Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Πρός τινα κάπηλον μεγάλαυχον καὶ φιλοσοφοῦντα διάκενα Ἀλλὰ ποίας ταῦτα φιλοσοφίας, λογιώτατε ἀδελφέ (εἴ γε δὴ πρὸς φιλόσοφον ἀλλὰ μὴ κάπηλον ἀντιφθέγγομαι, ᾧ καὶ μᾶλλον ξυντίθεμαι, εἰ μή με καταμέμφοιο, οἷα δὴ μὴ φιλόσοφος ἀλλὰ μᾶλλον καὶ κάπηλος); τῆς Χαλδαίων; ἀλλ' οὐδέν τι τοιοῦτον ἐκείνη φθέγγεται. ἢ τῆς ἑτέρας ἧς σὺ μακρὰν ὑπάρχεις, κἂν προσπελάζῃς ἐνίοτε τῇ γλώττῃ (κἂν μὴ τοῖς πράγμασι), πᾶσαν τέχνην ἐξησκηκέναι μετὰ τῆς ἐπιστήμης μεγαλαυχῶν; νοῦ δὲ ποίου Πλατωνικοῖς κρατῆρσιν ὅλως ἐμβάψαντος; εἰ μὴ κἀνταῦθά τις εἴποι, «ἀλλὰ παρείσθωσαν οἱ λέβητες καὶ τὰ μαγείρων μαγγανεύματα καὶ κομψεύματα, οἵ τε δυσὶ κυπέλλοις οὐκ ἐξ ὑέλου ἀλλ' ἐκ χοὸς ἴσως πεπλασμένοις ἄκροις δακτύλοις εὐφυῶς πως οἰνοχοοῦντες τὸν δῆμον», ἥ τε καλοῦσα πάντας φωνὴ καὶ ἡ ἐπανατεινομένη θαμὰ καὶ αὖθις καταγομένη καὶ τοσαυτάκις ἐπιρριπιζομένη καὶ αὖθις ἐπαναλύουσα καὶ τὸν ψόφον ἀποτελοῦσα καὶ τοὺς πολλοὺς συγκαλοῦσα μετὰ ὑψηλοῦ τοῦ κηρύγματος, ὡς ἂν εἴπῃ τις καπηλικὴ μάχαιρα· ὧν σὺ προστάτης καὶ πρόμαχος ὁμοῦ τε ἐχθρὸς καὶ ἐκδικητὴς καὶ νόμων ἴσως συμπονικῶν καὶ θεσμῶν ἐπαρχικῶν, εἴ τις ἄλλος φύλαξ ἀκεραιότατος, ἵνα μή σου τὸ κῶλον σκυτάλῃ μαστιγω θείη· οἷα δὴ καθεκάστην ὁρῶμεν γινόμενα. οὐχὶ Πλάτων ἐρωτηθείς, οὗ σὺ διδάσκαλος δηλαδή, ἓν εἰδέναι μόνον ἀπέφησε, τὸ μηδὲν εἰδέναι, ὦ τρικάπηλε σύ; ἐρεῖς πάντως γε καὶ αὐτός. καὶ πῶς, ὦ θαυμάσιε σύ, πάντων τὴν γνῶσιν ἐσχηκέναι διομολογεῖς, οἷα δή τι γένος ἐξαίρετον, καὶ οὐχ οἷον ἡμεῖς οἱ κατ' εἰκόνα θεοῦ γεγονότες καὶ καθ' ὁμοίωσιν; αὐτὸ δὲ τοῦτο φιλοσόφου πόρρω ψυχῆς καὶ διαλεκτικαῖς μεθόδοις καὶ λόγοις γεγυμνασμένης. Ἀλλ' ὤ, τίνα ποτὲ φθέγξομαι ῥήματα, κρίματα δὲ λαλήσω, θεέ μου, πρὸς σέ; ὅτι διψῶσαν φιλοσοφίαν οὐχ ὕδασιν οὐρανίοις ἐκόρεσας, ἀλλὰ καπηλείοις καὶ μαστροπείοις ἐγκαλινδεῖσθαι πεποίηκας; «καὶ τρυγῶσιν αὐτὴν νῦν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.» καὶ τὴν μὲν ψυχὴν τῷ σώματι κατοικιζομένην μέλη θεῖα κατάγουσι καὶ μουσικῶν ἢ ἁρμονικῶν λόγων πληροῦσι καταβιβάζοντες, τὴν δέ γε φιλοσοφίαν ὥς τινα θῆτα εἴτε θεράπαιναν προσαῖτιν ἱστῶσι καπηλικαῖς κιγκλίσιν, οἴμοι, καὶ πορνικαῖς. ἀλλὰ τοῦτο δὴ τὸ ῥῆμα, οἷά τινα δαλὸν ἐξημμένον, ἀνὴρ δεξάμενος κάπηλος ὕλην ἑαυτῷ ἀπολογιῶν ἀκαίρων ἴσως ποιήσαιτο. ἀλλ' ἀκουσάτω γε τὸ ἑξῆς· «ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμή σατο αὐτήν», ὁποῖον πάντες ἐγνώκαμεν σὲ τὸν τοὺς νόμους ταύτης παραχαράττοντα καὶ τῆς ἀληθοῦς σοφίας οὐδ' ἴχνος κατανοήσαντα. Ἀλλ' ὦ κάπηλε, μεταβέβλημαί σοι νῦν ἀθρόον καὶ μεταλλάττομαι καὶ φιλόσοφόν σε ὀνομάζω καὶ μὴ βουλόμενος. τουτὶ γὰρ διαγορεύων τὸ ἐπιστόλιον– ἐπιστόλιον γὰρ τοῦτο καὶ γραμμάτιον εἰκότως ἀποκαλῶ, οὐχ ὥσπερ Ἀριστοτέλης οἴεται περὶ τῆς ψυχῆς, ἄγραφον ταύτην γραμμα τεῖον κατονομάζων ἄνωθεν παρὰ τοῦ νοῦ γραφομένην καὶ τὰ εἴδη τῶν ὄντων λαμβάνουσαν, ἀλλ' ὅτι πρὸς τὰς σὰς ἀκεραιότητας ἀφορῶν τοῦτο δὴ τὰς ἐμὰς ἐπονομάζω γραφάς– παπαδούλιον δὲ ἦν τὸ τοῦτο σχεδιάζειν προτραπὲν παρ' ἐμοῦ, εἰ καί τις, πάντα σου τὸν βίον ἐξεπιστάμενος. ἐρεῖς διατί; κἀγώ σοι ἀνταποκρίνωμαι. Ὁ τῶν Χριστεμπόρων ἐξάρχων, ὃν δὴ σύμπονον καλεῖν ὑμεῖς ἐπαιδεύ θητε, φίλος μοι πέφυκεν οὐ νῦν πρώτως, ἀλλὰ καὶ πρίν, ὅτε μήπω τούτῳ κατωνομάζετο τῷ ὀνόματι ἀλλ' ἐκ τοῦ ἤθους καὶ τῆς σεμνότητος καὶ τῶν ἄλλων πάντων τοῖς πᾶσιν ἐγνώριστο. ἧκεν οὖν οὗτος ἐξκουσσείας ἡμᾶς ἀπαιτῶν καὶ ἀπαλλαγὴν τῶν ὧν ὑμεῖς ἀκριβῶς ἴστε βαρῶν. ἀλλὰ τί ταῦτα; ἠρίθμει γοῦν μοι καὶ τὰς τραπέζας καὶ ὀνόματα ποτηρίων τοῦ σοῦ πατρὸς ἀνεδίδασκε, τὸ Θηρίκλειον, τὸ δακτυλωτόν, τὸν κώθωνα, τὸν Ἡρακλέα, τὸν ἐλέφαντα (ὀνόματα δὲ ταῦτα μεγίστων ποτηρίων, φιλόσοφε, καὶ οὐ ζῴων, ὡς σύ γε οἴει ὁ μηδὲ ταύτην τὴν ἐπιστήμην ἀκριβωσάμενος, ἀλλ' ἀμβλὺς πρὸς πάντα γενόμενος), τὸ ἡμίτομον, τὴν ἀμύστιδα, τὴν ἡδυπότιδα, τὸ κισσύβιον, τὴν λεκανίδα, τἆλλα τὰ σοὶ γνώριμα. Ἀπέφραττον γοῦν πρὸς πάντα τὰς ἀκοάς· ὁ δέ μοι τὰς ἀρρήτους δυνάμεις ἐξώμνυε καὶ μὴ ἰδεῖν θεοῦ κατηύχετο πρόσωπον, εἰ μή γε τούτῳ τὰς ἀκοὰς ὑποκλίνοιμι. καὶ Ἀλέξανδρος μὲν ἔλεγεν ὅτι θάτερον τῶν ὤτων ἀπέφραττεν, ὁπότε δή τις καθ' ἑτέρου τὴν γλῶτταν ἐξώπλιζε· «σὺ δέ μοι ἀμφοτέρας καὶ μετὰ προσοχῆς πολλῆς πάρασχε, μέλλω γὰρ σοί τι θαυμάσιον διηγήσασθαι καὶ τοῖς πολλοῖς ἴσως οὐ γινωσκόμενον. ἦν τις θεράπαινα τῷ τούτου πατρί, Σοφία παρὰ τῶν γεννητόρων ὠνομασμένη· ταύτην οὗτος ὥς τι χρῆμα θεῖον ἐσέβετο, καὶ πυκνά πως πολλῶν παρόντων περιεπτύσσετο καὶ οὐκ ᾐδεῖτο τὸν ὄχλον. ἐκ γοῦν τούτου τοῦ δράματος Φιλόσοφον τοῦτον ὠνομάκασιν οἱ πολλοὶ ὡς τὴν Σοφίαν φιλοῦντα, οὔ φημι τὴν ἐν λόγοις ἀλλὰ τὴν ἐν συνουσίαις ἐνηδομένην καὶ πράξεσιν ἀπηγορευμέναις.» κἀγὼ σέσηρα, νὴ τὸν κάπηλον σέ, καὶ τὴν κεφαλὴν βραχύ τι κατένευσα καὶ ταῖς ὀφρύσι καὶ τοῖς ὄμμασι τὴν ἀλήθειαν ᾐνιξάμην, κἀν ταῖς τοῦ προσώπου περιστροφαῖς τὴν συγκατάθεσιν ὡμολόγησα. Ἀλλ' ἄγε δή, ὦ φιλόσοφε, χρησμολόγε δὲ μᾶλλον εἰπεῖν, κάλλιον διαλεξώμεθα πρὸς ἀλλήλους. τὸ τῆς οὐσίας ὄνομα ὑπάρξεώς ἐστι παρα στατικὸν ἢ ἑνώσεως, καὶ ταὐτὸν ὕπαρξις καὶ οὐσία ἢ ἕτερον παρὰ ταύτην; καὶ πῶς ὁ Πλάτων ἐν μὲν Τιμαίῳ ἁρμονίαν εἶναι τίθεται τὴν ψυχήν, ἐν Φαίδωνι δὲ ἐπιρραπίζει τὴν τοιαύτην δόξαν; καὶ ποῦ τὸ κακὸν τακτέον ἡμῖν, καὶ πῶς γεννητή τε ὁμοῦ καὶ ἀγέννητος ἡ ψυχή; ἀλλὰ ταῦτα μὲν πρὸς φιλόσοφον, πρὸς δὲ τὸν χρησμολόγον σὲ τί ποτε ταῦτα τὰ ἐπιδήμια βούλεται, «τὰ ἐν ὕπνῳ, ἐνύπνια, κοῖται», καὶ «ὅ τι ἐν ἑπτὰ κινέεται, τοῦτο ἐν τριπλασίῃσι τελειοῦται, καὶ ὅ τι περ ἐν ἐννέα, τοῦτο ἐν τριπλασίῃσι»; εἰ δέ τι καὶ ἕτερον βούλει, προθύμως λέξω πρὸς σέ· ἀλλ' οὐ χρὴ πολλὰ πρὸς κάπηλον φθέγγεσθαι ἀλλ' ἢ μόνον ὑποδεικνύειν τὸν ὀβολόν, κἀκεῖνος εὐθὺς ἕψεται.