Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 12 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
δε ινῃιδια ετ αεμυλατιονε α σεξρετις Ἔοικεν ἡ περὶ ἑαυτὸν ἑκάστου φιλοτιμία καὶ τὸ φίλαυτον μεγάλων ἀρχὴ κακῶν γίνεσθαι· τοῦτο δὲ πολλοῖς μὲν καὶ ἄλλοις παραδείγμασιν ἱκανῶς ἀποδέδεικται, οὐχ ἥκιστα δὲ ταῖς τῶν ἀσηκρῆτις περὶ ἑαυτοὺς οἰήσεσι καὶ φαντασίαις ἀλόγοις. οὐ γὰρ ὡς πρός τινα κανόνα τὸ δίκαιον ἀποβλέποντες ἐντεῦθεν τὸ διανεμητικὸν ὡρίσαντό τε καὶ ἐτυπώσαντο, ἀλλά, μέγα τι περὶ ἑαυτοὺς φαντασθέντες, οὐκ ἴσῃ φαντασίᾳ, ἀλλ' ἔκαστος τὸν πλησίον ὑπερβεβηκέναι φιλονεικῶν τῆς πλείονος διανεμήσεως ὡς αὐτῷ ἁρμοζούσης ἀντείχετο· καὶ ὁ μὲν τὴν περὶ τὸ γράφειν ὀξύτητα προβαλλόμενος ἐντεῦθεν τὸ ἰσχυρὸν ἔχειν ᾤετο, ὁ δὲ τὸ περὶ τὴν γνῶσιν ὑπερέχον προτεινόμενος τῷ κατ' ἄλλό τι κρείττονι τῶν πρωτείων ἀμ φισβητεῖν ἔσπευδε, καὶ ὁ μὲν ῥώμην σώματος καὶ τὸ περὶ πάλην προΐσχετο ἐπιδέξιον, ὁ δὲ τὴν εὐστροφίαν τῆς γλώττης, ὁ δὲ τὸ βωμολοχικόν τε καὶ ἀγοραῖον, οἷος ὁ Σαμοσατεὺς Παῦλος, ὁ δὲ τὸ κατὰ χρόνον πρεσβύτερον (οὐκ εἰδώς, ὁ τάλας, ὡς τὰ ἐν ὕλῃ θηρία πολὺ τῶν ἐκεῖσε μοναζόντων πρεσβύτερα καὶ οὐ διὰ τοῦτο καὶ τιμιώτερα), καὶ ἄλλος ἄλλο ψυχῆς ἢ σώματος προβαλλόμενος πλεονέκτημα ἐντεῦθεν τὸν κατὰ πάντων ἀναδήσασθαι ἐβούλετο στέφανον. πολλοὶ δὲ καὶ προτερημάτων ἀποροῦντες ἀπὸ τῆς ἐναντίας ἕξεως τὸ νῖκος ὑπενοσφίζοντο οἷον πολυπραγμοσύνης πραγμάτων καὶ τῆς περὶ τὴν γλῶτταν λέσχης. Κἀντεῦθεν πῦρ ἔριδος ἀνήφθη πολὺ καὶ μάχη τις ἀδιάκριτος· καὶ ὁ καταλλάττων οὐκ ἦν, οὐχ ὁ Φασουλᾶς γέρων, οὐχ ὁ παλαιότερος Ἀχυρᾶς, οἷς ἐκ χρόνου διαλλακταῖς καὶ μεσίταις εἶναι ἀποκεκλήρωται, ἀλλὰ τὸ τῶν φρενῶν ἐλλεῖπον τὰ ἐκ τοῦ χρόνου πρεσβεῖα ἀνέκοπτε καὶ τοῖς λοιποῖς, καὶ οὗτοι παραπλησίως ἀντήριζον. τί οὖν τὰ ἐντεῦθεν; ὕβρις κατ' ἀλ λήλων, κρυπτῶν πραγμάτων δημοσίευσις καὶ φανέρωσις· οὐ νεότης, οὐ πολιά, οὐχ ὁ κατὰ σύνεσιν ὑπερέχων, οὐχ ὁ κατὰ γνῶσιν ὑπερβαλλόμενος τῶν ὕβρεων ἀπηλλάττοντο, ἀλλὰ πάντες ἐπίσης ὀνειδισμοῖς καὶ λοιδορίαις ἐπλύνοντο. ὁ μέν τις εἶπε τὸν σύντροφον ἀνόητον γέροντα· λαβὼν ἐκεῖνος τὴν ὕβριν ἐδιπλασίασε καὶ τὸ κακόηθες καὶ πολύπραγμον προσεπηύξησε, κακοηθέστατον καὶ πολυπραγμονέστατον τὸν ὑβρικότα καλέσας· οὗτος τὸν λόγον αἰσχίστοις ἐδεξιώσατο πράγμασι, χεῖρα σιδηροφόρον κατὰ τοῦ φίλου ἀνατείνας ὁ ἄθλιος καὶ πυγμῇ παίσας καὶ λὰξ κατὰ τοῦ κενεῶνος λίαν αὐθαδῶς ἐναλλόμενος. πάντων γὰρ ἐπίσης μανέντων καὶ μηδενὸς φρενήρους εὑρισκομένου, πάντα φύρδην συνεχεῖτο καὶ διεφθείρετο. Τούτων οὕτω γινομένων ὁ χρηστὸς οὐκ ἦν, ἀλλὰ μάτην ἕκαστος φίλερις καὶ φιλόνεικος ἦν· οὐ γὰρ ἐπ' ἄθλῳ προκειμένῳ τὴν ἰσχὺν τῶν λόγων ἐδείκνυεν, ἀλλ' ἐπὶ πράγματι ᾧ ἀπὸ βωμολοχίας καὶ ὕβρεως καρπώσασθαι οὐκ ἦν. οὐκ ᾐσθάνοντο δὲ οἱ ταλαίπωροι ὡς οἱ πλείους αὐτῶν μετὰ τοῦ χρυσίου καὶ τῆς δουλείας στερηθήσεσθαι ἔμελλον, κἂν ὁ Παῦλος οὐ καταδέχεται· ἅπαξ γὰρ τῶν ὤτων τοῦ πρωτοασηκρῆτις καθυλακτήσας ἔδοξεν ἐντεῦθεν μηχανὴν εὑρέσθαι τοῦ μὴ πόρρω ἀπελαθῆναι τῆς τάξεως, ἀλλ' ἄνθρακας ἀνῆψε καθ' ἑαυτοῦ. ὀψὲ γὰρ τῆς ὥρας λογικῶς τῷ πρωτοασηκρῆτι ἐγὼ συγγενόμενος καὶ τὴν τούτου διάνοιαν ὅπως ἔχοι περὶ τοὺς ἀσηκρήτας θηρώμενος, ἔγνων λύκον εἶναι κατὰ ἀρνῶν ὡς εὐθέως αὐτοὺς θοινησόμενον. περὶ δὲ τοῦ Παύλου ἐρόμενος εἴ τι οὗτος ἀπὸ τῆς γλωσσαλγίας ἀπώνατο, πῦρ εἶδον ἀπὸ τῆς γλώττης αὐτοῦ κατ' ἐκείνου πεμπόμενον· ἔφησε γὰρ ὡς ὁ καταρατότατος οὗτος ἄνθρωπος καὶ τὴν γλῶτταν ἀπαίδευτος καὶ τὸν νοῦν ἀσύνετος καὶ τοῦ συλλόγου ταράκτης καὶ τὴν ψυχὴν διεφθαρμένος καὶ οἷον κυκεὼν τῆς τῶν συντρόφων ψυχῆς ἢ ἄνεμος ἀπαρκτίας καταρράκτοις ἐμπίπτων κύμασι καὶ τοῦ χρυσίου στερηθήσεται καὶ δημευθεὶς ἀτιμίαν μεγίστην ἀτιμωθήσεται.

Intertext edge

Open linked passage

Note