἂν Σκύθας, κἂν Σαυρομάτας, κἂν Ὑπερβορέους αὐτούς, οἷς κατὰ κορυφὴν ὁ τῆς σφαίρας πόλος ἐφέστηκε, μέρος. εἰσὶ τῆς ὑπὸ σοῦ ἰθυνομένης ἀρχῆς. ὅθεν ἄλλος ἄλλοθεν ἥκει δωροφορῶν, οὐχ ὡς πάλαι τὰ ἐκ Σηρῶν νήματα, οὐδὲ τὸν τυραννηθέντα εἰς ἐσθῆτα χρυσόν, οὐδὲ τὰς χλοαζούσας τῶν λίθων καὶ ἠρινὴν ἀποστιλβούσας χροιάν, ἀλλὰ ζῴων φύσεις οἷς ἐκεῖνοι τὸ πλέον εἶχον ἡμῶν, καὶ ὧν οὐδὲ τῶν ἰχνῶν παραχωρεῖν τοῖς πρὸ σοῦ βασιλεῦσιν ἠνέσχοντο. Καὶ νῦν ὅταν θεάσωμαι τὸν ἐλέφαντα τὸν μετὰ τῶν μύθων μοι πάλαι ἀπιστούμενον διὰ μέσου θεάτρου ὑφ' ἡνιόχου ἀγόμενον, σιδηροῦν καὶ ἄτρωτον τὴν δορὰν, τὸ μέγεθος ὑψηλόν, τὸ εἶδος ἀλλόκοτον, τὸν δρόμον παρὰ τὸν ὄγκον, ὥσπερ ἐπὶ θεμελίοις ἀρραγέσιν ἐπῳκοδομημένον τοῖς σκέλεσιν, ὅσα χειρὶ τῇ ῥινὶ χρώμενον καὶ πρὸς τὴν γένυν ὑποκαθημένην ὑποκλῶντα ταύτην καὶ κάμπτοντα, ἐνθυμοῦμαι τοῦ Ἰνδοῦ τὴν ἐπὶ τούτῳ ὀφρῦν ὅπως εἶχε ταύτην ὑπὲρ ἕνα πῆχυν τῆς κεφαλῆς, καὶ ἠρέμα μὲν ταύτης καταγελῶ, δῆλος δέ εἰμι τῇ θέᾳ ἐνθουσιῶν καὶ τῇ πατρίδι συγχαίρων ὅτι τοῖς τοιούτοις τετίμηται. Ὅταν δὲ καὶ τὴν ἐν τῇ παρδάλει θεάσομαι κάμηλον, ἢ τὴν ἐν τῇ καμήλῳ ἔλαφον, τὸ ἁπλοῦν ζῷον καὶ σύνθετον, ὑψηλὰ βιβῶσαν, ὥσπερ ἀπὸ μηχανῆς τὸν τράχηλον ὑψοῦσαν καὶ αὖθις συστέλλουσαν, δίπουν ὁμοῦ καὶ τετράπουν κατὰ τὸ αἴνιγμα τῆς Σφιγγός, τῷ μὴ τοῖς τέσσαρσιν ἐναλλὰξ καὶ παρὰ μέρος χρῆσθαι πρὸς κίνησιν, ἀλλὰ συνδύο προϊέναι παρὰ μέρος ἑκάτερον, ἐκπλήττομαι ὅπως οἱ Αἰγύπτιοι καὶ Αἰθίοπες, οἱ καθάπερ κρείττονι φύσει τῷ ζῴῳ τούτῳ προσανακείμενοι, ἐς τὴν Ῥωμαίων βαδίζον ἰδεῖν ὑπέμειναν γῆν. ἀλλὰ τοῦτο μὲν ὅποι φέρει ἀναβεβλήσθω τὰ νῦν, ἔχει γάρ τινα λόγον ἀπόρρητον ἐν συμβόλοις παραδεικνύμενον. Ἐγὼ δὲ τί πάθω καὶ πρὸ τῶν ἀγώνων ἀποκαμών, καὶ νῦν μόλις ποτὲ ἐφαψάμενος; ἀλλὰ συλλάβοισθέ μοι πάντες ὅσοι μοι ἀπὸ τῶν αὐτῶν κρατήρων τοῦ λόγου πεπώκατε. εἰ γὰρ ἔτι περὶ τὴν τοῦ ὄρους ὑπώρειαν διατρίβοντι τὸ πνεῦμα ἐπέλιπε, τί ἂν γένωμαι τῆς ἀνόδου δραξάμενος; ὅθεν τοῦτο μὲν οὐκ ἂν ἐγχειρήσαιμι– μαινοίμην γὰρ ἂν– τῶν δὲ προπόδων ἀνθέξομαι. καί μοι κἀνταῦθα συγκάμοιτε, καὶ ἄλλος ἄλλο τι τῷ βασιλεῖ ὥσπερ ἔρανον εὐφημίας συνεισενέγκοιτε, τὸ μὲν ἐν ἤθει φιλόσοφον οἱ φιλόσοφοι, τὴν εὐγλωττίαν οἱ ῥήτορες, τὴν περὶ νόμους ἐπιστήμην οἱ τῶν νόμων ἐπήβολοι, οἱ στρατηγοὶ τὴν ἐν συμβουλίαις καὶ γνώμαις στρατηγικαῖς δύναμιν, τὴν τοῦ ἤθους ἁρμονίαν οἱ μουσικοί, οἱ ὀξεῖς καὶ ἀγχῖνοι καὶ μνήμονες τὸν ὑπερφυῆ καὶ ὑπέρνουν καὶ ἀνεπίληστον, οἱ ταχεῖς καὶ ὀξύρροποι τὸν ἐν ταχυτῆτι βεβηκότα φρενός, ἡ νεότης τὸ πολιὸν τῆς ψυχῆς, ἡ πολιὰ τὸ τῆς διανοίας σύντονον καὶ ἀκάματον. πρὸς τούτοις καὶ τἆλλα προστιθείητε, τὴν περὶ τὰ θεῖα σοφίαν, τὴν τὴς φιλανθρωπίας πηγήν, τὴν τῆς δικαιοσύνης στάθμην, τὴν πρὸς τὰ δεινὰ μεγαλοψυχίαν, τὸ πρὸς τὰ συμπίπτοντα ἀδεές, τὸ τῆς γνώμης ἐπιεικές, τὸ τοῦ φρονήματος ἀκριβές, τὴν ἐν τῷ μεγαλοπρεπεῖ μετριότητα καὶ ἐν τῷ μετρίῳ μεγαλοπρέπειαν. Ἀλλ' ὅταν μέν σε ἴδω μεγαλοπρεπῶς ἐπαιρόμενον καὶ τῷ τοῦ κράτους ἀξιώματι σεμνυνόμενον καὶ τὴν ἀρχικὴν δημιουργοῦντα σκηνήν, ἐπὶ τῶν νεφελῶν σε βλέπω καθήμενον καὶ μετὰ γνόφου καὶ λαίλαπος χρηματίζοντα, καὶ θείων ἀκούειν δοκῶ φωνῶν. ὅθεν οὐδὲ τὸν ἀθέατον γνόφον εἰσέρχομαι, ἀλλὰ μετὰ τῆς γερουσίας ἵσταμαι πόρρωθεν, ἵνα μὴ τοῖς στερροῖς λόγοις ὡς λίθοις βληθῶ. ὅταν δὲ φιλοσοφοῦντα ἴδω καὶ τὴν σκηνὴν ἀποθέμενον, τὴν ἄρρητον ὁρῶ τοῦ θεοῦ συγκατάβασιν, τὸ ἀμέτρητον βάθος τῆς ταπεινώσεως. εἰ γὰρ καὶ φίλων πόδας οὐκ ἔνιψας, ἀλλὰ νοσούντων τραύματα κατεφίλησας, καὶ τοὺς μὲν λευκανθίζοντας ὄγκους ὡς μαργαρίτας ἠγάπησας, τὰ δὲ πυρρὰ τῶν οἰδημάτων ὡς τοὺς ἀνθρακώδεις λίθους καὶ πυραυγεῖς. Τί δὲ οἱ τῷ θεῷ τοὺς τῆς ἀσκήσεως δρόμους ἰθύνοντες οὐκ ἄν μοι γένοισθε καὶ αὐτοὶ μέρος τῆς πανηγύρεως καὶ τοῦ καινοῦ τούτου ἀγῶνος συλλήπτορες; οὐχ οὗτος πρὸς μὲν τὴν πρᾶξιν ὑμᾶς ἐγείρει, πρὸς δὲ τὴν θεωρίαν πτεροῖ, καὶ τὴν μὲν πιναρὰν ὑμῶν κόμην καταφιλεῖ, τῆς δὲ πορφύρας τοὺς τρίβωνας ἀνταλλάσσεται; καὶ σφραγίσατέ μοι τὸν λόγον τὸ Σιναῖον ὄρος, τὸ Ἱμαῖον, ὁ ὑψηλότατος Ἄθως, ὁ βορειότατος Ὄλυμπος, ἐφ' οἷς οὐκ ἐξενοδόχηται μέν, τοὺς δὲ ὑμῶν ἀνίπτους καὶ χαμαιεύνας πρὸς τὴν ἐν τῇ βασιλείᾳ ξενίαν εἰσκέκληκεν. Ἀλλὰ τί δράσω; πῶς δ' ἐμαυτὸν ἐπίσχω; πῶς καθέξω τοὺς λογισμούς; ὁμοῦ γε γὰρ ἡψάμην ὅσον ἐν σκιαῖς τῶν σῶν ἐγκωμίων, καὶ τὴν γνώμην ἠλλοίωμαι, καὶ οὐκ οἶδ' ὅπως εἴπω, θεοφοροῦμαι καὶ ἀκάθεκτός εἰμι τὴν ὁρμήν. ἀλλ' ἐπεὶ στέγειν τὴν θεοληψίαν οὐ δύναμαι, ἐπανακάμπτω πρὸς ἐμαυτόν, ἵνα σε θεωρήσω καὶ πρὸς ἀνθάμιλλον. ἄλλοι μὲν οὖν οἷς ἂν βούλοιντο παραμετρείτωσάν σε καὶ ἀντεξεταζέτωσαν, ἐγὼ δέ, εἰ καὶ καινήν τινα καὶ ἀνόμοιον δόξω ποιεῖν τὴν παράθεσιν, ἡλίῳ σε παραβάλλων σαφῆ δώσω τὴν ὁμοιότητα. Κάλλος ἐκείνῳ καὶ μέγεθος καὶ σχῆμα περιφερές, καὶ διπλῆ κίνησις· ἡ μὲν ὑπὲρ φύσιν διὰ τὴν συμπεριφορὰν τοῦ παντός, ἡ δὲ κατὰ φύσιν, τὴν πρὸς ἀνατολὰς καὶ πρὸς ἑσπέραν φημί. σὺ δὲ τί; οὐχ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐ τοῦ πρώτου κάλλους μετέχων ἐπὶ τῷ τῆς ψυχῆς εἴδει; μέγεθος δέ σοι οὐ πρόσεστι νοητόν, ᾧ ψαύεις τῶν οὐρανίων στοῶν; τὸν δὲ νοῦν οὐ πρὸς κύκλον στρεφόμενος, οὐ σεαυτῷ ἶσος καὶ ὅμοιος; οὐ κέντρου μέσον οἷον τῆς ψυχῆς ἡ πρώτη καὶ ἄτομος κίνησις, κύκλος δὲ ὁ περιέχων αὐτὴν νοῦς, γραμμὴ δὲ αἱ πρὸς ἐκείνην φέρουσαι ἀρεταί; οὐκ αὐτοκίνητος ὁ αὐτὸς καὶ ἑτεροκίνητος, νῦν μὲν ἐκ τῆς ἀνατολῆς τοῦ πρώτου ἡλίου κινούμενος, νῦν δὲ ἀπὸ τῆς ἑσπέρας, τῆς γεώδους καὶ χθαμαλῆς φύσεως; οὐκ ἐπίπνους, οὐχ ὅλος μεταπεποιημένος καὶ θεοῦ κινούμενος νεύματι; Τὰ δὲ σωματικὰ πῶς; ὡς λίαν ἀνθάμιλλα καὶ ἀνθήλια, κόμαις ἐπιχρύσοις ἀστράπτεις, χρώμασιν ἀμιμήτοις πυρσεύεις, κάλλεσιν ἀπορρήτοις αὐγάζεις, φέγγεσιν ἀμυθήτοις προλάμπεις. οὐχ ὅλος ἥλιος, οὐχ ἡλίου λαμπρότερος, φαίην ἂν ἔγωγε. εἶεν. ἀλλ' ἐκεῖνος ἁπανταχόσε φοιτᾷ, νῦν μὲν εἰς βορρᾶν ἀνιών, νῦν δὲ τὴν χειμερινὴν πρὸς νότον ἀπελαυνόμενος. καὶ τί καινόν; τοῦτο γὰρ καὶ πτηνοῦ φύσις ποιήσειεν. ἀλλ' ὁ ἡμέτερος βασιλεὺς ἀφ' ἑνὸς τῶν τῆς ἀνατολῆς σημείων, τῆς ἀρρήτου μαρμαρυγῆς πάντα πληροῖ. ἔχω δέ τι καὶ πλέον εὑρεῖν παρά σοι· ὅτι ὁ μὲν λοξὴν καὶ παρεγκεκλιμένην ποιεῖται τὴν κίνησιν δίς που κατ' ὀρθὸν τῆς ἰσημερινῆς ζώνης ἱστάμενος, σοὶ δὲ ἀπλανὴς μὲν ἡ κίνησις. ὁ δὲ δρόμος ὀρθός τε καὶ ἀπαρέγκλιτος. καὶ ὁ μὲν ὑπὸ γῆν διϊὼν αὖθις ἐπάνεισι, σὺ δὲ ἄδυτος ἀεὶ καὶ ὑπέργειος. ἢν δ' ἅπαξ ποτὲ ἐς δυσμὰς ἥκῃς, δέδοικα μὴ τοῦ παντὸς κόσμου τοῦτο ἀφανισμὸς γενήσεται καὶ τῶν φωστήρων ἀπόσβεσις. Τὴν μὲν οὖν σύγκρισιν οὕτως ἡμεῖς καταλλήλως ἀποδεδώκαμεν, καί που διά τι καὶ νενικήκαμεν. σὺ δ' εἴης, ὦ βασιλεῦ, ἐπὶ μᾶλλον φιλοσοφίας ἐρῶν καὶ ταύτῃ τὴν βασιλείαν κοσμῶν, ἣν ὁ μὲν χθόνιος χῶρος χωρεῖν οὐ δεδύνηται ἑστίαν ἔχουσαν παρὰ τῷ θεῷ, νοῦν δὲ ἔλαχεν οἰκητήριον, κἂν ταύτην κατιοῦσαν χωρήσῃς εἰς δύναμιν, αὐτός τε θεὸς γένοιο καὶ ἡμᾶς ἐξεργάσαιο. 2 Λόγος εἰς τὸν βασιλέα τὸν Μονομάχον. Ῥευστὸς μὲν ὁ παρὼν χρόνος, ὦ μέγιστε αὐτοκράτορ, καὶ μηδεμίαν ἔχων ἕδραν ἢ παγιότητα, παροδικὰ δὲ καὶ τὰ κατ' αὐτὸν πράγματα τῇ ἀπαύστῳ τούτου ῥοῇ παραρρέοντά τε καὶ συγκινούμενα. ἀλλ' οἱ πάλαι σοφοὶ μεγάλα τῷ λόγῳ δυνάμενοι ἔστησάν τε τὰ ἄστατα τρόπον τινὰ καὶ ἐπαγίωσαν τὰ ἀνέδραστα, δεσμὸν αὐτοῖς ἄλυτον τὰς συγγραφὰς ἐμβαλόντες. Ὅμηρός τε γὰρ ὁ πάντα εἰδὼς ῥοῆς ἔκγονα καὶ κινήσεως, ὡς αὐτός που βούλεται ἐν οἷς τὸν Ὠκεανὸν εἰσάγει γενέτην, οὐκ ἀφῆκε φυγεῖν τὰ τῆς Ἰλιάδος κακά, οὐδὲ τὸν στόλον τῶν Ἀχαιῶν, οὐδὲ τὰ τῶν βελτίστων ἡρώων ἀνδραγαθήματα, ἀλλ' ἐπέδησε τοῖς ποιήμασι πρὸς αὐτὴν τὴν φύσιν ἀντιταξάμενος. καὶ πάρεστι νῦν ὁρᾶν Ἑλένην ἁρπαζομένην, τοὺς Ἀχαιοὺς καταπλέοντας, τοὺς ἐν τῷ πολέμῳ βαλλομένους, τοὺς βάλλοντας, καὶ πάνθ' ὅσα ἡ πρώτη τοῦ κακοῦ ὑπόθεσις ἤνεγκε. καὶ Πλάτων δὲ ὁ πάντα σοφὸς καὶ τῷ δόγματι τούτῳ μᾶλλον προσθέμενος, ὡς μηδὲ τὸ ὂν χωρεῖν κατὰ τῶν ῥεόντων φέρεσθαι, ἀλλὰ τὸ γίγνεσθαι καὶ τὸ ποιεῖσθαι καὶ τὸ ἀπόλλυσθαι, οὐκ εἴασε ῥυῆναι τοὺς Σωκρατικοὺς διαλόγους, οὐ τοῦ καλοῦ Φαίδρου τὰς ἐρωτικὰς ὁμιλίας, οὐ τοῦ εὐφυοῦς Θεαιτήτου τοὺς περὶ ἐπιστήμης ὅρους, οὐ τὰς περὶ ψυχῆς δόξας Σιμμίου καὶ Κέβητος, ἀλλὰ μεγίστων ἀνδρῶν γνώμας κινδυνευούσας συναπιέναι τῷ χρόνῳ καὶ λήθης ὅ φασι κρυφθῆναι βυθοῖς ἐπέσχε τῷ λόγῳ καὶ παροδεύειν οὐ συνεχώρησε. Νῦν δ' οὐκ ἔστιν οὐδεὶς ὁ κρατῶν τὸ ἀκράτητον, οὐ λόγῳ πεζῷ, οὐ μέτροις τε καὶ ποιήμασιν· ἢ πάρεισί γε ἴσως πολλοί, ἀλλ' οὐ λόγος αὐτοῖς τοῦ πράγματος, ὡς μηδὲ λόγου αὐτοῖς ὄντος. καὶ ῥέει μὲν ὁ χρόνος ἀκάθεκτα, συρρεῖ δὲ πᾶν εἴ τι καλὸν ἐν αὐτῷ γέγονέ τε καὶ γίνεται, ὡς μηδὲ δόξαι γεγονέναι ποτέ. καὶ θαυμαστόν γε σκοπῶν κατενόησα, πῶς ἐν οἷς μὲν γηραιῷ τινι ἔοικε μήτ' ὠδῖνας γενναίας ἔχοντι, μήτε τι καινότατον ἀποτίκτοντι, Ὁμήρους εἰσάγει καὶ Πλάτωνας, ἐν οἷς δ' ἀνηβᾶν δοκεῖ καὶ ἀκμὴν ἔχειν νεότητος, καὶ παραδόξων πραγμάτων εἶναι τοκεύς, ἀντ' Ἀριστοτέλους καὶ Μενεκράτους, ὑφάντας ἀπογεννᾷ καὶ χυτρέας, καὶ δῆμόν τινα τεχνῶν πρακτικῶν ἐμπειρότατον; εἰ γάρ τις ἀφέλῃ τὸν κόμπον τῶν ὀνομάτων καὶ τὸ πολυειδὲς τοῦ μέτρου καὶ τοῦ ῥυθμοῦ οἷς Ὅμηρος τὴν Ἰλιάδα συγγράφων ἐχρήσατο, εὑρήσει τὸ ὅλον Ἀλέξανδρον κόρην ἁρπάσαντα, καὶ μάχην ἐπὶ τούτῳ συγκροτηθεῖσαν, τὰ δ' ἄλλα, μύθους τινὰς καὶ σοφιστικὰ πλάσματα, ἔριν θεῶν ἑτερόδοξον, Κρόνου ῥίψιν καὶ σύντριψιν, Δῖα πατροφόνον καὶ τύραννον, Τιτᾶνας αὖθις γῆς παῖδας τῷ μεγίστῳ τούτῳ ἐπανισταμένους θεῷ, κεραυνοὺς οὐκ ἐκ νεφῶν ῥηγνυμένους ἀλλ' ἐκ τῆς αἰγίδος, ἴσως ἀφ' ἧς καὶ αἱ βρονταί, καὶ τὸν ἄλλον λῆρον ὃν ὁ τῆς ματαιότητος ἀνέπλασε λογισμός. ἐν στενῷ γὰρ κομιδῇ τῶν πραγμάτων καθεστηκότων καὶ τὴν ποιητικὴν οὐχ ὁρώντων μοῦσαν, παραδοξολογίαι τινὲς ἀνεπλάσθησαν, καὶ Καλλιόπη τις ἐσχεδιάσθη τῷ λόγῳ καλλιόπην διδοῦσα τῷ ποιητῇ. Εἰ δὲ παρῆν Ὅμηρος νῦν, καὶ εἴ τις ἄλλος τῶν κατ' ἐκεῖνον, οὐδὲ πᾶσαι ἂν ἤρκεσαν μοῦσαι ἐμπνέουσαι τῷ συγγραφεῖ τὴν σοφίαν αὐτόματον καὶ χάριν τῆς συγγραφῆς ἐνσταλάζουσαι· οὕτως καινὰ τὰ παρόντα καὶ πρὸς τὰ παρῳχηκότα τὸ ἀσύγκριτον ἔχοντα· καὶ οἶμαι μήδ' ἂν ἔτι τὸν χρόνον τοιαῦτα δυνηθῆναι τεκεῖν, κατὰ τοὺς ἅπαξ ἑαυτοὺς τῶν δρομικῶν ἐπιτείναντας καὶ τὸν τόνον τοῦ σώματος παραλύσαντας ὡς πρὸς δευτέρους ἀγῶνας μὴ ἐνεργεῖν. τίνα δ' εἰσὶν ἃ τέτοκε νῦν; πολλὰ μὲν καὶ παράδοξα, ἀρχὴ δὲ πρώτη καὶ ὑπόθεσις, σύ. Εὐτυχὴς δὲ ὢν πάντα καὶ θεῖος, ὦ βασιλεῦ, τοῦτο μόνον τὴν ἐμὴν γλῶτταν ἠτύχησας, οὔθ' ὑπὸ μουσῶν κινουμένην, οὔτε τινὸς ἄλλης δυνάμεως. ἀλλὰ θάρσει κἀνταῦθα· ἀντὶ γὰρ Καλλιόπης αὐτῆς καὶ μουσικῆς δάφνης αἱ τῶν παρὰ σοῦ πραγμάτων ἔσονταί μοι καινότητες, οὕτω τὸν λόγον ῥωννύουσαι, ὡς μηδὲ σοφίας δεῖσθαι τῆς ἔξωθεν. εἰ δὲ μηδέν τι κομψὸν εὐθὺς προβάλλεται, μηδέ τι γαῦρον καὶ ἐπηρμένον, μὴ κάκιζε, μηδ' ἀγροικίαν ἐγκάλει τῷ γράψαντι· ἱστορίας γὰρ ἁπτόμενος χαρακτῆρα ἐπεμβάλλει κατάλληλον, τελευτῶν δὲ εἰς τοὺς σοὺς ἐπαίνους δώσει τι καὶ τῶν γλαφυρῶν καὶ ὥραν ἐχόντων χαρίεσσαν. ἀλλὰ νῦν τῆς ἱστορίας ἀπάρχεται. Τῶν τοῦ Ῥωμανοῦ παίδων ἅτερος ἐν βαρεῖ καὶ βιαίῳ καιρῷ, καὶ φύσεσι γενναίαις πρὸς ἅπερ ὁρμήσειε, τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν εἰληφώς, καὶ φύσιν μὲν ἔχων ὀξεῖαν, φρόνημα δ' οἷον ἀντιστῆναι δυνάμενον πρὸς χειμῶνα καὶ κλύδωνα, μὴ διδούσης τῆς ἡλικίας, οἰκονόμοις τισὶν ἐχρῆτο καὶ ἐπιτρόποις πρὸς τὴν τῶν ὅλων κυβέρνησιν. οὐ μὴν ὥσπερ ἕτερος ἐν εὐτυχίας μέρει τὸ τυχεῖν ἀρίστων τῆς πολιτείας ἐφόρων κρίνων καὶ λογιζόμενος, ψυχαγωγίαις ἐδίδου ἑαυτὸν καὶ ἀνέσεσι καὶ οἷς καταδουλοῦται τῆς ψυχῆς τὸ βασίλειον, ὥς πού φασι τὸν νεώτερον Διονύσιον τῷ συγγενεῖ Δίωνι καταπιστεύσαντα τὴν ἀρχὴν τὸ πρότερον. ἀλλὰ καὶ μᾶλλον ἤσχαλλεν, ἐδυσφόρει, τῷ ἀτελεῖ τῆς ἡλικίας ἐμέμφετο, καὶ ὅτι μὴ παρ' ὥραν ὁ τῆς φρονήσεως αὐτῷ ἀνεφύη βλαστὸς ἐθυμοῦτο παραδοξότατα. καινότητα γὰρ ἐξ ἀρχῆς ἐζήτει καὶ φύσεως καὶ φρονήματος, καὶ παρ' ἡλικίαν γηράσκειν ἐμηχανᾶτο, καὶ πρὶν ἢ κώπης ἅψασθαι οἰακοστροφεῖν, εἴ πως ἐνῆν, ἤθελεν. ἀλλ' ἦν αὐτῷ καὶ τὸ ἐνδέον τοῦ λογισμοῦ, συμπλήρωσις τοῦ φρονήματος. οὐ γὰρ ἐπλήρου τὰ ἐνθυμήματα, ἀλλ' ἐξὸν αὐτῷ ὧν ἐζήτει τυχεῖν, οὐκ ἐβούλετο, μή τι παρὰ τὸ εἰκὸς πράξειν αἰσχυνόμενος πρὸς ἀνταγωνιστὴν οὕτω χρόνον βαρύτατόν τε καὶ δυσαπάλλακτον. ἄρτι γὰρ αὐτῷ δύο μετὰ τὴν τοῦ πατρὸς ἡγεμονίαν βασιλειῶν καταστραφεισῶν καὶ γεγονυιῶν οὐκ ὀλίγων ἐν ἀμφοτέραις μεταβολῶν, οἳ τὴν τύχην ἐπὶ τὸ χεῖρον μεταλλαξάμενοι καὶ ἀντὶ τῆς προσηκούσης τιμῆς τὰς ἐσχάτας ἀτιμίας πάσχοντές τε καὶ ὑφιστάμενοι, καὶ μάλιστα πάντων οἱ τὸ γένος τῷ Φωκᾷ Νικηφόρῳ προσανάπτοντες, ἄνδρες Ἄρεος καὶ θούριδος ἀλκῆς μνήμονες, παράβολοί τε ἦσαν τοῖς λογισμοῖς καὶ δῆλοι πάντως τῇ Ῥωμαίων ἐπιβουλεῦσαι ἀρχῇ. ἐν οὖν τοιούτοις ὁ βασιλεὺς ἀνθήσας καιροῖς, παῖς μὲν ὢν τὴν ἡλικίαν, ὑπ' ἄλλοις τὰ Ῥωμαίων ἔθετο πράγματα, ἥβης δ' ἁψάμενος καὶ ταύτην αὐτῷ ὑποβάθραν ἀσφαλῆ ἐπιστασίας καὶ κυβερνήσεως λογισάμενος, αὐτὸς τῶν ὅλων ἐπεμελεῖτο πάντας ἐπιτρόπους καὶ οἰκονόμους ἐκ ποδῶν θέμενος. τύχαις δὲ ἀλλοκότοις καὶ παραδόξοις προσεντυχών, ἐντεῦθεν μᾶλλον εὐκλείας ὑπερβαλλούσης καὶ τιμῆς ἔτυχεν. οὐ γάρ, ἐπεὶ τόδε κατώρθωκεν ἢ νενίκηκεν ὡς οὐκ ᾤετο, ἄλλο δ' εὐθὺς ἐπανέστη σφοδρότερον τοῦ νικηθέντος ἀγώνισμα, ἄνεσιν τῶν προτέρων ἀέθλων ἐζήτει, ἵν' ἀκμάζων αὖθις τοῖς δευτέροις ἀγῶσιν ἐπίθοιτο, ἀλλ' εὐθὺς ἐπιθέμενος, νίκην ἐκ νίκης ἐλάμβανε μείζονα. πολλάκις δ' αὐτῷ πρὸς ἑτέρους ἀγωνιζομένῳ ἄλλος ἀντέπιπτε πόλεμος, καὶ ὥσπερ τις ἀθλητὴς ἀμφιδέξιος ἑκατέρᾳ χειρὶ τοὺς ἑκατέρωθεν ἀμφοτέραις ἀνέστελλε βάλλοντας, ὥς που τῷ Σκληρῷ πολεμῶν, ἀντέπεσεν ὁ Φωκᾶς, καὶ τὴν Σκυθῶν κακῶς ποιῶν καὶ δουλούμενος, ὁ ἐκείνου βλαστὸς τὴν συνήθη αὐτῷ ἐξήνεγκεν ἄκανθαν. Βασιλικῇ δὴ μεγαλοπρεπείᾳ στρατηγικὴν ἐμπειρίαν συνάψας, ἀμφότερά τε φρονήσεως μεγαλοφυΐᾳ περιβαλών, ἐν οἷς μὲν στρατηγεῖν ἔδει βασιλικώτατα τῷ πολεμεῖν διέπρεπεν, ἐν οἷς δὲ τὸ φιλότιμον τῆς βασιλείας ἐνδείκνυσθαι, τῷ στρατηγῷ μᾶλλον ἐνεφαιδρύνετο, ὅπλοις ἐπιχρύσοις ἀστράπτων καὶ δορυφορούμενος, οὐ σκήπτροις ἀπλήκτοις, ἀλλ' ἀσπίσι καὶ ἐπιμήκεσι δόρασιν. οὕτω δὲ πᾶν εἶδος στρατηγίας κατώρθωσε φανερᾶς τε καὶ ἀφανοῦς, ἢ μᾶλλον ἐφεῦρε καὶ ἐπενόησεν, ὡς μηδ' εἶναι ὅ τι ἄν τις στρατηγικώτερον ἐννοήσειεν. Ἐντεῦθέν σοι, ὢ νέα Ῥώμη, τὸ πολλῶν μὲν ἄρχειν ἐθνῶν, πολλῶν δ' ἐπικρατεῖν πόλεων καὶ τῶν θρυλλουμένων ὑπερκεῖσθαι ἐπαρχιῶν. ἐντεῦθέν σοι τὰ Ἀβασγῶν κατεδουλώθη φρονήματα, καὶ ἡ Σκυθῶν ὑποπέπτωκε, καὶ τἆλλα, ἵνα μὴ καθ' ἕκαστον λέγω, ἢ ἐν μοίρᾳ προσθήκης σοι γέγονε, καὶ φόρους ὑποτελεῖ, ἢ παραχωρεῖ σοι τοῦ κρείττονος. ἀλλ' οὐ πρῴην οὕτως, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ἐληΐζου μὲν ὅσαι ἡμέραι, αἰεὶ δέ τι τοῦ παντὸς ὑπέσπω καὶ συνηλαύνου πρὸς τὸ στενότερον. οὕτως ἐκ στενῆς πλατεῖα, ἐκ πολεμίας ἀπολέμητος γέγονας, καὶ τὸ νέα Ῥώμη κεκλῆσθαι ἐδέξω τοῖς πράγμασιν οἷς ἐμπρέπεις, τὴν παλαιὰν ἀποκρύψασα. Ὑπὸ τοιούτῳ καὶ σὺ βασιλεῦ ταττόμενος βασιλεῖ, οὐκ ἀθήρατος ἦσθα βαθείᾳ γνώμῃ καὶ ὑψηλῇ, ἀλλ' ἐκ συμβόλων κατελαμβάνου, καὶ βασιλικὴν ψυχὴν εἰς χάριν προφητικὴν ἀνεκίνεις, καὶ πάρεισί γε πολλοὶ νῦν τῆς προφητείας ἀκροαταὶ καὶ τῷ λόγῳ μοι μαρτυρήσουσι. καὶ θαυμαστὸν οὐδέν. αἱ γὰρ μεγάλαι φύσεις ἐκ τῶν φαινομένων λαμβάνουσιν εἰκασίας τῶν ἀφανῶν· φασὶ δέ τοι καθῆσθαι καὶ ἐν ὀφρύσι καὶ ἐν ὀφθαλμοῖς ἀδήλων πραγμάτων τεκμήρια, τοῖς μὲν πολλοῖς ἀγνοούμενα, τοῖς ἄκροις δὲ καταλαμβανόμενα. εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστί, τίς μὲν σοῦ συμβόλοις οὕτω πλέον ἐπεκοσμήθη καὶ σώματος καὶ ψυχῆς; τίς δ' ἐκείνου διαγνῶναι ταῦτα μᾶλλον ὀξύτερος; Ἀλλ' ἐκεῖνος μὲν οὕτω μεγαλοπρεπέστατα χρησάμενος τῇ ἀρχῇ, ἐπὶ τέλει δὲ καὶ προφητευσάμενος, τὸ τελευταῖον τῆς φύσεως χρέος ἀπέδοτο, τῷ ἀδελφῷ Κωνσταντίνῳ τοὺς τῆς ἀρχῆς ἐγκαταλιπὼν οἴακας. ὁ δὲ καὶ ἡλικίας ὢν πρόσω, δυεῖν γὰρ πλέον ἢ ἔλαττον τῶν τοῦ ἀδελφοῦ χρόνων ἀπελιμπάνετο, καὶ μήτ' ἐρρωμένως ἔχων τοῦ σώματος, πλούτου τε ἀπείρου τὰ βασίλεια παραλαβὼν ἔμπλεα, οὐ τοῖς τοῦ ἀδελφοῦ ἐπαγωνίσασθαι ἐδοκίμασεν ἀγωνίσμασιν, οὔτε μὴν πολέμους κροτεῖν κατὰ τῶν ἀντιστατούντων ἐθνῶν ἐβουλεύσατο, ἀλλὰ χρυσοῦ πάντα ποιούμενος ὤνια καὶ λαμπροτήτων βασιλικῶν, ἐντεῦθεν τὰς τῶν ἁπάντων εὐνοίας ἐκέρδαινε, καὶ τὸ ὑπερκεῖσθαι πάντων ἐκ πολεμικῆς χειρὸς μὴ βουλόμενος, τὸ ἶσον ἔχειν ἐξ εἰρήνης ἐπιτετήδευτο. ταὐτὸν δὲ κεκτημένος τῷ ἀδελφῷ τὸ ὀξύρροπον καὶ θυμοειδές, οὐχ ὁμοίως ἐχρῆτο. ὁ μὲν γὰρ ἐν πολέμοις τοῦτο κατεκενοῦτο, μηχανῶν τε ὢν εὑρετὴς καὶ βουλευμάτων καινῶν ἀρχηγός, καὶ τῶν ἑαλωκότων τιμωρὸς ἀφειδής· ὁ δὲ δύσοργός τις ἦν καὶ πρὸς πᾶσαν ὑποψίαν δυσεκβίαστός τε καὶ δυσπαραίτητος. ἵνα γὰρ μὴ τῆς πρώτης συγχωρηθείσης τοῦ κακοῦ ἀφορμῆς, κίνδυνός τις μέγας ἐκ ταύτης ἀνακαυθῇ, τῷ ὑπαιτίῳ τὸν ἀναίτιον προσαπώλλυε. Γήμας δὲ πρῶτα θυγατέρα τινὸς τῶν ἐν τέλει κάλλει διαπρεπῆ καὶ καλλιτεκνότατος ἐξ αὐτῆς γεγονώς, οὐ Σκιπίωνα τεκούσης Φάβιον· οὐδὲ Τερτίαν τινὰ πυθικοῦ ἔμπλεων πνεύματος, ἀλλὰ χάριτας ὡς ἀληθῶς ταῖς θρυλλουμέναις ἐκείναις ἰσαρίθμους καὶ ἀνθαμίλλους, καὶ τῷ θείῳ τούτῳ ἀριθμῷ τὸ τῆς γονῆς περιορίσας φιλότιμον· τὴν μὲν ἀφῃρέθη θανάτου νόμῳ, τὰς δὲ θυγατέρας τροφῆς ἐν τοῖς βασιλείοις ἠξίου βασιλικῆς, καὶ τούτων τὴν πρεσβυτέραν ἀρρενωπότερον ἢ μᾶλλον θειότερόν τι φρονήσασαν, καὶ ἀγγέλων ἐντεῦθεν συναριθμηθῆναι ἐθελήσασαν τάγμασι, τὴν βασιλικὴν ὄντως στολὴν ἀμφιέννυσι καὶ τῷ θείῳ νυμφίῳ νύμφην εἰσάγει ἀκήρατον, καὶ ταῖς παστάσιν ἐγκαθιδρύει ταῖς κρείττοσι. Μετὰ δὲ ταῦτα νοσήσας, ἐπεὶ ἔδοξαν ἀβιώτως ἔχειν, θατέρᾳ τῶν θυγατέρων, τῇ μείζονί τε καὶ κρείττονι κάλλει τε σώματος καὶ ψυχῆς σταθηρότητι, ἄνδρα πρωτεύοντα τότε Ῥωμαίων ἐπὶ πάσαις ἐπάγεται χάρισι· καὶ μικρὸν μετὰ ταῦτα βιώσας ἐξέλιπεν. Ὁ δέ, εἶχε μὲν καὶ τὸ εἶδος ὡς ἀληθῶς τυραννίδος ἄξιον, μάλιστα δὲ τὴν ψυχὴν παντοίαις ἐκεκόσμητο ἀρεταῖς, καὶ τὸ ἦθος ἐπὶ τὸ πρᾳότερον μετεσκεύαστο, λόγου δὲ καὶ παιδείας οὐδεμιᾶς ἄμοιρος ἦν, ἀλλὰ τῇ πρὸς ταῦτα ἕξει τοῖς πρώτοις ἐφάμιλλος, καὶ ὅλως ἀνδρὸς ἡγεμονικοῦ καὶ πρὸ τῆς ἡγεμονίας τάξιν καὶ σχῆμα διέσωζεν. ἐπεὶ δὲ καὶ ταύτης ἐπείληπτο ἔτι καὶ μᾶλλον συνεπεδίδου τῷ ἀξιώματι, καὶ πλέον ἢ πρότερον λόγου τε ἥπτετο καὶ φιλοσοφίας ἐπεμελεῖτο. βασιλικῆς δὲ κολακείας καὶ θρύψεως τοσοῦτον ἀπήλαυεν, ὅσον τῷ σώματι περισσῶς ἀμφιέννυσθαι· ἄλλης δὲ πάσης κατεφρόνει λαμπρότητος ἐν ἡδονῇ τὸ καλὸν ὁριζούσης. τὸ δὲ δίκαιον οὐ κατὰ τοὺς κοινοὺς θεσμοὺς ἐδίωκεν, ἀλλ' ὥσπερ ἐν τῇ Πλάτωνος πολιτείᾳ πολιτευόμενος, ἣν καὶ Κάτων ἐζήλωσεν. ἀπαραιτήτως τε τὸ ὀφειλόμενον εἰσεπράττετο, καὶ εὐδαπάνως τὸ χρεωστούμενον κατεβάλλετο· πρὸς τοὺς λιπαροῦντας ἢ κολακεύοντας ἄκαμπτος καὶ ὄρθιος ὤν, οὐ χαλεπαίνων οὐδὲ ὀργιζόμενος, ἀλλὰ τῷ ἤθει πρᾴως διατιθέμενος, τῷ στερρῷ δὲ τοῦ λογισμοῦ ἀνένδοτος μένων καὶ ἀμετάτρεπτος. καὶ ταῦτα μὲν πάρεργα τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἓν δὲ πρῶτον ἔργον ἐκείνῳ καὶ σπούδασμα, λύειν τὰ τῆς γραφῆς ἄπορα, καὶ τὸν κεκρυμμένον ἀνορύττειν νοῦν καὶ τὸν σκοπὸν ἀνευρίσκειν τῶν αἰνιγμάτων. ὅθεν φιλοσόφοις ὡμίλει καὶ ῥήτορσι, καὶ περὶ τούτους μᾶλλον ἐσπουδάκει ἢ τὰ δημόσια. Ἔμελλον δὲ αἱ τῶν φαύλων ὁμιλίαι τῷ τοῦ ἀνδρὸς ἤθει συνανακιρνάμεναι πλέον ἰσχύειν τῶν ἀγαθῶν. γένος γάρ τι δουλοπρεπὲς καὶ ἐπείσακτον, πονηρὸν καὶ τὸ ἦθος καὶ τὴν διάνοιαν, λόγου μὲν οὐ μετεσχηκός, κακίας δὲ εἰς ἄκρον ἐληλακὸς καὶ ταύτῃ μᾶλλον γνώριμον καθεστός, τοῖς ἡμετέροις πάλαι ἐπεισφρῆσαν ἔθεσί τε καὶ πολιτεύμασιν. ἕως μὲν τῇ ἀφανείᾳ συνεκαλύπτετο, αὐτὸ ἀφ' ἑαυτοῦ διεφθείρετο, μὴ κοινωνοῦν τῆς λύμης τοῖς πλησιάζουσιν, ἐπεὶ δέ, κατὰ τοὺς ἀρρήτους τοῦ θεοῦ λόγους, καὶ τῆς συγκλήτου μετέσχε βουλῆς, καὶ πάσης τῆς κρείττονος ἀπήλαυέ σε δαίμονος, συναναφαίνει τῇ τύχῃ τὴν πονηρίαν, καὶ ὥσπερ ἀπὸ ἡγεμονικοῦ μέρους τῆς τοῦ βασιλέως ψυχῆς ἀρξάμενον κατενεμήθη τὸ πᾶν. καὶ μή τις καταγνοίη ἐκείνου κουφότητος, προδήλοις καὶ ἀσχηματίστοις κακοῖς τότε βασίλειον ἀνεῴξαντος, καὶ αὐτὰς τὰς τῆς ψυχῆς πύλας ἀναπετάσαντος, καὶ πονηροῖς βίοις καὶ διεφθορόσι συγκοινωνήσαντος. οὐδὲ γὰρ εὐθὺς τὴν ὅλην ἐγνώκει τοῦ γένους σειράν, ἀλλ' ἑνὶ μὲν ἐκείνοις γένει κοινωνοῦντι, τρόποις δὲ καὶ ἤθεσι διαφέροντι, ἀπορρήτων τε κοινωνήσας καὶ ἐς ψυχὴν συνανακραθείς, δι' ἐκείνου τὸ συγγενὲς ἐφειλκύσατο. Ἐντεῦθεν γνώμαις φαύλαις συνομιλῶν καὶ διανοίαις συνδιαιτώμενος κακοήθεσι, μετεβλήθη τὴν ψυχὴν καὶ πρὸς πράξεις τὸν λογισμὸν ἠλλοίωσεν οὐ καλάς. Ἄραψί τε πόλεμον προσβαλὼν καὶ ἧτταν ἡττηθεὶς αἴσχιστον, πρὸς δὲ καὶ τὸ σῶμα νοσήσας, δύσοργός τις γέγονε καὶ μικρόλυπος, καὶ τὸ ἦθος ἀκροσφαλής, πρὸς πᾶσαν πρᾶξιν καὶ λόγον ἐξαγριούμενος. κατὰ μικρὸν δὲ τῇ νόσῳ δαπανώμενος, δῆλος ἦν πάντως τεθνήξεσθαι. τό τε γὰρ σθεναρὸν τῆς δυνάμεως καταλέλυτο, καὶ τὰ τῆς ὀρέξεως ἐπημβλύνετο, καὶ ὁ ὕπνος ἄκροις ἐφιζάνων βλεφάροις ἐγρηγορότα ἐδίδου ἐνύπνια· καὶ τέλος λανθάνει ἐπ' αὐταῖς ταῖς θεραπείαις ἀποψύξας τοῦ σώματος. τοῦτο δέ τινι μᾶλλον κατάδηλον ἐγεγόνει ἢ τῇ βασιλίδι τῇ καὶ νοσηλευομένῳ παρούσῃ καὶ θεραπευομένῳ τὰ ἐκ τῶν λόγων διδούσῃ παρηγορήματα, ἢ τὸν μὲν ἄλλον χρόνον ἐν ᾧ τὰ τῆς θεραπείας ἦν πράγματα τῷ ἐκείνου πάθει συνέπασχε καὶ τὸ ἶσον εἶχε τοῦ ἀρρωστήματος; τότε δὲ πάντων ἀπογνοῦσα οἷς τὸ σῶμα τεθεράπευται, μᾶλλον μὲν οὖν καὶ τὴν ψυχὴν τονώσασα ἀρρενωποῖς λογισμοῖς, οὐδὲν ἀγεννὲς ἔπαθεν, οὐ σάρκας ἐδρύψατο, οὐ κόμην ἐσπάραξεν, οὐ γοερὸν ἀνεκώκυσεν, ἀλλὰ τὰ εἰκότα θρηνήσασα τῷ νεκρῷ τοῦ καθήκοντος γίνεται, καὶ ὅπως ἀσφαλῶς ἕξει τὰ τῆς βασιλείας λογίζεταί τε καὶ πραγματεύεται. Ὅθεν κρύπτει τὸ γεγονός, καὶ βασιλέα τοῖς θρόνοις ἐγκαθιδρύει ὃν ἐκεῖνος τῶν ἄλλων ὑπερηγάπησέ τε καὶ προέκρινεν, ἴσως κἀν τούτῳ τιμὴν ἀφοσιουμένη τῷ ἀπελθόντι, ὅτι μὴ ἀντιθέτοις ἐκείνῳ, ἀλλ' οἷς μᾶλλον πεπίστευτο τὴν Ῥωμαίων ἡγεμονίαν ἐνεχειρίσατο, οὐκ ἀναμείνασα τὸν καιρόν, οὐ συγκλήτου ψήφους ἐκδεξαμένη, οὐ δήμου βουλήν, ἀλλὰ ταῦτά τε προλαβοῦσα καὶ ὅσα ἐν ταῖς μεταβολαῖς καινοτομεῖσθαι εἰώθασιν. ἦν δὲ οὗτος οὐ τῶν εὐπατριδῶν, οὐ τῶν πλούτῳ κομώντων καὶ οἷς τὰ τῆς ἔξωθεν εὐγενείας χαρακτηρίζεται, ἀλλ' ἀσήμου γένους καὶ τύχης τῆς φαυλοτάτης. τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν οὐ μάλα τις ἐνδεής· μεγαλεπήβολός τε γὰρ ἦν καὶ νοῆσαι ὀξύτατος, καὶ ἡδονῶν ἧττον ἁπτόμενος, τό τε ἦθος χαρίεις καὶ τὸν λόγον οὐκ ἄμουσος· οὐ μεγαλοπρεπὴς δὲ οὐδὲ βασιλικώτατα διαπρέπων, ἀλλὰ χρηματιστὴς μὲν εἴπερ τις ἄλλος, ἀφιλότιμος δὲ καὶ σμικρολόγος, καὶ τὸ εὐεργετικὸν φειδωλόν τε καὶ ἄχαρι. ἀλλ' οὗτος μέν, εἰ καὶ μὴ πᾶσί γε τοῖς ἀγαθοῖς, ἀλλ' ἐξ ἡμισείας τέως ἐκεκόσμητο, οὐκ ἀδελφὰ δ' ἐφρόνουν οἱ ἀδελφοί, ἀλλ' ὅλως αἰσχροί τε ἦσαν ἀπ' αἰσχρῶν, καὶ αἰσχιόνων πατέρες ἐφαίνοντό τε καὶ ἐγινώσκοντο, ῥέκται κακῶν, τῶν ἀδικωτάτων ἐργάται πράξεων. πῶς γὰρ οὐκ ἔμελλον; ἄνδρες ἄμοιροι μὲν λόγου, ἀνήκοοι δὲ παιδείας, ἄγευστοι δὲ παντὸς ἄλλου καλοῦ, γαλακτοπόται δὲ καὶ βαλανοφάγοι, καὶ μηδὲν ἄλλο ἢ κεῖραι μὲν εἰδότες τὸ ἐριοφοροῦν, ἀμέλξαι δὲ οὔθατα βαρυνόμενα, καὶ τῇ ποιμενικῇ ἐμπνεῖν σύριγγι, καὶ ἄττειν κατὰ τῆς χλόης ἀγροικικὰ μετὰ Πανὸς ἢ Πριήπου καὶ εἴ τίς ἐστι δαίμων ἕτερος τούτου τοῦ κόμματος, καὶ πρὸς τὴν ἠχὼ στρέφεσθαι καὶ ἀκκίζεσθαι ὡς πρὸς κόρην εὔηχον καὶ ἀντᾴδουσαν, καὶ καθαίρεσθαι τοῦ γράσου ἵνα μὴ ἀηδεῖς γένοιντο μαλακῇ καὶ τρυφώσῃ μείρακι. πῶς οὖν οὐκ ἔμελλον ἄνθρωποι τοσαύτης ἀνοίας μεστοὶ παρὰ πάσας ἐλπίδας τῆς ἄκρας εὐδαιμονίας ἐπιλαβόμενοι, ἄξια τῶν προτέρων ἐπιτηδευμάτων φρονῆσαι καὶ τῇ ἀγροικίᾳ καὶ πονηρίαν προσκτήσασθαι; οἷς γὰρ περὶ τῆς τοῦ κρείττονος ἐφορείας ἀπηγροικίζοντο, μᾶλλον ἐπονηρεύοντο, ὡς μή τινος ὄντος τοῦ τιμωρήσοντος. Ἀλλ' ἕως μὲν ὁ βασιλεὺς ἔρρωτο καὶ τῆς ἥβης ἀπέλαυε, λανθάνειν ἐμηχανῶτο καὶ μὴ προδήλως τὰ τῆς ἀδικίας ἐργάζεσαι· ἐχαλέπαινέ τε γὰρ ἀδικοῦσιν ἐκεῖνος καὶ ἐπεξήρχετο. ἐπεὶ δὲ νοσεῖν ἤρξατο καὶ τὰ τοῦ σώματος ὑπέρρει ἢ μᾶλλον ὄγκοις ἀλλοτρίοις διῳδήκει τε καὶ ἐπηύξηται, δημοσίᾳ πράττειν τὸ κακὸν οὐκ ᾐσχύνοντο, δεδοικότες δὲ μὴ συνεξαπολήξῃ τῷ βασιλεῖ τὰ τῆς εὐτυχίας αὐτῶν, τάφρους τε πόρρωθεν ἀπεχώννυσαν καὶ ἑρκίοις ἑαυτοὺς ἐπελάμβανον, τὰ τῶν Ῥωμαίων ὅρια στοιχηδὸν ὥσπερ περικυκλοῦντες καὶ πάντων φροντισταὶ καθιστάμενοι. ἐπεὶ δ' ἐκτομίαι ὄντες ἐτύγχανον, ἑνὶ τῶν συγγενῶν τὴν ἡγεμονίαν ἐμνῶντο, καὶ τὸ τοῦ καίσαρος περιβαλόντες ἀξίωμα, πρὸ τῶν βασιλείων πυλῶν ἔστησαν ἵν' ἀντεπιρρεύσοι τῷ ὑπορρεύσαντι. σὺ δὲ κύριε ὁ ἐν οὐρανοῖς κατοικῶν ἐμυκτήριζες μὲν τὰς βουλὰς αὐτῶν, οὐκ ἤλεγχες δέ, ὅσπερ σὸς νόμος, οὐδ' ἐχρῶ τῷ κολάζειν, ἀλλὰ τῷ ἀνέχεσθαι. οἱ δὲ τὴν σὴν ἀνοχὴν ἀκυβερνησίαν τοῦ παντὸς οἰόμενοι, κατὰ τὰς ἐνθυμήσεις αὐτῶν τὰς πονηρὰς ἐπορεύοντο, καὶ τῆς ἑαυτῶν ἐξήρτων βουλῆς τε καὶ σκέψεως τὰ τῆς σῆς προνοίας ἀποτελέσματα. Εἶχε ταῦτα. καὶ ὁ μὲν βασιλεὺς ὑδέρῳ περιπεπτώκει· οὐ μὴν ἀλλά– τί γὰρ δεῖ κρύπτειν ἱστοροῦντας, οὐκ ἐπαινοῦντας;– καὶ περιοδικαῖς φρενίτισιν ἔκαμνεν, εἴτε τινὸς βασκανίᾳ δαίμονος πονηροῦ αὐτὸ δὴ τὸ τῆς ψυχῆς ἡγεμονικὸν περιτρέποντος, εἴτε τοῦ μελαντέρου καὶ γεωδεστέρου χυμοῦ ἐπὶ τὴν κεφαλὴν ἀνιόντος καὶ τὸ φρονοῦν ἀμαυροῦντος, οἷα δὴ τὰ πολλὰ γίνεσθαι εἴωθεν. ὁ μὲν οὖν ἀμφοτέρωθεν ἔκαμνε, καὶ τὸ ἐνεργὸν τῆς βασιλείας διὰ τῆς νόσου ἀποσεσύλητο. οἱ δὲ ἐκείνῳ μὲν τὸ τοῦ βασιλέως ἔσωζον ὄνομα, αὐτοὶ δὲ τῶν πραγμάτων εἴχοντο καὶ μετεκύβευον ὅποι βούλοιντο. καὶ ἅτερος μέν, ὁ τῆς ὅλης πρεσβεύων γενεᾶς, μεταγνοὺς ἐφ' οἷς ἐπεπράχει περὶ τοῦ καίσαρος, πρὸς ἕτερον τῶν συγγενῶν ταῖς ψήφοις μετέπιπτεν, ἅτερος δὲ τοῖς ἅπαξ ἠγάπα δόξασι καὶ οὐκ ἦν ἑτεροκλινής. Ἐν τούτῳ δὲ ἀνήρ τις, τό τε εἶδος τῶν φαυλοτάτων καὶ τὸ γένος τῶν ἀκλεῶν, τοῦ τῶν Βουλγάρων κορυφαίου κατατρυφᾷ, καί τινα αὐτῷ ἐπιφημίσας εὐγένειαν, καὶ λόγον ἐλευθερίας ὑποβαλόμενος πρὸς ἀποστασίαν ἐπαίρει, καὶ σπινθὴρ ἀφανὴς εἰς πῦρ ἀνακαίεται. ὅλον γὰρ τὸ ἔθνος συμφρονῆσαν λαβών, καὶ ταῖς ὁμοφροσύναις τοῦ πλήθους θαρρήσας, τὰ ἡμέτερα καινοτομεῖν ἐβούλετο ὅρια. ζῆλος ἐντεῦθεν τῇ νόσῳ σβεννύμενος ἀνάπτει τὸν αὐτοκράτορα, καὶ ὃς μηδὲν ἐννοήσας τῶν ὅσα μαλακίζειν εἴωθε, μὴ τὴν διπλῆν δαπάνην τοῦ σώματος, μὴ τὸ τῆς ὁδοῦ μῆκος, μὴ τὸ τοῦ πολέμου δύσελπι, μηδ' ἄλλο μηδέν, τῆς πόλεως ἔξεισι καὶ κατὰ τοῦ ἀποστατήσαντος ἔθνους στρατεύεται, καί– ὢ τῶν κριμάτων σου κύριε– λογίζεται, παρατάττεται, ἐλαύνει ἐφ' ἵππου νεκρός. τί γὰρ ἄλλο δεῖ λέγειν; στενοχωρίας καὶ ὀρέων κατατολμᾷ ὁ χειρῶν ἀλλοτρίων δεόμενος πρὸς τὴν κίνησιν, νικᾷ τὸ ἀντίπαλον, ἐπάνεισιν αὖθις ἀπιστούμενος ὅτι ζῇ, ἐπεντρυφᾷ ταῖς τῶν ἑαλωκότων πομπαῖς, λαμπρύνεται τοῖς τροπαίοις τὴν τήμερον, καὶ τὴν αὔριον τοῖς ἐξοδίοις περιστοιχίζεται, ἀπαμφιέννυται τὰ παράσημα τῆς ἀρχῆς, μεταμφιέννυται τὴν ἁλουργίδα τοῦ πνεύματος, τὸ νεκρὸν ἀποβάλλεται τῶν τριχῶν καὶ ἀναίσθητον σταυροῦται τῷ κόσμῳ, ὁπλίζεται τὰ νοητὰ ὅπλα, ζώννυται τὴν μάχαιραν, τῇ περικεφαλαίᾳ σκέπεται, καὶ τροπαιοφόρος ἀναίμακτος πρὸς τὸν οἰκεῖον δεσπότην χωρεῖ. Καὶ ὁ μὲν ἀπῆλθε, τοῖς δὲ τῶν βασιλείων χειροτονηταῖς ἐντεῦθεν ἀμφιδοξία τις ἦν καὶ διχόνοια, ᾧτινι χρὴ τὰ σκῆπτρα Ῥωμαίων ἐπιτραπῆναι. ὁ μὲν γάρ, ὑποπτεύσας τι πρὸς τὸν καίσαρα τὸ ἐσόμενον, ἐδεδίει καὶ λάθρα τι ἐσκέπτετο, ὁ δέ, πολλὰς ἐκείνῳ πόρρωθεν προκαταβαλλόμενος χάριτας, δι' ὃ πάντοτε ἔπραττεν, ἔσπευδε, καὶ τέλος νικᾷ, καὶ τὴν βασίλειον ἀρχὴν περιζώννυται, οὐκ Ἀντίοχος οὐδὲ Σέλευκος, ἄνδρες καὶ πολεμῆσαι δεινότατοι καὶ τὸ δέον φρονῆσαι ὀξύτατοι, ἀλλ' ἀνὴρ χθές τε καὶ πρῴην νῆας ἁρμόττων καὶ συμπηγνύμενος, καὶ πίτταν ἐπεμβάλλων τοῖς γόμφοις καὶ τῆς ἀσβόλης πληρούμενος, οὐκ εἶδος ἔχων τυραννικόν, οὐ φρόνημα μεγαλοπρεπές, οὐ λόγον ἔμμουσον καὶ χαρίεντα, οὐκ ἄλλο οὐδὲν τῶν οἷα ψυχὴν οἶδε καλλύνειν καὶ φύσιν σώματος. ὦ νέα Ῥώμη, καὶ γένος μεγαλοπρεπὲς καὶ ἐλεύθερον, ὦ οἱ ἀνέκαθεν βασιλεῖς, καὶ βῆμα βασιλικὸν καὶ βασίλεια, οἵαν αἰσχύνην τότε περιεβάλεσθε, οἷος ὑμῖν δαίμων ἐφθόνησε βάσκανος. πλὴν ἀλλὰ τοῦτο, εἰ μέν τις μὴ αἰτιῷτο τῷ αὐτομάτῳ δοτέον, εἰ δὲ φιλευσεβοίη τοῖς ἀρρήτοις τοῦ θεοῦ κρίμασιν. Ὁ δέ, σαλευομένην ὁρῶν ἀκμὴν ἑαυτῷ τὴν ἀρχὴν καὶ πῆξιν βεβαίαν οὐκ ἔχουσαν, κρύπτει μὲν ἐν βάθει τῆς ψυχῆς τὸ κακόηθες, θεραπείαν δὲ πρὸς τὸ συγγενὲς ὑποκρίνεται, καὶ ταῖς μεγίσταις λαμπρύνει τιμαῖς. ἔπειτα ῥηγνύει τὸ καταπέτασμα, τὰς πύλας τῆς καρδίας ἀναπετάννυσι, καὶ τὸν ἐκεῖσε δείκνυσιν ἐμφωλεύοντα δράκοντα, καὶ πρὸ τῶν ἄλλων ἐπὶ τοὺς οἰκείους καὶ συγγενεῖς τὸν κακίας ἰὸν ἐκκενοῖ. καὶ οὓς μὲν ὑπερορίᾳ καταδικάσας, οὓς δὲ τῶν παιδογόνων μορίων ἀποτεμόμενος ἤδη που γενειάσαντας καὶ υἱέων ὄντας τοκεῖς, στεφανηφορεῖ καὶ λαμπρύνεται, οὐ Περσέα καθελὼν οὐδ' Ἀντίγονον, οὐδέ τι βάρβαρον ἀπελάσας φῦλον, ἀλλὰ τοὺς ἀφ' αἵματος ὁ δυσμενὴς καταγωνισάμενος. Σύ γε, ὦ βέλτιστε, ἄνασσε γὰρ τῷ λόγῳ, σχολῇ γε τὴν ἐμὴν ἀποτέμοις κεφαλὴν κἂν ἐπίβουλός σοι φανήσομαι, ἀλλ' οὐδ' ἀποτέμοις τὰς τρίχας κἂν ἱεροσυλήσας φανῶ, ἢ δέδοικα μὴ καὶ τοὺς μαστοὺς ἐκκόψῃς, ἢ τὴν καρδίαν ἐξορύξῃς μετὰ τοῦ ἥπατος, ὅ φασι τοὺς Πέρσας διὰ ταριχείαν ἐπὶ τοὺς κατοιχομένους ποιεῖν. Τύραννε καὶ μισάνθρωπε, τὰ Σικελῶν ὠδίνει, Ἰταλία πᾶσα πρὸς ἀπόστασιν κεκίνηται, καὶ σὺ τοῖς πατριώταις ἐπεμβαίνεις, καὶ ζηλοτυπεῖς τὴν γονὴν καὶ στρατεύεις κατὰ τῶν σῶν. ἀλλ' εὖ γε ποιεῖς, καὶ βάλλ' οὕτως ἵνα παταχθῇ ὁ ἀσεβὴς διὰ σοῦ τοῦ ἁμαρτωλοῦ, εἴθ' ὕστερον ἐκζητηθῇ τὸ αἷμα αὐτοῦ ἀπὸ σοῦ. οἶδα γὰρ ὡς ὁδῷ προβαίνων ψαύσῃ καὶ τῶν ἀψαύστων. καὶ πῶς εἴποιμι τοῦτο; τῆς μητρὸς ὁ παῖς κατεξανέστης, μήτε νόμους ἱεροὺς αἰδεσθεὶς μήθ' ὅρκους εὐλαβηθείς; ἀλλά με προφήτην ποιεῖς, πράττεις γὰρ ἃ προηγόρευσα, καὶ τῶν βασιλείων ἐξάγεις τὴν εὐγενῆ ὁ ἐπείσακτος, τὴν εὐεργετήσασαν ὁ ἀχάριστος, ὡς καλά γέ σοι τὰ τροφεῖα, καὶ μείζω τῶν εὐεργεσιῶν τὰ εὐχαριστήρια. ἀλλὰ μὴ δέδιθι· ἀνήφθη γάρ σοι ὁ τῆς πόλεως δῆμος, καὶ πᾶσα ἡλικία ξιφήρης χωρεῖ κατὰ σοῦ, καὶ ὠμῶν σοῦ τῶν ἡπάτων ζητεῖ ἀπογεύσασθαι. σὺ δὲ νῦν πολὺς εἶ ῥέων κατ' αὐτῶν τῷ θυμῷ· αὖθις δὲ ὑποστέλλῃ καὶ δειλιᾷς, καὶ τῇδε κἀκεῖσε φοιτᾷς, ἀπορούσῃ ψυχῇ, μηχανᾷ δὲ πολλὰ καὶ πολυπρόσωπος γίνῃ ταῖς ὑποκρίσεσι, καὶ ἀμοιβὰς ἐπαγγέλλῃ τοῖς βοηθήσουσιν, ἀλλ' ὡς μελάμπους πεφώρασαι καὶ καταπεφρόνησαι. ἀλλὰ πῇ φεύγεις μετὰ νῶτα βαλών; ποῖ δὲ καταφεύγεις πρὸς ὃν ἠθέτησας; οὐκ οἶδε φιλανθρωπεύεσθαι ὡς ἀεί, γίνεται πολλάκις ἀπότομος ὁ φιλάνθρωπος. σὺ δέ μοι καὶ τὴν κεφαλὴν ὑποκλίνεις τῷ ἱερεῖ, καὶ κείρῃ τὰς τρίχας καὶ δέχῃ δευτέραν παλινζωΐαν, καὶ γίνῃ φιλότιμος ἀθλητὴς ἐπὶ τοὺς τελευταίους ἀγῶνας χωρῶν, καὶ ἀπογεύῃ τῶν μυστηρίων καὶ ἐξαγορεύεις τὸ παρανόμημα, καὶ δακρυρροεῖς καὶ γίνῃ Μανασσῆς δεύτερος. ἀλλ' οὐ δεκτά σοι τὰ δῶρα θεῷ, ἀλλὰ βδέλυγμα μὲν τὸ θυμίαμα, καὶ τὸ ὁλοκάρπωμά σου ὡς ῥάκος ἀποκαθημένης. καὶ σὺ μὲν δοκεῖς ἀπηλλάχθαι, ὁ δὲ δῆμος βοᾷ, καὶ τοῦ θείου σε βήματος τὸν σῦν ἀπελαύνει, καὶ θήγει τὸν δήμιον, κἀκεῖνος σχεδιάζει ἐλαύνων τὸν σίδηρον, καὶ σὺ κατὰ γῆς ἔρριψαι, καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς ἐφ' ἡμιόνῳ πομπεύεις, ὥσπερ ᾖς ἄξιος. Ἡ δὲ βασιλὶς αὖθις ἀνθεῖ, καὶ οὐ ζηλότυπος γίνεται κατά σε, ἀλλὰ κοινωνεῖ τῶν σκήπτρων τῇ ἀδελφῇ, καὶ οἷά τις σελήνη δᾳδουχεῖ τὰ ἀνάκτορα. δεῖται δὲ ἡλίου ἵνα λαμπροτέρου φανῇ μεταλαβοῦσα φωτός, καὶ κατὰ τοὺς ἐπιστήμονας ἀπὸ δύσεως τοῦτον ὁρᾷ προερχόμενον, οὐ λοξῷ πορείας σχήματι ὡς ἂν φυσικοὶ φήσαιεν, ἀλλ' ἀκλινεῖ καὶ ὀρθῷ. ὅθεν εἰς σύνοδόν τε ἐκείνῳ ἔρχεται καὶ παμφαὴς γίνεται, καὶ τὸ οἰκεῖον αὖθις οὐκ ἀπόλλυσι φῶς· οὐδὲ γὰρ ἡ μὲν πρόσγειον ἐλαύνει σφαῖραν, ὁ δὲ τὴν ὑπέργειον, ἵν' ὁ μὲν ἐς ἅπαξ, ἡ δ' ἐς δώδεκα κύκλους τὴν ἑαυτῆς ζώνην περιελίξηται, καὶ ἀποβάλῃ τὸ φῶς καὶ πάλιν ἐνδύσηται, ἀλλ' ἀεὶ τῷ λαμπρῷ τούτῳ φωστῆρι συμπεριοδεύουσα τηλαυγής ἐστι καὶ λαμπρά. Ἀλλὰ ταῦτα μέν, ὦ μέγιστε αὐτοκράτορ, πάρεργα τυγχάνει πονήματα, καὶ μόνον οἷα τῇ σῇ ἀκοῇ ἐντρυφήματα, ὁ δὲ λόγος ἐπί σέ τε χωρεῖ ἄνωθεν καὶ τῆς περί σε ἤδη ἱστορίας καὶ εὐφημίας ἀπάρχεται. καὶ πατρίδα μὲν καταλέγειν καὶ γένος εἰ καὶ τεχνικόν ἐστιν ὑπερβήσομαι, οὔτε γὰρ πρὸς ἀγνοοῦσαν ἀκοὴν φθέγγομαι, οὔτε τοῖς ἔξωθέν σε σκιαγραφῆσαι τὸν καθ' αὐτὸν ζωγραφούμενον βούλομαι. τοῦτο δὲ τοῦ σοῦ πρῶτον ἐπαίνου θεμέλιον τίθεμαι, ὅτι σοι τῆς μητρικῆς ῥαγείσης ὠδῖνος αὐγήν τινα τοῦ νικοποιοῦ τύπου διέλαμπε τὸ μεσόφρυον, οὐκ ἐκ τριχῶν αὐτοματισθεῖσαν, ἀλλ' ἔκ τινων οἶμαι ἀκτίνων σχηματισθεῖσαν ἡλιακῶν, οὕτως σοι ἅμα τῇ γενέσει τὰ ὑπὲρ γένεσιν καταμέμικτο, καὶ τὰ μέλλοντα προανεκηρύττετο πόρρωθεν, καὶ δι' ἑνὸς σχήματος ἀρχή σοι καὶ νῖκος ἐπρυτανεύετο, καὶ πρὸ τῶν σκήπτρων βασιλεὺς ἦσθα τροπαιοφόρος, καὶ πρὸ τῶν ἀνακτόρων ἀνακτορικῷ κοσμήματι λαμπρυνόμενος. οὕτως σοι οὐκ ἐκ λίθων ὁ σταυρὸς κατεσκεύαστο, ἀλλ' ἐκ θείων ἀκτίνων κατηύγαστο, οὐκ ἐν χρυσῷ στέμματι, ἀλλ' ἐν θείᾳ καὶ ἱερᾷ κεφαλῇ. σὺ δέ μοι ταῖς ἐν στήθεσι σεμνύνου θριξὶν ὅτι πτερῶν εἰκασίαν καὶ ῥάμφους διδόασι, καὶ τοῖς μητρικοῖς ἐπαγάλλου ὀνείρασιν οἷς πλάνη τις καὶ αὐτοματισμὸς ἕπεται ἄλογος. τούτου γὰρ τί τις μεῖζον ἂν εἰπεῖν ἔχοι καὶ τηλαυγέστερον; εἰ δὲ βούλει, τὰ μὲν σύμβολα ἄφες καὶ τὰ μηνύματα, ὅρα δέ μοι τὴν χάριν τοῦ σώματος ὅση, τὸ τῆς ψυχῆς κάλλος, καὶ ὡς πρὸς ἄλληλα ἤριζον καὶ θάτερον θατέρου ἡττᾶτο νικῶν. ἡ μὲν γὰρ ὀξεῖαν φύσιν προὐβάλλετο καὶ ἀγχίνοιαν, τὸ δὲ τὴν τοῦ προσώπου ῥοδωνιάν, τὴν τῶν ὀφθαλμῶν χάριν, τὴν τοῦ λευκοῦ πρὸς τὸ ἐρυθρὸν ἀνάχυσιν ἐφ' οἷς δεῖ καὶ ἀνάκρασιν, τὰς στιλβούσας ἀκτῖνας τῆς κεφαλῆς, οἷς τὸ μὲν ἐνίκα, τὸ δὲ οὐχ ἡττᾶτο. ἀλλ' ἄρα ὀξὺς μὲν ἦν καὶ ἀγχίνους, ὀξύρροπος δὲ καὶ δυσκάθεκτος τὴν ὀργήν, ἢ τοῦτο μὲν οὐχί, ἧττον δὲ σπουδαστὴς ὡς τῇ φύσει θαρρῶν, ἢ καὶ τοῦτο μὲν ἄκρος, ταχὺ δ' ἀποβάλλων ἃ μεμάθηκεν; οὐμενοῦν, κἂν Πλάτωνες ἀντιφθέγγωνται κηρούς τινας ἀναπλάττοντες τῇ ψυχῇ ὑγροτέρους καὶ σκληροτέρους, καὶ τύπους γραμμάτων σχολῇ μὲν ἐνσημαινομένους, σχολαιότερον δὲ διαρρέοντας. οὐ γὰρ οὕτως ὁ ἡμέτερος βασιλεύς. ἀλλὰ ταχὺς μὲν ἐγγράφων τῷ κηρῷ τῆς ψυχῆς τὰ μαθήματα, ποιούμενος δ' αὐτὰ ὥσπερ ἐγκαύματα ὡς μηδέποτε ἀπαλείφεσθαι. καὶ πρὸς μὲν ὀργὴν ἀκίνητος ὤν, πρὸς δὲ νοημάτων ἀνάληψιν γενναίᾳ καὶ εὐκινήτῳ τῇ ψυχῇ χρώμενος, καὶ οὐχ ὥσπερ ῥεῦμα ἐλαίου ἀψοφητὶ ῥέοντος κατὰ τὸν σὸν Θεαίτητον, ἀλλ' ὥσπέρ τι ὕδωρ σφοδρότατα ῥέον καὶ τῷ ὀξεῖ τῆς φορᾶς παρασύρον τὸ ἐνιστάμενον. καὶ σὺ μὲν τὸ εὐφυὲς τοῦτο θαύμαζέ μοι μειράκιον καὶ φιλοσοφίας, γεωμετρίας δὲ μᾶλλον, ἐπιμελούμενον, καὶ τὸν περὶ ἐπιστήμας ἀνακύκλει λόγον, καὶ διάστρεφε ὡς βούλει τὸ νόημα, καὶ πρόσπαιζε τῷ νέῳ ἀλλοτρίας δόξας ὑποκρινόμενος, καὶ ἐπαίνει τοὺς εἰδότας ἐν κύκλῳ μὲν ἐγγράψαι τρίγωνον, ἐν δὲ τριγώνῳ κύκλον. ἐγὼ δ' εἰ ἀπὸ τούτων βουλήσομαι τὸν ἐμὸν ἐπαινεῖν αὐτοκράτορα, ἀπὸ τῶν σκιῶν ἂν τὸν ἥλιον ἐπαινέσαιμι· οὐδὲ γὰρ ἡμέτερον, οὐδὲ θείου σκοποῦ ὅρους συντιθέναι πραγμάτων καὶ παίζειν ἐν οὐ παικτοῖς. Ὅθεν ἐπιστήμην μὲν οὐχ ὡρίζετο εἴτε ὡς αἴσθησις εἴτε ἄλλο τι, αὐτὸ δὲ τὸ ὑποκείμενον οὗπερ ὁ λόγος κατηγορεῖται ἠπίστατο, οὐ κατὰ τὴν Πρωταγόρειον δόξαν, ἀλλὰ κατὰ τὴν τῶν θείων χρησμῶν ἀλήθειαν. κύκλους δὲ γράφειν ἠπίστατο ἐν τῇ ψυχῇ τοὺς ἐξ ἀρετῶν, καὶ τούτοις τὴν ταύτης ἐγγράφων τριμέρειαν, οἷα τρίγωνον αὖθις μετήλλαττε, πῇ μὲν τὸ τριμερὲς τῇ τῶν καλλίστων πράξεων περιελίττων χρείᾳ, πῇ δὲ τὸ ἄλογον κοσμῶν τῷ λόγῳ, καὶ τὴν ἐπιθυμίαν πρὸς ἓν ἀπευθύνων τὸ ἐφετόν, καὶ τῇ τούτου δυνάμει τὰς ἀρετὰς ὁριζόμενος, καὶ τὴν ὑψηλοτέραν γεωμετρίαν ἀσκῶν. ἡ μὲν γάρ, ὡς καὶ Πρόκλος φησί, τὴν μέσην ἀπείληφε χώραν τῶν ἀμερίστων καὶ μεριστῶν καὶ ἔστι τι χρῆμα παράλογον καὶ σῶμά τι ἀσώματον. σὺ δὲ τὴν ἀσώματον ἐπετήδευες– κατὰ ψυχῆς γὰρ ἡ καταγραφή– καὶ γραμμὰς ῥητάς τε καὶ ἀλόγους ἐχάραττες. ἔστι γὰρ ἐν οἷς τῶν ἐπιτηδευμάτων οὐδὲ πρός τι ἐδέχου συγκριτικόν– τοῦτο γὰρ ἡ ἄλογος ὑπαινίττεται– βάσεις τε ὑπετίθεις, καὶ μεγέθη ἀνῳκοδόμεις ἀνάλογα, καὶ ταῖς κορυφαῖς εὐθείας τινὰς ἀπῃώρεις, ἵνα σοι στερρὸν τὸ δοκούμενον γίνεται. κἀντεῦθεν κινούμενος τοὺς ὁμοκέντρους καὶ ἑτεροκέντρους κύκλους ἠπίστασο, καὶ τὰς τῶν φωστήρων περιόδους ἠκριβολόγεις, εἴτε κατ' ἔκκεντρον εἴτε καθ' ὁμόκεντρον τὴν οἰκείαν ἀποτελοῦσι περιστροφήν, καὶ εἰ ἐπὶ τῶν κατεστηριγμένων ζωδίων κινοῖτο ὁ ἥλιος ἢ τοῦ ζωδιακοῦ κύκλου κατώτερον φέρεται, καὶ εἰ διαλλάττει τὴν κίνησιν, καὶ εἰ μὴ διαλλάττει, πῶς ἐνισοταχής ἐστιν. οὕτω σοι πάντα τῇ φύσει ἐσχεδιάζετο καθ' ὑψηλοτέρους μάλιστα λόγους καὶ κρείττονας· ὁμοκέντρους τε γὰρ κύκλους ὠνόμαζες οἷς ἡ αὐτὴ τοῦ καλοῦ καὶ πρώτη ἀφορμή· ἑτεροκέντρους δὲ τοὺς ἀπ' ἄλλης αἰτίας πράξεις ἑλίττοντας, καὶ φωστῆρας τοὺς καθ' ἡμᾶς ἐνεργητικοὺς λόγους νοῶν, ἑώρας ἰσοταχῶς μὲν κινουμένους, τὸ δὲ ἀνιὸν ταῖς παραχρήσεσιν ἔχοντας, καὶ ἐφ' ὕψους μὲν τοῦ νοὸς διατρέχοντας, ἔστι δ' ὅτε καὶ ὑποτρέχοντας, ὁπηνίκα τὰ ἄλογα τῆς ψυχῆς ὑπερνικῶσιν εἴδωλα. οὕτω πρακτικαῖς ἀλληγορίαις ἡρμήνευες τὰ νοήματα, καὶ ἥκιστα λόγου δεόμενος σκοπῶν ὑπανῆγες τοὺς τελουμένους πρὸς τὰ θειότερα. Τί οὖν ἐντεῦθεν; πάντες σοι προσεῖχον ὡς κρείττονι καὶ ἀπὸ σοῦ προεφήτευον. οὐ γὰρ μάτην ᾤοντο τοσαύτην σοι καταβεβλῆσθαι σύνεσιν, εἰ μή τι μεῖζον ὁ καταβαλλόμενος οἰκονομεῖν ἔμελλεν. ὅθεν ἐν τοῖς ἁπάντων ἔκεισο στόμασι, καὶ οὐδὲ ὑπνωττ ων ἀπῇς, ἀλλὰ κἀν τοῖς ὀνείρασι τούτοις παρίστασο ἢ ὑψιπετεῖ σκεπόμενος αἰετῷ ἢ στεφανηφορῶν ἢ λέουσι βασιλικώτατα φυλασσόμενος. Ἐπεὶ δὲ δεινὸς ὁ τηνικαῦτα τὰ σκῆπτρα διέπων Ῥωμαίων ὑποψίαν τε λαβεῖν καὶ τιμωρίαις εὐθὺς χρήσασθαι, πλανᾷ τοῦτον ὁ θεός, καὶ τὸν Ἰωσήφ σε ἀφεὶς τιμωρεῖται τὸν Ἰακὼβ τὴν χρυσῆν ἐκείνην καὶ θεοειδῆ ψυχήν. οὕτως σοῦ μᾶλλον ἢ τοῦ πατρὸς ἐφείδετο ὁ θεός, ἢ κἀκείνου μᾶλλον ἀρρήτοις τρόποις ἐκήδετο καὶ βασιλείαν ἡτοίμαζεν οὐρανῶν διὰ τῆς ἐνταῦθα κακώσεως. οὐκ ἔμελλες δὲ πάντῃ ἄβλητος τῷ φθόνῳ γενήσεσθαι, οὐδὲ τοὺς πάντων διαλαθεῖν ὀφθαλμούς, οὐδ' ἄνευ καμάτου καὶ πόνου τὸ τῆς βασιλείας γέρας λαβεῖν, ἵνα μὴ χάρις σοι τὸ πρᾶγμα δόξῃ, ἀλλὰ ἀντίδοσις. Ἐπεὶ γὰρ ὁ μὲν πατὴρ πρὸς τὸ θεῖον ἀπῆλθε βασίλειον, αὐτὸς δὲ οἷα νῦν φωστὴρ τοῖς συγκλητικοῖς διέλαμπες ἄστρασιν, ἡ δὲ βασιλεία Ῥωμαίων πρὸς φαύλους τινὰς μετέπεσεν ἄρχοντας, θείους μὲν ἀγνοοῦντας νόμους καὶ ὡς ἀμετάτρεπτα τῆς προνοίας τὰ δόγματα, ὑπερορίαν πρὸ τῶν ἄλλων καταδικάζῃ, καὶ νῆσός σε φαύλη, διά σε δὲ ὄλβιος Βαβυλὼν ἢ νέον Βυζάντιον, πολιοῦχον τάχα καὶ οἰκιστὴν δέχεται· καὶ γίνῃ κατάκριτος τῶν πάντων ὁ πρόκριτος, καὶ καρτερεῖς παροράσεις καὶ κακοπαθείας ἀνέχῃ, καὶ ὄρη τινὰ ἀνεπλάττου τοῖς λογισμοῖς ὑφ' οἷς κρυβήσῃ φυγών, καὶ σταθμὸν ἔσχατον ἐπεζήτεις, καὶ σχισμὰς πετρῶν ἐνενόεις, καὶ τὰς χρυσᾶς τέμνειν τρίχας προεθυμοῦ, καὶ τοῖς συμβόλοις ἐπεμέμφου, καὶ τῶν πλεονεκτημάτων κατεβόας τῶν σῶν. ἀλλ' ἄρα, ὦ θεία καὶ βασιλικὴ κεφαλή, τούτοις ἀλύων τοῖς λογισμοῖς ἔσχες τὸν θεραπεύοντα καὶ λόγοις παρηγοροῦντα τῆς ψυχῆς τὸ λυπούμενον, καὶ ἱστορίαις καὶ παραδείγμασι πρὸς τὸ εὔθυμον ἐπανάγοντα; ἢ καὶ τοῦτο μετὰ πάντων τὸ ἀπαραμύθητον ἐκαρτέρεις; αἴθε παρῆν ἐγὼ τῇ νήσῳ, αἴθε συμπαρεκαθήμην ὀδυνωμένῳ καὶ σκυθρωπάζοντι, καὶ τὸ δύσθυμον ἀπήλαυνον πρὸς τὸ εὔελπι, τὴν τοῦ Ἰωσὴφ καταλέγων αἰχμαλωσίαν, τὴν εἱρκτήν, τὰ δεσμά, καὶ ὡς ἐκ τῶν ἐναντίων τὸ τῆς βασιλείας αὐτῷ κράτος περιεγένετο, πρὸς τούτοις τὴν ἐν ποιμνίοις ζωὴν τοῦ Δαβίδ, τὴν δίωξιν, τοὺς πολλοὺς ἐκείνους κινδύνους οἷς οὐχ ἥλω περιπεσών, καὶ τὰ λοιπὰ τῶν βασιλέων τοιουτότροπα παραδείγματα. ἆρα δὲ μετὰ τοὺς πολλοὺς στεναγμοὺς οὓς ἔστενες, μετὰ τὴν τῶν δακρύων ῥοήν, οὐκ ηὐγάζετό σοι παρὰ θεοῦ ἡ ψυχή, οὐδ' ἐφαρμάσσετο εὐσυμβόλοις ὀνείρασι τὰ παθήματα ἤ τισιν ἄλλαις ὁράσεσι; μὴ ἀποκρύψῃς τὸν λόγον, ὦ βασιλεῦ· περιβόητον γὰρ τὸ γεγονὸς γέγονε καὶ παρὰ πᾶσιν ᾄδεται στόμασιν. εἰ δὲ σὺ σιωπᾷς, ἐγὼ τοῦτο κεκράξομαι. Πρὸς οὐρανὸν εἶχες τὰ ὄμματα, καὶ τὴν ποικίλην τῶν ἄστρων χορείαν ἐθαύμαζες, καὶ τὸν δημιουργὸν ἀνύμνεις θεόν. τάχα δή που καὶ διηπόρεις ταῦτα δὴ τὰ ζητούμενα, πέπηκταί που τὰ ἄστρα ἢ ἀπῃώρηται, ταὐτομεγέθη πάντα καὶ ἰσοφανῆ, ἢ τὰ μὲν ἐλάττονα, τὰ δὲ μείζονα, ἐπιμήκη ἢ κυκλικά, πολλῷ ἀπέχοντα τῷ διαστήματι ἢ πλησιάζοντα; τὰ πλείω τούτων καὶ τῆς γῆς μείζω ὡς Ἀριστοτέλης φησίν, ἢ κέντρῳ τινὶ πρὸς ἐκείνην τὰ πάντα ἔοικεν; ἔπειτα πρὸς ἓν τούτων πήξας τὸν ὀφθαλμόν," 1νῦν" 2, ἔφης," 1γνώσομαι εἰ κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε κύριος ἔσται μοι" 2, καὶ σύμβολον τῆς βασιλείας τὴν ἐκείνου κίνησιν καὶ ῥίψιν ποιεῖς καί, ὢ τῶν ἀρρήτων σου κριμάτων κύριε, ὢ τῆς πάντα νοῦν ὑπερεχούσης σου σοφίας καὶ δυνάμεως, ἀκοντίζεται τὸ ἄστρον εὐθὺς ἐξ οὐρανοῦ ὥσπερ τινὸς ὤσαντος καὶ κενὸν ἀφῆκε τὸν τόπον ἐφ' οὗ βεβηκὸς ἦν, καί σοι τὸν οἰωνὸν δέδωκε τηλαυγέστατον. καὶ μή μοι κενοφώνει φυσικώτατα, Ἀριστότελες, ὡς τῶν ἄστρων οὐδὲν τὴν οἰκείαν ἕδραν ἀφίησιν· ἀλλ' αὐτὰ δὴ τὰ δοκοῦντα δίκην ῥεύματος χεῖσθαι καὶ φέρεσθαι τοῦ αἰθερίου πυρός εἰσιν ἀποσπάσματα πρὸς τὸ κάταντες. φύσεως γάρ μοι λέγεις ἀκολουθίαν καὶ οὐκ ἀπορρήτου δυνάμεως ἀποτέλεσμα. φύσει μὲν γὰρ τὰ ἄστρα οὔτε ῥιπτεῖται, οὔτε πρὸς τὸ κάταντες φέρεται, ἀλλ' ὅταν δόξῃ τῷ δημιουργήσαντι λόγῳ καὶ σβέννυται καὶ ἀπόλλυται καὶ τῆς οἰκείας περιόδου ἐξίσταται. οὐ παύεται ὁ ἥλιος τῆς κινήσεως, ἀλλ' ἔστη ποτὲ κατὰ Γαβαὼν ἵν' ὁ Ἰσραὴλ νικήσῃ καὶ πανωλεθρίᾳ φονευθῇ τὸ ἀλλόφυλον. ἀλλὰ τοῦτο μὲν οὕτως, καὶ μάρτυρες πολλῶν ὀφθαλμοί, καὶ πρὸ πάντων σύ· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσιον. Κυροῦται κατὰ σοῦ παρὰ τῶν πονηρῶν ἡγεμόνων πονηρότατον βούλευμα. πῶς εἴποιμι τοῦτο; πῶς καρτερήσω λαλῶν; ἐκκοπὴ τῶν σῶν ὀφθαλμῶν τὸ βουλευθὲν ἦν, ταὐτὸν δὲ εἰπεῖν σβέσις τῶν οὐρανίων φωστήρων καὶ σύγχυσις τοῦ παντός. ὁ δήμιος εὐτρεπής, ἡ ναῦς ἕτοιμος, τὸ πνεῦμα ἐπίφορον, τὸ ἱστίον ἐπτέρωτο, ἐπὶ μέσου πελάγους τὸ σκάφος, ἐν ἐλπίσι τε ὁ λιμήν, καὶ ὁ σίδηρος ἐν χερσί. τί οὖν γίνεται; αἰθρίας ὥς φασι οὔσης, ἐπεισβάλλει ἄφνω ἀπαρκτίας λαμπρός, καὶ θαυματουργεῖται πρᾶγμα μεῖζον λόγου καὶ ἐνθυμήματος· ἐγείρεται ἐφ' ὕψους ἡ θάλασσα, ἀνάγει τὴν ναῦν ἐπὶ μετέωρον, ἔπειθ' ὑποδραμόντος τοῦ κύματος εἰς χάσμα διαρραγεῖσα αὐτοῖς ἱστίοις καὶ οἴαξιν ἀναρροιβδήσασα ὥσπερ ἄμπωτις τοῖς βάθεσιν ἐναπέκρυψε. τί οὖν τούτου μεῖζον ἂν ἢ θαυμασιώτερον γένοιτο τῆς περί σε τοῦ θεοῦ προνοίας τεκμήριον; σὺ δέ μοι σκυθρώπαζε καὶ κατηφὴς ἔσο καὶ ἀπογίνωσκε, καὶ τὴν Σιὼν περινόει ἢ τὸ Καρμήλιον ὄρος ἵν' ἐκεῖ κρυβήσῃ γενόμενος. διὰ ταῦτα γάρ σοι τὸ ἄστρον ἐχεῖτο, ὁ ἀπαρκτίας ἐσχεδιάζετο, ἡ θάλασσα ἵστατο, ἡ ναῦς ἐβιάζετο, ὁ δήμιος ἐβυθίζετο, ἵνα σὺ τὴν ἔρημον οἰκήσῃς καὶ γένῃ ὡς στρουθίον μονάζον ἐπὶ δώματος; ἀλλὰ μέλλει τὰ γενησόμενα. τοιοῦτόν ἐστι τὸ θεῖον· οὐκ εὐθὺς ἃ ὑπισχνεῖται δίδωσιν, ἀλλὰ τὰς μὲν ἐπαγγελίας οὐκ ἀναλύει, δοκιμάζει δὲ τὴν προαίρεσιν καὶ τὸ μακρόθυμον ἀποδέχεται. ἐπράχθη ταῦτα, καὶ ὁ οὐρανὸς καὶ ἡ θάλασσα τῆς τοῦ θεοῦ βουλῆς ᾔσθετο, ὁ δὲ τετράρχης Ἡρώδης ἐτύφλωττε, καὶ τὸν ἄνεμον ᾐτιᾶτο σφοδρότερον τῇ νηῒ ἐπαρράξαντα. Εἶτα τί; πληροῖ τὸν τῆς ζωῆς ὅρον ὁ βασιλεύς, ἀνίσταται ἕτερος ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ τοῦ αἵματος, εὐθὺς ἀχαριστεῖ πρὸς τοὺς εὐεργέτας, τὸ πολύαρχον εἰς μοναρχίαν κατακλείει τυραννικήν, κακοῦ κακὸν ἀλλαξάμενος. οὐχ ἡσυχάζει ἡ δίκη, ἀνάπτει τοὺς ἄνθρακας, πέμπει τὸ βέλος, πίπτει ὁ πονηρός, συμπίπτει πᾶν εἴ τι σφαλερώτατα ὑπηρείδετο. λάμπει καὶ αὖθις ἡ βασιλίας, καὶ ἦν σελήνη μὴ ἔχουσα ἥλιον. γῆς ἐζητεῖτο φωστήρ, καὶ τοῦτον εἶχέ σε ἡ Μιτυλήνη· τριήρεις οὖν σοι εὐθὺς ἐπέμποντο καὶ τὰ παράσημα τῆς ἀρχῆς. ἡ δὲ πόλις αἰσθομένη τοῦ πράγματος ἆρ' ἐκαρτέρησεν, ἢ μερισθεῖσα ταῖς γνώμαις ἐφ' ἡμισείας σοι προσερρύη καὶ προσυπήντησεν; οὔμενουν· ἀλλὰ πᾶσα χυθεῖσα τῆς σῆς θέας ἀπέλαυε, καὶ δεσπότην ἐκάλει, καὶ κατήπειγε τὴν εἰσέλευσιν. γίνεται οὖν φωστήρων ἐπὶ γῆς σύνοδος, καὶ ἀντιλάμπεις φανεὶς τῇ σελήνῃ, καὶ δεικνύεις ὅσον ἀμφοῖν τοῦ φωτὸς τὸ διάφορον. Εὐθὺς οὖν οὐχ ἡδοναῖς σεαυτὸν δέδωκας, εἰ μή πού τις ἡδονὰς λέγει τὰς πρὸς τὸ ὑπήκοον χάριτας καὶ τῶν εὐεργετημάτων τὸ ἄφθονον· τοῦτο γάρ σοι καὶ ψυχαγωγία καὶ θυμῆρες ἐντρύφημα. οὐδὲ γὰρ ἅπαξ ἀνοίξας τοὺς θησαυροὺς αὖθις συνέκλεισας, ἀλλὰ μᾶλλον ἐπεμβάλλεις τῷ ῥεύματι, καὶ τοὺς κρουνοὺς αὔξεις, καὶ κατακλύζεις τοὺς ἐπαντλοῦντας, καὶ γίνῃ χρυσόρειθρος Πακτωλός, καὶ οὐ βασκαίνεις τοῦ νάματος τοῖς ἀρύουσιν. οὐ γὰρ ὥσπερ ἕτεροι μεταποιεῖς τὰ βασίλεια, καὶ καινοτομεῖς τὰ πολλὰ πράγματα, καὶ νέους καθιστᾷς τῶν δημοσίων ἐπιμελητάς τε καὶ σπουδαστάς, ἵν' ἐκπλήξῃς ταῖς μεταποιήσεσι, καὶ ὕποπτος δόξῃς πρὸς ἅπαντας καὶ καινοποιός, ἀλλὰ τηρεῖς μὲν ἀδιάπτωτον τὸ σχῆμα τῆς πολιτείας, οὐ μεταλλάττεις δὲ τοὺς τῶν κοινῶν φροντιστάς, μᾶλλον μὲν οὖν λαμπρύνεις, καὶ ταῖς προσούσαις δόξαις τε καὶ τιμαῖς ἑτέρας προστίθης, καὶ ὅσα ταῖς τῶν ἀνέκαθεν βασιλέων κατὰ μέρος κατεκοσμήθησαν εὐκλείαις τε καὶ λαμπρότησι διὰ μιᾶς φιλοτιμίας τῆς σῆς ἐς ἅπαξ γεγονυίας ἀπέκρυψας. Ἀλλ' ἴσως ψυχὴ μέσως ἔχουσα πονηρίας καὶ ἀρετῆς, καὶ μὴ τὴν θατέραν τοῦ κακοῦ ἕξιν ἄμικτον φέρουσα, οἷς εὖ πάσχει καὶ φιλανθρώπων τυγχάνει, ταπεινοῖ μὲν τὸ κακόηθες, τὸν δὲ εὐεργέτην κηρύττει, καὶ πρὸς τὰς ἐκείνου οὐκ ἐξαγριαίνεται χάριτας. εἰ δέ τίς ἐστι μόνον κακός, ἐχιδνῶν που πάντως τε γέννημα, κἂν θάλασσα τούτῳ ῥαγῇ, κἂν πέτρα βλύσῃ κρουνούς, κἂν ποταμὸς πεδήσῃ τὰ ῥεύματα, κἂν ἐξ οὐρανοῦ κατενεχθῇ τροφὴ δαψιλὴς καὶ αὐτόματος, κἂν εἰς μαθητείαν κληθῇ καὶ πνεύματος μυστηρίων ἀξιωθῇ, οὐ λογίζεται τὰς εὐεργεσίας, τοῦ δοτῆρος καταγογγύζει, μόσχον αὐτοματίζει θεόν, καὶ ζητεῖ πλησμονὰς ἑτέρας, ἢ δυσμεναίνει τῷ διδασκάλῳ, καὶ νιπτόμενος οὐ καθαίρεται, ἀλλὰ μᾶλλον ῥυπαίνεται, καὶ προδίδωσι, καὶ τιμὴν λαμβάνει τοῦ ἀτιμήματος, καὶ μεταμέλεται μέν, ἀπογινώσκει δέ, καὶ τῇ κακίᾳ συναποθνήσκει ὥσπερ ὁ παλαιὸς Ἰὴλ καὶ ὁ ἐκείνου βλαστός. ὧν εἷς καὶ ὁ καθ' ἡμᾶς ἐγεγόνει Δαθὰν ἢ Ἀβειρὼν τὴν προαίρεσιν, τὸ τῆς ἑῴας ἕσπερον θρέμμα καὶ ζοφερόν, ὁ τῆς ἀπωλείας υἱός, ἡ πρόδρομος τοῦ Ἀντιχρίστου ψυχή, ἐκ τῶν αἰσχίστων καὶ ὧν ἐνθουσιαστικώτατα ἐμεμήνει γνωριζόμενος καὶ καλούμενος, ὁ Ἀσσύριος νοῦς, ἡ ἐπηρμένη φύσις καὶ ὑπερήφανος, ὁ τοῦ σκότους προστάτης, ὁ τὸν αὑτοῦ μὲν θρόνον ἐπὶ τῶν νεφελῶν θεῖναι διανοηθείς, ἀντιταχθῆναι δέ σοι τῷ υἱῷ τοῦ ὑψίστου ἀλαζονικώτατα βουληθείς, καὶ ἀντὶ τοῦ ἑωσφόρος καλεῖσθαι σκότος ἤ τι ἄλλο τῶν ζοφωδεστέρων γενόμενος καὶ λεγόμενος. Καὶ τούτῳ καὶ πέτρα ἔβλυσε νάματα, ἡ στερρὰ τοῦ βασιλέως ψυχὴ εὐεργεσίας καὶ χάριτας, καὶ ἡ πᾶν εἴ τι καλὸν βλύζουσα γῆ ἤνοικτο εἰς κατοίκησιν. τί δὴ λέγω; τούτῳ τῷ πονηρῷ καὶ ἀνοσίῳ τὰ κράτιστα τῶν ἡμετέρων ταγμάτων τε καὶ δυνάμεων ὥσπερ τινὶ σατράπῃ ἢ πρωτοστρατήγῳ ὑπέκειτο. οὐ διὰ μέσων ἑτέρων τὰ τοῦ βασιλέως διεπορθμεύοντο δόγματα ὥς που τῷ ἐκείνου πατρί, ἀλλ' εἴπερ ἐβούλετο, αὐτόπτης τε ἂν ἦν ἀεὶ τοῦ ἀνακτορικοῦ βήματος καὶ τῶν θείων θεσπισμάτων αὐτήκοος· ἀλλ' οὐκ ἐβούλετο. ἀλλὰ κινεῖ μὲν Ἰταλίαν πᾶσαν καθ' ἡμῶν ἧς ἄρχειν κατεδικάσθη– οὕτω γὰρ ἐγὼ τὴν ἐκείνου ζώνην καλῶ– ὑποσπᾷ δὲ καὶ τῆς παλαιᾶς Ῥώμης οὐκ ὀλίγην ἱππικήν τε καὶ πεζικὴν δύναμιν, συνάπτει τούτοις καὶ τῆς ἑῴας τὸ κράτιστον στράτευμα, καὶ τῆς Ῥωσικῆς μοίρας οὐκ ἐλάχιστον, καὶ ἀνυπόστατος τοῖς πλήθεσι γίνεται καὶ ταῖς εἰς τὸ πολεμεῖν ἐμπειρίαις. ὅθεν κατατολμᾷ τοῦ πελάγους, ἐν τοῖς τῶν Βουλγάρων ὁρίοις γίνεται, καὶ φόρων ἀνέσεις εὐθὺς πρυτανεύεται. συμβάλλει τῷ τῆς δύσεως στρατηγῷ, νικᾷ, τροπαιοφόρος ἐπάνεισι, σοβαρώτερος τῷ εὐτυχήματι γίνεται, καὶ τὰ τοῦ Καπανέως μιμεῖται. τί τὰ ἐπὶ τούτοις; συλλέγεται τὰ ἡμέτερα τάγματα ἐκ παντὸς ἔθνους καὶ πόλεως, ἵσταται εἰς συνασπισμόν, οὐκ Αἴλιον εὐτυχοῦντα στρατηγόν, οὐ Περσέα, οὐ Βροῦτον, ἄνδρας θυμοειδεῖς καὶ θρασεῖς, ἀλλά τινα Γερήνιον Νέστορα ἢ Ὀδυσσέα τὸν ποικιλόφρονα, οἷς ἀντὶ ξίφους ὁ νοῦς, ἀντ' ἀσπίδος ὁ λογισμός, ἀντὶ θυρεοῦ τῶν μηχανῶν αἱ κατασκευαί. ταῦτα δὴ τὰ ὅπλα ἐκεῖνος ὥπλιστο, τούτοις πρὸς τὸ ἀντίπαλον ἀντετάττετο, βουλευόμενος, μηχανώμενος, διεγείρων λόγοις παρακλητικοῖς τὸ στρατόπεδον, ἐλαύνων τὸν ἵππον διὰ παντὸς τοῦ στρατεύματος, αὐτὸς τῶν ὅλων προκινδυνεύων. Εἶτα τί; κλέπτει τὴν ἔφοδον ὁ ἐχθρός, ἀναφαίνεται σὺν μυριάσιν ἱππέων, συρρήγνυται ταῖς ἡμετέραις δυνάμεσιν αὐτὸς καὶ στρατηγῶν καὶ μαχόμενος– καὶ γὰρ ἦν κατ' ἀμφότερα ἀμφιδέξιος– φόνον πλεῖστον εἰργάζετο, νικᾷ τῷ πλείονι μέρει. τί γὰρ δεῖ μηκύνειν δὶς περὶ τῶν αὐτῶν ἐγγράφοντας; κατὰ τοῦ χάρακος ἵεται, ἐπὶ τὸν ἡμέτερον βουληφόρον ὁρμᾷ, οὐ τὴν τοῦ πολέμου ῥοπὴν ὑποπτήξαντα, ἀλλ' ἀπτόητον ἑστηκότα καὶ ἄτρεστον, καὶ τὸν στρατὸν διεγείροντα. γίνεται οὖν πρᾶγμα παράδοξον· πίπτει νεκρὸς ἄβλητος ὁ ἐχθρός, ὥς τινος ὤσαντος ἢ καιριώτατα πλήξαντος. καὶ παρευθὺ κλίνει τὰ τῆς μάχης, συνίσταται τὸ διαρραγέν, θυμοῦται τὸ φοβηθέν, νικᾷ τὸ ἡττώμενον. Ὁρᾷς, ὦ βασιλεῦ, οἷα τὰ σά, οὐκ ἀκολουθίᾳ δουλεύοντα, ἀλλ' ὑπὲρ φύσιν καὶ λόγου τυγχάνοντα δύναμιν. τί οὐκ ἂν εἶπεν εἰ παρῆν Ὅμηρος νῦν; πόσας ἄν μοι δοκῇς Ἰλιάδας συνθεῖναι καὶ παραδοξότερον φθέγξασθαι τὰ παράδοξα; ὃς γὰρ Ἀχιλλέως τὸν Ἕκτορα τρώσαντός τε καὶ κτείναντος, ὡς αὐτὸς διαρρήδην βοᾷ, τῇ Ἀθηνᾷ τὸν φόνον χαρίσασθαι οὐκ ἐφείσατο, ποίαν οὐκ ἂν ἐντεῦθεν παραδοξολογίαν ἐκίνησεν; ἀλλ' ἡμεῖς γε οὐκ οἴκοθεν ἀναπλάττειν βουλόμεθα, οὐδ' Ἀθηνᾶς τινας προσάγειν τῷ λόγῳ καὶ πλάνας ἐπικυκλεῖν τοῖς συγγράμμασιν, ἀλλ' αὐτὰ δή που φθεγγόμεθα ἃ πάντες ἤκουσάν τε καὶ ἐθεάσαντο. οἱ μὲν γὰρ ἄστρον τι τῶν ἀσυνήθων ἐπὶ τὴν κεφαλὴν εἶδον χυθὲν τοῦ ἐχθροῦ καὶ θροῆσαν αὐτόν, τοῦ φωστῆρος ἀκμὴν τὸν δυτικὸν οὐχ ὑπελθόντος ὁρίζοντα· οἱ δ' αὐτοῦ βοῶντος ἐπῄσθοντο," 1ὑφ' ἱππότου τέτρωμαι, ἱππότης με ἀναιρεῖ, ἱππότης με πλήξας καιρίως ἀπῆλθεν· ἵππος αὐτῷ καὶ ἐσθὴς τὰ πάντα λευκά." 2 ἐγὼ δὲ οὐκ ἄλλο παρὰ τὸν ἱππότην τὸ ἄστρον φημί, ἀλλ' ἄγγελον μὲν εἶναι τὸ φανὲν τίθεμαι, διττὴν δὲ παρασχεῖν φαντασίαν, ἵνα καὶ τὸ λαμπρὸν παραστήσῃ τῆς φύσεως καὶ τὸ οἰκεῖον σχῆμα τῷ πολέμῳ ἐνδείξηται. τοῦτό σοι τάχα τὸ ἄστρον καὶ πάλαι ἐθεᾶτο ἐν οὐρανῷ καὶ διστάζοντί σοι ἐπιστοῦτο τὸν λογισμόν, τοῦτο καὶ αὖθις κατ' εὐθεῖαν τοῦ δυσμενοῦς ἔστη τῆς κεφαλῆς, διαπρυσίως τὴν κρείττω συμμαχίαν φθεγγόμενον. Γεγόνασι πολλάκις, ὦ βασιλεῦ, ἀνελπίστων πραγμάτων μεταβολαί, ἀλλ' οὐκ ἐπισημήναντος οὕτω τοῦ κρείττονος, εἰ μή πού τις τὰ Ἰσραηλιτικὰ φήσειε κατορθώματα, οἷς ἐγὼ τὰ σὰ ἀντιθεῖναι οὐκ ἂν ὀκνήσαιμι. διέστη τοῖς Ἰσραηλίταις ἡ Ἐρυθρά, καὶ ποσὶν ἀβρόχοις ἐπεζεύθη ἡ ἄβατος, ἐταράχθη καὶ διά σε κύμασιν ἀνελπίστοις ἡ θάλασσα, καὶ ἄνεμος ἐσχεδιάσθη μὴ προσδοκώμενος. συνεκαλύφθη τοῖς κύμασι τὸ Αἰγύπτιον αὐτοῖς ἵπποις καὶ ἅρμασι καὶ ὅπλοις πολεμικοῖς {βυθοῦ}, κἀνταῦθα γέγονεν ἀνὴρ διὰ σοῦ τιμωρὸς παρανάλωμα. στῦλος ἐκεῖ πυρός, ἄστρον ὧδε ἐξ οὐρανοῦ. χειρὸς ἐκεῖ ἔκτασις μυριάδας ἐτρέπετο, καὶ ὧδε ἱππεύων ἄγγελος περιφανεστέραν νίκην εἰργάζετο. ἔχω τι πλέον εἰπεῖν τῶν θαυμασίων ἐκείνων· ἐν τύποις ἐκεῖ καὶ εἰκονίσμασιν ὁ σταυρός, ὄφις χαλκοῦς ἐπ' ἰθυτενοῦς στηλιτευόμενος ἐπιδόχμια, καὶ ξῦλον γλυκαῖνον ὕδωρ πικρόν, καὶ αὖθις ἕτερον σίδηρον ἐξ ὕδατος ἀνιμώμενον, ἐνταῦθα δὲ δακτύλῳ θεοῦ γεγραμμένον ἐν οὐρανῷ ὥς που πάλαι τῷ σοι ὁμωνύμῳ καὶ βασιλεῖ, ᾧ σε καὶ παραβάλλω, καὶ φειδοῖ τοῦ ἀνδρὸς οὐχ ὑπερτίθεμαι, ἀλλὰ τὸ ἶσόν σοι δίδωμι, τιμῶν κἀνταῦθα τὸν αὐτοκράτορα· ἀμφοτέρων γὰρ τὴν αὐτὴν δύναμιν ὑπεσήμηνεν ὁ βασιλεύσας θεὸς καὶ ταῖς αὐταῖς παραδοξοποιΐαις ἐλάμπρυνε. Καὶ ταῦτα μὲν τὰ σὰ οὕτως, ὦ βασιλεῦ, πᾶσαν τέχνην καὶ μεγαλοφυΐαν ῥητόρων ὑπερεκπίπτοντα. τὰ δ' ἡμέτερα οἷα; ἀπερρίμμεθα, καταπεφρονήμεθα, μὴ κακίσῃς εἰ καὶ τοῦτο φήσω, οἱ τῆς γνώσεως τρόφιμοι, οἱ τῆς σοφίας ἐθάδες, οἱ τῶν μουσῶν θιασῶται. ὁ μέν τις βέλει τὸν ἐχθρὸν ἔπαισεν, ἢ μόνον τὸ δόρυ ἐπετείνατο καὶ τὰς πρώτας ἔχει τιμάς· ἄλλος τὸ εὔγνωμον μέχρι σχήματος ἐνεδείξατο, καὶ τὸ τοῦ πλούτου ῥεῦμα τούτῳ ἔρρευσεν ἄφθονον. ἡμεῖς δὲ λόγοις κηρύττομεν, εὐφημίαις βάλλομεν, οἷς ἔχομεν θεραπεύομεν, καὶ μόγις που ῥανίδα ἐλέους δεχόμεθα. ἀλλὰ πάλιν τὸν αὐτὸν λόγον ἐρῶ, μὴ κάκιζε τὴν παρρησίαν, ὦ βασιλεῦ, τόκος ἐστὶν ὀδυνωμένης ψυχῆς. πόθεν Ῥωμῦλοι κηρύττονται, πόθεν Βροῦτοι καὶ Αἴλιοι, Ἀντίοχοι τε καὶ Σέλευκοι καὶ Ἀλέξανδροι; οὐκ ἐκ λόγων, οὐκ ἐκ συγγραμμάτων; οἱ δὲ συγγράφοντες πόθεν εἰς συγγραφὰς ἐκινήθησαν; οὐκ ἐξ ὧν εὖ ἔπασχον; οὐχὶ Διόνυσος Ἑλίκῳ τῷ Κυζικηνῷ ἡλίου προειπόντι ἔκλειψιν ἀργυρίου τάλαντον ἐδωρήσατο; ὁ δ' αὐτὸς καὶ Πλάτωνι μικροῦ δεῖν ὡς θεῷ προσεῖχε, τοῖς τῆς φιλοσοφίας τοῦτον ἠθικοῖς προβιβάζοντι; πόσους ἄν μοι δοκῇς, εἴπερ βούλει, ἀπογεννήσειν Πλάτωνας νῦν, πόσους Ὁμήρους; εἰ δὲ μὴ τοιούτους διὰ τὸ τοὺς ἄνδρας πάντων ὑπεξῃρῆσθαι, ἀλλὰ πόσους Μητροδώρους, πόσους Φοιβαμώνας; καὶ οὐ τοῦτο λέγω, βασιλεῦ, παντὶ συγγράφοντι τὰς τοῦ ἐλέους ὑπανοίγειν πηγάς, ἵνα μὴ τῆς αὐτῆς ᾖ τιμῆς ὁ χείρων τῷ κρείττονι, ἀλλὰ δοκιμαζέσθωσαν τὰ συγγράματα ὑπὸ πολλαῖς ἀκοαῖς, καὶ ὅτῳ ἂν δοθῇ τὸ ἐξαίρετον ἐκείνῳ οἱ τῆς σῆς βασιλείας θησαυροὶ ἀνοιγέσθωσαν. Ἔχεις, ὦ βασιλεῦ, κριτὰς λόγων. πολλούς, μούσας αὐτόχρημα, οὗτοι κρινέτωσαν τὰ ἡμέτερα, οἱ δ' ἄλλοι τὸν ἄρνα καθ' ἁρμὸν διαιρείτωσαν. αἰσχύνομαι γὰρ οὐ κανόνι κανονιζόμενος. ἔχε τὰς τῶν τιμῶν ἀμοιβάς, ἔα με καὶ πάλιν πένεσθαι, δίδου τὰς τῶν ἐπαίνων, καλοίμην παρά σοι συγγραφεὺς πρόκριτος, καὶ πάλιν ἐν μοίρᾳ εἴην τῶν δυστυχῶν. ὁ δὲ βασιλεύσας σε καὶ λαμπρύνας θεὸς αὐτός σοι καὶ προσθείη τοῖς ἔτεσι, καὶ τὴν ἐκεῖθεν βασιλείαν χαρίσαιτο τὴν ὄντως ὑψηλήν τε καὶ ἀκατάλυτον. 3 Τῷ αὐτῷ βασιλεῖ Μέγιστε βασιλεῦ, τὸν ὁρατὸν τοῦτον κόσμον, τὸ μέγα τοῦ θεοῦ δημιούργημα, συμπληροῖ μὲν καὶ ἥλιος καὶ ἀστέρων χορὸς καὶ γῆ καὶ θάλασσα, μέρη μέγιστα τυγχάνοντα τοῦ παντός, συμπληροῖ δὲ καὶ θάμνος καὶ πόα καὶ λίθος βραχὺς καὶ εἴ τι ἄλλο τούτων πέφυκεν εὐτελέστερον. οὕτω τοιγαροῦν καὶ τῆς τῶν σῶν ἀρετῶν εὐφημίας μέρος μὲν καὶ μέγιστον καὶ θαυμασιώτατον ὁ τῆς σοφίας καθηγεμών· ἔπειτα δὲ ἄλλος ἐπ' ἄλλῳ συντελεῖ πρὸς τὴν λογικὴν ταύτην ὁλότητα· βραχὺ δέ τι κἀγὼ μέρος τῶν σῶν ἐπαίνων εἰμί, ὥσπερ ὅλου λόγου λέξις ἡ συλλαβή. διὰ τοῦτο οὐδὲ κομπάσας ἐρῶ, οὐδ' ὥσπερ οἱ τὴν ῥητορικὴν τέχνην δεινοὶ ἀπὸ τῶν ἔξωθεν κόσμων τὸ ἐγκώμιόν σοι προσερανίσομαι, ἀλλὰ ταὐτόν σε βλέπων ἐφ' ἑαυτοῦ οὕτω σοι τὸν ἔπαινον πλέξομαι. Σὺ τοιγαροῦν, ὦ βασιλεῦ, ἀπ' αὐτοῦ τοῦ κράτους τὰς βασιλικωτέρας τῶν ἀρετῶν ἐργαζόμενος, ὥσπερ τινὰ πύργον ἀπὸ γῆς εἰς οὐρανὸν οἰκοδομῶν, προσθήκαις ἀεὶ κρείττοσιν ἐπαυξάνεις, καὶ μᾶλλον βασιλικώτερος φαίνῃ καὶ μεγαλοπρεπέστερος. πλούτου γὰρ καὶ εὐτυχίας τοὺς θησαυροὺς ὑπανοίξας, ἐπίσης τε ἡμᾶς κἀκείνους φαίνῃ πληρῶν. ὥσπερ γὰρ ἄπλετος θάλασσα ἐσαεὶ ῥέουσα πλήρης ἀεὶ πέφυκεν, οὕτω δὴ καὶ σύ, βασιλεῦ· ὅσῳ μᾶλλον ἐπιρρεῖς ἡμῖν τὰς εὐεργεσίας ἀφθόνως, τοσοῦτον αὐξάνεις πληρούμενος. ἐντεῦθεν δὲ οὐδεὶς ἀπολέλειπται τοῦ τοιούτου πλούτου τῆς ἀγαθότητος, ἀλλὰ καὶ ὁ τὸν λόγον λαμπρὸς καὶ ὁ τὴν τέχνην ἄσημος καὶ ὁ τὴν γλῶσσαν δεινὸς καὶ ὁ τοῖς λόγοις μὴ προσωμιληκώς, οἵ τε προσεχεῖς καὶ οἱ πόρρω ξύμπαντες ὁμοῦ ἀπὸ τῶν σῶν ναμάτων πεπώκασιν. ὃ οὐδεὶς ἂν εὕροις διερευνώμενος ἐπὶ τῶν πρώην καιρῶν γεγονός, ἀλλ' εἴ τινας τῶν πάλαι βασιλέων φύσις φιλότιμος πρὸς τὸ εὐεργετεῖν παρεσκεύασε, τοῖς ἐντὸς τοῦ βήματος τὴν τοιαύτην ἀρετὴν περιώρισεν. οἱ δ' ἐπὶ τῶν καθέκαστα πόλεων οὐδὲν ἧττον ἢ πρότερον πάντων ἐστέρηνται, ἀλλά σε καὶ ὁ ὑπερβόρειος ἔγνωκε μὴ ἰδὼν καὶ ὁ ἑῷος καὶ ὁ ἑσπέριος. καὶ πᾶσι μὲν ἐγχεῖς τὴν εὐεργεσίαν ἄφθονον, μάλιστα δὲ ὅσοι περὶ τοὺς λόγους διεσπουδάκασι καὶ τῇ φιλοσοφίᾳ συντόνως προσέβησαν· πάντα γὰρ ζηλῶν τὰ καλά, βασιλεῦ, ταύτην ὑπὲρ πάντα τετίμηκας, ὅτι καὶ πρώτη καὶ κρείττων τῶν ἄλλων. Καὶ τό γε θαυμασιώτερον, ὅτι στρατιώτης μέν σε ὡς στρατιώτην ἐγνώρισε, καὶ ὁ στρατηγὸς τοῦτο μόνον εἰδέναι ἐπίσταται, τὴν στρατηγικήν, καὶ ὁ δικαστὴς νομοθέτην καλεῖ, καὶ Δημοσθένην ὁ ῥήτωρ, καὶ Πλάτωνα ὁ φιλόσοφος· παρὰ γὰρ τοὺς καιροὺς μεταχειρίζῃ ὡς ἄριστα ἕκαστα, ὡς νῦν μὲν εὖ συντιθέναι τὸν λόγον καὶ δοκίμῳ χρῆσθαι καὶ διεγηγερμένῳ τῷ λόγῳ, νῦν δὲ ἐμβριθεῖ καὶ εἴσω συννεύοντι, καὶ νῦν μὲν τὸ ἐν λέξεσι κάλλος ἀγαπᾶν, νῦν δὲ τὸ ἐν νοήμασι σεμνὸν καὶ πεφροντισμένον. ὡς ἄρα σε ἐξ ἑκάστου τῶν ἀρίστων ὡς ἄγαλμα συνέπλασεν ὁ θεὸς καὶ ἐκ τῶν ἐναντίων συνήρμοσε, φρόνημα δοὺς ὑψηλὸν καὶ συντετριμμένην ψυχήν, ἀμετάθετον λογισμόν, νοῦν σταθηρότατον, καὶ τὸ ἐν καιροῖς μεταβάλλεσθαι καὶ γνώμην ἀλλοιουμένην τοῖς κρείττοσι, φύσιν βασίλειον καὶ μετριοφροσύνην ἄρρητον. σὺ καὶ τῇ λέξει κοσμεῖς τὰ νοήματα καὶ τὴν λέξιν σεμνύνεις τῷ νῷ, σὺ καὶ καλλιρρημοσύνην ἤσκησας, καὶ νοημάτων βάθος ἠγάπησας, καὶ τὰς τῶν μαθημάτων φύσεις ἐπόθησας, σὺ καὶ τὰ τῆς δικαιοσύνης ζυγὰ φυλάττεις ἀρρεπῆ καὶ τὰς τῆς φιλίας πηγὰς ταῖς ἁπάντων ψυχαῖς ἐπιρρεῖς, σὺ καὶ τὴν βασιλικὴν μεγαλοπρέπειαν συντηρεῖς ἀκαθαίρετον καὶ τὸ μέτριον τῆς ψυχῆς ἰδίωμα διαφυλάττεις ἀνόθευτον, σὺ καὶ μόνος, ἵνα τἆλλα ἐάσω, ἐλέους βάσις, εὐσπλαγχνίας κρουνός, φιλανθρωπίας πηγή, εὐεργεσιῶν ἄβυσσος, καλλονῆς ἄνθος, ἐπιεικείας εὐπρέπεια, ἀρετῆς εἰκών, γνώμης βαθείας παράδειγμα. Σοὶ μόνῳ οὐδεὶς ἂν συγκριθείη. εἴ γε κατὰ λόγον ἐθέλει τις βλέπειν τὰ πράγματα, εἰ δέ σε βούλοιτο ταῖς πρὸς ἕτερον ἐξαιτήσεσιν ἰδεῖν ὁπόσον τῶν ἄλλων ὑπερέχεις, τῷ θειοτάτῳ σε καὶ μόνῳ παραβαλεῖται, ᾧ τὴν τοῦ θειοτάτου κλῆσιν μετὰ τῶν ἀρετῶν καὶ αἱ κατὰ τῶν βαρβάρων τύχαι προσήρμοσαν. πλὴν ἀλλ' εἰ καὶ τὴν εὐσέβειαν ἴσοι, ἀλλ' ἐκεῖνος μὲν ὀψὲ μετέθετο πρὸς τὸ σέβας, σοὶ δ' ἐκ προγόνων ὥσπερ εὐσεβὴς κλῆρος κατενήνεκται. κἀκεῖνος μὲν ἐκ μέρους χρησάμενος τῇ πραότητι ἐπ' ἐνίους φονῶσαν ᾖρε τὴν δεξιάν, σὺ δὲ τὸν τῆς γνώμης κανόνα ἐπ' οὐδενὶ παραβέβηκας. κἀκεῖνος μὲν τὴν ὁμώνυμον πόλιν ᾠκοδομήσατο καὶ τείχεσι τοῖς φαινομένοις ἐπύργωσε, σὺ δὲ λαμπροτέραν ἀπέδειξας κρείττοσι μεγαλουργίαις καὶ οἰκοδομημάτων ὑπερβολῇ, ἐπαφεὶς αὐτῇ καὶ τὸν ἀπὸ τῆς Ἐδέμ ποταμόν, ἵνα μὴ τὸ τῆς πόλεως ἄνθος μαραίνοιτο. τοιοῦτος σύ, βασιλεῦ, παντοίαις κοσμούμενος ἀρεταῖς, παντοίοις κάλλεσι στεφανούμενος, πρὸ πάντων καὶ λόγοις ἐπαγαλλόμενος καὶ τῷ ἀκηράτῳ στέφει τῆς φιλοσοφίας καταστεφόμενος. 4 Ἕτερος λόγος πρὸς τὸν αὐτὸν βασιλέα Ὦ βασιλεῦ, προσθήκης ἄτερ καὶ συναφῆς καὶ μόνε τῶν ὄντων ἀπαράμιλλε καὶ ἀσύναπτε· οἱ γὰρ φωστῆρες χαιρέτωσαν· τερετίσματα γάρ εἰσι τῶν νοήσεων καὶ οἷον εἰκόνες παραδειγμάτων. οὔτε γὰρ ἥλιος σύ, ὁποῖος οὗτος ὁ αἰσθητὸς ἀτμοῖς βαλλόμενος καὶ νέφεσι καλυπτόμενος, οὔτε φῶς ἐκεῖθεν φερόμενον καὶ ἀέρι κιρνώμενον καὶ ἐμπῖπτον τοῖς ὄμμασιν, εἶτα δὴ χεόμενον καὶ λυόμενον, ἀλλὰ παντὸς τοῦ φαινομένου κρείττων καὶ ὑψηλότερος. ἀλλ', ὦ βασιλεῦ– παλιλλογῶ γάρ σοι τὴν κλῆσιν καὶ δὶς ἐπαναφωνῶ, ὅτι καὶ τοῦ διττοῦ ἐπάρχεις κύκλου τῶν ἀρετῶν, ὅσος τε ψυχικὸς καὶ ὅσος πέφυκε νοερός– ὁ μὲν ἀγὼν ὃν εἰσελήλυθα νῦν, ὡς ὁρᾷς, τῶν πώποτε γενομένων ὁ φρικωδέστατος καὶ θαυμασιώτατος· μόνος γὰρ τῶν ἁπάντων ἐπήγγειλα διαμιλλήσασθαί σου τῷ λόγῳ ταῖς ἀρεταῖς. καὶ νῦν ἐπὶ τηλικούτῳ θεάτρῳ τὴν τόλμαν ἐπιδειξόμενος ἕστηκα, ὅπλον μὲν οὐδὲν ἔχων πρόβλημα, φιλοσοφίᾳ δὲ πεπυκασμένος τὸν νοῦν καὶ τῇ ῥητορικῇ τὴν γλῶτταν ἐστομωμένος. Ἑστᾶσι δὲ ἑκατέρωθεν γένη σοφῶν, ἵνα τὴν μὲν ἐμὴν ἐπίδειξιν πάντοθεν κρίνωσί τε καὶ βασανίσωσι, τὸ δὲ σὸν ἐν τοῖς λογικοῖς ἀγῶσιν ἀήττητον ἀποδείξωσι. κἀγὼ μὲν ἐκ διαμέτρου ἀφεστηκὼς τῷ ἀνταγωνιστῇ σοι παραποδύομαι, ὠχριακὼς ἤδη καὶ συστελλόμενος καὶ ὥσπερ τινὰ Ἡρακλέα μακρόθεν ὑποστελλόμενος. σὺ δὲ οἷά τις ἑῷος ἀνατέλλων ἥλιος πυρσεύεις μὲν ἀκτῖσι τὸ θέατρον, ἐμὲ δὲ ἰλίγγου καὶ σκοτοδίνης πληροῖς, ἀπείρῳ φωτὶ τοῖς ὀφθαλμοῖς ἐμπεσών. καὶ πρὶν ἢ νικῆσαι νενίκησαί τε καὶ ἐστεφάνωσαι, τοιοῦτος μὲν ὁ ἀγών· ἐγὼ δὲ καὶ παρὰ μέρος τοῦτον τεθάρρηκα. καὶ τὴν αἰτίαν ἐρῶ. εἰ μὲν γὰρ μέχρι τινὸς ἀντιστήσομαί σοι πρὸς τὸ τῶν σῶν ἀρετῶν μέγεθος ἀντιπαλαμώμενος καὶ ἀντιτεχνώμενος, ὥσπερ ὁ Ἰσραὴλ ἐκεῖνος τῷ ὀφθέντι ἀγγέλῳ ἀντιβαίνων καὶ ἀντερειδόμενος, αὐτῷ δὴ τούτῳ νενίκηκα καὶ μετὰ τῶν ἡμιθέων τετάξομαι. εἰ δ' εὐθὺς προσβαλὼν τὸ σύμβολον τῆς ἡττωμένης γενέσεως δέξομαι, οὐ τῷ ἡττηθῆναι μᾶλλον ἀγέραστος ἔσομαι ἢ τῷ τοιούτῳ στεφανωθήσομαι. καὶ αὐτὸς δὲ ὁ ἀγωνοθετῶν ὕστερον σεμνυνεῖς με, καὶ τῶν στεφάνων ἔστιν οὕς μοι βραβεύσειας, ἵνα μὴ τὸ σὸν διαφθείρῃς ἐκνίκημα. Εἰ μὲν οὖν ἐξῆν μοι φιλοσοφεῖν τέλεον, τοὺς κάτω νόμους τῶν ἐγκωμίων παραιτησάμενος τοὺς θειοτέρους ἀντεισενήνεγκα καὶ ἔφησα ἂν ὅτι πατρὶς μέν σοι, ὦ βασιλεῦ, καὶ πόλις ὁ νοητὸς καὶ θεῖος διάκοσμος, γένος δὲ ἀνώτερον μὲν καὶ οὗ μηδ' ἂν ἐπέκεινά τις χωρήσειεν, ὁ θεός, προσεχὲς δὲ ἡ σύμπασα τῶν ἀρετῶν δύναμις, αὔξησις ἡ τοῦ νοεροῦ σπέρματος προκοπὴ καὶ τελείωσις, καὶ τέχνη μὲν ἡ ἀμετάπτωτος ἐπιστήμη, πρᾶξις ἡ σύντονος περὶ τὸ καλὸν κίνησις καὶ ἐνέργεια, ἡ δ' ἐξ ὑπερορίας ἀρχὴ ἡ ἀπὸ τοῦ σώματος τῆς ψυχῆς πρὸς τὸν θεὸν ἐπιστροφὴ καὶ ἐπάνοδος, εἰ μὲν οὖν, ὅπερ εἴρηκα, καθαρᾷ συνεχρώμην σοι τῇ φιλοσοφίᾳ καὶ ἀμιγεῖ, οὕτως ἂν τὸν λόγον σοι μέχρι παντὸς συνεπέρανα. ἐπεὶ δὲ τῇ τῶν πολλῶν ἀκοῇ τῆς ἑτέρας ἀσκήσεως μάλιστα δεῖ, πρὸς τὴν τοιαύτην ἰδέαν τῶν ἐγκωμίων μεταχωρῶ, μετά γε φιλοσοφίαν τῇ ῥητορικῇ χρώμενος. Ἀλλά μοι κλητέον ἐνταῦθα γενομένῳ τοῦ λόγου οὐκ Ἀπόλλωνα μουσηγέτην, οὐ τὸν ἐπὶ τοῖς λόγοις Ἑρμῆν, οὐ τὰς Μούσας ἐξ Ἑλικῶνος, ἵνα μοι συνεξεργάσωνται τὸ ἐγκώμιον, ἀλλὰ τὸν πρῶτον λόγον, μᾶλλον δὲ τὸν ὑπὲρ τοῦτον καὶ ἄσχετον, ἀφ' οὗ δὴ καὶ πρὸς ὃν αἱ τῆς φιλοσοφίας ἀρχαὶ καὶ τὰ πέρατα· ὃς δή σοι πόρρω καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν πρὸς τὴν βασίλειον ταύτην ἁρμόσας ἀρχὴν καὶ τὰ μὲν προπαρασκευασάμενος πατρίδα τῶν ὑφ' ἡλίῳ τὴν καλλίστην καὶ τἄλλο γένος τῶν ὑπὸ γένεσιν τὸ ἀκρότατον, τὰ δὲ κοσμήσας φύσει μεγαλογνώμονι ἤθει κεκραμένῳ ἁρμονιώτατα, διανοίᾳ σὺν ἐπιστήμῃ βαθείᾳ, τὰ δὲ καὶ ἐπάγων τύχης ὄγκον, δόξαν ἐπὶ πολιτικοῖς κατορθώμασιν, ἐπειδὴ παρὰ πάντας ἐν πᾶσιν ἐξέλαμψας ταῖς κατὰ μικρὸν προόδοις καὶ ἀναβάσεσι, τέλος ἐπὶ τὴν ἀκροτάτην τῆς ἐξουσίας περιωπὴν ὕψωσεν, ἵνα πόρρω τὴν ἐπιστήμην τοῦ ἄρχειν λαβὼν ὁμοῦ τε τὸ σκῆπτρον ἐν χεροῖν ἔχοις καὶ βραβεύοις εὐθὺς τοῖς πράγμασι τὸ εὐθύ. Ἀλλ' οἷον σὺ τὸ τῆς βασιλείας προοίμιον συνεκεφαλαίωσας ἐκ πρώτης ἀφετηρίας τὴν εὐδαιμονίαν ἡμῖν ὥσπερ δή τι συμπέρασμα τοῦτο συνεπαγαγὼν τῇ ἀρχῇ. οἷα γάρ τις ἐαρινὸς ἥλιος εὐθὺς ἀνατείλας τό τε ἑῷον καὶ τὸ ἑσπέριον τῆς φρυκτωρίας πληροῖς, οὔτε τῶν ἀκτίνων φθονήσας ἡμῖν οὔτε τοῦ κύκλου τὸ χρῶμα μεταποιήσας, ἀλλ' ὅσῳ γε μᾶλλον ὁ χρόνος τὰς ἀποστάσεις διδοῖ, τοσούτῳ σὺ καλλίων φαίνῃ καὶ τηλαυγέστερος. οὐ γὰρ περιορίζεις χρόνῳ τὰς ἀρετάς, οὐδὲ πλατεῖαν μὲν αὐταῖς τὴν βάσιν ποιεῖς, στενὴν δὲ τὴν κορυφὴν καὶ εἰς ὀξὺ λήγουσαν, ἀλλ'– ἵνα σε πάντῃ καταγεωμετρήσω, ὥσπερ ἀπὸ σημείου τοῦ σοῦ μεγέθους ἀρχόμενος– εἰς οὐρανὸν καταλήγεις πρὸς αὐτὸ τὸ ἀκρότατον συναύξων τὰς ἀρετάς. ὅθεν ἄλλος ἐπ' ἄλλῳ χρόνος ἧκέ τι φέρων καινότερον· καὶ οἱ μὲν ἐπὶ γῆς ἑστηκότες μετάρσιοι πρὸς ἀέρα φερόμεθα, οἱ δ' ἐκεῖσε πτηνοὶ πρὸς αἰθέρα κουφίζονται καὶ τοὺς ἐν αἰθέρι ὁ οὐρανὸς ἐγκολπίζεται. Ἐπὰν δὲ τῷ πυριλαμπεῖ σου πλησιάζειν δόξωμεν βήματι, τότε δὴ μᾶλλον τοῦ μέτρου τῆς διαστάσεως αἰσθανόμεθα. ἀλλὰ πῶς ἂν τοῦτο δή σοι τὸ μέρος ἐπεξεργάσωμαι, παρ' ᾧ δὴ καὶ τέχναι καὶ ἐπιστῆμαι συνανεβλάστησαν καὶ φύσεις ἐφάνησαν δεξιαὶ καὶ γνώμης μέγεθος καὶ βάθος φρονήσεως; ἐπαινουμένης γὰρ τῆς ἐφ' ἑκάστῳ τούτων προκοπῆς τε καὶ τελειώσεως καὶ ταῦτα συνεπιδίδωσιν. οὐ γὰρ ἐκ μέρους ζηλοῖς τὰ καλὰ οὐδ' ἠκρωτηριασμένην ἀσπάζῃ τὴν ἀρετήν, ἀλλὰ τελείαν καὶ ξύμπασαν. καὶ σοὶ μὲν ὥσπερ ἄρτιον σῶμα ἐξ ὅλων μερῶν συμπέφυκέ τε καὶ συνῳκείωται, ἡμεῖς δὲ καταδιελόμενοι τὴν ὁλότητα ἄλλος κατ' ἄλλο τι μέρος, καὶ πάντες κατὰ πάντα συντιθέμεθά τε καὶ συμφυόμεθα, οἷα μὲν γάρ τις κεφαλὴ καὶ ἀκρόπολις τὸ τῆς φιλοσοφίας σοι ὑπερανεστηκὸς μέγεθος, νοῦς ἀκριβὴς δορυφορούμενος ταῖς αἰσθήσεσιν· ἡ δὲ γλῶττα τὴν τῆς ῥητορικῆς ἀκμὴν ἐπιδείκνυσι πυρίπνοος οὖσα καὶ ἐναγώνιος καὶ τῆς Δημοσθενικῆς εὐφωνότερος ἠχοῦς· αἱ δὲ χεῖρες λόγον νόμων ἐπέχουσιν, ἀφαιροῦσαι μὲν τὸ πλεονάζον, τὸ δ' ἐλλεῖπον ἀναπληροῦσαι καὶ τὴν γεωμετρικὴν τοῖς πράγμασιν ἰσότητα πρυτανεύουσαι. καὶ τἆλλα δὲ μέρη πρὸς ἄλλο τι τῶν ἐπαινουμένων ἀναλογοῦντα εὐπλάστως συμπέπηγεν. οὕτω δὲ πᾶσιν ἐπέχεις καὶ ἀμφιδεξίως, ὡς μήτε τὴν στρατηγικὴν παρὰ τὴν ἐν λόγοις τέχνην ποιεῖν μήτε ταύτην ἐκείνης ἀποστερεῖν. οὐ γὰρ ὅσον τόξον ἐντεῖναι καὶ πρὸς δόρατος ἄφεσιν ἀποχρῶσαν δοῦναι τὴν δεξιὰν οὐδὲ μέχρι τοῦ προσκεκυφέναι τοῖς τῶν σοφῶν ὑπομνήμασι τῶν τε λόγων καὶ τῶν ὅπλων τὴν τέχνην ἐπίστασαι, ἀλλὰ τὴν μὲν ἐν νῷ βαθύτητα καὶ τὴν ἐν γλώττῃ δεινότητα τοῖς ὅπλοις δίδως, τὰ μὲν ἐν σκέμμασιν ἀνευρίσκων, τὰ δὲ καὶ προσμηχανώμενος καὶ γλώττῃ περιτράνῳ διασαφῶν καὶ τεχνικῶς παραθαρρύνων τὸ στράτευμα, τὴν δὲ ὁπλιτικὴν τῆς συντακτικῆς ἐπιστήμης ὥσπερ ἀρχῆς ἐξαρτῶν κἀντεῦθεν κρατύνων καὶ στηρίζων ἀμετακίνητα. ἔνθεν σοι καὶ τὸ τῆς μοναρχίας ἐπαληθεύει ἀξίωμα, καὶ κύκλος σοι τῆς ἀρχῆς ἡ οἰκουμένη τάχα γεγένηται ξύμπασα, καὶ τὸ Ῥωμαίων κράτος κατὰ πάσης ἐφήπλωται γῆς. εἴπερ δέ σοι πλωτὸν καὶ τὸ τοῦ Ὠκεανοῦ πέλαγος ἦν, τάχ' ἂν καὶ τὴν ἰσημερινὴν εἴδομεν καὶ τὸν πόλον τὸν νότιον καὶ νῦν μὲν ἀνήχθημεν εἰς βορρᾶν, νῦν δὲ πρὸς τὴν ἀντίχθονα ἐβαδίσαμεν. Καὶ ὁ μὲν τοῦ Φιλίππου Ἀλέξανδρος ὥσπερ ἀετὸς ὑψιπέτης τοῖς ὄρεσιν ἐπορχούμενος καὶ πανταχοῦ τῆς οἰκουμένης τῷ ῥοίζῳ φοιτῶν, οἷς μὲν ἐπέστη κλέψας ἴσως τὴν ἔφοδον, ἐδόκει κρατεῖν, προσωτέρω δὲ προϊὼν ἑκατέρων ἀπελιμπάνετο. τὰ μὲν γὰρ ἔχων οὐκ εἶχεν ἀναδραμόντα πρὸς ἑαυτά, τὰ δὲ οὐκ ἔχων εἶχε ταῖς ἐλπίσιν ἐξαπατώμενος. σοὶ δὲ ὥσπερ ἐξ ἐπιτάγματος δωροφορεῖ μὲν Αἴγυπτος καὶ τοῦ Νείλου παραχωρεῖ· ἡ δὲ ἀλαζὼν Περσὶς καὶ μεγάλαυχος τῆς ἀλαζονείας ἐπαύσατο καὶ νῦν δεινῶς τεθορύβηται· ὁ δὲ Βαβυλώνιος τύραννος τὴν ὀφρὺν ἀφεὶς ἔξω χωρεῖ τῆς ὑπερτύφου σκηνῆς καὶ πόρρωθέν σοι ἐμβάλλει τὴν δεξιάν, μᾶλλον δὲ γράμματι προσκυνεῖ καὶ μέρος γίνεται τῆς ὑπὸ σοὶ ἰθυνομένης ἀρχῆς. τὸ δὲ πρὸς ἕω προσχωροῦν ἡμῖν ἤδη κατὰ μικρὸν ταῖς προσθέσεσιν ἐπ' αὐτὸν καταντᾷ τὸν ὁρίζοντα, ὡς εἶναί σοι τέλος τῆς ἑῴας ἀρχῆς τὴν πρώτην τοῦ ἡλίου ἀνατολὴν καθ' ἣν ἐκεῖνος ἀμέσως ἄνεισιν γῆν, ὡς, εἴ γέ τις ἐθέλοι τῶν ἡμεδαπῶν, ἐκεῖσε βαδίσας ἐπ' ἐξουσίας οὐ γεωμετρικαῖς ἐφόδοις, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὸ τοῦ ἡλίου αὐτοπτήσειε μέγεθος. εἰ δ' ἄλλως τῶν μετεώρων μὲν μὴ ἐρῴη, τῶν δ' ἐν τοῖς μύθοις θηρίων, μᾶλλον δὲ τεράτων, περὶ ὧν ἐν ἀπορρήτοις φιλοσοφοῦσιν Ἰνδοί τε καὶ Λίβυες, ἐφ' ὑψηλοῦ τοῦ θεάτρου καθήμενος ὥσπερ ἐν πομπαῖς ἴδοι τὰ μὲν πυργοφόρα καὶ μάχιμα, τὰ δὲ θεατρικά τε καὶ αὐτοφαῆ καὶ ταῖς περὶ αὐτῶν ἱστορίαις οὐκ ἀπιστήσειεν. ἄλλοι μὲν οὖν ἴσως αὐτὸ θαυμάζουσι τὸ φαινόμενον, ὅπως τὸ μέγα τῆς γῆς ἀκρωτήριον, ὁ ἐλέφας, ἐφ' οὗ τάχ' ἂν οἱ τοῦ Ἀλωέως παῖδες τὴν Ὄσσαν ἐπικυλίσαντες τῷ οὐρανῷ ἐπλησίασαν, τὸ περιβριθὲς τῆς οἰκουμένης φορτίον, τὸ τοῖς ὀφθαλμοῖς ἀπιστούμενον θέαμα, πάντα πόρρωθεν ταράσσον καὶ ξυγκυκῶν, ἐπὰν ἐγγὺς τοῦ σοῦ βήματος γένηται, πρῶτα μὲν τοῦ θυμοῦ λήγει καὶ πρὸς ἡμερότητα μεταβάλλεται, ἔπειτα διανοίας λογικῆς ὥσπερ πιμπλάμενον τοῦ σοῦ κράτους αἰσθάνεται καὶ ἠρέμα κάμψαν τὸ γόνυ τὸ μέτωπον προσερείδει τῇ γῇ. ἐγὼ δ' ἐντεῦθεν ἄλλο τι συμβολικῶς ἐννοῶ, ὅτι σοι τῆς γῆς οἱ γίγαντες ξύμπαντες– οὕτω γὰρ ἐγὼ τὰς παλαιτάτας ἀρχὰς ὀνομάζω– ἐθελοντὶ τὰς ἑαυτῶν ὑποστρώσουσι κεφαλὰς καὶ βραχεῖ ἀχθήσονται χαλινῷ ὅπῃ δὴ καὶ θελήσειας. Τί δέ; τὸ δ' ἄλλο θηρίον ἀξύμβολον ἡμῖν φανεῖται καὶ ἀσημείωτον; οὐμενοῦν. ἑῴας γὰρ αὐτὸ καὶ ἑσπέρας ξύνδεσμον ἐγὼ τίθεμαι· ἐξ ἀνατολῆς γὰρ ὥσπερ τῆς ὑψηλῆς κεφαλῆς τοῖς ὀπισθίοις συγκαταδύνει ποσίν. οἷς δὴ σὺ τμήμασι τὴν ἀρχὴν ἐκτενεῖς καὶ ἡ ἀρχὴ δεξιά· ἀπὸ γὰρ τῆς ἑῴας ἀρξάμενος ὥσπερ οὐρανὸς ἀπλανὴς εἰς τὸν ἑσπέριον περιελίττῃ ὁρίζοντα. ἀλλ' ἐντεῦθέν σοι ἀρρήτῳ θέοντι φορᾷ τὸ ὑπὲρ τὸν Ἴστρον ἔθνος προσυπαντᾷ. γένος δὲ τοῦτο νομαδικὸν καὶ αὐτόσκευον, αὐτοματίζον τὸν βίον καὶ ἀρχὴν μὴ λογιζόμενον κρείττονα, τὴν ψυχὴν συνδιαλύον τῷ σώματι· διὰ τοῦτο ἀδιαφορεῖ μὲν τοῖς πράγμασι, θανατᾷ δὲ οὐχ ἥκιστα καὶ τῷ πολέμῳ ἐφάλλεται καὶ προσάλλεται, ὡς οὐδὲν ὂν αὐτῷ εἰ τεθναίη εἴτ' ἄλλον ἐντεῦθεν παρὰ τὸν μοιραῖον, ὥς πού τις ἔφησεν, ἀπαγάγοι κλωστῆρα, ἀλλ' ὢ τῆς σῆς βαθείας συνέσεως, ὢ φρενὸς βαθείας καὶ διανοίας μεγαλογνώμονος. αἰσχρὸν ἡγησάμενος τῶν Ῥωμαίων τὰς τάξεις τοιούτοις ἀντιφερίζειν ἀνδράσιν, ἐφ' οἷς ἐν ἴσῳ τὸ νικᾶν ἐστι τῷ ἡττᾶσθαι, ὥσπερ τινὰς Γαβαωνίτας τῷ σῷ συγκαταριθμεῖς Ἰσραήλ, ἐπιτάξας αὐτοῖς ὑδροφορεῖν καὶ ὑλοτομεῖν, ἑλομένοις καὶ τούτοις ἐν οἴκῳ παραρριπτεῖσθαι κυρίου ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. καὶ ὢ τοῦ θαύματος. οἱ μηδὲν τοῦ φαινομένου πλέον εἰδότες, τὴν ἡμετέραν ἐν ἀπορρήτοις δόξαν μεμυσταγώγηνται καὶ τελεστικῶν καθαρσίων τυχόντες καὶ ἁγνισμάτων ἐξ ἀγόνων λίθων καὶ ἀκροτόμων ὀρῶν ἀπεγεννήθησαν τέκνα τῷ Ἀβραάμ. Ἀλλ' οὔτε λειμὼν εὐθὺς ἅπασιν εὐανθής ἐστι τοῖς φυτοῖς οὔτε θάλασσα προβόλοις ὁμοῦ καὶ σκοπέλοις λειοκυμονεῖ καὶ ἀκταῖς οὔτε σῶμα εἰς ὑγιεινὴν ἁρμονίαν συμπέπηκται ἐξ ὅλων ὁμοῦ τῶν μερῶν, ἀνάλογα δὲ μέρη σώματι καὶ τῇ κατὰ πάντων ἡγεμονίᾳ μερίδες ἀρχῶν, ὧν αἱ πλείους τῇ ὁλότητι προσχωροῦσαι παρὰ τὰς ἐλάττονας τὴν ξύμπασαν ἀκρωτηριάζουσι τελειότητα, ἕως ἂν ὥσπερ οἱ χείμαρροι ἐκ μιᾶς διαιρεθέντες ἀρχῆς καὶ λεπτὰ ῥεύσαντες αὖθις ὁμοῦ πρὸς τὴν χαράδραν συγκατακλύσωσι. τοῖς μὲν οὖν ἄλλοις αἰνίσσομαι ταῦτα λέγων, σοὶ δὲ τὴν Ἰταλίαν ἀριδήλως διασαφῶ· ἥτις ἀφ' ἑτέρων μὲν ἀπερρύη δακτύλων, παρὰ δὲ τῶν σῶν πρὸς τὴν πρώτην ἀναχεῖται πηγήν, πρώτη γὰρ διά σε ἡ νεωτέρα Ῥώμη καὶ κρείττων, πρὸς ἣν δεῖ ὥσπερ ἐν μεταβολαῖς εὐρίπων ἀνθυπενεχθῆναι τὰ ῥεύματα, ἵν' ὡς πρός τινα μεγάλην καὶ ἄπλετον θάλασσαν οἱ ποταμοὶ πάντες συρρεύσωσιν, μᾶλλον δὲ ὡς πρὸς τὸ τοῦ παντὸς κέντρον συννεύσωσιν ἑκατέρωθεν. κἀγὼ ἐπὶ τὸν πέριξ κύκλον ἴσοις βαδίσω τοῖς διαστήμασιν, ἀλλ' οἷος ἄτεχνος ἐγὼ τῶν σῶν συγγραφεὺς καὶ περὶ τὸν καιρὸν ἁμαρτάνων, καὶ μὴ τὴν φύσιν ἔχων ὁμοῦ ἐφ' ἑκάτερα βάλλουσαν. σὺ μὲν γὰρ ἅμα εἰρηνικός τις καὶ μάχιμος, δημοτικός τε καὶ μόναρχος, ἐγὼ δὲ θάτερον ἀποδιελόμενος, εἶτα πρὸς τὸ λοιπὸν ἐφίημι ὅλοις ἀπονεύσας ἱστίοις. Δόρυ μὲν οὖν ἐνταῦθα καὶ σάρισσα ὑπὲρ καπνοῦ κρεμαννύσθωσαν, ὅ τε περὶ τὸν θώρακα θώραξ καὶ ἡ περὶ τὴν κνήμην περικνημίς· δικαιοσύνη δὲ καὶ νόμοι κρατείτωσαν, ἀλλὰ βαβαί, ὅσον τὸ εὐνομούμενον, μᾶλλον δὲ ὅπως τῆς τύχης αἱ ἀνισότητες ταῖς σαῖς εὐθύτησιν ὁμαλίζονται. ἴσας γὰρ ἐν εἰρήνῃ τὰς κεφαλὰς πάντων κατέστησας, μιᾶς μόνης ὑπερκειμένης τῆς σῆς, ἥτις ἔστιν οὗ καὶ συγκάτεισι τοῖς πολλοῖς καὶ τὴν ἰσηγορίαν ἀσπάζεται καὶ μορφαῖς ἀρρήτοις πρὸς τὸ ἀνθρωπικώτερον στρέφεται, ἵνα μὴ ἐκπλήξῃ τῷ θαύματι μηδὲ πετροποιήσῃ τὸν θεατὴν ὥσπερ ἡ τῆς Γοργοῦς, ἀλλ' ὁ πῦρ κατὰ τῶν ἐναντίων τοῖς σκέμμασι πνέων καὶ τοῖς βουλεύμασι καὶ γοργωπὸν σέλας τῶν ὀφθαλμῶν ἀποστίλβων καὶ τοῖς ἀνθισταμένοις Ἡράκλειον ἐμβόημα ἀπειλῶν, ἥμερόν τι τῷ προσιόντι προσμειδιᾷς καὶ τὴν Ὀλυμπιακὴν τῆς γλώττης παραιτησάμενος σάλπιγγα καὶ πρὸς τὴν μέσην ἐκ τῆς ὑπάτης μεθαρμοσάμενος μειλίχιόν τι φθέγγῃ καὶ προσηνές, οἷον οὔτε ἡ μελοποιὸς ᾖσε Σαπφὼ οὔτε ἡ Θηβόθεν σειρὴν οὔθ' ἡ Ἀνακρεόντειος μοῦσα οὔτε ἡ Ὀρφικὴ λύρα οὔθ' ὁ στεφανηφόρος Μελέαγρος. ὃ δέ με μικροῦ παρέδραμεν. ἀλλὰ πῶς τοῦτο θαυμάσομαι, ἐπεὶ καὶ τὸ παράδειγμα κρεῖττον λόγου καὶ ἐνθυμήματος; ἦν γὰρ ὅτε ἄβατος ὁ οὐρανὸς ἦν· ἀφ' οὗ δὲ κλίνας τοῦτον Χριστὸς κατελήλυθεν, ἐν πολλοῖς ὥσπερ ἀνέῳγε μέρεσι. καὶ ὁ μὲν πρὸς τὴν ἰσημερινὴν ἄνεισιν εἴσοδον, ὁ δὲ διὰ τῶν ἄρκτων εἰσβάλλει καὶ ἄλλος χωρεῖ διὰ τῶν τροπῶν καὶ ἕτερος πρὸς πόλον μετακλίνει τὸν νότιον. καὶ ταῦτα τίνες; λῃσταὶ καὶ τελῶναι καὶ οἱ πεφορτισμένοι καὶ καμόντες τοῖς ἁμαρτήμασιν. ἦν οὖν ὅτε καὶ τὰ βασίλεια κύκλῳ μοχλοῖς ἠσφάλιστο σιδηροῖς. ἀναπνοαὶ δέ που βραχεῖαι ἐν πυθμέσι γῆς ἀνεῴγασιν, ἀφ' ὧν ἔδει τὸν εἰσιέναι προστεταγμένον ὥσπερ τινὰ ὄφιν διείροντα ἑαυτὸν καὶ συστέλλοντα ἐκεῖθεν γενέσθαι ἀποξυσθέντα τὴν λεβηρίδα καὶ πᾶσαν συντριβέντα τὴν ἁρμονίαν τοῦ σώματος. εἰσιόντι δέ οἱ ὥσπερ ἐν ζωγρείῳ θηρίον ὁ βασιλεὺς κατεφαίνετο· ἀλλ' οὕτως, ὁπότε τὸ ἆσθμα ἐκεῖνον ἀπολελοίπει, εἰσαγγελεῖς δὲ καὶ ἐξαγγελεῖς πρῶτα τοῦτον ὥσπερ ἐν σκηναῖς οἱ μὲν προσῆγον, οἱ δ' ἀντώθουν, καὶ Σκύθαι τινὲς ἐδεδίττοντο κομῶντες Εὐβοϊκῶς, βάρβαροι καὶ τὴν γλῶτταν καὶ τὴν ψυχήν. Νῦν δὲ τί; ἄρρητος ἡ ἀλλοίωσις. οὐ γὰρ κατὰ μέρη ἡ εἴσοδος, ἀλλ' ὁ κύκλος ἀποτετείχισται καὶ ἀφῄρηται ὁ φραγμός. ὁμοῦ τε γὰρ εἴσεισι καὶ τὸν βασιλέα ὁρᾷ, οὐ μετὰ λαίλαπος καὶ νεφῶν οὐδ' ὡς πῦρ φλέγοντα ἢ πέλεκυν κόπτοντα, ἀλλ' ὡς δρόσον καὶ ἄνθος καὶ μαργαρίτην καὶ λίθον χλοάζοντα καὶ ἀκτῖνα ἥμερον ἐπιλάμπουσαν, τοῖς μὲν βραβεύοντα τὸ εὐθύ, τοῖς δὲ ἀφεικότα τὰς ὀφειλάς, τοῖς δὲ καὶ προσεπιδιδόντα τὰ κρείττονα. εἰ δέ ποτε καὶ τὴν βασίλειον διασκευάζοι σκηνήν, ὡς πάντα μέτρια καὶ φιλάνθρωπα, ὁ τοῖς ὅλοις ἐφεστηκὼς πρεσβυτικὸς καὶ τὸ εἶδος καὶ τὴν ψυχήν, ὁ γραμματοεισαγωγεύς, ὁ ἀγγελιαφόρος, ὁ περιφράττων τὰ περισκήνια, ὁ τὴν ἑτοιμασίαν καταποικίλλων, οἱ τῶν ἀδύτων ἐντός, οἱ πρὸ τοῦ θείου καταπετάσματος, πάντες τὴν γνώμην εὐθεῖς, τὴν φύσιν πραεῖς, τὴν ψυχὴν προσηνεῖς, τὸν λογισμὸν εὐσταθεῖς, μεμορφωμένοι πρὸς τὸ πρωτότυπον, οὕτως ἡ Δίκη ἐξ οὐρανοῦ καταβᾶσα πρὸς γῆν οὐκ εὐθὺς ἀνέπτη ἐπισπασαμένη ἀχλύν, ἀλλὰ πρῶτα μὲν ἐν ἱεροῖς ἀδύτοις τοῖς σοῖς ἤθεσιν ἐνεσκήνωσεν· ἔπειτα διὰ τῆς σῆς ψυχῆς ἀφανῶς προϊοῦσα πανταχόσε φοιτᾷ. Ἀλλὰ πᾶς μὲν βασιλεὺς εὐνομεῖσθαι βούλεται τὸ ὑπήκοον, ἢν μὴ βούληται πρὸς τὴν γείτονα τυραννίδα ἐξολισθαίνειν· ἐνδεῶς δὲ κεκτημένος τὴν σύνεσιν βασιλεύει μὲν τοῖς βουλεύμασι, τοῖς δὲ πράγμασι τυραννεῖ. σοὶ δὲ τὸ δραστήριον μᾶλλον αὐξάνει τὸ βούλεσθαι. τό τε γὰρ παρὸν συνορᾷς καὶ τὸ μέλλον εἰκάζεις καὶ τὸ ἀφανὲς ἀνευρίσκεις ἐξ ὀφρύων τε καὶ βλεφάρων φυσιογνωμονῶν, ὡς μάλιστα τὰ ἐν τῇ ψυχῇ καταλαμβάνεις βουλεύματα. καὶ τοῖς μὲν ἄλλοις τὴν τῆς δίκης κατανέμεις ἰσότητα, ἀφ' ἑστίας δὲ σαυτὸν ἀδικῶν σεμνύνῃ τῷ ἐλαττώματι. καὶ γραφὴν μέν τις ἁλοὺς ὕβρεως ἔδωκε δίκην τῷ γραψαμένῳ· χεῖρα δὲ πολλοὶ ξιφήρη κατὰ τῆς σῆς ἐπανατεινάμενοι κεφαλῆς ἥλωσαν μέν, πεφεύγασι δέ, οὐ γλώττης ἰσχύϊ οὐδὲ ῥητορικαῖς πιθανότησιν, ἀλλὰ τρόποις ἀρρήτοις φιλανθρωπίας. Καθ' ἕκαστον μὲν οὖν λέγειν ὁ παρὼν χρόνος οὐκ ἐξαρκεῖ· ἓν δὲ ἢ δύο τῶν πάντων ὑποτυπώσομαι ἐν σχήματι διηγήσεως, εἰδόσι δὲ λέγων οὐδὲν δέομαι γράφειν τὸν τετυραννευκότα ὀνομαστί. ὃς χθές που καὶ πρῴην σισυροφορῶν ἄφνω τήβενναν ἐνεδύσατο, οἷα πολλὰ νεανιεύεται τὸ αὐτόματον. καὶ ἀπὸ Σκυθικῆς αὐτονομίας ἀνεγράφη τοῖς βουλευταῖς καὶ τῆς Ῥωμαϊκῆς συγκλήτου μέρος ἐγένετο· ἀλλὰ τὴν στολήν, οὐ τὴν ψυχὴν μετηλλάξατο. ὅθεν ποτὲ τὰς περιβολὰς μεθεικὼς γυμνῷ τῷ ἤθει κατὰ τοῦ σοῦ κράτους ἐλύττησε. καὶ πόρρω τοξεύειν ἐθίσας τὸν ἥλιον, ἐπεὶ ἀγχοῦ τοῦ κύκλου ἐγένετο, βάλλεται ταῖς ἀκτῖσι καὶ φυγεῖν ἐθέλων ἁλίσκεται. εἶτα τί; ἐξαγγέλλει τὸ σκέμμα καὶ τὴν τυραννίδα δημοσιεύει καὶ ὅσοι ταύτης κεκοινωνήκασιν· ἐφ' οἷς ἐκεῖνος, ὃν ἴστε, ὁ θρίαμβος. καὶ χείρω τῶν γεγενημένων τὰ προσδοκώμενα. βῆμα οὖν αὖθις μετέωρον καὶ δευτέρα κατὰ τῆς τυραννίδος δίκη προτίθεται. σὺ μὲν οὖν μεταπλάσας σαυτόν, ὡς ὕστερον ἔγνωμεν, καὶ συνεσπακὼς ἐκάθησο τὰς ὀφρῦς καὶ βλοσυρὸν βλέπων καὶ λεοντῶδες καὶ ἐς μῆκος σύρας τὸ ἐπισκύνιον. παρειστήκει δὲ ἐν τάξει τὸ ἔκκριτον ὡς πρός τινα πυρισμάραγον ἀστραπὴν ἀντωπεῖν μὴ δυνάμενον. εἶτα ὥσπερ βροντῆς κινησάσης τὸ τυραννικὸν πλῆθος συνείλεκτο, ἐκτετηκότες τὰς παρειάς, τοὺς κροτάφους συμπεπτωκότες, κυλοιδιῶντες τοὺς ὀφθαλμούς, πιναρὰν τὴν κόμην καὶ βαθυτέραν ταύτην τοῦ πώγωνος ἕλκοντες, βραχὺ μὲν ἀσθμαίνοντες, λεπτὸν δὲ ἀναστένοντες, τὴν ὄψιν ἀφεικότες εἰς γῆν καὶ αἰσχύνῃ τὸ πρόσωπον καλυπτόμενοι. εἰσιόντες δὲ ὁ μὲν" τίς ἡμᾶς διαδέξεται τύχη;" ἠρέμα πως ὑπερφθέγγετο· καὶ ἄλλος·" οὐκ ἄρα μέγαν τοῦ θεοῦ ὀφθαλμὸν λήσεσθαι ἔμελλον"· καὶ ἕτερος·" καλά γε ἡμῖν τοῦ τολμήματος τὰ ἐπίχειρα· πῶς ἴδω, πῶς ἀντωπήσω, καθ' οὖ χεῖρα φόνιον ἐπανέτεινα;" σὺ δὲ τὸ πλάσμα τηρῶν μέχρι πολλοῦ καὶ πρὸς τὸ τῆς ψυχῆς ἀντιμορφούμενος δικαστήριον, ἐπειδὴ εἰσιόντας εἶδες, τὴν σκηνὴν ἀφεὶς καὶ τὴν ὑποβολὴν μεθεικώς, συγχυθεὶς ἄφνω τὴν ψυχὴν πληροῖς μὲν δακρύων τοὺς ὀφθαλμοὺς καὶ φιλανθρώπους πέμπεις φωνάς. εἶτα δὴ– ἀλλὰ πῶς εἴποιμι, πῶς ἐν ὀλίγῳ τὸ πολὺ παραστήσαιμι;– ὡς εὐεργέτας καταφιλεῖς τοὺς φονεῖς καὶ τὴν ξιφήρη χεῖρα καὶ τύραννον καὶ αἱμαχθεῖσαν, ὅσον ἐπὶ τῷ σκέμματι, τοῖς ὀφθαλμοῖς ὑποθεὶς πλύνεις τοῖς δάκρυσι καὶ τοῖς τῆς φύσεως ἀποκαθαίρεις λουτροῖς. καὶ πάλιν ὁ σισυροφόρος τηβεννοφόρος καὶ ὁ κάνδυς μετὰ τὸ κώδιον καὶ τὸ πεπτωκὸς μέρος πρὸς τὴν συγκλητικὴν τάξιν ἀποκαθίσταται καὶ τοῦ εὖ ζῆν οἱ τοῦ ζῆν ἀπελπίσαντες μετεσχήκασι. καὶ τοιοῦτόν τι καὶ τύραννος ἕτερος πέπονθε, καὶ ἀπ' αὐτῆς τῆς ἀγχόνης φιλανθρωπίας τυχὼν πρὸς τὴν ἀγγέλοις ἀνάλογον ζωὴν μετατίθεται. Εἴπω, βούλεσθε, καὶ δεύτερον ἄλλο διήγημα; σὺ μὲν γάρ, ὦ βασιλεῦ, ἀκούων ἐρυθριᾷς καὶ τὴν εὐφημίαν οὐκ ἀποδέχῃ, ἀλλὰ φορτικοὺς τοὺς ἐπαίνους ἡγῇ· ἡμεῖς δὲ οὔτε λέγοντες οὔτε ἀκούοντες κορεννύμεθα. ἡμῶν οὖν ἕνεκα καὶ τοῦτον τὸν ἆθλον ὑπόστηθι. ὑποτεμοῦμαι δέ, ὅσον εἰκός, τὴν ὑπόθεσιν. γέγονάς ποτε καὶ λοιδόρου γλώττης πάρεργον καὶ χειρὸς ἀκρατοῦς· καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ θεὸς ὁ πᾶσιν ἀνάλωτος καὶ ἀποξέσας τῇ φύσει πᾶσαν ἀντίληψιν. τὸ δὲ λοιδόρημα, ὅτι μέλαινα ἡ χιὼν καὶ ὁ κύκλος τετράγωνος καὶ ἡ γραμμὴ βάθος ἔχουσα. καὶ ὁ τοῦ λοιδόρου αὐτόχειρ γράμματος– τί γὰρ δεῖ μὴ τἀληθῆ λέγειν;– ἀσχήμων μέχρι τοῦ σχήματος, καττιτερινὸς ἢ χολοβάφινος καὶ τὸ ὅλον ψευδόχρυσος, ἀλλ' ἐπειδὴ ἐντὸς τῶν δεινῶν ἐγεγόνει, ἐδόκει λέων ὁ πίθηκος καὶ Ἡρακλῆς ὁ Πυγμαῖος. ἀλλ' εἶχε τὴν χεῖρα κατήγορον, εἰ καὶ τῆς χειρὸς τὴν γλῶτταν ὑπέρμαχον. πάλιν γοῦν δικαστήριον καὶ γραφαὶ καὶ γλῶτται ῥητόρων βοηθοῦσαι τῷ κινδυνεύοντι καὶ χεῖρες κλέπτουσαι τὴν ἀλήθειαν. ἀλλὰ τί πρὸς τὸν τοῦ Πολέμωνος ῥοῖζον καὶ τὴν Δημοσθένους δεινότητα Αἰσχίνης καὶ Φιλοκράτης καὶ εἴ τις ἄλλος φωνεῖ πρὸς ὄρνιχα θεῖον, ὅ φησι Πίνδαρος; πᾶσι γὰρ σαυτὸν ἀντιστήσας καὶ κατατείνας, ὥσπερ ἐπὶ ζυγοῦ ὅλαις ὁλκαῖς ἑκατὸν τὴν τῆς ἀληθείας κατήνεγκας πλάστιγγα καὶ τὸν τοῦ ἀφανοῦς ἔλεγχον παρὰ θάτερον μέρος πεποίηκας. ἐπὶ τούτοις οἷα δὴ πλωτὴρ ἀφεικὼς τοὺς οἴακας ὁ κρινόμενος καὶ τῶν ἐλπίδων ἀπεγνωκώς, χειμάζεται μέν, οἷα εἰκός, καὶ τῷ πελάγει βαπτίζεται, ἐξαναδῦναι δὲ πειρωμένῳ οὐδεὶς ὑπεῖχε τὴν χεῖρα, οὐ μύστης, οὐ μυσταγωγός, οὐκ αὐτὸς ὁ μέγας ἀρχιερεύς, τῆς ἀρετῆς τὸ κεφάλαιον, ὅτι μὴ κατὰ νόμους ἐξῆν, ἀλλ' ἀντώθει ἐπεμβαίνων καὶ λὰξ ἐναλλόμενος. ἐπεὶ δὲ ἔδει που τρὶς ἀναπνεύσαντα ἐρυγεῖν τὴν ψυχήν, λιμὴν αὐτῷ φαίνῃ σωτήριος καὶ φρυκτὸς ἐν θαλάσσῃ. καὶ σῴζεις οὐκ ἀπὸ κήτους, ἀλλὰ πρὸς τῷ κήτει γενόμενος. καὶ ταῦτα πῶς; οὐ κρείττων τῶν νόμων γενόμενος, καίτοι καὶ τοῦτό σοι παρὰ τῶν νόμων ἐξῆν, οὐδὲ τῇ ἐξουσίᾳ καταχρησάμενος, ἀλλὰ μετὰ νόμου καὶ τὰς ψήφους θέμενος· ὡς ἄρα γε ἡ τῆς ἐννοίας ἐκείνης ἠχὼ ἔτι ἐμβομβεῖ μου ταῖς ἀκοαῖς καὶ τὰ ῥήματα οἷα κηρὸς ἐνεσφράγισται. τέσσαρα γὰρ τέλη τῆς δίκης ποιήσας, τὰ μὲν κύρια, τὰ δὲ ὅμοια, μείζονα καὶ ἐλάττονα, καὶ συγκρίνας θάτερον παρὰ θάτερον, εἶτα κατὰ τοὺς γεωμέτρας ἀνάλογα ταῦτα λαβών, εἶτ' αὖθις ἀναστρέψας καὶ ἐναλλάξας ὁμολογούμενον πεποίηκας τὸ ζητούμενον, καὶ οἷς ἑκὼν εἶναι τὸ ἔλαττον ἔσχες νενικηκώς, γεωμετρικός τε καὶ δίκαιος καὶ φιλάνθρωπος ἔδοξας. Εἶτα θαυμάζεται Θεμιστοκλῆς ὅτι ἀνέγνω τοῦ χρησμοῦ τὴν διάνοιαν, ξύλινον τεῖχος τὰς τριήρεις τῇ Ἀττικῇ θέμενος; καὶ πόσον τοῦτο μέρος τοῦ ἐμπνεῦσαι νεκροῖς καὶ ὀστέοις κατεψυγμένοις χαρίσασθαι κίνησιν, καὶ μεθ' οἵας τῆς ἐπιστήμης οὕτω μοι τοὺς νόμους οἱ ἐπὶ τῶν βημάτων ἀναγινώσκετε μετὰ Σωκρατικῆς κρίσεως καὶ γεωμετρικῆς ἀποδείξεως; πρὸς δὲ τὸν Θεμιστοκλέα ἐκεῖνο ἂν εἴποιμι, ὅτι" Σὺ μὲν μετὰ τὸν χρησμὸν ναυσὶ τὰς Ἀθήνας ἐτείχισας, ὁ δὲ ἐμὸς βασιλεὺς αὐτὸς ἑαυτῷ χρησμῳδήσας τὴν ὁμώνυμον πόλιν τείχεσι κρείττοσι φράγνυται, λόφους τινὰς ἢ νήσους κατὰ τῆς θαλάσσης ὥσπερ αὐτοματίσας, ὁποῖα δὴ ὑμεῖς οἱ περὶ τῆς Δήλου φατέ, ἔνθα διαβᾶσα τέτοκεν ἡ Λητώ. εἶπες ἂν ἰδών, εἶπερ μικρὸν ἦν σοι ἐξαναδῦναι τῆς γῆς κήτη ταῦτα θαλάσσης, οἷα τὸ Ἀτλαντικὸν ἐξογκοῖ πέλαγος, ἐκεῖθεν ἐνταῦθα διανηξάμενα." ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ χρησμοὶ Δελφικοὶ μετὰ τοῦ τριποδικοῦ ἐρρέτωσαν λέβητος. Ἐγὼ δὲ τῶν ἐφεξῆς ἕξομαι, ἐφοδεύων, ἀλλ' οὐκ ἐξοδεύων τὰ σὰ προτερήματα. οὐ γὰρ βούλει μόνον ἡμῖν τὰ κρείττονα, βασιλεῦ, ἀλλὰ καὶ προσμηχανᾷ, ὅπως ἂν παραυτὰ παραγένηται, οὐ πυραμίδας ἐγείρων οὐδ' Αἰγυπτίας ὀρύττων σύριγγας οὐδὲ τὴν Ῥώμην ἐπιχωννύων, ἵν' ὡς ἐκ μηχανῆς ἐπὶ τὸ ἄναντες ἀναχθείημεν, ἀλλὰ ποταμοὺς ἕλκων καὶ μετεωρίζων ὕδατα καὶ πελάγη συνάπτων, ἵν' ἡμῖν τὸν ἐν τῷ θέρει παραμυθήσῃς αὐχμὸν καὶ διψῶντα ποτίσῃς λαόν. ἐν δὲ τῷ βάθει τῆς γῆς τὸ ὕδωρ παφλάζει στενοχωρούμενον καὶ τὴν ἔκρηξιν ὑπισχνούμενον. διὰ ταῦτα ἀναπνοὰς τούτῳ κατένειμας, ἀφ' ὧν δὴ ὥσπερ ἐκ πιέσματος ἐκπυρρηνιζόμενον καὶ εἰς ὕψος ἀκοντιζόμενον ψύχει τε τὸν ἀέρα καὶ ὥσπερ ἐκ νεφῶν κατιέναι δοκεῖ καινὸς οὗτος ὄμβρος κάτωθεν ἔχων τὰς ἀφορμάς. ἀλλὰ καινὰ ταῦτα καὶ Ἀρχιμήδεια, σὺ δέ μοι καὶ τἆλλα κατανοῶν θαύμαζε, τείχη νεάζοντα ἢ πρώτως νῦν ἐγειρόμενα, πόλεις ὅλας ἐφ' ἡμέρας οἰκοδομουμένας μιᾶς, οὐ πλίνθοις ὀπταῖς ὥσπερ ἡ Περσὶς Κτησιφῶν τὸ θρυλλούμενον φρούριον, ἀλλ' ἀρραγέσι λίθοις κειμένοις παρ' ἑκάστην πλευράν, ἵνα συνεχὲς δόξῃ τὸ συνημμένον καὶ τὸ ἡρμοσμένον ὁμοφυές. ὅρα μοι καὶ ναῶν ὕψη καὶ κάλλη καὶ τὴν ἐν ἅπασιν εὐαρμοστίαν καὶ συμμετρίαν, ἄλση τε καὶ λειμῶνας καὶ ἀκτὰς καὶ κόλπους, μετὰ κάλλους τὸ ἀσφαλὲς ἔχοντας. Ἀλλ' οὐ πάντῃ τερφθήσῃ τοῖς ὀφθαλμοῖς οὐδ' ἐφ' ὅλοις προσμειδιάσῃ τοῖς ὁρωμένοις. ἐξεγερεῖ γάρ σε μέσης νυκτὸς ὁ κώδων ὁ ἱερὸς καὶ τοῖς θείοις ἐνστηλωθήσῃ ἐδάφεσι, καὶ νῦν μὲν τὸ ψαλμικὸν ἀνακρούσῃ μέλος, ψαλτηρίῳ σαυτῷ χρησάμενος δέκα ἐντεταμένῳ χορδαῖς– τοσαῦται γὰρ αἱ γενικαὶ τοῦ συνθέτου δυνάμεις– νῦν δ' ἄλλο τι μουσουργήσεις τῶν θείων ᾠδῶν. μεθ' ἃ βαδίσεις οὐ Πυθῶδε οὐδὲ ἐς Ἄμμωνος οὐδὲ ἐς ἱππήλατον γυμνασόμενος, ἀλλ' ἐς ἱερὸν πολυάνδριον, ἔνθα νόσος οὐ φιλοσοφεῖται μὲν ἴσως, θεραπεύεται δέ, καὶ λώβη σώματος ἐκκαθαίρεται καὶ παρειμένος συσφίγγεται καὶ χωλὸς ἅλλεται καὶ ὁ πρὸς τῷ θανεῖν γενόμενος οὐκ ἀλγεῖ· ἀπὸ γὰρ τῆς χαμεύνης ἐπὶ στιβάδος κείμενος μαλακῆς τε καὶ ὑψηλῆς ἡδέως ἀπορροφεῖ τὸ τοῦ τέλους ποτήριον. ἐνταῦθα δή σέ ποτε τεθέαμαι. ἦν δέ σοι τὸ μὲν βῆμα μετέωρον, τὸ δὲ πρᾶγμα κένωσις ἄκρα καὶ συγκατάβασις. Ἀλλὰ τί σοι πάλιν ἐξανθεῖ τὸ ἐρύθημα; οἷς γὰρ αὐτὸς ποιῶν φιλοσοφεῖς καὶ ἀκροώμενος οὐ τετύφωσαι, ἑτέροις ταῦτα γίνεται ζήλου ἐπαγωγὰ καὶ κέντρον τῆς ὁμοίας μιμήσεως. καὶ μή μοι φράττε τὴν ἀκοήν· ἐν βραχεῖ γὰρ τὸ σύμπαν εἰρήσεται. ἐμιμήσω τὸν σὸν Ἰησοῦν· καὶ μετὰ τῆς χλαμύδος καὶ τῆς ταινίας τὴν κεφαλὴν προσερείδων τοῖς τῶν νοσοκομουμένων ποσὶν ὁμοῦ τοῖς δάκρυσι ἔπλυνες καὶ ἐξέματτες τῷ τοῦ προσώπου σου χρωτὶ τὸν ἐγκείμενον σπῖλον προσαφαιρούμενος. Ἀλλ' ἀπόστηθι μὲν τούτων ὁ θεατής, σὺ δέ μοι μικρὸν πρὸς τὴν ἐν ὕψει ἀκρόπολιν ἄνιθι· ἀλλὰ τί προκύψας βοᾷς, ὅτι σὺ μὲν γίγαντι ὅμοιος ἢ Ἀστεροπαίῳ φωτί, τὸ δὲ ἡμέτερον ὅσον ἐς γόνυ ἀνδρός; ἀλλὰ καὶ σὺ ταῦτα πείσῃ παρὰ μέρος γενόμενος. ὁρᾷς, ὦ βασιλεῦ, ὅ τι πεποίηκας ἄνδρα φιλόσοφον; πλανῶμαι γὰρ ἐν τοῖς περί σε θεάμασι, καὶ τῶν πραγμάτων ὅλος γενόμενος, πράττειν ἀλλ' οὐ λέγειν δοκῶ. ὅθεν πάλιν ἀποκαθίσταμαι καὶ τὸν θεατὴν περιάγω τῷ λόγῳ, οὐκ ἐπὶ τὰ Θετταλικὰ Τέμπη οὐδ' ἐπὶ τὰ Αἰγυπτίων προτεμενίσματα. τί γάρ μοι καὶ τούτοις ἢ τῇ ἐκεῖθεν προσηλωμένῃ Σφιγγί; ἀλλὰ ποῖ; καὶ τὴν γλῶτταν ἐπέχομαι. πάλιν οὖν ἐρῶ· ποῖ; καὶ ἰδοὺ συγκέχυμαι, ὡς ὁρᾷς. τρίτον τοῦτο καὶ τέταρτον, καὶ συναπολήγει μοι τῷ λόγῳ καὶ ἡ φωνή. καιρὸς οὖν ἀγῶνος καὶ ἀνδριστέον μοι· καὶ βραχύ τι πνεῦμα συλλέξας ἐρῶ. Ποῖ γοῦν ἄγω τὸν θεατήν; ἐπὶ τὴν τῆς βασιλίδος σορόν· ἀλλὰ πῶς εἰπεῖν ἐκαρτέρησα, ἣν ἰδεῖν ἀπενάρκησα; πῶς δὲ τάφον ὠνόμασα, ὃν ὡς θρόνον ἐτίμησα; ἐπὶ τούτοις ἄφελε τὰ χείλη, τέμνε τὴν γλῶτταν, ὡς βλασφημήσαντα κόλασον. εἰ δὲ καὶ πάλιν φιλανθρωπεύῃ, κἀγὼ μεταρρυθμίζω τὴν λέξιν καὶ μεταβάλλομαι. Ποῖ τοίνυν ἄγω τὸν θεατήν; ἐπὶ τὸ θεῖον ἀνάκτορον, ἐπὶ τὴν τοῦ μαρτυρίου σκηνήν, ἐπὶ τὴν κατάπαυσιν τῆς σῆς κιβωτοῦ, ἔνθα τὰ τῆς ἀληθείας ἀπῃώρηται σύμβολα. τοῖς μὲν οὖν ἄλλοις ἀποχρῶν δοκεῖ τὸ ὁρώμενον, καί σε τῆς εὐνοίας τεθήπασι καὶ αὐτάρκη τὴν ἀντίδοσιν ἥγηνται· ἐγὼ δὲ οὕτω φρονῶ καὶ οὕτω φημί, ὡς ἑκατέροις, σοί τε τῆς ἀκηράτου περὶ ἐκείνην καὶ νοερᾶς ἀνακράσεως κἀκείνῃ τῆς ὑπερφυοῦς καὶ οὐρανίας ἀκρότητος, πολλοστὰ ταῦτα καὶ οἷον εἰκόνες καὶ τύποι παραδειγμάτων ἀληθινῶν. ἢν δὲ βούληταί τις τύπου ἰδεῖν ὑψηλότερον, τὴν ἐξ ἀσυνήθους ὕλης βλαστήσασαν θεασάσθω ῥοδωνιάν. πέτραι μὲν γὰρ ἔβλυσαν νάματα καὶ πικρὰ ὕδατα εἰς ἑτέραν μετεβλήθη ποιότητα, ῥίζα τε ἄγονος καρπὸν ἀπεγέννησε καὶ ξύλον ἄλλο μετὰ τὴν τομὴν παρὰ δόξαν ἐβλάστησε, συγγενῆ δὲ καὶ τοῖς λίθοις τὰ ὕδατα ταῖς τε ἄλλαις ὕλαις τὸ βλαστάνειν καὶ ἐξανθεῖν, ἄργυρος δὲ καὶ χαλκὸς νῦν πρώτως καὶ παρὰ τὴν ὅλην φύσιν εἰς ὠδῖνας ἄνθους ἀνίκμως ἐρράγησαν, καὶ ὁ τρόπος παράδοξος καὶ τὸ σχῆμα παραδοξότερον. ἐκεῖ μὲν γὰρ σύνδρομος τῇ γεννήσει ἡ αὔξησις, ἐνταῦθα δὲ χεὶρ ἐναργὴς πέντε ῥόδων διῃρημένη ἀκρέμοσιν. ἀλλὰ τοῦτο μὲν μαρτύριον ἀψευδέστατον τῆς θεοειδοῦς ἐκείνης ψυχῆς. βούλει δέ τι ἴχνος ἰδεῖν καὶ τοῦ σώματος καὶ τῆς τῶν ἠθῶν ὁμοιότητος; ὅρα μοι τοίνυν τὸν θεοδώρητον τῆς πορφύρας βλαστόν, τοῦ βασιλείου γένους τὸ τελευταῖον καὶ θεσπέσιον ἄγαλμα, τὴν ζῶσαν καλλονήν, τὴν ἔμψυχον ἀρετήν. Ἀλλ' οἷόν τι πέπονθα. ἀνιέναι γὰρ τολμήσας πρὸς τὸ ὕψος καὶ μέγεθος τῶν σῶν ἀρετῶν, βαθμίδα μὲν οὐδεμίαν ἐπαναβέβηκα οὐδὲ τὸ ἴχνος ἐπῆρα τῆς γῆς, ἀλλὰ τοῦτο πολλάκις βουλόμενος, εἶτα δὴ μὴ δυνάμενος, ἐφ' ὁμαλοῖς τοῖς ἰσοπέδοις χωρῶ, καὶ τὸν ἥλιον κατὰ τῶν ὑδάτων θεώμενος αὐτὸν ὁρᾶν τὸν κύκλον δοκῶ καί τις ἐντεῦθεν τοῖς πολλοῖς ἔδοξα. καί σε παρὰ ταῦτα ὡς ὑπερφυὲς χρῆμα τεθήπασιν, ἐγὼ δὲ οὐδέν τι περὶ τῶν σῶν ἐθεώρησα, οὔθ' ἥτις ἡ περί σε σοφία ἐστίν, ὅτι ἐξ ἐπιστήμης καὶ νοῦ συγκειμένη καὶ περὶ τὰς ἀρχὰς πραγματευομένη καὶ τὰ ἐκ τῶν ἀρχῶν εἴδη δεικνύμενα, οὐθ' ὅτι περὶ τὰ πρακτὰ ὁρίζων τὴν φρόνησιν, ἐν οἷς αἴρεσις καὶ φυγή, τὰ μὲν αἱρῇ μετ' ἐπιστήμης, τὰ δὲ περιποιῇ. οὐδ' ἄλλο οὐδὲν τῶν σῶν εἴρηκα, ὡς τὴν μὲν ἀνδρείαν θάρσους καὶ φόβου πεποιηκὼς ἔχεις μεσότητα, φημὶ δὲ οὐ τὴν πολιτικὴν οὐδὲ τὴν ἐκ τῶν παθῶν, ἀλλὰ τὴν ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν, οὐδ' ὅτι τὴν πραότητα παρὰ μέρος ὀργιλότητος καὶ ἀοργησίας κειμένην ἑκατέρωθεν εἰληφὼς ἐπετήδευσας, καὶ τῇ ψυχῇ ἀφωσίωσας τήν τε ἐλευθερίαν ἑαυτῷ μόνῳ ὁρίζεις εἰς ἃ δοκεῖ καὶ ὅσα δεῖ ἀναλίσκοντι, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ. παρῆκά σοι καὶ τὸ μεγαλοπρεπές, ὡς μέσον ἀλαζονείας καὶ μικροπρεπείας τετήρηκας· οὐδ' ὅτι μὴ νεμεσᾷς εἶπον, φθόνον καὶ χαιρεκακίαν ἐκκλίνων. παρῆλθόν σοι καὶ τὸ μάλιστα ἐπιτιμότατον γνώρισμα, τὴν αἰδῶ, οὔτε καταπληττομένῳ οὔτε τωθάζοντι, καὶ τὸ τῆς γλώττης ἡδὺ ὡς οὐ βωμολόχον οὐδ' ἄγροικον, καὶ ὡς εἰδὼς ἀγάπην οὔτ' ἀπεχθάνῃ οὔτε συγχεῖς τοὺς ὅρους αὐτῆς παρὰ τὴν ὁμοτέρμονα κολακείαν, καὶ ὡς ἀληθεύων τὸν εἴρωνα καὶ ἀλαζόνα μισεῖς. κακίαι γὰρ αὗται ταῖς ἀρεταῖς παρακείμεναι, καὶ τῷ μὲν Ἀριστοτέλει νομοθετούμεναι, τῇ δὲ σῇ ψυχῇ κατορθούμεναι. Ὁρᾶτε, ὡς τὸν βορρᾶν ἀνιέναι ἐπαγγειλάμενος οὐδὲ τοῖς νοτίοις προσήγγισα μέρεσιν, ἀλλ' ἐκ γῆς φωνῶ καὶ εἰς ἀέρα δαίρω. καὶ λέγω μὲν οὐδὲν ὧν βούλομαι, σκηνὴν δὲ μόνην τοῦ λόγου προβέβλημαι. ἀλλά μοι σύγγνωθι, βασιλεῦ. μετὰ πάντων γὰρ ἥττημαι. ἄλλος μὲν γὰρ ἐν ἄλλοις ἄλλου κρείττων καὶ ὑψηλότερος, πρὸς δὲ τοὺς σοὺς ἐπαίνους ἶσοι πάντες τὴν παίδευσιν. βουληθεὶς γὰρ ὁ δημιουργὸς ἑνὶ τῶν πάντων ξύμπασαν καταχαρίσαι τὴν ἀρετήν, ἔμψυχόν σοι δημιουργεῖ τέμενος καὶ πλάττει μέν σοι ἡλιῶσαν μορφήν, ἐμπνεῖ δέ σοι ψυχὴν μὴ μολυνομένην ταῖς τῆς ὕλης ἐσχατιαῖς. ἐπὶ δὲ τῆς ἀκροτάτης τοῦ κράτους περιωπῆς τίθησιν, ἵν', ὅπερ ἐκεῖνός ἐστι πρὸς σέ, τοῦτο σὺ πρὸς ἡμᾶς γίνῃ, μετοχετεύων ἡμῖν τὰς ἐκεῖθεν πηγὰς καὶ διαμερίζων ταύτας εἰς ὀχετούς, ἵν' ὅσον ἂν ἕκαστος δύνηται, δέξηται. ὥσπερ γάρ τι κέντρον μέσον τῶν κρειττόνων καὶ ἡμῶν πηξάμενος, ὅσον ἐκείνων λείπῃ, τοσοῦτον ὑπερανέχεις ἡμῶν. Συγκρινῶ οὖν σε πρὸς τίνα; ὁ τίς τὸν τηλικοῦτον καὶ ὑπὲρ σύγκρισιν; ἐγώ τε γὰρ ὁ λέγων μερὶς ὀλίγη τῆς φύσεως, πρὸς ὅν τε ἂν παραβληθείης, αὐτὸς οὐχ ὑπὲρ ταύτην πιστεύεται· σὺ δὲ τὴν μὲν φύσιν ὑπερεφώνησας, τῶν δὲ νοερῶν ἐγγύτατα γέγονας τάξεων. τί οὖν; κεφαλὴν καὶ στέρνα τῷ λόγῳ δεδώκαμεν, οὐ στηρίξομεν δὲ ἐπὶ βάσεως, ἀλλ' ἐπὶ τῶν ἰγνύων ἐάσομεν; πολλοῦ γε καὶ δεῖ, πῶς οὖν καὶ τὸ ἄγαλμα τελεώσομεν καὶ τῷ ἐναντιουμένῳ συμβῶμεν καὶ κατὰ λόγον χωρήσομεν; σῶμά τι σὺ καὶ ἀσώματον, ἀμφότερον ὑπὲρ φύσιν καὶ κρείττονα. παραβαλοῦμεν οὖν σε τῶν σωμάτων τῷ λεπτοτάτῳ καὶ τῶν ἀσωμάτων τῷ μᾶλλον ἀδιαστάτῳ. τί δὲ ταῦτα; οὐρανὸς καὶ νοῦς, ὁ μὲν ἄλλο τι παρὰ τὰ τέσσαρα σώματα καὶ κύκλῳ κινούμενος καὶ συμπεριάγων ἀστέρας ἀπλανεῖς τε καὶ πλάνητας καὶ ἐν βραχεῖ ἀποκαθιστάμενος, ὁ δὲ τὴν ψυχικὴν ὑπερπίπτων οὐσίαν καὶ τῶν εἰδῶν ἔχων συνεπτυγμένους τοὺς λόγους καὶ παρ' ἓν ἥκιστα διαιρούμενος. σὺ δὲ ὁ τοιοῦτος οὐ πᾶσαν μὲν ἀρχήν, πᾶσαν δὲ ἡγεμονίαν εὐθυτάτως φερομένην ἢ πλανωμένην τῷ σῷ περιάγων θελήματι, οὐκ ἐχόμενος παρὰ τῆς θείας ἁπλότητος, οὐκ ἐν ἀμερεῖ χρόνου ῥοπῇ πάντα περινοούμενος, οὐ τὴν φύσιν αἰθέριος, οὐ νοερὸς τὴν διάνοιαν καὶ πάντα ἔχων καὶ αὐτὸς ὢν τῶν πάντων τὸ κάλλιστον; καὶ τίς ἀντερεῖ, εἰ μὴ τὴν γνώμην ἐλαύνεται; Ὑμεῖς δὲ τί φατε οἱ παρ' ἑκάτερα τοῦ σταδίου, οἱ τῶν ἐμῶν λόγων δοκιμασταὶ καὶ κριταί; ἆρά γε δεδώκαμέν τι τῷ ἀγῶνι λόγου ἐπάξιον; ἢ ὁ μὲν ἀθλητὴς ἄνω ποι κάθηται, ἡμεῖς δὲ δοκοῦμεν σκιαμαχεῖν ἀτεχνῶς; ὁρῶ γὰρ ἐνίους ὑμῶν τοῦτο δεικνύντας τοῖς σχήμασι καὶ ὑπ' ὀδόντα φωνοῦντας, ὅτι μηδὲ πεπλησίακα πρὸς ὃν ἠγώνισμαι. ἐγὼ δὲ τοῦτο λαμπρῶς βοήσομαι τῇ φωνῇ· ἐκράτησας σὺ μόνος, ὦ βασιλεῦ, τῆς ἐμῆς ἐν τοῖς λόγοις δυνάμεως καὶ νενίκηκας. ἑόρταζε τοίνυν τὰ ἐπινίκια καὶ λαμπρὸν ἐπὶ τοῖς τροπαίοις κάταγε θρίαμβον καὶ στεφανωσάμενος θῦε τὰ Μονομάχεια. Λόγος πρὸς τὸν βασιλέα κῦριν Κωνσταντῖνον Μονομάχον Οἱ μὲν ἄλλοι, θειότατε βασιλεῦ, τεχνικῶς σοι τῷ δοκεῖν προσάγοντες τὰ ἐγκώμια ἄτεχνόν τι τοῦτο μόνον ποιοῦσι, τὰς ἀρετάς σοι τῷ λόγῳ ὑποβαλλόμενοι, ὅσας σοι καὶ γένος καὶ τύχη καὶ πρᾶξις συνηρανίσαντο· διδόασι γὰρ ὑποψίαν, ὡς οὐχὶ τὸ ἑκάστου μέγεθος, ἀλλὰ τὸ τῶν πολλῶν πλῆθος τὴν τοῦ ἐγκωμίου τίθησιν αὔξησιν. ἐγὼ δὲ τἆλλα μὲν ἐκείνων ὑστερῶ καὶ τοὺς τῆς τέχνης ἑκὼν παραβαίνω κανόνας, ὅτι σοι μηδὲ ῥήτωρ δημηγόρος παρίσταμαι, τούτῳ δὲ τεχνικώτερος ἐκείνων φανοῦμαι, ὅτι καὶ γένους καὶ τύχης καὶ τῶν ἀπείρων σου πλεονεκτημάτων ἐκείνοις παραχωρήσας αὐτὸς ὀλίγων ἁψάμενος ἐντεῦθέν σοι τὸ κατὰ πάντων κράτος δείξω λαμπρότερον. καὶ σὺ μὲν ὁ τὴν ῥητορικὴν τέχνην ἐπαγγελόμενος τοὺς σοὺς κανόνας σεβόμενος, τῇ λαμπρῇ πατρίδι τὴν τῶν προγόνων ἐπισύναπτ [ε εὔ] κλειαν· καὶ ταύτῃ τὴν ὄγκον τῆς τύχης καὶ τὰ ἐν τῇ γενέσει καινά, τό τε κράτος τῆς φύσεως καὶ τοῦ νοὸς τὴν ὀξύτητα πρόσθες, εἰ βούλει, καὶ τὴν ὥραν τοῦ σώματος, τὸ εὐειδές τε καὶ εὔμηκες, τὸ ἱλαρόν τε καὶ χάριεν, τά τε ἄλλα καὶ τὰ πρὸ τῆς βασιλείας. αὐτῇ προσφύω ὅσα τε κεκαινοτόμηται ἐν αὐτῇ καὶ ὅσα μετὰ ταύτην τεθαυματούργηται, καὶ γὰρ ὡς ἀληθῶς θαύματι ἐοίκασιν ἅπαντα. καὶ σὺ μὲν ταῦτα διαίρει τῷ λόγῳ καὶ μέριζε καὶ ἑκάστῳ κατάλληλον δίδου τὸν ἔπαινον. ἐγὼ δὲ ταῦτα παραιτησάμενος ὡς καὶ λόγου μείζονα καὶ ἀσύμμετρα τῷ καιρῷ. πρὸς ἐκεῖνα δὴ χωρήσω τῷ λόγῳ, ὅσα δή σοι μετὰ τὸ κράτος πεπόνηται καὶ κατώρθωται. αὐτίκα γὰρ τὴν ἄνωθεν ψῆφον ἐδέξω παρὰ θεοῦ καὶ εὐθὺς ὡς οἷά τις ἥλιος φαεινὸς ὡς ἀπό τινος κέντρου καὶ διαστήματος, τῶν ἀνακτόρων ἀρξάμενος πολλῷ τῷ δρόμῳ τὰς τῶν εὐεργετημάτων ἀκτῖνας ἐπαφῆκας τοῖς πέρασι, οὐκ ἐνταῦθα μὲν αὐγαζούσας, ἐκεῖθεν δὲ μὴ προπεμπούσας τὸ φῶς, ἀλλὰ πᾶσαν γῆν τε καὶ θάλασσαν εἴσω τοῦ κύκλου τῶν σῶν ἀρετῶν περιλαμβανούσας· ἔδει γάρ ποτε τὴν τότε κατέχουσαν μεταβληθῆναι σκοτόμαιναν καὶ πρὸς αἰθρίαν ἐπανελθεῖν τὰ ἡμέτερα· ὅθεν καὶ μετεβέβλητο, ἄθρει γάρ μοι πᾶς ὁ βουλόμενος πενήτων ἐντεῦθεν προμήθειαν, προστασίας τῶν δεομένων, ὀρφανῶν ἀντιλήψεις, κυβερνήσεις, κηδεμονίας ἀτυχούντων, συμφορῶν λύσεις, ἀπαλλαγὰς δυσχερῶν, ἀδικημάτων ἀποκοπάς, χρεῶν ἀποβολάς, εὐεργετημάτων ὑπερβολάς, μεταβολὰς δυσχερῶν καὶ πού τις ἄλλος ἐπ' ἐγκλήμασι καὶ τῆς πατρίδος ἀπεληλαμένος μακρὰν ἡδὺ θέαμα τοῖς φιλτάτοις ἀνεκομίζετο· κτήματα ἀπεσῴζοντο, χρήματα τἆλλα, ἃ μηδ' ὄναρ ἰδεῖν ποτε προσεδόκησεν. Οὕτω σοι πάντοθεν αὐτίκα ἐρρύησαν αἱ τῶν εὐεργετημάτων πηγαὶ ὥσπερ ἐξ ἀκροτόμου πέτρας τὸ ἐνδόσιμον εἰληφυῖαι τῆς ῥύσεως· αὗταί σε καὶ πρὸ τῆς ἀρχῆς τῇ φήμῃ διήγγελλον καὶ μετὰ τὴν ἀρχὴν αὐτοῖς τοῖς πράγμασι παρεδείκνυον. ὅθεν τί μὲν οὐκ ἠλπίζετο τῶν καλῶν; τί δ' οὐ παρῆν; μᾶλλον δὲ τί τῶν δεινῶν οὐκ ἀπῆν; τίς γὰρ οὕτως ἀδίκους χεῖρας συνέστειλε καὶ πλεονεξίαν κατέστειλε καὶ δυναστείαν ἐμάλαξε; τίς δ' οὕτως ἢ ἀγαθοὺς μᾶλλον ἐτίμησεν ἢ πονηροὺς ἐνδίκως ἐκόλασε; ποῖ μὴ τὰ σὰ ἔγγραφα διατάγματα φορολόγων ἀπανθρωπίαν ἐλέγχοντα καὶ δικαστῶν παρανομίαν ἱστῶντα, καὶ τοῖς μὲν τὴν προσήκουσαν εἴσπραξιν ἐπιτάττοντα, τοῖς δὲ τοῖς οἰκείοις σταθμοῖς ταλαντεύειν νομοθετοῦντα τὰ τῆς δίκης ζυγὰ καὶ μικρὰ χρηματίζεσθαι; καὶ συνελόντα φάναι, τίς οὕτως ἀδικίαν ἐμίσησεν ἢ δικαιοσύνην ἠγάπησε; διὰ ταῦτά σε καὶ τὸ ὑπήκοον ἅπαν ὑπεκθειάζει καὶ τέθηπε καὶ κρότους συνεγείρει καὶ χοροὺς συνιστᾷ· καὶ ὃς μὲν τὸ ὀξὺ τῆς φύσεως ἐν τῷ μεγαλοπρεπεῖ καὶ σταθηρῷ τοῦ φρονήματος καταπλήττεται, ἕτερος τὸ ἐπιεικὲς τοῦ ἤθους καὶ μέτριον, ἄλλος τὸ πρᾶον καὶ ἀνεξίκακον, οὗτος τὴν ἐπανθοῦσάν σοι χάριν καὶ ὡραιότητα, ἐκεῖνος τὴν ἐν τοῖς ἔπεσι μελιχρότητα, πάντες τὴν ἐν ἅπασι τοῖς καλοῖς εὐαρμοστίαν καὶ συμφωνίαν. τὸ δ' αὖ κηδεμονικόν σου καὶ συμπαθὲς τίς ἂν ἀξίως ἀγάσαιτο; οὐκ ἔφθη γάρ τις τὴν τύχην γνωρίσας καὶ ἄνετά σοι τὰ σπλάγχνα εὐθύς. καὶ ὃν μὲν διὰ τὸ γένος τετίμηκας, ὃν δὲ διὰ τὴν περὶ τοὺς λόγους ἰσχύν, ἄλλον διὰ τὸ πρὸς τὰς μάχας θαρραλέον καὶ εὔτονον, οὕτω σοι διὰ πάντων πρὸς ἅπαντας αἱ τῶν εὐεργετημάτων ἀκτῖνες ἐξέλαμψαν. Τί τἆλλα χρὴ λέγειν; ἀλλ' ἐνάλλαττέ μοι τὴν τάξιν, Ἡσίοδε, καὶ τοῖς νῦν χρόνοις εἴπερ ποτὲ τὸ χρυσοῦν γένος μετάταττε. νῦν γῆρας ἡβᾷ, νῦν νεότης σκιρτᾷ, νῦν τιμαί τε καὶ δυναστεῖαι καὶ θρόνων ὕψη καὶ ἀξιωμάτων διανομαί· νῦν πενία ὑποχωρεῖ καὶ πλοῦτος πλεονεκτεῖ· νῦν οἰκιῶν κατασκευαὶ ἱερῶν κάλλει τε καὶ μεγέθει, τῇ τῶν ὑλῶν ἁρμονίᾳ τοῖς προγεγενημένοις ἐφ' ἅπασιν ἀπαράμιλλοι· νῦν ἑστίαι λαμπραὶ καὶ ξένων ὑποδοχαὶ καὶ τραυμάτων ἀποβολαί, καὶ ἡ χορηγία τούτοις τῶν ἀναγκαίων ὡς δαψιλής· νῦν ὄμβροι καινοὶ καὶ ἀγώγιμοι καὶ ποταμοὶ πρὸς μίαν χαράδραν συγκλείοντες. τὰ δὲ ἡμέτερα; νῦν αἱ Μοῦσαι τεχνικόν τινα κύκλον τὴν φιλοσοφίαν πεποιημέναι χορεύουσί τε περὶ ταύτην καὶ τοὺς θιασώτας εὐφραίνουσι· νῦν συλλογισμῶν ἀναλύσεις καὶ μίξεις, νῦν λόγοις διαλεκτικοί τε καὶ ἔντεχνοι ἀποδείξεις αἱ μέχρι τοῦ νῦν νέφει κρυπτόμεναι, ὀψὲ δέ ποτε τὴν ἀχλὺν ἀποθέμεναι, ἀριθμῶν ἀναλογίαι, μουσικῶν ἁρμονίαι, μεγεθῶν θεωρίαι τῶν μηδαμοῦ κειμένων, οὐρανίων ἐπιστήμη κινήσεων· νῦν θεολογικῶν δογμάτων ἐντελεστάτη διάγνωσις καὶ τῶν πολλοῖς τέως ἀγνοουμένων ἀκριβὴς κατανόησις· τούτων ἁπάντων ἐξηγητὴν ἑτοιμότατον, τὸν κοινὸν τόνδε τῆς οἰκουμένης διδάσκαλον ταῖς σαῖς ἐπιφροσύναις, ὦ βασιλεῦ, ἡμεῖς ἐγνωρίσαμεν· κοινὸς γὰρ εἶ, καὶ πρῶτοι τὸν ἄνδρα ᾠκειωσάμεθα καὶ ἀπὸ τῆς ἡμετέρας ὠνομάκαμεν. εἶεν. Ἃ δέ σοι παρὰ τὰς τῶν καιρῶν δυσκολίας σοφῶς ᾠκονόμητο, σιγῇ παραδράμωμεν; καὶ τοῦτο δώσεις, ὦ μέγιστε αὐτοκράτορ, αὐτὸς καὶ φιλοσοφήσεις τὴν σιωπήν. καὶ πότε δὴ πλέον τοῖς λόγοις καλλωπισόμεθα; τίς γὰρ οὕτως τὸ δέον τοῦ καιροῦ στενοχωροῦντος ἐσκέψατο καὶ λιμοῦ φάρμακον εὕρατο καὶ πτωχοὺς ἄρτων ἐχόρτασε καὶ ψυχὰς πεινώντων ἐστήριξε, τὰ μὲν οἴκοθεν αὐτὸς ἐπιχορηγῶν, τὰ δὲ χρυσίῳ πολλῷ, τὰς τῶν ἐχόντων ἀποθήκας ἀνοίγων καὶ τρέφων λαόν, οὐ γογγυστὴν καὶ ἀγνώμονα, εὐπειθῆ δὲ μᾶλλον καὶ λίαν εὐχάριστον; καὶ ἵνα μηδὲ τοῖς περὶ τοῦτο πραγματευομένοις ἐξῇ καταπραγματεύσασθαι τῆς ἐνδείας καὶ τὰς ἀλλοτρίας καρπίζεσθαι συμφοράς, καὶ ταῖς χορηγίαις ἐφόρους προσεφιστᾷς. Ἀλλ', εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κἀγώ σοι τῆς περὶ ταῦτα φροντίδος πάρεργον γέγονα· ἔχεις γὰρ μετὰ τῶν ἄλλων κἀμέ, ὥσπερ ἐνταῦθα τῶν σῶν πλεονεκτημάτων ὑφηγητήν, οὕτω κἀκεῖσε τῶν οἰκονομημάτων διαιτητήν, ἵνα σοι ἁρμόσω καὶ πρὸς ἀμφότερα, λέγων τε πράξεις τὰς σὰς καὶ πράττων τοὺς λόγους τῆς σῆς οἰκονομίας καὶ κρίσεως. Τούτων ἔχοι τις ἂν πλέον εἰπεῖν; ἐπ' ἄλλῳ δὲ τίνι χρόνῳ οὕτως ἤνθησε τὰ καλὰ πάντα καὶ ἤκμασε; τούτοις καὶ σύ, θειότατε βασιλεῦ, ἐπαγάλλῃ ἢ τῇ ἁλουργίδι καὶ τῷ λαμπρῷ διαδήματι. διὰ ταῦτά σε καὶ θεὸς ἄνωθεν στεφανοῖ καὶ ταῖς κατ' ἐχθρῶν ἀριστείαις λαμπρότερον ἀναδείκνυσι. τίς γὰρ οὐκ οἶδε τυράννους κατεστρατηγημένους, καὶ τοὺς περὶ Ταῦρον Σκύθας πυρὶ μεμερισμένους καὶ ὕδατι, τοὺς περὶ τὴν Μεγάλην Ἀρμενίαν φόρους εἰσπραττομένους, Οὔννους καταπεπολεμημένους, Πέρσας ἐπτοημένους, τῶν μεγίστων ἐθνῶν δυνάστας σοι προσιόντας καὶ χώρας πολυανθρώπους προσάγοντας; καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, σὺ ἀνατολὴν καὶ δύσιν εἰς ἓν συνηρμόσω καὶ τὰ τῆς γῆς πέρατα εἰς μίαν γνώμην συνήγαγες. ἐῶ τἆλλα· τὰ δὲ τῆς στρατηγίας συνθήματα, αἱ δὲ τῶν συμπλοκῶν διατάξεις, αἱ δὲ τῶν λοχήσεων ὑποθῆκαι, ὡς ὑπὲρ πάντα λόγον, ὡς ὑπὲρ ἔννοιαν. ταῦτα συγκρίνειν τοῖς προτέροις βουλόμενος οὐκ ἔχω τίνι δώσω τὰ νικητήρια, ὡς ἄδηλον εἶναι, ποτέροις σὺ τούτων θαυμασιώτερος. Οὕτως σοι τὰ καθ' ἕκαστα τῶν κατορθωμάτων ἀλλήλοις παραβαλλόμενα τὴν ἴσην παραδεικνύουσι δύναμιν καὶ τὸ κράτος σοι καθιστῶσι περιφανέστερον. ὃ δὴ καὶ κοινὸν πρὸς τὴν βασιλίδα καταστησάμενος ἔτι μᾶλλον λάμπεις φαιδρότερον· ἡ γὰρ τῶν βασιλευόντων συζυγία μοναρχία γεγονυῖα διὰ τὴν σύμπνοιαν λαμπρότερον τὸ κράτος ἐντεῦθεν προδείκνυσιν, οὐ διαιρούμενον ἐν διαιρουμένοις σώμασι, συνενούμενον δὲ μᾶλλον τῇ ὁμονοίᾳ τῆς ψυχῆς καὶ ταὐτότητι. Ἀλλά με μηδεὶς ἀπαιτείτω τεχνικὴν σύγκρισιν· κἂν γὰρ μείζονα τῶν συγκρινομένων τὸν ἐμὸν δείξαιμι αὐτοκράτορα, ἀλλά γέ τις ὑποπτεύσειεν, ὡς ἔστι τις ὁ τούτῳ παραβαλλόμενος. ἔσο οὖν ἀσύγκριτος, ὦ βασιλεῦ, καὶ δεδόσθω σοὶ μόνῳ τὸ ὑπὲρ τέχνην. καὶ λεγέσθω τοῖς μεθ' ἡμᾶς τοῦτο δὴ τὸ καινότατον, ὅτι μόνος εἷς ἐν βασιλεῦσι Ῥωμαίων ἴσχυσεν οἷς τε εἰργάσατο θαυμαστῶς καὶ οἷς διεσκέψατο δεξιῶς τὰς τῶν ἄλλων ἀρετὰς καὶ αὐτὴν τὴν τέχνην ὑπερελάσαι, θεὸν ἔχων τῶν πόνων συνεφαπτόμενον. οὗ τῇ χειρὶ συνδιεξάγοιτο μὲν τὸ ὑπήκοον εὐμαρέστερον· ἐχθρὸν δέ, εἴ τί που καὶ ὑπολέλειπται, τὸν αὐχένα συγκάμψειε. καὶ σοὶ γένοιτο μὴ τῷ μήκει τοῦ χρόνου συγκριθῆναι τῶν πώποτε βεβασιλευκότων τινά, ὥστε κἀν τούτῳ τῷ μέρει τὸ κατὰ πάντων ἀσύγκριτον κτήσασθαι. 6 Εἰς τὸν αὐτὸν βασιλέα [Ἔδει] ποτέ, θειότατε βασιλεῦ, τὴν πάντα κρίνουσαν φιλοσοφίαν καὶ δοκιμάζουσαν καὶ πάσης ὑπερκειμένην τῆς [ψυχῶν] ἕξεώς τε καὶ φύσεως κρίσι ἐπί σοι μόνῳ λαβεῖν καὶ ἥτταν παθεῖν καὶ τοῖς σοῖς παραμετρη [θεῖσαν] θεοειδεστάτοις πλεονεκτήμασιν ἐπ' ἔλαττον ἐλθεῖν τῆς ἐκείνων μεγαλειότητος. εἰ γὰρ καὶ ὑψηλὴ καὶ μετέ [ωρος καὶ τὸν κόσμον ὅλον] περιλαμβάνουσα, ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος, ἀλλὰ κάτω που τοῦ κρεί [ττονος...........] εται οὗπερ [.......] πέφηνας χαρακτὴρ ἀκριβέστατος. δεῖ δὲ μὴ τῆς ὄντως μόνον σοφίας ἠλλαττῶσθαι [......], ἀλλὰ [ὁρῶντες] πρὸς ἐκείνην σφᾶς αὐτοὺς ἀφομοιωσάντων. οὕτω σοι, βασιλεῦ, ἐκ προοιμίων εὐθὺς [...] τὴν ἐπιστήμην ἀσύγκριτον καὶ τὸ νενικηκέναι σε πάντα λόγον καὶ τέχνην διὰ τὸ κατ' [αὐ] τῆς ἐχι [..........] ρια. Τριττοῦ δὲ ὄντος παντὸς ἐγκωμίου, καὶ τοῦ μὲν εἰς ψυχὴν καὶ τὰς ἀναλογούσας [.....] ῶκα δι [.......] ἀνόδους ἀρετῶν καταλήγοντος, τοῦ δὲ τὸ σωματικὸν κάλλος θαυμάζοντος– δεῖ γὰρ μηδὲ τοῦτο ἀπερρίφθαι τὴν φιλοτιμίαν ἐμφαῖνον τοῦ [ἐπαινέ] του καὶ τὸ ἐν πολλοῖς πρ [ὸς τ] ὴν ψυχικ [ὴν ἕξιν ἀνά] λογον– τοῦ δὲ τὴν ἐκτὸς πᾶσαν εὐδαιμονίαν [......] γου [...] τῶν εὐφημιῶν προσάπτο [ντος] καὶ π [ρο] σαρμόζοντος. οἱ μὲν ἄλλοι τῶν ἐπαινουμένων ταύτην ἢ ἐκείνην τῷ λόγῳ τὴ [ν ἀφ] ορμὴν παρασχόμενοι, τῆς ἀπὸ τῶν ἑτέρ [ων μ] ερίδων εὐφημίας ἐστέρηνται, οὐδεὶς δὲ τῶν πάντων ἐν πᾶσι τοῖς ἐπαινοῦσι λόγοις ἐφήρμοσε. σοὶ δὲ τοσοῦτον [κατὰ] πάντων ἐν ἅπασι συγκεχωρηκὸς ὡς ἀρκεῖν τοῖς ἀπὸ τοῦ γένους σεμνολογήμασι καὶ ὧν κεχώρισται ἡ προαίρεσις [......] τὰς τῶν ἄλλων νικᾶν ἀρετάς, ὡς εἰ καὶ μηδέν σοι ἀπὸ γνώμης ἐπῆν τῇ γε τῶν πατέρων φιλοτιμίᾳ πᾶσαν ὑπερβολὴν ἐγκωμίων νικᾶν. Περιΐσταται δέ μοι εἰς ἀφωνίαν τῶν περιρρεόντων ὁ πλοῦτος, ὥστ' οὐκ εἶναι λέγειν ἔνθα δεῖ πολλὰ λ [έγειν. ὥσπερ] γὰρ οἱ τοὺς ἀστέρας ἐπιχειροῦντας ἀπαριθμήσασθαι προχωροῦσιν εἰς τὸ ἄπειρον τῆς ἀπαριθμήσεως καὶ τὸν πρῶτον ἐπέχουσιν ἀριθμόν, οὕτω δὴ δεῖ κἀμοὶ τὸν λόγον ἐπέχειν ἀνάγκῃ, ὅτι μὴ δυνατὸν διὰ πάντων σοι τῶν ἐγκωμίων ἐλθεῖν, οὐχ ὥστε καθένα ἐπᾶραι, ἀλλὰ καὶ ψιλῶς διαριθμήσασθαι. καὶ τοῖς μὲν ἄλλοις τινῶν ἐπαινέταις αἱ ἀποτυχοῦσαι μᾶλλον πατρίδες καὶ τὰ τῶν πατέρων νοσοῦντα εἰς ἐπίδειξιν τέχνης καθεστήκασι μείζονος· ὃ γὰρ ἂν εἰς ἐπαίνου λόγον θηράσωνται, τοῦτο πάντως ἔδοξε τῆς λογικῆς ἔχειν δυνάμεως. ἐμοὶ δὲ τὰ σὰ μᾶλλον ὑπερβολὴν ἐπαίνου μείζονος ἔχοντα ἐλέγχει τὴν τέχνην καὶ εἰς ἀπορίαν τὸν λόγον περιϊστᾷ. ὃ γὰρ ἂν συλλέξας περὶ τοῦ σοῦ πατρὸς εἴποιμι τοῦ ἀληθοῦς ὀφθήσεται ἔλαττον. ἡ δὲ τῆς πατρίδος πάντα λόγον ὑπερβάλλει μετέωρον οὐχ ὅτι θαυμασίων πίνει πηγῶν, οὐδ' ὅτι καλλίστοις ζεφύροις γελᾷ, ἀλλ' ὅτι τῆς ἄνωθεν μητροπόλεως ὑποικ [οῦσα] καθέστηκε. δεῖ γὰρ καὶ τοῦτο τολμήσαντα εἰπεῖν ὅθεν ὁ σὸς ἐφέξυ πατὴρ καὶ τὴν ἀποικίαν μὴ στέρξας πρὸς τὴν ἡγεμόνα πόλιν μετεσκευάσατο· ἔδει δὲ πάντως ταύτης μὲν ἐκεῖνον, ἐκείνου δὲ τὴν σὴν ἠρτῇσθαι φύσιν, καὶ τοῦτον μὲν ἐκείνην, σὲ δὲ ἄμφω νικᾶν. ἀλλὰ πρᾴως μοι τὸν λόγον ὁ φιλόσοφος ἔνεγκαι· δεῖ γὰρ τἀληθῆ λέγειν τὸν ἐπαινοῦντα καὶ τὸ δέον παρρησιάζεσθαι. μητρόπολις δὲ ἀμφοῖν ἡ τοῦ θεοῦ πόλις ἐστί· ταύτην γὰρ ἀποικίαν ὁ λόγος ἀπέδειξεν, ἀλλὰ παρέδραμεν ὁ λόγος τὴν γέννησιν. ἡ δὲ ἔχει τι καὶ παράδοξον· δεῖ γὰρ ἀκροθιγῶς πάντων ἐφάψασθαι ὅσον ἐμφῆναί τι τοῖς ἀμυήτοις τῶν διηγήσεων· μετὰ προφητ [εί] ας ἡ σύλληψις, μετὰ συμβόλων [ἡ κύ] ησις καὶ τὸ σύμβολον ἡλίου λαμπρότερον, τάχα που ἐκ τῶν θειοτέρων ἀκτίνων τῷ μετώπῳ σχηματιζόμενον. τοῦτό σοι τοῦ μέλλοντος τὸ προοίμιον, τοῦτο τῶν ἐσομένων ἐναργεστάτη σημείωσις. Αὕτη τῆς καθ' ἡμᾶς ἡγεμονίας σιωπῶσα προκήρυξις, ἐντεῦθεν ἡ κρείττων ἡμῖν ἡ μοίρα προκαταβάλλεται, τὰ δ' ἐντεῦθεν σειρᾷ τινι χρυσῇ ὡς [τήμερον] ἔοικε καὶ συνεχῆ πως καὶ ἠρτημένα, ἀλλήλων κατάλληλον τὴν πλοκὴν ἔχοντα· οὔτε γὰρ φύσις [...........] ἐδείκνυ μεγαλοπρεπείαν, οὐ νεότητος ἀκμὴ κυμαινομένη καὶ μεταπίπτουσα, ἀλλ' ἐπ' ἀ [...] γεῖθεν [.... ὀγ] κήματος σταθηρῷ τὴν βάσιν ἐρείδουσα καὶ μετὰ τῆς ὀξύτητος τὸ πάγιον ἔχουσα, ὥστε [............ νύνεσθαι] ἥ τε γνώμη τὴν χεῖρα προεζωγράφει, εἴποι τις ἄν, καὶ τὴν μέλλουσαν εὐτυχίαν τοῖ [ς βλέμ] μασιν ἡ ἐ [ρυθ] ριάζουσα, τὸ δὲ ἦθος ἐπιεικές τε καὶ μέτριον, τοῖς γὰρ κατὰ διάνοιαν ἐνεργήμασι καὶ κινήμασι τὸ ὑψηλὸν προλαβὼν καὶ ἀνέφικτον, τοῖς ἤθεσιν ἐμετρίαζες καὶ συνέκιρνας θαυμασίως [.........] μήτε τὸ [τα] πεινὸν ἐστερημένον τοῦ ὕψους εἰς εὐτέλειαν καταφέρεσθαι, μήτε τὸ ὑψηλὸν τῆς ἐκεῖθεν ἄτερ συνανακρα [θείσης] ὄγκον [ἀναφέρ] εσθαι. οὕτω δὲ τὴν [σὴν... ν] τι φθόγγων, ἀλλ' ἁρμοσάμενος κατὰ τὸν διὰ πασῶν λόγον ὡς μηδεμίαν εἶ [ναι π·· υ] σιν, τὰς θείας ἐμελούργεις φθογγάς. [σὺ...] μὲν οὖν π [αρὰ] τοῦ θείου ἠξίους καὶ κινεῖσθαι καὶ κρούεσθαι ὥσπερ τι μ [αλα] κὸν καὶ ἔμψυχον ὄργανον, ὃ δὴ κατὰ τοὺς ἁρμονικοὺς ἐντεί [νων] καὶ ὑποχαλῶν, οὕτω τοῖς μουσικοῖς λόγοις διω [ρ] γανώσατο ὡς τὸν αὐτὸν εὐφωνότατόν τε εἶναι καὶ ἐμμ [ελέ] στατον καὶ τὸν κατά σε φθόγγον εἰς πάντα τῆς γῆς περιηχηθῆναι τὰ πέρατα. ἀλλὰ τὰ μὲν τῆς ἐντάσεως πῶς ἂν λέγοιμι; τί πρῶτον θαυμάσαιμι, τὸν τεχνίτην λόγον οὕτω [......] τῶν συμφωνιῶν φιλοτιμησάμενον, ὡς εἰς τὴν ἄκραν ὀξύτητα ἀγαγεῖν, ἢ τὴν σὴν ψυχὴν μὴ διαρ [ραγεῖσαν ἐξε] τάσεσιν, ἀλλὰ καὶ τῷ μεγέθει τῶν περιστάσεων καὶ τῷ πλήθει τοῦ χρόνου γενναιότατα διαρκέσασαν; [ἀλλ' ἔ] δει σε χωνευθῆναι τῷ δοκιμαστικῷ πυρί, καὶ κεχώνευσαι, οὕτω δὴ τεχνικῶς ὡς χρυσὸν ἀναδειχθῆναι καθαρώτατόν τε καὶ τιμαλφέστατον. Τοῖς δὲ τῆς ἑτέρας ἁρμονίας ποῖαι κιθάραι καὶ λύραι, ποῖαι δὲ μοῦσαι ποικίλως ἠχῆσαι δυναμέναι προσαρκέσουσιν; ἐπεὶ γὰρ ἔδει σε ἀναφανῆναι τὸν τέως κρυπτόμενον ἥλιον, ἐρρήγνυτο μὲν τὸ νέφος, διεσπᾶτο δὲ ἡ ἀχλύς, καταιγίδες δὲ καὶ θύελλαι ἐσκεδάννυντο. καὶ τὰ μὲν ὑπεχώρει καὶ ὑπεξίστατο, ὅσα δή σοι ἀντέπιπτον, τὰ δὲ συνείλεκτό τε καὶ συνηθροίζετο, δήμου βίαι, συγκλήτου βουλαί, χειροτονίαι τε καὶ ψηφίσματα καὶ γνῶμαι τῶν ἐκ περάτων γῆς εἰς μίαν ἰδέαν συνηρμοσμέναι. καὶ οἱ πρότερον διεστηκότες πρὸς μίαν γνώμην τότε συνήπτοντο, τῶν ἡλικιῶν τε τὸ διάφορον διαφορὰν οὐκ εἶχε φρονήματος, ἀλλὰ καὶ γεγηρακότες ὁμοῦ καὶ νεάζοντες τὴν αὐτὴν φωνὴν ἀφιέντες μίαν ἐδήλουν καὶ τὴν διάνοιαν. οὕτω σοι παραδόξως πρὸς τῆς ἀνατολῆς καὶ τὰ γένη συνήπτοντο καὶ πρὸς τελειότητα μίαν πάντα συνήγοντο, ἐφ' οἷς πᾶσι διαυγεῖ κύκλῳ καὶ ἀρρήτῳ τῇ λαμπηδόνι ὑπερφανεὶς τοῦ ὁρίζοντος, καὶ τάχει δρόμου πρὸς τὴν καθ' ἡμᾶς μεσημβρίαν φθάσας ταῖς ἀναβάσεσι, καὶ τοῦ παντὸς μέσον γενόμενος κύκλῳ τε τὰς ἀκτίνας ἀφείς, πᾶσαν ἔνδον τὴν οἰκουμένην συμπεριείληφας ὡς πάντας καὶ τοῦ φωτὸς παραπολαῦσαι καὶ τῆς θερμότητος. ὁ μὲν οὖν ὁρώμενος οὗτος ἐν οὐρανῷ ἥλιος ταῖς ἀκαμάτοις καὶ ἰσοταχέσι κινήσεσι τῷ δρόμῳ τὴν αἴγλην μετρεῖ, καὶ ᾧ πεπλησίακε κέντρῳ ἐκεῖθεν λαμπροτέρας τοῖς ὑποκειμένοις ἀφίησι τὰς αὐγάς, στηρίζειν μὲν δοκῶν διὰ τὴν ἀπόστασιν, ἄπαυστα δὲ θέων καὶ συγκινούμενος τῇ τοῦ παντὸς ἀεικινήτῳ φορᾷ. σὺ δὲ ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ σημείου προχέων τὰς χάριτας, ἰσόμετρον τοῖς κοσμικοῖς κέντροις τὴν δᾳδουχίαν ἁπλοῖς, στηρίζων ὁ αὐτὸς ὁμοῦ καὶ κινούμενος καὶ πανταχοῦ φθάνων καὶ τοῦ βασιλικοῦ κύκλου μὴ ἀφιστάμενος. ποῖος γὰρ οὐκ ἔχει σε χῶρος ἢ ποῖ μὴ πεπόρευσαι σύ; ποῖος δὲ μυχὸς [γ] ῆς ἢ θαλάσσης τὰς σὰς ἀστραπὰς οὐκ ἐδέξατο, διττὴν ἐχούσας τὴν δύναμιν, ὡς τοὺς μὲν αἴγλης πληροῦν, [τοὺς] δὲ ἐμπιπρᾶν, κατὰ τὴν ἀνάλογον τῶν ὑποδεχομένων ὕλην τε καὶ ποιότητα; ἀλλ' ἐπεὶ ποικίλα τῶν εὐεργετη [μάτων τ] ὰ εἴδη ταῖς τῶν ἀρετῶν διαφοραῖς μεριζόμενα, τῶν τε μὴν εὐεργετουμένων καθ' ἕνα τε καὶ κατὰ πλῆθος [γίνεται ἡ] διαίρεσις. Οὕτως ἐν ἅπασιν ὑπὲρ ἅπαντας ἀναπέφηνας, ὡς μετὰ πάντων καὶ τοὺς λόγους νικᾶν. [ὁ μὲν γ] ὰρ καθ' ἕνα, ἵνα τὸ πᾶν συγκεφαλαιώσωμαι, εὐδαιμονέστατός τε καὶ ὀλβιώτατος κατὰ τοὺς πάλαι τῶν ἡρώων [......] ένας π [....] ἀπὸ μὴ τοιούτων γεγόνασιν. οἱ δὲ κατὰ πλῆθος πόλεις ὅλαι καὶ δῆμοι καὶ θέατρα, ἔθνη τε [....] ἅπαντα εὐ [ν] ομούμενα καὶ ὑπήκοα ἢ φορολόγων ἀπανθρωπίας ἐλευθερούμενα ἢ βαρύτητος ἀπαλλαττόμενα δυναστῶν ἤ τινος ἄλλου τοῦ συμπιέζοντος. ἀλλὰ τοὺς μὲν ἄλλους οὕτως ἔδει λαμπρῶς τετιμῆσθαι, τὴν δὲ [πατρί] δα [ἐν ᾗ αὐτὸς] γεγένησαι καὶ ἐφ' ᾗ βεβασίλευκας ἔλαττόν τινος τῶν προειληφότων τὸ κράτος τετιμηκέναι; [πο] λλοῦ γε καὶ δεῖ. ἡ δὲ [ἀτρε] μής· ὅρους αὐτῇ ἀνατολὴν καὶ [δ] ύσι [ν ἐ] ποίησας τῶν ἐθνῶν, [τοὺς] μὲν πο [λλοὺς.......], ἔστι δὲ οἷς καὶ προσβαλὼν καὶ ἄμφω ν [ενι] κηκώς τε καὶ [δου] λωσάμενος, πρῶτα μ [..................] φιλανθρωπίας ταῖς χάρισιν. εἰ δέ τι καὶ νῦν ἐστι [ὡς] σπαῖρόν τε καὶ κινούμενον, ἀλλὰ τῆς κεφαλῆς ἀναιρεθ [είσης] δράκ [οντος], κενοὶ πάντως οἱ τοῦ λοιποῦ σώματος ἐλιγμοί, [περι] ϊόντι τῷ χρόνῳ καὶ συννεκρούμενοί τε καὶ συντηκόμενοι καὶ [......]. ἀλλ' ὥσ [περ] μόλ [ουροι] τῷ τῆς ἡμετέρας πόλεως συνεκολλήθησαν σώματι καὶ πρὸς μίαν διῆλθε τὰ δι [εσ] τηκότα σύρ [ματα...........], σοῦ παραδόξως ταῦτα συναγαγόντος τε καὶ συμπήξαντος καὶ τὴν φύσιν ἄλλοις ἁρμόσαντος [καὶ ἄλλοις] προσαρμόσαντος, ἔστιν ἃ διερράγησάν τε καὶ ἀπεσπάσθησαν, καὶ τὴν φύσιν ὁ τρόπος ἠλλοίω [σε....], καὶ μεμενήκασι, καὶ μετὰ τὴν διάστασιν, ἀλλοτρίαις ῥίζαις τρεφόμενά τε καὶ πιαινόμενα. ἀλλ' ἔδει καὶ τοῦτον ἐπανάγειν καὶ προσφῦναι ὅθεν ἀπέστησαν τὰς ἀρχεκάκους συντρίψαντα κεφαλάς, ἵνα μὴ καὶ αὖθις τὸ ὑγιαῖνον σῶμα συνδιαφθείρωσι. τὰ δὲ περὶ τὴν Κοίλην Συρίαν ἔστιν ὅστις ἄλλος τῶν ἐπηρτημένων κινδύνων ἀπήλλαξε; δόρυ μὲν γὰρ οὐ κραδαίνεις, οὐδὲ πολεμίων προσβάλλεις φάλαγξι, στρατηγικαῖς δὲ συντάξεσί τε καὶ παρατάξεσι καὶ μηχανημάτων κατασκευαῖς ταῖς τε ἄλλαις μεθόδοις ἀναίμακτα κατὰ τῶν μαχομένων ἱστᾷς τρόπαια. καὶ νῦν ὄντως τὰ μέλη τῇ κεφαλῇ σου συμπνέουσι καὶ ὥσπερ οἰκείαν μὴ κεκτημένα προαίρεσιν τῷ σῷ συγκινοῦνται καὶ περιάγονται νεύματι. τίς γὰρ τοιαύτην ἁρμονίαν πολιτείας ἐθεάσατο πώποτε ἢ πότε οὕτως οἱ κατὰ γνώμας διῃρημένοι καὶ κατὰ κώμας μεμερισμένοι, ὥσπερ μιᾷ συνδεδεμένοι ψυχῇ καὶ ὑφ' ἑνὸς ἀγόμενοι τοῦ συνθήμα [τος], μίαν καὶ τὴν αὐτὴν διάνοιαν ἐπανῄρηνται τοῖς σοῖς πείθεσθαι δόγμασι καὶ τοῖς σοῖς θεσπίσμασι ἄγεσθαι; καὶ στρατιῶται μὲν ἐντεῦθεν τὰς τῆς στρατηγίας λαμβάνοντες ἀφορμάς, ὅπως τε δεῖ στῆναι καὶ πῶς προσβαλεῖν, λοχῶντες ἢ ἐκ τοῦ προφανοῦς ἢ ἐκ τοῦ ἑκατέρωθεν καὶ ὡς προσῆκεν ἀμφοτέρα, τρόπαια κατὰ τῶν πολεμίων ἐγείρουσι καὶ τοὺς ἐπινικίους στεφάνους προσάγουσιν. οἵ τε περὶ τοὺς νόμους στρεφόμενοι καὶ οἱ περὶ τὰς δημοσίας ἐσχολακότες συνεισφοράς, οἱ μὲν τὴν ἀποκάλυψιν τοῦ κεκρυμμένου τοῖς νόμοις βουλήματος, οἱ δὲ τύπωσιν τῆς δικαίας εἰσπράξεως παρὰ σοῦ κομιζόμενοι, τὸ δέον ἰθύνουσιν. Εἴπω τι καὶ τῶν ἀπορρήτων; ἀλλὰ καρτέρει φέρων τὸν ἔπαινον, ἐπεὶ καὶ τοῦτο τὸ μέρος τῆς σπουδαζομένης σοι φιλοσοφίας, εἰ καὶ τοὺς πλείονας ἔλαθες. τίς οὕτως ἁπλαῖς ἐπιβολαῖς φιλοσόφως προσβάλλει τοῖς θείοις; αὐτὴν δὲ τὴν φιλοσοφίαν τίς οὕτως ἐν βραχυτάτοις καιροῖς εἰσῳκίσατο, ὡς ἁπλάς τε γν [ῶναι] φωνὰς καὶ συνθέτους καὶ τοὺς ἐκ τούτων λόγους καὶ τὴν τούτων διαίρεσιν νοῦν συνδιαιρουμένην καὶ διάνοιαν καὶ δ [.....] τήν τε φυσικὴν παχύτητα καὶ τὴν μαθηματικὴν οὐσίαν καὶ τὴν λογικὴν ὕπαρξιν; σύ γε, εἰ βούλει, καινὸν κύκλον τετραγωνίσεις καὶ τὸν κύβον διπλασιάσεις καὶ τῇ ὑπάτῃ συγκινήσεις τὴν νήτην καὶ τὴν διάμετρον γνώσῃ ὅπη ἀσύμμετρός ἐστι τῇ πλευρᾷ· τὰ τέως πολλοῖς ἄ [ν..............] ρυήσονται [.......] θέντα σοι τὰ μαθήματα. οὕτω σοι τὴν φύσιν ἁπαλὴν ὁμοῦ καὶ στερέμνιον ὀξεῖ [.........] ἄτιμον ὅπλ [ισμα] ἐδημιούργησεν ἐκεῖνο διὰ τὸ τῶν προσαγομένων εὐτύπωτον, τοῦτο διὰ τὸ τῶν [........] μνημονικὸν καὶ κάτοχον. τίς οὕτως τὸ δέον ἐσκέψατο ἢ σκεψάμενος διηρμήνευσε; τίς [οὕτως] πάντων [ἐ] ν ὄ [.... τῆς βα] σιλείας ὑ [περ] εχούσης μετριοφρ [ονεῖν.....] καὶ πᾶν [μ] ὲν κατορθοῦν, μηδὲν δὲ προσάγειν ἑαυτῷ [......... καὶ..] νοῦν τιθῶ; καὶ τοῦτο μὲν [ἐπ' ἐκ] εῖνον τῇ σῇ ψ [υχ] ῇ μόνῃ παραμετρούμενον. ἀλλὰ τίς οὕτως ἑαυτὸν πᾶσιν ἐφήπλωσεν ὡς μηδένα δεδιέναι τῶν προσιόν [των], μηδὲ τῷ φόβῳ τοῦ ἀρχικοῦ ὄγκου πεδεῖ [σθαι] τὴν γλῶτταν, ἀλλὰ τῷ μειλιχίῳ τῆς θέας διαχείσθαι καὶ τὴν ψυχὴν καὶ ἐλευθερίαν ἔχειν τὸν λόγον πρὸς βασιλικὴν ἀκοήν; τὶς δὲ οὕτως ἑαυτὸν τοῖς πᾶσιν ἐμέρισεν ὡς δικαστὴν μὲν εἶναι τοῖς δικασταῖς, μᾶλλον δὲ νομοθέτην, λογιστικώτατον δὲ τοῖς λογισταῖς καὶ λόγοις φιλολογώτατον, τῶν τε πρεσβευόντων ἐθνῶν συνδιαιρεῖσθαι τ [.........] ις καὶ τοῖς φρονήμασι, καὶ νῦν μὲν ἀπ' οὐρανοῦ φθέγγεσθαι, νῦν δὲ πλησιάζειν τῇ καθ' [ἡμ] ᾶς οἰκουμένῃ; εὐεργέτας δὲ τίς οὕτως ἠμείψατο καὶ μέχρι παντὸς τὴν χάριν ἀπεμνημόνευσε καὶ χάριν ἣν ἄν τις καὶ πιστεῦσαι ὀκνήσει; ὁ γὰρ τῆς ἐλευθερίας προστάτης καὶ μόνος ἐλεύθερος, ὑποκλίνεις τὸν αὐχένα ταῖς βασιλίσι καὶ τῷ δευτέρῳ τῆς βασιλείας σχήματι προσοικειοῖς ἑαυτόν, ὁ μετὰ θεὸν τεταγμένος ἡγεμονεύειν τῶν ἐπὶ γῆς. τῆς δὲ περὶ τὸν θεὸν εὐσεβείας ἐστὶν ὃς τοῦ πρωτείου σοι διαμφισβητήσειε; τὴν δὲ περὶ τοὺς θείους σηκοὺς φιλοτεχνίαν τε καὶ ἐπιμέλειαν τίνες ἂν Δημοσθένεις ἢ τῶν συγγραφέων οἱ ἄριστοι διαγράψειάν τε καὶ ἐξυμνήσειαν;" ὡς καλοί σου οἱ οἴκοι", βασιλεῦ," αἱ σκηναί σου", νοητὲ Ἰσραήλ," ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν καὶ ὡσεὶ σκηναί", ἃς ἔπηξεν ὁ κύριος, ὄντως ὡσεὶ παράδεισοι ἐπὶ ποταμόν. τέθηλε γὰρ πάντα τῇ ἀμετακινήτῳ ὥρᾳ καὶ γέγηθε, τοῖς οἰκείοις ἡ γῆ γεννήμασι γάνυται. πεπήγασι δὲ ὡς αἱ σκηναὶ τοῦ κυρίου, οὐ τῷ ἀπεριτρέπτῳ μόνῳ ἐκείναις προσομοιούμενοι, ἀλλὰ καὶ τῷ πολυειδεῖ καὶ ἀναλόγῳ τῆς τέρψεως· ὥσπερ γάρ τινες διαφόρους μονὰς ἐπὶ γῆς καὶ αὐτὸς κατασκευασάμενος, τὰς μὲν χθαμαλὰς τοῖς χαμαιζηλοτέροις ἀπένειμας, τὰς δὲ ὑψηλὰς τοῖς μετεωροτέροις τὸν νοῦν. τί; ὅτι ἀνήνεγκας πρὸς βορρᾶν τὴν καθ' ἡμᾶς οἰκουμένην καὶ ὄρεσιν αἰωνίοις αὐτὴν προσεπέλασας καὶ ἄποπτον εἰργάσω περιωπήν, ἢ τάχα καὶ τῷ θαυμαστῷ τούτῳ συμβόλῳ πρὸς τὴν ἄνω μετακινῶν ἡμᾶς βασιλείαν, καὶ τὴν ἐπὶ γῆς ἀνάγων, καὶ πρὸς τὴν πρώτην πατρίδα μεταβιβάζων ὅθεν ἀποπεπτώκαμεν. στῆθί μοι ἐν τῇ τοῦ σοῦ ὄρους ἀκρότητι ἔμψυχος ἀνδριὰς καὶ σφυρήλατος, κύκλῳ σε περιάγων τὸν ὀφθαλμὸν καὶ πάντας περιλάμπων τῷ βλέμματι, καὶ τάχα καὶ τῷ θεῷ προσεγγίσειας, ὡς ὁ δημαγωγὸς ἐκεῖνος τοῦ Ἰσραήλ. ἀνιόντι σοι συγκαταβαίνον [τι] καὶ νομοθεσίαν δέξῃ διττήν, τοῦ τε γράμματος καὶ τοῦ πνεύματος, καὶ ἡμῖν ἀποκαλύψειας τὰ ἀπόρρητα, οὓς" στύλῳ πυρὸς καὶ νεφέλῃ" ἀπὸ τῶν Αἰγυπτίων κακῶν πρὸς τὰ ἀγαθὰ τῆς γῆς Ἱερουσαλὴμ μεταβίβασας. ἀλλὰ ταῦτα μὲν ἀποκληρωτέον τοῖς τύποις καὶ τοῖς αἰνίγμασι· νῦν γὰρ καθαρῶς ἔλαμψεν ἡ ἀλήθεια καὶ συγχορεύει τὰ πάντα καὶ μετὰ πάντων οἱ λόγοι καὶ ὁ τῆς σοφίας πάλαι πως σβεσθεὶς [λύχν] ος νῦν ἀνῆψε λαμπρότερον. Ὁρᾷς, ὦ θειότατε βασιλεῦ, τὸν ἱερὸν τοῦτον καὶ φιλόσοφον σύλλογον, τῆς ἐμῆς γεωργίας γεννήματα σύμπαντες, πάντες ἐκ τῶν ἐμῶν ναμάτων πεπώκασι καὶ τῆς ἐμῆς πηγῆς ἀπηρύσατο [.....]. ἠκόνη [σαν] μὲν καὶ πρὸς ῥητορείαν τὴν γλῶτταν, οὐχ ὥστε μόνον διαιρεῖν ἐπιχειρεῖν τε καὶ ἐπεργάζεσθαι καὶ διαφόροις ἰδέαις τὸν λόγον κατακοσμεῖν, ἀλλ' ὥστε καὶ πράττειν συστάσεις προβλημάτων, ἀρχετύπους τέτταρας ἀρχὰς ταύτας ἔχοντες, ὕλην καὶ ἰδέαν καὶ συγγράμματα καὶ θεωρήματα, ἰδεῶν τε λόγοις [ἐπ] ικύ [π] τειν ῥητορικοῖς, καὶ γινώσκειν μὲν τῶν ὀνομάτων τὴν ποίησιν, τό τε γὰρ ποιὸν τῆς ἁρμονίας καὶ τοῦ σχήματος τὸ διάφορον καὶ τὰ ἐπὶ τούτοις [..] ώματα, πῶς τε δεῖ χρήσασθαι τῇ ἐκλογῇ τω [......] τήν τε τροπὴν καὶ γλώττῃ μαλακὴν λέξ [ιν] μεταχειρίζε [σθαι] καὶ τὸν μὲν λόγον ποιεῖν ἐξ ὀνόμ [ατος], τότε εἰς ὄνομα συνάγειν τὸν λόγον, καὶ τὰ μὲν ῥή [ματα] ποιεῖν ὀνόματα, ἐκεῖνα δὲ ῥήματα. καὶ τί ἂν τὰ τῆς τέχνης ἀκριβέστατα καταλέγοιμι καὶ λανθάνοντα τοὺς πολλούς; τῶν δὲ τῆς φιλοσοφίας ναμάτων οὐχ οὕτω πίνουσι ὡς ἀρύεσθαι ἄκροις τοῖς χείλεσιν, ἀλλ' ἅμα τῷ πιεῖν αὖθις πηγάζουσιν. οὐ ταύτης δὴ τὰ θρυλλούμενα κατηγορίας καὶ ἀποφαντικὸν λόγον καὶ σχήματα, ἀλλὰ καὶ τίς [ἡ π] ρώτη φιλοσοφία καὶ περὶ ποίας ἀρχὰς καὶ περὶ ποίας αἰτίας σοφία ἐστί, καὶ ὡς ἐπιτάττει καὶ οὐκ ἐπιτάττεται, τίνες τε οἱ ἀρχικοὶ [......] μοι καὶ ὅπως καὶ εἰς πόσα διῄρηνται; οὕτως ἐγὼ τούτους ἐπαίδευσα, βασιλεῦ, μᾶλλον δὲ τοιαύταις ὠδῖσιν ἐγεννησάμην καὶ τὸν λογικὸν μαζὸν ὑποθεὶς ἐπὶ τὴν στερροτέραν τροφὴν ἤγαγον. καὶ τὴν μὲν φιλοσοφίαν σβεσθεῖσαν αὐτὸς ἀνῆψα– δεῖ γὰρ ἐν καιρῷ καὶ παρρησιάζεσθαι– ἡ δέ μοι οὐκ οἶδ' ὅτι παθοῦσα οὐκ εὐγνωμόνησεν, οὐδὲ τὴν σὴν ψυχὴν ἐπ' ἐμοὶ ἐθηράσατο, τάχα με πειρωμένη ποιῆσαι φιλόσοφον καὶ τοῖς πράγμασιν. Ἀλλὰ τοῦτο μὲν αὐτὸς ἰάσῃ τῆς νόσου τὸ φάρμακον ἀνιστάμενος, ἐμοὶ δὲ τίς ἂν εἴη πρὸς τὴν σὴν ἀποχρῶν σύγκρισιν; Ἀλέξανδρον τὸν Μακεδόνα ᾄδουσι μὲν συγγραφέων λόγοι, βοῶσι δὲ ποιητῶν γένη· καὶ γὰρ ἦν ὡς ἀληθῶς καὶ στρατηγῆσαι δεινότατος καὶ προκινδυνεῦσαι θαρραλεώτατος καὶ τῶν πρὸ αὐτοῦ καὶ τῶν ἄχρι σοῦ βασιλέων ὑπερανεστηκὼς τοῖς ἀνδραγαθήμασιν, ἀλλὰ τοῖς μὲν σκέμμασιν ἐλάττων τῶν ἀποτελεσμάτων ἀναγέγραπται, ἐν [δὲ...] τοῖς ἔργοις νικῶν. σὺ δὲ ἄμφω ἴσος τε καὶ ἀνάλογος· βουλεύσῃ τε γὰρ πρὸ τῶν ἔργων ὡς ἄριστα καὶ τὰ βεβουλευμένα ἐπὶ τοῖς πράγμασιν ἔχεις ἁρμόττοντα. φιλοκίνδυνος δὲ οὐ καθέστηκας μέν, τὸν διά σε τῶν ὑποτεταγμένων εὐλαβούμενος κίνδυνον, τοιούτους δὲ τοὺς στρατηγέτας ἀποτελεῖς ὡς, εἴ γέ τοι ἐκεῖνοι προσπταίσοιεν, σοῦ πάλιν ἡ λοιπὴ φάλαγξ ἐχομένη μένοι ἀκλόνητος. κἀκείνῳ μὲν αἱ νίκαι δάκρυσιν ἀναμεμιγμέναι τυγχάνουσι, πολλῶν τῶν ὑφ' αὐτὸν ἀπολλυμένων τῷ κατορθώματι· σοὶ δὲ λευκότατος ὁ στέφανος διαδεῖται τῇ κεφαλῇ. εἰ δὲ μὴ λίαν τἀνδρὶ προσεκείμην διὰ τὴν φήμην, ἐπὶ τοῖς ἄλλοις ἂν αὐτὸν πρὸς τὴν σὴν βασιλείαν συνέκρουσα καὶ εὗρον ἂν ὅπη σαθρός ἐστι, ταχὺ μὲν μεταβάλλων τὰς γνώμας, ἀνθ' ἑτέρων δὲ ἑτέρας ἀλλαττόμενος καὶ μηδενὶ τῶν πάντων πιστεύων, ἀλλ' ὑποπτεύων τε αὐτὸς καὶ ὕποπτος ὢν διὰ τὴν ἀκατάσχετον τοῦ θυμοῦ φοράν τε καὶ κίνησιν. Μάρκον δὲ τὸν φιλολογώτατον θαυμάζομεν καὶ τῆς ἐπιεικείας, ἐπαινῶ δὲ καὶ τῆς περὶ τοὺς λόγους σχολῆς. ἀλλὰ τούτῳ μὲν μέχρι οἰκειοτάτων ἡ ἐπιείκεια καὶ ἡ χρηστότης ἐμετρεῖτο τοῖς π [....] μασι, σοὶ δὲ καὶ ἐπὶ τοῖς ἐχθίστοις ἐκτείνεται τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον· ἅμα τε γὰρ ἥλω σοι ὁ πονηρὸς καὶ ἠ [....] καὶ νενικημένος ὁ βάρβαρος συμπεπάθεται καί, ἀπανθρωπίαν δούς, ἀντιλαμβάνει φιλανθρωπίαν. κἀκεῖ [νος λόγους] μὲν συγγράφει καὶ τὴν φιλομάθειαν ἐπιδείκνυται, σαλπίζει δὲ τὰς ἀρετὰς καὶ ἄλλ [.......] ρου ἐραν [........] προσπορίζεται· σὺ δὲ ἑτέροις τοῦ γράφειν τὰς ἀφορμὰς παρασχόμενος, σαυτὸν ἔχεις τῶν ποιητέων παράδειγμα καὶ ἀπὸ ψυχῆς λαμβάνων τὰς ἀρχὰς ἐπεξεργάζῃ τοῖς πράγμασι, κεκράγασι δὲ ταῦτα, καὶ σιωπώσης τῆς γλώττης, ὥστε σε τὸν αὐτὸν καὶ θεοείκελον εἶναι καὶ ἀφιλόκριμα τὸν [......] ἀρχέτυπον [........ πεπ] οῖηκεν ὁ θεὸς καὶ τὴν βασιλείαν μισθὸν ἀρετῆς χαρί [ζεται καὶ] ἐπὶ τῆς ὑψηλοτάτης περιωπῆς τέθεικεν, ἵνα πάντες πρὸς τὴν σὴν ψυχὴν ἀποβλέποντες ὡς πρωτότ [υπο] ν πίνακα ζωγραφῶμεν εἰς ἀρετὴν ἑαυτοὺς καὶ τὴν τοῦ παραδείγματος ὁμοιότητα. Ἀλ [λ'] ἵλεώς μοι, βα [σιλεῦ], εἴης, ἐφ' οἷς τὸν λόγον τῶν προσόντων σοι πλεονεκτημάτων ἐποιησάμην ἐλάττονα. τί γὰρ ἂν καὶ ποιή [σαιμ] ι, μήτε γλώττης ἀρκούσης, μήτε λόγου δυναμένου, πρὸς τὴν τῶν σῶν ἀρετῶν ἀκροτάτην περιωπήν; πλὴν οὐ περὶ τὸν ἐπαινέτην ἐμὲ τὰ σὰ καταβιβάζεται προτερήματα, ἀλλ' ἐμοὶ μὲν ἡ ἐτή [σιος ἀ] ποπεπλήρωται εἰσφορὰ καὶ τὸ λογικὸν τοῦτο ἀποδέδοται ὄφλημα· ἐκεῖνα [μὲν ὡς ἄ] στερες ἐν οὐρανῷ ἡλίκῳ, [τὰ] δὲ ἄστροις ἶσα περιαστράπτοντα, φανότατα πᾶσι τοῖς οὖσι καθέστηκεν. 7 Εἰς τὸν βασιλέα τὸν Μονομάχον Μὴ θαυμάσῃς, ὦ βασιλεῦ, εἰ πλείστων λόγων ἀκροασάμενος ἐλάττονας πάντας τῆς σῆς εὕρηκας φύσεως· οὐ γὰρ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ ἀνάρμοστον τοῖς λόγοις πρὸς τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τὴν ὑπερβολὴν τῶν σῶν ἀρετῶν. οὐδὲ γὰρ εἰ Πλάτων ἢ καὶ Δημοσθένης αὐτός, εἴ πως ἐνῆν, ἀπεδύσαντο, ἐφάνησάν τι τῶν σῶν ἀρετῶν εἰρηκότες ἐπάξιον, ἀλλὰ τοὺς μὲν ἑαυτῶν λόγους ξυνέθεσαν ἡμῶν τεχνικώτερον, οὐ μὴν δὲ τοῖς σοῖς πλεονεκτήμασι τούτους προσήρμοσαν, οὔ φημι πᾶσιν ὁμοῦ, ἀλλ' οὐδὲ καθ' ἓν τούτων. Καὶ εἰ βούλεταί τις ἓν τούτων ἀποτεμόμενος, δότω τὸν ἔλεγχον καὶ προτεθήσθω τῷ λόγῳ μία τῶν σῶν ἀρετῶν, τὴν δικαιοσύνην φημί, ἀλλ' ὅρα ὅπως αὐτῆς τὸ ὕψος ἀπρόσιτον· οὐδὲ γὰρ ὥσπερ ἄλλοι μέχρι τῆς τῶν ἀμφισβητήσεων διαλύσεως τὴν δύναμιν τῆς ἀρετῆς ταύτης ἀφώρισας, οὐδὲ τέχνην μόνην τοῦ καλοῦ καὶ ἴσου πεποίησαι, ἀλλ' ἀπὸ τῆς σαυτοῦ ψυχῆς πρῶτον ἀρξάμενος ὥσπερ ἀφ' ἑστίας πρώτης καὶ ἐπὶ τῶν ἄλλων τετήρηκας. ἐπεὶ γὰρ τὸ μέν τι ἄρχον ἐν ταῖς ψυχαῖς οἷον ὁ λόγος, τὸ δ' ἀρχόμενον οἷον ἡ τοῦ θυμοῦ κίνησις, δικαιοσύνη δὲ ὑποκεῖσθαι τοῖς κρείττοσι τὰ ἐλάττονα, τὰ πρωτεῖα τῷ λόγῳ κατὰ θυμοῦ δέδωκας, καὶ τὸν μὲν ὥσπερ τινὰ βάσιν ἐπὶ τῆς ἀκροπόλεως ἔδρασας, τὸν δὲ ὑποκεῖσθαι καὶ δορυφορεῖν ἔταξας. διὰ ταῦτα, ἐπειδὰν τὸν θυμὸν πραγμάτων περιστάσεις παρακινήσωσι καὶ οἷον ἐξοιδοῦν καὶ ἀνερεθίζεσθαι ἄρχεται, ὁ λόγος εὐθὺς πρὸς τοῦτον ἐπιστρεφόμενος ἐπέχει τοῦ θράσους καὶ καταστέλλει καὶ τυραννεῖν οὐκ ἐᾷ. ὅθεν οὐδείς σε τῶν πάντων εἶδε θυμούμενον, οὐ τὸ βλέμμα διαστρεφόμενον, οὐ τὴν ὄψιν πυρούμενον, ἀλλ' ὥσπερ ἐν ἱεροῖς ἀδύτοις ἐμβριθῆ καὶ καταστελλόμενον καὶ μετὰ τῆς σεμνῆς ἐννοίας καὶ τοῦ πληρώματος. Ἀλλ' ἐπεὶ σαυτῷ οὕτως ἐδίκασας, ἐπὶ τὰς ἔξω κεχώρηκας ἀνισότητας καὶ τὴν αὐτὴν κἀν τούτοις δικαιοσύνην τετήρηκας. ὁρῶν γὰρ τοὺς μὲν τῷ λόγῳ τετίμηκας, τοὺς δὲ τὴν ἰδιώτιδα ἀσπαζομένους ζωήν, τῇ γνώσει τὴν ἀθυμίαν ὑπέθηκας καὶ τῆς ἀγροικίας τὴν σύνεσιν προτετίμηκας καὶ ὅλως ἐν πάσαις βίῳ νεῖ ἐνδείαις τὰ πρῶτα καὶ κάλλιστα πρῶτα καὶ τὴν τάξιν τῶν χειρίστων πεποίηκας, καὶ αὐτοῖς δὲ τοῖς κρείττοσι τὴν δικαιοσύνην ἁρμόζων, τὰ θειοτέρας μετεσχηκότα φύσεως μακρῷ τῶν ἐλαττόνων ὑπερανέθηκας. ἀμφοῖν οὖν σπουδαζομένων φιλοσοφίας ὁμοῦ καὶ ῥητορικῆς, φιλοσοφίᾳ κατὰ ταῦτα τὰ νικητήρια δέδωκας· ἡ μὲν γὰρ περὶ νόησιν πραγματεύεται, ἡ δὲ περὶ λέξιν σπουδάζει, καὶ ἡ μέν ἐστιν ἀμετάπτωτος, ἡ δὲ μεταπίπτει τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Κατωτέρω δὲ προϊὼν καὶ ταῖς τῶν πραγμάτων ἀμφιβολίαις τὴν ἀρετὴν ἐπιβάλλων, μετὰ τῆς δίκης δικάζεις, καὶ νομοθετεῖς μὲν ἡμῖν τὰ κρείττονα, τὰς δὲ τῶν πραγμάτων διαλύεις πλοκὰς μετ' ἐπιστημονικῆς ἀκριβείας, οὐ προστιθέμενος γλώττης πειθοῖ, οὐ λόγων δυνάμεσιν, οὐδὲ τύχης μεγέθεσιν, ἀλλὰ μετὰ τοῦ ἐλάττονος μέρους γινόμενος, ἵνα διὰ τῆς προσθήκης ἐπανασώσῃς τὸ ἧττον τῷ μείζονι. καί σε δικάζοντα οὐδὲν τῶν πάντων αἱρεῖ, οὐ γένους ἀναγκαιότης, οὐ φιλία προηγησαμένη, οὐκ ἄλλο τι τῶν πάντων οὐδέν. Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως βραχεῖ γέ τινι μέρει τῶν σῶν ἀρετῶν τὸν λόγον ἐπαναγαγών, ὥσπερ ἐν πελάγει γενόμενος καὶ κατέχειν τοὺς οἴακας μὴ δυνάμενος, μικροῦ δεῖν κατεβαπτίσθην ταῖς τῶν κυμάτων ἐπιφοραῖς, εἰ μὴ ταχὺ πρὸς ἑαυτὸν ἐπανῆλθον καὶ ἔξω τοῦ κλύδωνος γέγονα. εἶπε δ' ἂν πλείω, εἰ παρῆν, Ὅμηρος, ἀλλ' οὐδ' οὗτος ἂν ἐφίκετο πρὸς τὸ τέρμα τῆς ὑποθέσεως. διὰ ταῦτά φημι, βασιλεῦ, ὅτι ὁ πρὸς τοὺς σοὺς ἀγῶνας ἀποδυόμενος οὐδὲν ἧττον θαρρείτω ἢ συστελλέτω, τοῦτο μὲν διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ἐκεῖνο δὲ διὰ τὸ μετὰ πάντων ὑπομένειν τὴν ἧτταν. ὅσοι γοῦν, ὦ μέγιστε αὐτοκράτορ, ἔξωθέν σου τοὺς ἐπαίνους προσερανίζονται ἀπὸ τῆς ἐνεγκαμένης, ἀπὸ τῶν τεκόντων αὐτῶν τεχνικὸν μέν τι ποιεῖν δοκοῦσι παράγγελμα, ἐξεπίτηδες δὲ τὸν ἔλεγχον διαδιδράσκουσι· δεδοικότες γὰρ αὐτῷ σοι προσβαλεῖν τῷ ἀηττήτῳ καὶ ἀμάχῳ φωτί, περὶ τὰς σκιὰς τῆς σῆς ἐπτόηνται φύσεως. τί γὰρ ἂν εἴποι τις μέσος ἐμπεσὼν ταῖς σαῖς ἀρεταῖς, ὅπως ἀμφιδεξίως σαυτὸν πρός τε μάχας καὶ εἰρήνας μερίσας ὥσπερ τινὰς χεῖρας πρὸς ἑκάτερα μέρη καὶ τμήματα, τῇ μὲν τοὺς βαρβάρους ἱστᾷς, μᾶλλον δ' ἀναιρεῖς ἤ, τό γε ἀληθέστερον εἰπεῖν, πόρρωθεν ἀπελαύνεις καὶ πλατύνεις τοὺς ὅρους ἡμῖν, τῇ δὲ τὴν ἰσότητα πρυτανεύεις τοῖς πράγμασι καὶ τὴν πολιτείαν ἡμῖν καθιστᾷς καὶ νόμους κυρεῖς καὶ νουθεσίας εἰσάγεις; καὶ ἐν ταὐτῷ ἄμφω ποιεῖς, ἃ φύσιν ἔχει ἀπ' ἀλλήλων διαιρεῖσθαι. πῶς δ' ἀναμνήσει σου τὴν πρὸς τὸ θεῖον εὐσέβειαν καὶ ὅπως τὰς ἁγιωτάτας τελετεὰς ἐν τῇ σῇ πρότερον καταστήσας ψυχῇ, οὕτω τοῖς ἱεροῖς σηκοῖς κατεμέρισας καὶ τοῖς θείοις ὕμνοις προσέθηκας, τὰ μὲν αὐτῷ τῷ πρώτῳ αἰτίῳ τὸ σέβας ἐπάγων, τὰ δὲ τοῖς δι' ἐκεῖνον ἢ μαρτυρικῶς τὸ αἷμα ἐκχέασιν ἢ τῷ θείῳ φόβῳ τὰς σάρκας ἑαυτῶν καθηλώσασιν; ὡς ἔγωγε πολλάκις τοῖς τῶν μαρτύρων προσεγγίζων τεμένεσιν, ἃ δὴ σὺ τεθεμελίωκάς τε καὶ ᾠκοδόμησας, τὴν τοῦ ἀποστόλου τολμηρῶς μεταλλάττων φωνήν, μείζονα τῶν ἐκείνου παθημάτων τὰ ὁρώμενα θέμενος, ὅταν δὲ καὶ τὸν τάφον τῆς βασιλίδος θεάσωμαι, θεῶμαι δὲ πολλάκις ὁπόταν τινὰ δυσχέρειαν τύχης παραμυθήσασθαι βούλωμαι ἐκπλήττομαι τῷ κάλλει τῶν ὁρωμένων καὶ ὑπερφυῶς ἐπαγάλλομαι, ὅτι τὸ τῆς θείας ζωῆς σκήνωμα τοιαύτης τετύχηκε φύσεως καὶ καταπαύσεως. σὲ δὲ τό γε καὶ μᾶλλον ὑπερεκπλήττομαι ὅπως ἀθάνατον ἔχεις τὴν ἀρετὴν τῇ νεκρότητι μὴ συνεκρουμένην τῷ σώματι. ὅταν δὲ καὶ τῶν κατὰ σοῦ τυραννησάντων μνησθῶ, ὧν ἐνίοις καὶ κρινομένοις ἐντετύχηκα, θαυμάζω σου τῆς φιλανθρωπίας τὸ ἄρρητον. ἀλλὰ πῶς– τολμήσω γάρ σε καὶ ἐπανέρεσθαι– ὁ τοῖς καθ' ἑτέρων λυττήσασι τὴν δίκην ἐπάγων, σαυτῷ τυραννουμένῳ οὐ βεβοήθηκας; ἀλλ' ἐπειδὰν οἱ νόμοι μὲν πᾶσαν κατ' αὐτῶν τιμωρίαν νικήσωσιν, οἱ δὲ δικασταὶ ἀφέντες τὰς ψήφους τὰς χεῖρας ὁπλίσωσιν, οἱ δὲ δήμιοι τὸν σίδηρον θήξωσι, τότε σὺ διασπαράττῃ τὰ σπλάγχνα καὶ τὴν φύσιν ἐγείρεις εἰς δάκρυα καὶ μετὰ τῆς ἀφέσεως καὶ εὐεργεσιῶν προχέεις πηγάς. Τούτοις εἰ μέν τις ἄλλος κεκόσμηται τοῖς πλεονεκτήμασι, πρὸς ἐκεῖνον καὶ συγκρινέτωσαν οἱ ῥητορεύοντες καὶ παραβαλέτωσαν· εἰ δὲ τῆς σῆς ταῦτα μόνα πέφυκε φύσεως, διὰ τί τὴν τέχνην τηροῦντες ἐλαττοῦσι τὰς ἀρετάς; οἷς γὰρ πρὸς ἕτερόν σε συγκρίνουσιν, εἰ καὶ τηροῦσιν ὡς ὑπερέχοντα, ἀλλ' ὁμοιότητα πρὸς τὰ σὰ διδόασι προτερήματα. οὐ δὴ ποιήσω ἔγωγε τοῦτο, οὐχ οὕτω μαίνομαι, ἀλλά σε πάντων ἀνθρώπων ἥγημαι κρείττονά τε καὶ ὑψηλότερον. καὶ τοῦτο τέλος τῷ λόγῳ δίδωμι.