Orationes panegyricae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ἰδοὺ δὴ κἀγώ, θειότατε βασιλεῦ, βραχεῖαν τὴν εὐφημίαν τῷ ἀπειροπλασίῳ μεγέθει προσφέρω τοῦ κράτους σου. οὐ γὰρ δεῖν ᾠήθην ἐπ' ἔμοιγε μόνῳ στενάξαι καὶ λόγους καὶ μούσας ὡς τὸ αὐτῶν ἐνεργὸν καταμβλύναντι καὶ μηδὲν ἄξιον ὧν ὑπέστην πόνων λόγους συλλέγων ἐνδείξαντι, καὶ ταῦτα, τοῦ καιροῦ μονονουχὶ βοῶντος καὶ πρὸς τὸ λέγειν καὶ γράφειν διερεθίζοντος καὶ τὴν ἀναίσθητον φύσιν καὶ ἄψυχον. Χθὲς μὲν γὰρ καὶ πρῴην ταῖς συνεχέσι μόναις τῶν φόρων εἰσαγωγαῖς ἀνεῴγνυτο τὰ βασίλεια, καὶ ἦν ἡ παρρησία πολλή, καὶ ὁ δρόμος οἷος ἐς τὰ ἀνάκτορα τοῖς τὰ τοιαῦτα μόνοις προσφέρουσι. παρημελοῦντο δὲ λόγοι καὶ λόγιοι, οἷς ἀπεκλείοντο μὲν αἱ πρὸς τὰ βασίλεια πάροδοι, ἐπεζυγοῦντο δὲ πᾶσαι θύραι καὶ μικρὸν ἢ οὐδὲν συνεχωρεῖτο λόγοις ἐκφαίνεσθαι. τὰ νῦν δὲ αὐτή πως ἡ σοφία σωματωθεῖσα, μᾶλλον δὲ τῇ τοῦ βασιλέως ψυχῇ ἐνοικήσασα καὶ ἐπὶ τῆς ἀξίας περιωπῆς καταστᾶσα τοὺς ἑαυτῆς τροφίμους καλεῖ καὶ λόγους αὐτοὺς καὶ τοὺς περὶ λόγους τὸ ἐνεργὸν ἐπιδειξομένους ἐφέλκεται. προσρέονται γῆς πανταχόθεν καὶ ἑαυτοὺς συνωθοῦσι σοφῶν χορεῖαι, καὶ λόγοι τὰ τούτων ἀγώγιμα. δέχεταί τε τούτους καὶ ἐγκολπίζεται βασιλεύς, καὶ δῆλός ἐστιν οὐδὲν πλέον ταῖς τῶν ἁπανταχόθεν ἐθνῶν προσκυνήσεσι καὶ τῷ τοῦ τοσούτου κράτους μεγέθει ἢ τούτοις ἐπιγαννύμενος καὶ κυδρούμενος. Διὰ ταῦτα τοίνυν ἐγὼ παρατέθηγμαί τε καὶ ὑπηρέθισμαι, καὶ συντετριμμένῳ λόγῳ καὶ εὐτελεῖ ἐφάψασθαι τῶν ὑπὲρ λόγον ἐτόλμησα. ἀλλά μοι ἵλεως γένοιο, σκηπτούχων πανεξοχώτατε, τὸ μικρὸν ἀντὶ μεγάλων δεξάμενος καὶ τὸν τὰ δύο λεπτὰ τῆς χήρας μὴ ἀπωσάμενον μιμησάμενος. Ἄλλοι μὲν οὖν θαυμαζέτωσαν καὶ ἐκθειαζέτωσαν τοῖς τεχνικοῖς κανόσιν ἑπόμενοι τὰ ἐκ πατραγαθίας καὶ προγονικῆς εὐκλείας ὑπερφυῶς ἐπιδαψιλευθέντα σοι πλεονεκτήματα· οὓς καμεῖν οἶμαι πάντως καὶ ἀπειπεῖν τῷ μεγέθει τῆς ὑποθέσεως καὶ μέμψασθαι ἑαυτοὺς τῆς ἐπιχειρήσεως. ἴσον γὰρ ἂν εἴη κοτύλῃ τὴν θάλασσαν ἐξαντλεῖν καὶ ἀστέρας καὶ ἄμμον ἀπαριθμεῖν καὶ τάς, ἐξ ὧν ἔφυς, ἀριστείας τε καὶ λαμπρότητας πειρᾶσθαι λόγῳ περιλαβεῖν. τίνι γὰρ γένοιτ' ἂν ἐφικτὸν τὸ ἀνέφικτον, κἂν τὴν Ὁμηρικὴν πρὸς λόγους ἐπλούτησε δύναμιν, κἂν τὴν Ἡροδότειον χάριν καὶ ἡδονήν, κἂν τὴν τοῦ Δημοσθένους πειθὼ καὶ δεινότητα, κἂν τὴν Ἰσοκράτους σαφήνειαν; Ἐμοὶ δὲ παρῃτήσθω μὲν καὶ ταῦτα·" ἐν οἷς γὰρ οὐ φρονῶ, σιγᾶν φιλῶ" ἡ τραγῳδία φησί. παρῃτήσθω δὲ καὶ τὰ μετὰ ταῦτα, ἐπεὶ μηδὲ ταυτί μοι φαίνεται φορτία εὐμεταχείριστα καὶ εὐάγκαλα, ἀλλ' ἱκανῶς καὶ τὸν ἄγαν ἀνδρεῖον τὴν φύσιν καταπαλαίσοντα. Ποῖα δέ φημι τὰ ἑξῆς καὶ μετὰ προγόνους; τὴν ἐξ ἀρχῆς θεοληπτουμένην καὶ ὄντως βασιλικωτάτην ἀγωγήν, τὴν– εἰ καὶ τολμηρὸν ἐρεῖν– ἀγγελικὴν δίαιταν, ἣν ἐν βασιλείοις ὁ βασιλεύς– ὢ τῆς μεγάλης βουλῆς καὶ προγνώσεως τοῦ θεοῦ, δι' ἧς προκαρτηρτίζου, σκηπτοκράτορ θειότατε– ἠσπάζου τε καὶ μετήρχου καὶ σπούδασμα ἐποίου καὶ ἀγώνισμα. Ἀλλ' οὐδὲ τὰ ἐπιτηδεύματα ὁ ἐμὸς λόγος ἐπεξεργάσεται, ἀλλ' ἀποπηδήσει καὶ τούτων ὡς ἀδυνάτων αὐτῷ πάντως κατὰ καιρὸν μνημονεύσας τῆς παροιμίας καὶ μήτε λίθον ἑψεῖν μήτε κατὰ πυρὸς ξαίνειν μήτε καθ' ὕδατος γράφειν ἐπιτολμῶν. θαυμάζω γάρ, ὦ βασιλεῦ, καὶ ἐγκωμιάζω τῶν ἄλλων πάντων ἀφέμενος τὸ τῆς σῆς ἀγχινοίας ἀπαράμιλλον καὶ πραότητος, ὧν ἐδέξω μὲν τὰς ἀφορμὰς ἐκ θεοῦ ἄνωθεν, προοικονομοῦντος τὴν περὶ τὸ σὸν κράτος μεγαλουργίαν, ὡς ἔοικεν– εἶρητο– ἐπηύξησας δὲ καὶ ἐτελεσφόρησας διά τε τῆς συνεχοῦς μελέτης καὶ τῆς ἀνενδότου πρὸς τὰ καλὰ σπουδῆς καὶ ἀσκήσεως. ἢ οὐκ ἀγχινοίας ἄκρας καὶ ἀνυπερβλήτου συνέσεως τὸ διαθέσθαι δεξιῶς οὑτωσὶ τόν– οὐκ οἶδ' ὅπως ἐρῶ– παρεισφθαρέντα σοι ἀντίξουν καιρὸν καὶ περιμεῖναι τὴν τοῦ θεοῦ ψῆφον καὶ ἡσυχάσαι, λογίσασθαί τε τὸ γεγονὸς ὡς μὴ γεγονὸς καὶ παραδόξως φιλοσοφῆσαι, καὶ ταῦτα ἐν αὐτῷ τῷ τῆς ἡλικίας ὀξυρρόπῳ καὶ ὑπερθέρμῳ, ἐν ᾧ τυραννεῖσθαι πέφυκεν ὁ λογισμὸς τοῖς παρὰ τῶν ἀνθισταμένων τούτῳ δυνάμεων; ἀλλ' οὐκ ἐπὶ σοῦ τοῦτο οὐδ' ἐμιμήσω τοὺς πολλούς, οἵ γε δὴ πολλάκις οὐκ ἐν καιρῷ θερμουργήσαντες παρεσφάλησαν, ἀλλ' ἐβασίλευες μὲν τέως κατὰ παθῶν, καὶ ἦς ἀληθῶς βασιλεὺς διὰ τοῦ δῆθεν καταφρονεῖν βασιλείας, μᾶλλον τὸ κραταιὸν ἐνδεικνύμενος καὶ γηράσκοντος φρόνημα καὶ φιλοσοφοῦντος ἐν νέῳ τῷ σώματι προβαλλόμενος. Εἶτα τί; γέγονε τὸ ἐνοχλοῦν ἐκποδών, καὶ τὸ οἰκεῖον σκότος τὸ τῷ ἡλίῳ σοι ἐπισκοτῆσαν νέφος ἐπεκληρώσατο. καὶ πάλιν πανευτυχὴς ἡ ὑφ' ἥλιον. ἆρ' οὖν συνεξηλλοίωσαι τῷ καιρῷ, καὶ παρήλασεν ἐπί σοι τὴν μετριοφροσύνην ἀλαζονεία καὶ ἔπαρσις; οὐμενοῦν, ἀλλ' ἔμεινας αὖθις ὃ ἦς, τὸ ὕψος τηρῶν ἑαυτοῦ καὶ ἐπὶ γενναίου ἐρηρεισμένος τοῦ λήματος. καὶ ποῦ καὶ ἐδάκρυσας ἐπὶ τῇ ἐξ ἀπονοίας ἐπιφυείσῃ τῷ λυπήσαντι συντριβῇ. ταῦτα δὲ πάντα θείου ἄντικρυς καὶ ἐμβριθοῦς φρονήματος ἔργα καθέστηκε. Τὸ δὲ τῆς πραότητος οἷον; οὐχ ὑπὲρ λόγον καὶ τοῦτο καὶ τὸ ἶσον ἐν γεννητῇ φύσει μὴ ἔχον καὶ πᾶσαν ὑπερεκπῖπτον διάνοιαν; οὐ γὰρ δή φημι τὰ μανιώδη ταυτὶ καὶ ὅ φασιν Ἄρεως ἔργα, ὡς οὐκ ὀξύχειρ φαίνῃ πρὸς φόνον οὐδ' ἐπαγάλλῃ ῥοαῖς αἵματος οὐδ' ἐντρυφᾷς θρήνοις ἀνθρώπων ξαινομένων ταῖς μάστιξιν, ἀλλ' ὥσπερ μηδὲ τὴν ἀρχὴν ἀνασκιρτῆσαι μικρὸν καὶ πτερύξασθαι τῷ θυμοειδεῖ μέρει χωρεῖς τῆς ψυχῆς, ἀλλὰ μετήμειψάς τε καὶ μετερρύθμησας {ὥσπερ} τὸ ἐπιθυμητικὸν πρὸς ἀρετῆς καὶ φιλοσοφίας ἔρωτα· οὕτω τοῦτο πρὸς τὰς τῶν ὑπεναντίων παθῶν ἀντιστάσεις καὶ κυματαγωγίας καὶ ἐμβολὰς καὶ κατ' ἐκείνων μόνων παραχωρεῖς στρατηγεῖν. τοῖς δ' ὑπηκόοις τοῖς σοῖς ἀντ' ἀπειλῆς, εἴ ποτε δή γε τούτου δεήσειε, προβάλλῃ τὰ μειδιάματα, κἄν τις τύχῃ τῷ δέει προτεθνηκὼς καὶ αὐτὸς ἑαυτοῦ τὰ πάνδεινα καταψηφισάμενος, μέχρι τούτου σκυθρωπάζει καὶ ἀπολέγεται τὴν ζωήν, μέχρι τοῦ παραχθῆναι καὶ ὀφθήσεσθαι τῷ προσώπῳ σου, τὸ δ' ἀπ' ἐκείνου μεταπίπτει τούτῳ τὸ ὄστρακον, ὅ φασι, καὶ ὁ πρὸ μικροῦ δεδρακρυμένος, ὁ κατηφής, σκιρτῶν γεγηθὼς ὡς ἀναβεβιωκὼς περίεισι. καί σου τὴν φιλανθρωπίαν θαυμάζων καὶ ἀμειβόμενος εἰκονουργεῖν προθυμεῖται· καὶ στήλην τις ἤδη κατασκευάσας σοι ἐπέγραψε τὸν μειλίχιον. Τοιγαροῦν οὐκέτι μόνος ἐπ' ἀγχινοίᾳ καὶ γνώσει θαυμασθήσεται Σολομὼν οὐδ' ἐπὶ πραότητι Δαυὶδ διαβοηθήσεται· ἔχουσι γὰρ ἤδη σὲ τὸν ἀνθάμιλλον μηδὲ βραχὺ τοῖς ἐξαιρέτοις τούτων λειπόμενον. Ἀλλ', ὦ πολιοῦχε σκηπτοῦχε καὶ ἀπαράμιλλε, δέχοιο τὸν ἐμὸν λόγον, εἰ καὶ τῆς ἀξίας πολὺ λειπόμενον, ἀλλ' οὖν γε τὴς εὐνοίας καὶ προθυμίας μηδὲν ἐνδέοντα, καὶ ὄναιο τῶν πρὸς θεὸν ἐλπίδων." ἔντειναί τε καὶ κατευοδοῦ καὶ βασίλευε", πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρὸν καὶ πολέμιον, μηδὲν τῶν δεινῶν ὑφορώμενος, μηδὲν τὸν τῆς ἐναντίας μοίρας διανοούμενος· ἐν γὰρ τῷ ἐλέει πεποιθὼς τοῦ ὑψίστου οὐ σαλευθήση ποτέ. 9 Τῷ αὐτῷ Ἔοικάς μοι, θειότατε βασιλεῦ, ἀφθόνῳ πηγῇ κάτωθεν ἀπὸ τῶν λαγόνων ἀναβλυζούσῃ τῆς γῆς· ὥσπερ γὰρ ἀπ' ἐκείνης ὁ συνεχῶς ἀρδευόμενος δοκεῖ μέν τι λαβεῖν ἀπομειῶσαν τοῦ ῥεύματος, ἀμειαγώγητον δὲ ταύτην ἀφίησι τοῦ ἴσου πληρουμένην νάματος ἀεί, οὕτω δὴ καὶ ὁ ταῖς σαῖς ἀρεταῖς προσάγων εὐφημίας τε καὶ ἐγκώμια δοκεῖ μέν τι τῶν σῶν ὑφελεῖν τοῖς ἐπαίνοις, ἀφαιρεῖται δὲ οὐδοτιοῦν, ἀλλ' ἕστηκεν ἀεί, μᾶλλον δὲ περιχορεύει ὁ κύκλος τῶν σῶν ἀρετῶν ὥσπερ μηδενὸς διελόντος ἢ ἐπαινέσαντος. τὸ δὲ μέγιστον, ὅτι ἐπιρρέεις ἀεὶ καὶ τοῖς ἐμφύτοις ἀγαθοῖς καὶ τοῖς ἐπικτήτοις καὶ ἐπικλύζεις τὸν ἐπαινέτην, ὁ δὲ διαφυγεῖν οὐ δεδύνηται. ἀλλ' εἰ μὲν εἰς ἀνατολὰς ἀναδράμοι καὶ τὰ ἐκεῖσε ἱστορήσει σοι τρόπαια, ἡ ἑσπέρα τοῦτον ἀντισπᾷ καὶ ἀντι [μ] ερίζεται μείζοσιν ἀριστεύμασιν, οἷα δὴ χερσὶν ἐφελκομένη πρὸς ἑαυτήν· ἂν [δὲ] πρὸς τὸ ἀρκτῷον ἀποφεύξηται μέρος, ἡ ἀντίρροπος οἰκουμένη τοῦτον αὖθις χειροῦται, καὶ νικῶσι πάντα ὁμοῦ καὶ νικῶνται, καὶ τὸ κρατοῦν οὐδαμοῦ καὶ τὸ νικώμενον ἄδηλον. Βούλομαι δοῦναι τῇ ἀνατολῇ τὰ τῶν κατορθωμάτων πρωτεῖα, ἀλλ' οἱ ἐπὶ τῆς ἑσπέρας βάρβαροι ἄρδην ἀπολωλότες τοῖς σοῖς βουλεύμασι καὶ ἀγωνίσμασιν ἀφέλκουσί με τῆς τοιαύτης ἐννοίας καὶ κρίσεως. πάλιν πρὸς δύντα μεθαρμοζόμενον ἥλιον ἐπέχει τὸ ἑῷον μέρος πολλοῖς ἀριστεύμασι διαπρέπον καὶ στρατηγήμασι. ἦν ἡ μέση τῶν ποταμῶν μέση βαρβαρικῶν ὡς εἰπεῖν ῥευμάτων καὶ ὁ προχέων ταῦτα ποταμὸς οὐδὲν ἐλάττων Εὐφράτου καὶ Τίγριδος, ἀλλὰ νῦν ὁ μὲν ἀπέψυκται, τὰ δὲ ἐξήρανται, τὸ δὲ χωρίον τοῖς συνήθεσι μόνοις ἄρδεται νάμασιν. ἦν ἡ Περσὶς ἐθνῶν μυριάνδρων ὑποδοχὴ ἀλλοκότων καὶ τοῖς ὀνόμασι καὶ τοῖς σχήμασι, παιδιὰν τὰ τῶν Ῥωμαίων ποιούντων καλὰ καὶ ἐπιτρεχόντων ἡμῶν, ὁπότε καὶ βούλοιντο, ἀλλά γε νῦν οὐχ ὅ τι ποιήσουσι δεινὸν ἡμῖν ἐντεθύμηνται, ἀλλ' ὅ τι πείσονται δεδίασι καὶ τῷ σῷ κράτει ὑπέστρωνται. ἑάλωσαν ἡμῖν ἐπὶ τῆς ἑσπέρας φρούρια βαρβάρων στρατεύμασιν, ἀλλὰ προστέθεικέ σοι καὶ ταῦτα θεός. ἡ μεγίστη ποτὲ Ῥώμη καὶ πρεσβυτέρα πρὸς τὴν νεωτέραν διεβασκήνατο καί τινας ἐξανῆψε καὶ ταύτῃ πυ [ρσ] ούς, ἀλλὰ φθάσας ὀξέως καὶ τούτους ἀπέσβεσας καὶ ὥσπερ τινὰ ὀφθαλμὸν τὴν σὴν διετήρησας πόλιν. [...] σύμπασαν ἡγεμονίαν εἰπεῖν ἀνάλωτον ἐθνικοῖς πνεύμασι βαρβαρικοῖς [....] άζης ἐμβαλ [......................] αικίας β [λέμμ] ασιν ἄλλοις δεινόν. σὺ μόνος, βασιλεῦ, θαρρούντως τῷ διαδήματι χρῷ, ταῖς νίκαις γε ἐστεφάνωσαι, σὺ καὶ τῇ τῆς δικαιοσύνης διπλοΐδι κατακεκόσμησαι καὶ τῇ τῆς πραότητος χάριτι κατηγλάϊσαι δικαστὴς ἐν δικάζουσι, νομοθέτης ἐν νομοθέταις, τὰ τοῦ ἄνω γένους λαμπρός, τὰ ἐκ τῆς σῆς ὀσφύος ἐπίσημός τε καὶ περιβόητος, τῇ ῥίζᾳ διαπρεπής– τίς γὰρ αὐτῇ παραπλήσιος;– τοῖς κλάδοις διαφανής, τὰ πρὸς ἀνθρώπους δίκαιος, τὰ πρὸς θεὸν ὅσιος, λιτὸς τὸ φαινόμενον, μεγαλοπρεπὴς τὸ κρυπτόμενον, τὸ μεῖζον οὐκ ἔχω τὸ συγκρινόμενον, κρεῖττον ἀλλὰ καὶ τε [λείας] φύσεως, ὡς πάντας καὶ πᾶσι καὶ μόνος καὶ ὑπὲρ πάντας νικήσας καὶ κρατήσας οὐ βαρβάρων μόνων, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν.