Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 11 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
δε σερῃιτυτε α σεξρετις Ἐγώ, πολλάκις τῶν θείων ἀκούων χρησμῶν τῶν ἐνταῦθα πράξεων, χρηστῶν ἢ φαύλων, ἐς τὸ μέλλον ταμιευομένων τὰς ἀντιδόσεις, ἐκ πλήττομαι μὴ ἐνορῶν ἐν τοῖς λόγοις τὸ ἀληθές. ἔδει γάρ, ἐπείπερ ἡ τῶν ἀντιδόσεων διαφορὰ τῷ μέλλοντι βίῳ πεφύλακται, μὴ κἀνταῦθα ἢ τοὺς πονηροὺς κολάζεσθαι ἢ τιμᾶσθαι τοὺς ἀγαθούς· νῦν δὲ τῶν ἐκεῖθεν Ἠλυσίων πεδίων, ἵνα μὴ λέγω τῆς ἀμβροσίας τε καὶ τοῦ νέκταρος, πολὺ τὰ ἐνταῦθα τίμια ἐκείνων ὑψηλότερά τε καὶ τιμιώτερα, αὖθις δὲ τοῦ Πυριφλεγέθοντος καὶ τοῦ Κωκυτοῦ, καὶ εἴ τίς ἐστιν ἕτερος ποταμὸς βορβόρου ἀνάπλεως, καὶ τοῦ ἐν τῷ στομίῳ χάσματος τὰ ἐνταῦθα δεινὰ βαρύτερά τε καὶ χαλεπώτερα. καὶ οὐ τοῖς ἑτέρων λόγοις ὑπαχθεὶς πρὸς ταύτην γε ἤλυθα τὴν διάνοιαν, οὐδέ τινων τραγῳδίας ἀποδυρομένων μοι ἢ θρήνους, ὧν ὁ παρὼν βίος γεννήτωρ καὶ παροχεύς, ἐς τὸν παρόντα λόγον ἀπηυτομόληκα, ἀλλ' αὐτὸς πειραθεὶς τῶν δεινῶν καὶ οἴκοθεν ἔχων τὰ παραδείγματα. Ἐπεὶ γὰρ πονηρᾷ τινι μοίρᾳ καὶ κακοδαίμονι, τῇ καὶ γεννησάσῃ καὶ θρεψαμένῃ με, τῷ τῶν ἀσηκρῆτις ἐνηριθμήθην χορῷ καὶ τῆς ἐκ τοῦ δουλεύειν ἀνεπλήσθην κακώσεως, ἔγνων ὅσῳ τὰ θρυλλούμενα κολα στήρια τῶν ἐνταῦθα ἐπιπόνων καταδεέστερα. καὶ μὴ μέ τις οἰηθείη πᾶσαν τὴν ἐνταῦθα κάκωσιν τῶν ἐκεῖθεν ὑπεραίρειν δεινῶν· σφαγαὶ γὰρ ἴσως καὶ ἀνασκολοπισμοὶ καὶ ἀποτυμπανίσεις πρὸς τὰ ἐν ᾅδου συγκρινό μενα δείματα ἀσυγκρίτως ἐκείνων ἔλθοιεν δεύτερα, τῆς δὲ τῶν ἀσηκρῆτις δουλείας οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι τὸν τῆς γεέννης ὑπερκεῖσθαι φλογμόν· τί γὰρ τῆς ἐνταῦθα φλογὸς ἀνιαρότερον ἢ βαρύτερον; Πρῶτον μὲν γὰρ ὑπερπληθὴς ἡ ταλαιπωρία καὶ ἡ πρὸς τὸ γράφειν σύννευσις, ὡς μήτε τὸ οὖς κνᾶσθαι δύνασθαι, τοῦτο δὴ τὸ λεγόμενον, μήτε τὴν κεφαλὴν ὑπερᾶραι, μὴ ποτοῦ κατὰ καιρόν, μὴ βρώσεως γεύ σασθαι, μὴ τὸ σῶμα καθᾶραι λουτροῖς, εἰ μή τις τοῖς ἐκ φύσεως φήσειεν (ἱδρῶσι, φημί, βίᾳ τοῦ μετώπου καὶ τῆς κεφαλῆς καταρρέουσιν). ἔπειτα ὡς μεγάλη ἡ τούτων ἀντίδοσις– ὕβρεις, ἀπειλαί, παροράσεις, καὶ τἆλλα ὧν οἱ τραγικοὶ δαίμονες χορηγοί· ἄφθονα γὰρ πάντα ὥσπερ ἀπό τινος πηγῆς τῶν κακῶν ἀποστάζοντα. οὐκ ἔστιν ἀνάνευσις ἐν ἡμῖν, οὐκ ἀπαλλαγὴ τῶν κακῶν, ἀλλ' ὁσημέραι προστίθεται ταῦτα καὶ ἐπαυξάνει καὶ πληθύνει τῆς ἀθυμίας ἡ θάλασσα ὥσπερ ποταμῶν εἰσβαλλόντων καὶ πλημμυρούντων αὐτῇ. καὶ μέχρι μέν τινος φορητὸν ἡμῖν ἐδόκει τὸ πρᾶγμα τῇ τῶν προεστώτων κακίᾳ λογιζομένοις τὸ πᾶν, ὡς μηδὲ τῶν ἄλλων ἀπηλλαγμένοις πάντῃ τῶν συμφορῶν, καί τις ἐλπὶς ὑπέθαλπέ πως ἡμᾶς καὶ ἀνεζωπύρει καὶ τὸ πολὺ τῆς ἀθυμίας βάρος ὑπεκούφιζέ τε καὶ ἀπεκρούετο, νῦν δὲ καὶ τὸ τῆς ἐλπίδος ἀπῆλθε φάρμακον καὶ ἐς τὸ ἄπορον τὰ τῆς συμφορᾶς περιγέγονε, τοῦ κρατοῦντος ἄνακτος ποταμοῦ δίκην πλημμυροῦντος τὰς χάριτας καὶ πᾶσιν ἐπιρρέοντος ἀφθονώ τατα, ἡμῖν δὲ οὐδὲ κατὰ στράγγα ψεκάζοντος. Τί μοι Προμηθεὺς κολαζόμενος ἢ Τάνταλος τὸν ὑπὲρ κεφαλῆς λίθον φοβούμενος ἢ ἐν μέσῃ πηγῇ στερούμενος τοῦ ποτοῦ (τὸ γὰρ ληρῶδες ἐῶ τοῦ Ἰξίονος); ὁ μὲν γάρ, εἰ καὶ τὸ ἧπαρ περιεκείρετο, ἀλλὰ μεταβολὴν ἐλπίζων τοῦ πράγματος ὑπεκουφίζετό πως τῆς συμφορᾶς, καὶ μέντοι καὶ ὧν ἤλπιζεν οὐ διήμαρτε, τῷ Διὶ τὴν πρὸς τὴν Θέτιν ὁρμὴν μαντευσάμενος κἀντεῦθεν τῆς τιμωρίας ἀπολυθείς· ὁ δέ, εἰ καὶ μήτε τοῦ ὕδατος μήτε τῶν ὑπὲρ κεφαλῆς μετεῖχε καρπῶν, ἀλλ' οὖν ταῖς ὀσφρήσεσι τῆς τούτων εὐωδίας ἀπέλαυε καὶ τὸν ὀφθαλμὸν ἑστιώμενον εἶχεν ἀντὶ τοῦ φάρυγγος· εἰ δὲ καὶ τὸν ὑπὲρ κεφαλῆς φήσειας λίθον, ἀλλὰ μέχρι δέους κἀνταῦθα τούτῳ ἡ συμφορά· ἔστι γάρ, εἴπερ καὶ ἀληθὲς δοίημεν, οὐ πείρᾳ ἀλλ' ὑπο λήψεσι κολαζόμενος. Ἡμεῖς δὲ ὅλῳ τραχεῖ λίθῳ καὶ πάντοθεν ἀκίδας ἔχοντι δεινῶς τιμωρού μεθα, καὶ οὐ καταφερόμενον ἀποφεύγομεν, ἀλλ' ἐπικείμενον ἀποβαλεῖν οὐ δυνάμεθα. ἐσταυρώμεθα δὲ οὐκ ἐν Καυκάσῳ (ἧττον γὰρ ἂν ἦν τὸ δεινόν) μὴ ἔχοντες θεατήν, ἀλλ' ἐν πόλει μέσῃ, ἵνα καὶ παρὰ πάντων γελώμεθά τε καὶ ὀνειδιζώμεθα, καὶ ταῦτα οὐδὲν τοιοῦτον δεδρακότες δεινόν, οὐ τὰ τῶν κρειττόνων τοῖς μέροψιν ἐξαγγείλαντες, οὐ τὸ πῦρ ἐν νάρθηκι κλέψαντες, ἵν' ἐξαπατήσωμεν βελτίονα φύσιν ἡμῶν, ἀλλὰ καὶ Μούσαις ἐντραφέντες καὶ τῷ λογίῳ Ἑρμῇ καθομιλησάμενοι καὶ πολλάκις ἐν τῷ Ἑλικῶνι χορεύσαντες· καὶ οὐδὲ τοῦτο εἰπεῖν ἀποκνήσαιμι ὡς καὶ Καλλιόπη τὸν ἑαυτῆς μαζὸν ὑποθεμένη ἡμῖν τὸ καθαρὸν τῆς γνώσεως ἐχορήγησεν. ἀλλ' ὥσπερ κακιῶν τινων κολάσεις ἀποτιννύντες βαλλόμεθα πάντοθεν καὶ τιτρωσκόμεθα καὶ ἐν κόποις ἐσμὲν ἀνθρώπων, καί, ἵνα μικρὸν τὸ τοῦ Δαυὶδ μεταλλάξαιμι, καὶ μόνοι τῶν ἄλλων μεμαστιγώμεθα· ὡς γὰρ ἐν εἰρκτῇ συγκλειόμεθα καὶ φύλαξί τισι πάντοθεν φυλαττόμεθα καὶ πολλαῖς κολάσεσι καὶ τιμωρίαις ταλαιπωρούμεθα. αἱ δὲ βασιλικαὶ χάριτες μέχρις ἀκοῆς ἡμᾶς θέλγουσιν, ἢ μᾶλλον ἀνιῶσι βαρύτερον. Εἰ μὲν γὰρ ἰσοτίμως ἅπαντες σὺν ἡμῖν τῶν καλῶν ἀπεστέρηντο, οὐκ ἂν οὕτω κατωδυνώμεθα, τὸ δ' ἐκείνους μὲν καὶ ὑπὲρ κόρον πλουτεῖν, ἡμᾶς δὲ τῇ καμίνῳ τῶν συμφορῶν καταφλέγεσθαι, τοῦτο πάντων δεινό τερόν τε καὶ ἀνιαρότερον. οὐδὲ γὰρ ἔχει παραμυθίας τοῦτ' ἀφορμὴν ὅτι, τοῦ ποταμοῦ πλημμυροῦντος καὶ τῆς πηγῆς πηγαζούσης καὶ τῆς θαλάσσης περικλυζούσης τοῖς κύμασιν, ἡμεῖς μόνοι τῶν ἐν αὐτοῖς ῥευμάτων ἀμέθεκτοι. Αἰθίοψ ἀρύεται πόρρωθεν, ἄλλος ἐξ Ἰνδίας ἀπολαύει τῆς χάριτος, τῷ Σκύθῃ καὶ μέχρις αὐτοῦ τοῦ φάρυγγος ὁ τῆς πηγῆς πλοῦτος ἀνήνεκται· ἡμῖν δὲ πρὸς τοῖς χείλεσιν αὐτῶν καθημένοις ἐσπάνισται πάντα, καὶ οὐδ' ὡς αἱ Δαναΐδες ἐς τετρημένον κἂν ἀντλῆσαι πίθον κατηξιώθημεν, ἵν' εἴ πως τῆς ἀντλίας κατετρυφήσαμεν. Ἐντεῦθεν ὁρμώμενος δευτέρας κολάσεις οὐ δέχομαι, κἂν ὁ μὲν βασανι στὴν ὑπόθοιτο σκώληκα, ὁ δὲ πυρὸς ῥύακας ἐκ βασιλικοῦ βήματος τὰς ἀρχὰς ἐχούσας τῆς ῥύσεως, ὁ δὲ σκότος βαθύτερον ἤ τι ἄλλο φοβερώτερον καὶ δειματωδέστερον. καὶ φλογὸς γὰρ καὶ σκότους καὶ σκώληκος ἡ τῶν ἀσηκρῆτις ὑπηρεσία βαρύτερόν τι κακὸν καὶ ἀνιαρότερον. ὡς λίαν δὲ θυμῆρες τούτοις καὶ τὸ κλητώριον. ὥσπερ γὰρ ἐν στενῷ τινι χωρίῳ καὶ μή τινα διέξοδον ἔχοντι συγκλειόμενοί πως καὶ συσφιγγόμενοι πιέζουσί πως ἀλλήλους καὶ καταθλίβουσιν ἐπὶ πλευραῖς κείμενοι, ὥστε καὶ τὰ δάκρυα ἀκουσίως τῶν ὀφθαλμῶν ἀκοντίζεσθαι καὶ τὸν σίελον ἐκπίπτειν τοῦ στόματος καί, ἵνα τὸ δυσφημότερον εἴπω, καὶ τῆς πυγῆς τὸ ἀφόδευμα· ἐντεῦθεν ἧπαρ τούτοις συνθλίβεται καὶ σπλὴν συγκέκλασται καὶ ἡ καρδία συμπέπνικται καὶ ἡ κεφαλὴ ἰλίγγου καὶ δίνης πληροῦται καὶ τὸ ἆσθμα ἐπιλεῖπον πνιγηρὰν αὐτοῖς ποιεῖ τὴν ἀναφοράν. ἀλλ' εὐφραίνουσι τὰ παρατιθέμενα, εἴποι τις ἂν ἴσως· ἀλλὰ βαβαί, μὴ εἴπῃς, μὴ γρύξῃς, μήτε τῶν ἰχώρων τοῦ Ἰὼβ ἀναμνήσῃς, μηδὲ τῶν ἐν ᾅδου νεκρῶν· ἀποπνιγήσομαι γὰρ καὶ μόναις ταῖς ἀναμνήσεσιν. εἰ οὖν οὕτω τὰ πρὸς τέρψιν ἡμῖν μεμηχανημένα βαρύτερα πάσης κολάσεως, τὰ λυπηρὰ ἐν τεῦθεν εἰκάσειας ὁ βουλόμενος.
11.2
λιττ.] ε᾿̣ πε̣ ι`̣ [γ] ὰρ χρῆ [σ] θ̣ αι τούτο̣ ι̣ ς̣ δεδύνηται, οὗτος μὲν ἀνακεκλίσθω καὶ κε χαλ̣ [άσ] θω̣ τῷ εἰς [δεσυντ φερε 12 λιττ.] πρὸς θεὸν ὁ´̣ μως τετάσθω πρὸς τὴν ἀναγωγὴν ἐσαεί· π [οι] κ̣ ίλον γὰρ τὸ ἐρώ [δεσυντ φερε 11 λιττ.] ἄλλην ἄλλοτε δεικνῦον μορφὴν καὶ τὸν πόθον ἀεὶ νεώτ̣ α̣ τον ἐργαζόμενον.

Intertext edge

Open linked passage

Note