Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 10 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Πρὸς τοὺς βασκαίνοντας αὐτῷ Ὑμεῖς μὲν οὕτως (λέγω δὲ τοὺς βασκαίνοντας)· ἐγὼ δέ, ὥσπερ παρ' οὐδενὸς ὑμῶν βασκαινόμενος, ἡδέως τε πᾶσι προσφέρομαι καὶ τὴν αὐτὴν ὁμιλίαν προσάγω ἣν καὶ πρὸ τοῦ, τὴν συνήθη καὶ νενομισμένην. τί ποτ' οὖν τὸ ποιῆσαν ὑμᾶς μὲν ἐξηλλάχθαι, ἐμὲ δὲ μὴ ἠλλοιῶσθαι; ἀλλὰ τοῦτο μὲν ὡς ὡμολογημένον ἐατέον. ζητῶ δὲ εἰ παρ' ἐμοῦ τὸ αἴτιον ἢ παρ' ὑμῶν αὐτῶν. εἰ δὲ ἐγὼ μὴ ἠλλοίωμαι, λείπεται παρ' ὑμῖν εἶναι τὴν αἰτίαν· καὶ μὴν τὸν πρὸ τοῦ χρόνον ἀνεπίφθονος ἐγὼ παρ' ὑμῖν, καί μοι τῶν κρειττόνων ἁπάντων παρεχωρεῖτε ἐθελονταὶ καὶ τῶν ἐμῶν ὡς ἥδιστα πηγῶν ἠρύεσθε καὶ ἐπίνετε. πῶς οὖν ἀθρόον μεταβεβλήκατε; ἤ, ὥσπερ καὶ οἱ παρὰ τῷ ποιητῇ ἥρωες εἴποιεν, ἡδέως μὲν ἐξίστασθε τῷ τοῦ Πηλέως υἱῷ ἀνδρείας τε καὶ στρατηγίας καὶ τῆς ἄλλης περὶ τὸν πόλεμον ἐμπειρίας, οὐ μὴν καὶ τῆς περὶ τοὺς λόχους δεινότητος καὶ εἴ τις ἄλλη τέχνη τοῖς παραστρατηγεῖν εἰωθόσιν ὑπονοουμένη; ἀλλ' ἴσως ἐκεῖνος, ὦ μακάριοι, τάδε μὲν τῆς τέχνης ἠπίστατο, ὑστέρει δὲ τῶν λοιπῶν· ἐγὼ δέ, εἰ πρὸς πάντα εὔθετός εἰμι, αὐτοὶ ἂν εἰδείητε, καὶ οὐ πάνυ τι βούλομαι τῷ πράγματι ἐμφιλοχωρεῖν. διὰ τί οὖν δέον, ὥσπερ φιλοσοφίας ἐμοῦ μεταλαγχάνειν αἱρεῖσθε, οὕτω καὶ τῶν λοιπῶν, ἐκεῖνο μὲν ποιεῖτε καὶ ὑπεξίστασθέ μοι τοῦ κρείττονος, διαμφισβητεῖτε δέ μοι τοῦ ἥττονος καὶ τῶν τῆς πολιτείας πραγμάτων ἀπρὶξ ἔχεσθε ὥσπερ ἐμοὶ τούτων οὐ μετόν; ἐγὼ δέ, εἴ μοί τις ἐξετάζει τὴν γνώμην, τούτων μὲν καὶ πάνυ κατωλιγώρηκα, οὐ νῦν πρώτως ὅτε παρήκμακα ἀλλ' ὅτε καὶ ἤκμαζον. οὐ μὴν ὥσπερ τῇ γνώμῃ οὕτω δὴ καὶ τοῖς πράγμασιν ἔχω· ἀλλ' ὥσπερ οἱ ἑκουσίως τῶν προτέρων ἐθῶν ἀπεχόμενοι ἢ τεχνῶν, οὐχ ὥσπερ τῷ τρόπῳ οὐ προσάπτοιντο τούτων, οὕτω δὴ οὐδὲ δύνανται κατὰ ταῦτα ἐνεργεῖν, τὸν αὐτὸν δὴ τρόπον κἀγὼ οὐκ, ἐπειδὴ τῶν πολιτικῶν νομίμων καταπεφρόνηκα, οὐδέν τι περὶ ταῦτα δεδύνημαι. ἀλλ' ὑμεῖς θορυβεῖσθε ὅτι μὴ μόνον τὰ πρῶτα φιλοσοφίας νομίζομαι, ἀλλ' ἤδη που καὶ τοῖς πολιτικοῖς πράγμασι κανὼν ὀνομάζομαι· εἰσὶ γὰρ ὅσοι μοι τοῦτο διδόασι τοὔνομα. εἰ μὲν οὖν ἐπιβατεύω τοῦ πράγματος ὥσπερ οὐκ ἐξὸν ἢ ἀτέχνως, αὐτὸ δὴ δείξατε καὶ ἀποβήσομαι τοῦ πολιτικοῦ ἄξονος· εἰ δὲ κἀγὼ ἡνιοχεῖν τε δεδύνημαι καὶ μέ τις εἰς τοῦτο ἀπαραίτητος εἰσβιάζεται δύναμις, τί δήποτε τεθορύβησθε ὅτι φιλοσοφίαν ἀφεὶς πολιτικῆς ἐπιστήμης ἀντιποιοῦμαι; Ἐγὼ δὲ πολλοῦ δέω ταύτην ἀφεῖναι· ὅτι καὶ παρείλημμαι ἐν τοῖς πράγμασι. ταύτῃ γέ τοι καὶ τῶν πολλῶν διαφέρειν δοκῶ· οὐ γὰρ ὥσπερ ὁρίοις διείργεται οὔτε φιλοσοφία πολιτικῆς οὔτε ἡ τῶν πραγμάτων τέχνη τῆς λογικωτέρας φύσεως, ἀλλ' ὥσπερ τἆλλα τῇ δυνάμει ταύτης ὑποβεβήκασιν, οὕτω δὴ καὶ τὰ πολιτικὰ πράγματα. εἰ δέ μοι καὶ ἡ φύσις πρὸς ἄμφω τὼ μέρη ἀρκεῖ, καὶ οὐχ ὥσπερ ἡ σελήνη ἐκ θατέρου μέρους πεφώτισμαι ἀλλ' ὥσπερ ὁ ἥλιος ἑκατέρωθεν, τί ποτε ὑμεῖς διὰ τοῦτο ταράττεσθε καὶ τὰ ἄνω κάτω ποιεῖτε, δέον θαυμάζειν μόνον καὶ μιμεῖσθαι εἰς δύναμιν, ἀλλ' οὐχὶ βασκαίνειν καὶ τὸν ζῆλον ἐᾶν; καὶ τό γε θαυμασιώ τερον ὅτι ἐμοὶ μὲν κατάβασις τὸ πρᾶγμα δοκεῖ καὶ δυσχεραίνω τὰ πολλὰ πρὸς τοὺς ἄγοντας, ὑμεῖς δὲ ἦρθαι οἴεσθέ με γῆθεν εἰς οὐρανόν· καὶ οὐ τοῦτο βασκαίνετε ὅτι βραχύ τι μετατέθειμαι, ἀλλ' ὅτι μετατεθεὶς ἥρμοσα καὶ τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ὡς, εἰ μὴ οὕτως ἔδοξα, οὐκ ἂν ᾐτιᾶσθέ με τῆς μεταθέσεως. Ὑμεῖς μὲν οὖν (ἐστὲ γὰρ περὶ τὰς ἀντιθέσεις δεινοί) ἄλλος ἄλλο τι πρὸς τοῦτο ἐρεῖτε, ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω μηδὲν αἰσχυνθείς. τέως μὲν τὴν ἐπὶ τοῖς λόγοις ἧτταν ἐμοὶ οὐ πάνυ τι ἐδυσχεραίνετε δοκοῦντες τῇ περὶ τὰ πράγματα προέχειν σπουδῇ· ἐπεὶ δὲ καὶ πρὸς τοῦτο ἀγὼν ἐγεγόνει μοι πρὸς ὑμᾶς κἆτα τῶν ὑπολήψεων διεψεύσθητε, ὡς πολλοὶ ἐλάττους ὀφθέντες ἑνός, ἀβίωτον ἑαυτοῖς τὸν βίον λογίζεσθε. ἐχρῆν δὲ ἐπὶ τοῖς καλλίοσι τὴν ἧτταν ἔχοντας μὴ δυσχεραίνειν ἐπὶ τοῖς χείροσι, μηδὲ οἴεσθαι ἑτέρων μὲν ἀρχῶν ἐκεῖνα ἠρτῆσθαι ἑτέρων δὲ ταῦτα· ἀφ' ὧν γὰρ ἐκεῖνα κατώρθωκα, ἀπὸ τούτων καὶ τὰ ἐλάττω μοι περιγέγονε. φύσει γὰρ καὶ μελέτῃ εἴς τε τὰ κρείττω προεβιβάσθην καὶ τῶν ἐλαττόνων οὐ διημάρτηκα. οὐδὲ γὰρ τὸν Θουκυδίδειον ἢ Ἀριστείδειον χαρακτῆρα ζηλοῦν ὥσπερ μοι φύσις ἐστίν, ἀλλ' αὐτὸ δὴ τοῦτο ζῆλος καὶ μίμησις, ἵνα τοῦ πολιτικοῦ πόρρω λογίζωμαι· ἀλλ' ὥσπερ ἐκεῖνον ἐμιμησάμην ἐμμελετήσας πολλά, οὕτω δὴ καταβὰς ἐπὶ τὸν πολιτικὸν λόγον ἀξιολόγους τὰς καὶ περὶ τοῦτον τριβὰς ἔσχηκα. καὶ φύσει μέν εἰμι ὅπερ εἰμί, γίνομαι δὲ καὶ ὑποκριτὴς ἀλλοτρίας μορφῆς· καὶ τοὺς μὲν ἐπὶ τῆς σκηνῆς οὐκ ἄν τις μέμψαιτο, εἴ τις Σάραμβος ὢν Κρεσφόντην μεμίμηται, ἐμὲ δὲ καταιτιά σαιτο, ἢ μᾶλλον εἰπεῖν φθονήσειεν, ὅτι τὴν χείρω μορφὴν ὑποδύομαι. Ἀλλὰ τί ποτε ἐβούλεσθέ μὴ οὕτως ἔχειν φύσεως, ἀλλὰ τὸ μὲν σύντονον μέλος εἰδέναι, μὴ μέντοι γε καὶ τὸ ἐναρμόνιον; ἀλλ' οὔ μοι νόμος βασκάνων ψυχαῖς ἐξακολουθεῖν, προὔλαβε δὲ ἡμᾶς καὶ ἡ δημιουρ γικὴ ἐπιστήμη οὕτως, ὡς ὁρᾶτε, κατασκευάσασα. εἰ μὲν οὖν ἀμφοῖν ταῖν μερίδαιν ἔχων ἐπιδεξίως εἰς ὀφρῦν ἀναφέρω τὸ πρᾶγμα καὶ ἐνίων ὑμῶν κατεπαίρομαι, δικαία παρ' ὑμῖν ἡ μέμψις ἐμοὶ καὶ αὐτίκα μεταβληθήσο μαι· εἰ δέ μοι τὴν ἄγαν αὐτοὶ προσονειδίζετε ἐπιείκειαν καὶ τὸ πολὺ καταβαίνειν τοῦ ἀξιώματος, τί δήποτε, τοῦτο θαυμάζειν ἀφέντες ὃ δὴ τῆς γνώμης ἐστί, τὴν φύσιν καταιτιᾶσθε; τί δέ μοι μὴ τῶν διττῶν πίθων ἀρύεσθε (τοῦ τε τῆς σεμνότητος καὶ τοῦ τῶν χαρίτων φημί) καί, ὥσπερ κανόνας φιλοσοφίας παρ' ἐμοῦ λαβόντες ἔχετε, οὕτω καὶ τῆς περὶ τὰ πράγματα δεξιότητος; ἐγὼ δὲ ὁρῶ καὶ ἐνίους ὑμῶν, καθ' ὃν εἴωθα τύπον ἐγώ, οὕτω καὶ τὰς πολιτικὰς ὑποθέσεις μεταχειριζομένους, κατ' ἄρθρα μὲν διαιροῦντας καὶ τῶν μερῶν ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς νομικῆς ἐπιστήμης ἀνάγοντας, ἀλλὰ μὴ ἀναμὶξ πάντα συγχέοντας. εἰ δὲ μὴ τῇ γλώττῃ χρῶνται λαμπρᾷ μηδὲ θαρροῦσιν εὐφραδῶς ἀποφθέγξασθαι τὴν διαίρεσιν, τὴν φύσιν ἑαυτῶν αἰτιάσθωσαν· τὸ γοῦν ὅσον ἐφ' ἑαυτοῖς τὸν ἐμὸν τρόπον μεμίμηνται. Ἀναβλέψατε δὲ καὶ πρὸς οὐρανὸν νυκτός, αἰθρίας ἐχούσης τὸ πᾶν, καὶ θεάσασθε ὡς οὐ πάντα τὰ ἄστρα ἀλλήλοις ἰσότιμα καὶ ἰσοφαῆ, ἀλλὰ τὰ μὲν μαρμαίρει καὶ ἀκτίνων ἀποστίλβει λαμπρῶν, τὰ δὲ βέβυσταί πως καὶ εἰκάζεται τὴν λαμπρότητα. ἡ δέ γε σελήνη– ἀλλ' οὐδὲ ὁ κύκλος αὐτῆς ὁλοφαὴς οὐδ' ὅμοιον αὐτῇ τὸ σχῆμα τοῦ φωτὸς ἐς ἀεί, καὶ οὔτε οἱ νότιοι τοῖς βορείοις βασκαίνουσιν ὅτι ἐφ' ὑψηλοτέρου μέρους αὐγάζουσιν οὔτε οἱ ἐφ' ἡμέρας δύνοντες τοῖς πάντῃ ἀδύτοις ἀντίθετοί εἰσιν– ἡ δέ γε σελήνη ὑπείκει τῷ τοῦ ἡλίου φωτὶ καὶ λαμπροτέρα μᾶλλόν ἐστιν ὁπότε ἐκεῖθεν αὐγάζοιτο· ὑπερέχων δὲ τῶν λοιπῶν ἀστέρων ὁ ἥλιος καὶ τῷ μεγέθει καὶ τῇ λαμπρότητι τὸ μὲν ἐκείνων ἀποκρύπτει φῶς διαυγάζων αὐτός, δυνάμεις δὲ ἐκείνοις παρ' ἑαυτοῦ τίθησιν, εἴ γε χρὴ τοῖς περὶ ταῦτα δεινοῖς πείθεσθαι, καὶ τάς γε ὥρας τῶν οἰκείων ὠδίνων πληροῦν πᾶσιν ἀνωμολόγηται καὶ βούλοιντ' ἂν ὑπ' ἐκείνῳ τετάχθαι καὶ τὰς παρ' ἐκείνου δυνάμεις ἔχειν καὶ λαμβάνειν τὸ φῶς ἀεὶ ἢ ἀντερίζειν αὐτῷ καὶ περὶ πάντων διαμιλλᾶσθαι. Ἐγὼ μὲν οὖν ἔχω τὰ νικητήρια καθ' ὑμῶν (αὐτοὶ ἂν φαίητε) καὶ βουλομένων καὶ μὴ βουλομένων κρατῶ. αἱροῦμαι δὲ παραχωρεῖν ὑμῖν πάντων ἐπιεικῶς ἔχουσι πρὸς ἐμέ, ἢ τὰ πάντων ἔχειν ἐξαίρετα βασκαι νόντων ὑμῶν· καὶ οὐδὲ ἀπογινώσκω τὴν τῆς γνώμης ὑμῶν μεταβολήν· καὶ περὶ τοὺς λόγους γὰρ τὴν πρώτην διημιλλᾶσθε, εἴθ' ὑπεξέστητε· οὕτω δή μοι κἀν τοῖς πράγμασι προβιβασθείητε, καὶ συντρέχειν πολλάκις αἱρούμενοι καὶ ἡττώμενοι ἄνω που τοῦ θεάτρου καθήμενοι θεαταὶ τοῦ ἐμοῦ δρόμου ἢ ἀνταγωνισταί μοι γενήσεσθε.

Intertext edge

Open linked passage

Note