Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Εἴς τινα κάπηλον γενόμενον νομικόν Εἶτα εἴ σέ τις δικάζειν ἐπιτετραμμένον μεθεῖναι μὲν ἠνάγκασε τὰ βιβλία, προστῆναι δὲ τῆς ἐργασίας ἧς νῦν σεμνῶς ἐπιλέλησαι, ἆρ' ἂν εὐμενῶς ἐδέξω τὸ πρᾶγμα καί, ὃ δή φασι, χάλκεια ἠλλάξω χρυσείων; ἤ, ὅπερ εἰκὸς ἦν, ἐβόας ἂν καὶ διερρήγνυσο τῶν μὲν νόμων ὥσπερ οἰκείων μελῶν ἀποσπώμενος, ἑτέροις δὲ μέλεσι προσκολλώμενος ὧν οὔτε τὴν ἰδέαν ἠπίστασο οὔτε τὴν χρείαν διεμελέτησας; πῶς οὖν τοῦτο μὴ προῃρη μένος ποιεῖν ἀθρόον τῆς συνήθους ἐκπεπηδηκὼς καπηλείας ἐπὶ τὸν τῶν νόμων ἐπαναβέβηκας ἄξονα; ἀλλ' ἀπὸ μὲν τοῦ βήματος εἰς ἐργαστήριον κατιὼν εἶχες ὅ τι χρήσαιο τοῖς ὀργάνοις τῆς τέχνης· οὐ γὰρ ἐργῶδες ἔκπωμα κλύσαι ἢ καθαρίσαι ποτήριον καὶ οἶνον κεράσασθαι καὶ δακτύλοις ὀλίγοις εὖ ἀπενεγκεῖν τὸ Θηρίκλειον, οὐδέ τι παγχάλεπον ὑπανάψαι πῦρ καὶ λέβητα πυρακτῶσαι καὶ ὀβελοῖς χρήσασθαι καὶ μεταβαλεῖν ὑπὲρ πυρὸς τὸ ὀπτώμενον. ἐντεῦθεν δὲ ἐπὶ τὸν δικαστικὸν θρόνον καθίσας καὶ τὼ πόδε τοῖς σκίμποσιν ἀπερείσας τί ἂν τῶν σεμνῶν ἐρυγγάνοιο; πῶς δ' ἂν χρήσαιο ταῖς ῥοπαῖς καὶ ταῖς ἀγωγαῖς; τί δὲ διέλῃς τῶν νόμων; τί δ' ἀναλύσεις; εἰ δ' ἐπιτραπείης τὰς τῆς Θέμιδος διαλῦσαι φωνάς, εἰ μὲν αὐτόθεν ἀπαγορεύσεις, αὐτόθεν δὴ καὶ ἐλήλεγξαι· εἰ δὲ τέως ἐρυθριάσας πρὸς τὸν γραμματέα μεταστρέψεις τὸ πρόσωπον εὐθὺς μετακεχειρισμένον τὴν καλαμίδα μετὰ τῆς συνήθους βαφῆς, οὐκ ἰλίγγου καὶ σκοτοδίνης πλησθήσῃ βοῦν ἀφωνίας ἐπὶ τῆς γλώττης ἔχων καθήμενον; καὶ ἡνίοχος μὲν οὐκ ἂν ἐδέξω γενέσθαι οὐδ' ἐπιστάτης νεώς, ἃ μηδ' ἄν τις νοῦν ἔχων πρὸς τὴν νομικὴν ἐπιστήμην συγκρίνοι, τῶν δὲ νόμων οὕτω θαρρούν τως ἐπεβάτευσας ὡς χθὲς καὶ πρῴην αὐτῶν ἀπολελειμμένος, εἶτα δὴ ἡδέως ἐπανακάμψας. καίτοι γε ἴσμεν ὅτι τινὲς τῶν ἐκ τῶν τριόδων ἀθρόον ἐπιβεβηκότες τοῦ ἅρματος ἐπεζώσαντό τε τοὺς χαλινοὺς καὶ ἤλασαν τοὺς ἵππους οὐκ ἀφυῶς, ἀλλ' ὅμως πρῶτα πρὸς τὴν ὀχείαν ἀπώκνησαν· καὶ τὰ πηδάλιά τις ἀπαναγκασθεὶς ἐπὶ τῆς πρύμνης καθίσαι ἐπιδεξίως μετεχει ρίσατο, ἀλλ' οὖν τὴν πρώτην προσεδρείαν ἐπηρυθρίασε. σὺ δ' ὥσπερ ἐπὶ τοὺς συνήθεις καθικνούμενος κρατῆρας οὕτω δὴ τοὺς νόμους τεθάρρηκας. Καὶ Αἰγύπτιος μέν τις ἀνὴρ Ἑλληνικὴν ἑρμηνεῦσαι προστεταγμένος φωνὴν ἀπηγόρευσεν ἂν καὶ τῷ προστάγματι σωφρόνως ἀντείρηκε· πῶς γὰρ ἣν οὐκ ἐφθέγξατο πώποτε ἡρμήνευκεν ἄν; σὺ δέ, οὔτε τὴν Ἑλληνίδα γλῶτταν εἰδὼς οὔτε τὴν Αἰγυπτίαν μεμαθηκώς, οὐκ οἶδα εἴτε ἐκ τῶν παρ' ἐκείνοις συρίγγων ἐπὶ τὴν Στοὰν θαρρούντως ἐβάδισας εἴτε ἐκ τῶν παρ' ἡμῖν ἀδύτων ἐπὶ τὸν Νεῖλον πεποιθότως ἐχώρησας. ἡδέως δέ σου πυθοίμην ποτέρα τῶν δυεῖν τούτων τεχνῶν, καπηλείας φημὶ καὶ νομομα θείας (ἀπαριθμείσθω γὰρ καὶ ἡ βαναυσία ταῖς τέχναις), σεμνοτέρα τῆς ἑτέρας καὶ τῇ φωνῇ καὶ τῷ σχήματι. θήσεις που πάντως τὰ πρωτεῖα, εἰ μὴ μεθύεις, τῇ νομικῇ· εἶτα δὴ προσχωρῶν τῇ ἐλάττονι– οἶδα δὲ ἐκ τριχὸς τῇ ἀσχήμονι ἐργασίᾳ καταγηράσαντα– ἆρ' οὖν, ὁπότε σε ὁ πατὴρ τῷ λέβητι καθιέρωσεν ἢ τοῖς ἐξαγίοις προσήνεγκεν, εὐθὺς δὴ καὶ μεταβαλεῖν οἶνον ἐκέλευσε καὶ τὴν μῖξιν ἐπέτρεψε τῶν ὑγρῶν, ταῦτα δὴ τῆς σεμνῆς ὑμῶν τέχνης τὰ ἱερά τε καὶ ἄδυτα; ἀλλὰ ταῦτα δὴ πῶς ἂν καὶ ἐπεποιήκεις ἐπιτραπείς, πρὸ τῆς ἥβης τε ὢν καὶ οὔπω σοι τῆς ἡλικίας χωρούσης τὰ ὑπερμεγέθη τῶν πράξεων; ὑπανῆψας οὖν πρῶτον τὸν ἰπνολέβητα καὶ συνήνεγκας τοὺς δαυλοὺς καὶ τὸν κυπελλοδόχον διέκλυσας· εἶτ' οὐκ ἐρυθριᾷς, εἰ κάπηλος μὲν εὐθὺς οὐκ ἐγεγόνεις, ἀλλὰ προὔκαμές τε πολλὰ καὶ ἐν τοῖς προτεμενίσμασι τοῦ βωμοῦ ἐπὶ χαμεύνης κατέδαρθες, τὰ δὲ τῶν νόμων ἱερουργεῖν μέλλων αὐτίκα ἐδᾳδούχησας καὶ ἐπὶ τὰ ἄδυτα εὐθυδρόμησας, οὔτε τὴν τῶν νόμων ἀρχαιολογίαν προμυηθεὶς οὔτε τὴν τοῦ Δυοδεκαδέλττου σοφίαν προτελεσθεὶς οὔτε τὰ πραιτώρια προλαβὼν νόμιμα, ἀλλ' εὐθὺς ἐπὶ τὸν Πανδέκτην ἀναβεβηκὼς καὶ τοὺς Κώδικας, οὐχ ὥστε παρ' ἑτέρων λαβεῖν ἀλλ' ὥστε ἑτέροις διανεῖμαι τὸ μέγα τῆς νομικῆς σιτηρέσιον; Καὶ ὁ μὲν σοφὸς Πλάτων οὐ συνεχώρει τοῖς φιλοσοφεῖν ἐθέλουσιν εὐθὺς ἐπὶ τὴν θεολογίαν χωρεῖν, ἀλλὰ πρῶτον τὴν ἠθικὴν τοὺς ὁμιλητὰς ἐξεπαίδευε κἀκεῖθεν ἐπὶ τὴν φυσιολογίαν παρέπεμπεν, εἶτα δὴ τῆς μαθηματικῆς τούτοις τὰς εἰσόδους ἀνεπετάννυε καὶ οὕτω τοῖς διαλεκτικοῖς ἐναρμόσας κανόσιν ἐκεῖθεν ἐπὶ τὴν θεολογίαν ἐπτέρου. σὺ δὲ τὰ τῶν νόμων ὥσπερ ὑπερβὰς τέμπη ἐπὶ τὸ ἄβατον ἄστυ κεχώρηκας ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων προφήτης ἅμα καὶ ἱεροφάντης γινόμενος. καὶ πρὶν ἢ τὰς χεῖρας ἀποκλύσαι τῷ τοῦ σοῦ λέβητος ὕδατι τῶν ἱερῶν βίβλων ἐτόλμησας ἐπαφήσασθαι. εἶτα δὴ τὰς δέλτους ἐπὶ τῶν γονάτων θέμενος καὶ ἀναπτύσσων σεμνοπρεπῶς τὸ ἐντεῦθεν τὸ τῆς παροιμίας ποιεῖς, ὄνος πρὸς λύραν τὰ ὦτα κινῶν· ἢ μηδὲ τοῦτο, οὐ γὰρ αἰσθάνῃ τοῦ ἱεροῦ μέλους. καὶ παιδαγωγεῖν μὲν οὐκ ἂν ἐτόλμησας μὴ παιδαγωγίας νόμους μεμαθηκὼς οὐδὲ παλαίειν μὴ πρότερον ἀκροχειρίζειν διεγνωκώς, τὸν δὲ πένταθλον οὐ κατώκνησας οὐδ' ὅ τι ἐστὶ τοὔνομα ἐπιστάμενος οὐδ' ὅθεν παρῆκται, εἴτ' ἀπὸ τῆς δικαιοσύνης εἴθ' ἑτέρας τινὸς ἕξεως καὶ δυνάμεως. Ἀλλ' ἡ μὲν φύσις ἐν ταῖς εἰς τὸ ἐναντίον μεταβολαῖς μεσότητάς τινας ἀπειργάσατο, καὶ οὐκ ἄν τι μέλαν γένοιτο λευκὸν ὂν τὸ πρότερον, εἰ μὴ διὰ τῶν μέσων ἔλθοι χρωμάτων, καὶ τἆλλα οὕτως· οἵ τε καιροὶ ἀλλήλοις συγκεράννυνται οἱ κατὰ τὰς ἄκρας ποιότητας διὰ τῶν ἐπαμφοτεριζόντων καὶ θάτερον παρὰ θάτερον ἐχόντων, τοῦ τε ὄντος καὶ τοῦ ἐν τῷ ὄντι τὴν ὑπόστασιν ἔχοντος αἱ οὐσιώδεις μέσον ποιότητες τίθενται. οὕτω δὴ καὶ ἡ φύσις οὔτε οὐσία τίς ἐστι καθαρῶς, ὡς τῷ Ἀσκληπιοδότῳ δοκεῖ, οὔτε μετὰ τῶν συμβεβηκότων ἠρίθμηται. καὶ σὺ δὲ αὐτὸς ὁ θαυμάσιος κάπηλος φείσῃ τοῦ ψυχροῦ ποτηρίου καὶ οὐκ ἄν ποτε θερμὸν ὕδωρ αὐτῷ ἐπιχέοις· διαρραγῇ γὰρ αὐτίκα ἀραιώσαντος τὸ ἔκπωμα τοῦ θερμοῦ καὶ τεκόντος πνεύματα ὑφ' ὧν δὴ καὶ ψοφεῖ ἄντικρυς. ἀλλὰ τούτου μὲν πολλὴν πεποίησαι πρόνοιαν καὶ φιλοσοφεῖς ἀτεχνῶς ταῖς μέσαις ποιότησι πρὸ τῶν ἐναντίων χρώμενος, σαυτοῦ δὲ παντάπασι κατημέλησας, ἀπὸ καπηλείας εἰς τὴν δικαστικὴν παραγγείλας ἀξίαν, οὐχ ὡς ἡ Ἕλλη εἰς πέλαγος ἀφεὶς ἐξ ἀέρος οὐδ' ὡς ὁ Ἴκαρος ἀπὸ γῆς εἰς οὐρανὸν πτερυξάμε νος· οὐ γὰρ τοσοῦτον ἀλλήλων τὰ φύσει ἐναντία ἀφέστηκε οὐδ' ἄλλοις τισὶν ἡ ἐκ διαμέτρου ἥρμοσται ἐναντίωσις ὡς καπηλεία καὶ δικαστικὴ ἐπιστήμη. τὸ μὲν γὰρ λευκὸν εἰ καὶ ἀφέστηκε τοῦ μέλανος παντάπασι, ἀλλὰ τό γε ὑποκείμενον τούτῳ οὐκ ἄδεκτον καὶ θατέρου ἄκρου ἀλλ' ἐπιτη δείως καὶ πρὸς ἐκεῖνο ὑφέστηκε· κάπηλος δὲ ἄνθρωπος μηδὲ πρόθυρά ποτε νόμων ἰδὼν πῶς ἂν αὐτίκα τὴν τοῦ Μίνωος σχοίη ἀξίαν ἢ Ῥαδαμάν θυος, οὔτε τῷ θεῶν ἐννεάσας οὔτε ταῖς Διὸς ἐντετυχηκὼς δέλτοις οὔθ' ὥσπερ αἱ κίσσαι ῥυθμισθεῖσαι τὴν γλῶτταν ἐξ ἀκοῆς εἰς ἀνθρωπείαν διά λεκτον; καὶ δαιτρὸς μὲν οὐκ ἄν ποτε παραθείη κρειῶν πίνακας ἀείρας, εἰ μή γε πρότερον εἰδείη εὐστρόφως τοῖς ὀβελοῖς ταῦτα ὑπὲρ πυρὸς μεταλ λάττειν, εἴτε χοίρεια εἴη εἴτε ἐρίφεια· σὺ δ' ὥσπερ αὐτοσχέδιος νομικὸς ὁμοῦ τε ἐσπάρης καὶ ἀνεδόθης καὶ κόρυθα νεύεις, οὐκ οἶδα εἴτε τετραφά λαρον ἢ μονόμφαλον, καὶ μετὰ δόρατος ὦψαι καὶ ὥσπερ οἱ Τιτᾶνες ἀποτοξεύεις εἰς θεούς. Καὶ ὁ μὲν Διόνυσος καὶ μετ' ἐκεῖνον ὁ Ἡρακλῆς οὐκ ἄν ποτε συναρίθμιοι τοῖς Ἑλληνίοις θεοῖς γεγόνασιν, εἰ μὴ ὁ μὲν τὴν γῆν ἅπασαν τῶν μιαρῶν ἀνθρώπων ἐκάθηρεν, ὁ δὲ ἀνίατα πάθη ἠκέσατο· κἀν τούτοις δὲ εἰσὶν ὑφ' ὧν καταγελῶνται τῆς συναριθμήσεως. σὺ δὲ τὰ ἐναντία ἐκείνοις δεδρακὼς καὶ τὴν μὲν γῆν οὐ μιάνας, τὴν δὲ ὑγρὰν διαφθείρας φύσιν καὶ ῥωμαλεότητα καταβαλὼν σώματος διὰ τῆς τοῦ ἀκράτου φορᾶς, εἶτα βούλει ὥσπερ οἱ παρ' Ὁμήρῳ θεοὶ πὰρ Ζηνὶ καθίζειν ἐν ἐδάφει χρυσέῳ καὶ δημηγορεῖν ἅττα οὐκ οἶδας, οὐδὲ τὴν χρυσόθρονον Ἥραν δεδιὼς μή που κατείπῃ σου πρὸς τὸν Δία καὶ διαγράψηταί σε τοῦ ἱεροῦ κύκλου. τί δ' ἂν εἴποις, εἰ προήγορος ἐκείνων γένοιο; ἆρ' οἶδας οἷστισι τὴν ῥοπὴν δοίης καὶ τὰ τῆς δικαιοσύνης ἐπικλινεῖς τάλαντα καὶ τίνες μᾶλλον ἠδίκηνται τῶν ἐθνῶν, πότερον οἱ Τρῶες τοῦ Ἑλληνικοῦ τούτοις ἐπιβάντος στρατεύματος ἢ οἱ Ἕλληνες τὸ κεφάλαιον ἀφῃρημένοι τῆς Ἑλληνικῆς ὡραιότητος; πῶς δ' ἂν καὶ Φοίνιξι δικάσαις καὶ Ἕλλησι; καὶ παρὰ τούτοις γὰρ τοιοῦτόν τι συμβεβήκει, καὶ μέμνηταί γε τῆς ἱστορίας ἀρχόμενος εὐθὺς τῆς πρώτης τῶν Μουσῶν ὁ Ἡρόδοτος. εἰ δέ γε τῷ τρίτῳ ἐμβαίης ταῖς τρισὶν ἀντιστρόφοις κεφαλαῖς (προικί, φημί, δημοσίῳ καὶ δανειστῇ), οὐκ ἂν πολλάκις περιαχθείης στρεφόμενος καὶ ἀντι στρεφόμενος καὶ ὥσπερ ὁ Εὐθύφρων ὑπὸ τῶν Σωκρατικῶν λόγων ἀνθελιττόμενος; Πῶς δὲ τῆς μὲν καπηλείας ἡμμένος οὐκ ἄν ποτε μίξειας οὔτε οἶνον οἴνῳ οὔτε οἶνον ὕδατι, εἰ μὴ πρότερον γνοίης ποῖα μᾶλλον εὐκέραστα τῶν ὑγρῶν καὶ ὡς ὁ μὲν μέλας δυσκέραστος τοῖς λεπτοῖς διὰ τὴν παχύ τητα, οἱ δέ γε λεπτοὶ εὐκόλως ἀλλήλοις ἀναχυθεῖεν καὶ ἔστιν αὐτοῖς τό γε μίγνυσθαι καὶ μὴ μίγνυσθαι καὶ παρὰ τὴν χρόαν καὶ παρὰ τὴν ὑπόστασιν καὶ παρὰ τὴν γεννήσασαν ἄμπελον· λέγω δὲ οὐχ ὅτι μὴ φύσιν ἔχει πάντ' ἀλλήλοις τὰ ὑγρὰ μίγνυσθαι, ἀλλ' ὡς οὐκ ἂν τὰ τυχόντα καπηλευ θείη, εἰ μή τις αὐτοῖς ἐπισταίη κρίσις τε καὶ διάκρισις. καὶ ταῖς μὲν διαφοραῖς οὕτω προσέχεις τὸν νοῦν, τῆς δὲ ὀρθότητος οὐ πεφρόντικας, ἀλλ' οὐδὲ τοσοῦτον διέγνωκας, ὅτι τοιοῦτόν ἐστι, νόμον νόμῳ συνενεγκεῖν καὶ τὰ ὁμοειδῆ συνεισαγαγεῖν κεφάλαια καὶ τά γε νεώτερα τοῖς ἀρχαιοτέ ροις συγκαταλλάξαι, ὁποῖον ὁ παρὰ Πλάτωνι δημιουργὸς τὸν οὐρανὸν ποιῶν κάθηται ἐκ τεσσάρων μὲν αὐτὸν στοιχείων δημιουργῶν καὶ στερεὸν ἐργαζόμενος, τούτων δὲ πῦρ μὲν καὶ γῆν οἷον ὑποκείμενα πρῶτα τούτῳ ποιῶν, ἀέρι δὲ καὶ ὕδατι ἀντὶ δεσμῶν χρώμενος καὶ δύο μεσότητας ποιούμενος διὰ τὴν τοῦ σώματος στερεότητα. Καὶ τοῖς μὲν οἴνοις τὴν φύσιν πολυπραγμονεῖν ἐπίστασαι, ὡς ὁ μὲν μέλας δυναμικώτερος καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων ἄχρι πολλοῦ, ὁ δὲ λευκὸς ἀσθενής τε καὶ λεπτός, ὁ δὲ κιρρὸς πέττει μὲν ῥᾷον, ξηραίνει δὲ ἄντικρυς· φιλοσοφῶν δὲ οὕτω μεταξύ τι καὶ παραφθέγγῃ ὥσπερ Θεόπομπος ἐν ἑπτακαιδεκάτῳ Φιλιππικῶν, «σὺ δέ, ὦ παῖ, τοῦ μέλανος οἴνου λαβὼν δός μοι πιεῖν καταξήρῳ γενομένῳ διὰ τὴν ὥραν». καὶ γενεαλογεῖς δὲ τούτους, ὥσπερ τοὺς ἄνδρας καὶ τοὺς ἵππους οἱ ποιηταί, καὶ τὸν μὲν Φαλερῖνον πότιμον μὲν τιθεῖς, κεφαλαλγῆ δέ, τοῦ δέ γε Ἀλβανοῦ τὸν μὲν γλυκάζοντα λέγεις, τὸν δὲ ὀμφακίαν, τὸν δὲ Ῥηγῖνον λιπαρώτερον μὲν τοῦ Σορεντίνου, χρήσιμον δὲ οὐκ αὐτίκα ἀλλὰ γηράσαντα· καὶ ἀκμάζει μέν σοι τάχιον ὁ Φορμιανός, βραδύτερον δὲ ὁ Τριφολῖνος. καὶ ἵνα μὴ περιττὸς δόξω τὰ σὰ παιδικὰ ὑφαρπάζων, τοὺς μὲν οἴνους οὕτω φυλλοκρινεῖς, τοὺς δὲ νόμους ὥσπερ οἱ Λατῖνοι τοὺς πελάτας καὶ οἱ Ἀθηναῖοι τοὺς θῆτας παρεώρακας, καὶ ταῦτα μετὰ τῶν ἐπωνύμων ἀναγεγραμμένους καὶ προεδρείαν ἐν βήμασιν ἔχοντας. Καὶ τῶν μὲν παρ' Ἕλλησι μυστηρίων οὐδεὶς μετέχειν ἐθάρρει μὴ προτελεσθεὶς τὴν Μιθριακὴν τελετήν· καίτοι γε νόμος τοῖς τελουμένοις τὰ Ἐλευσίνια ἐχεμυθεῖν καὶ μηδεμίαν προϊέναι φωνήν, ὅπερ δὴ ῥᾶστον ἄλλως καὶ οὐδενὶ τῶν πάντων ἀντιπῖπτον. σὺ δὲ φιλοσοφεῖν μὲν μέλλων μετὰ τῶν Μουσῶν, νομοθετεῖν δὲ μετὰ σοφῶν, δικάζειν δὲ μετὰ τῶν κρειττόνων οὕτω πάντα τεθάρρηκας, ὥστε αὐτίκα τὰς χεῖράς τε ἀπο μάξασθαι καὶ τῆς οὐρανίας ἄντυγος ἀντιδράξασθαι· εἶτα τοσοῦτον ἠγνόησας ὡς ἡ τῶν νόμων ἐπιστήμη οὐ μόνον τὰ πολιτικὰ ἠκρίβωσε πράγματα, ἀλλὰ καὶ θεολογίας ἔχει μυστήρια καὶ περὶ φύσεως φθέγγεται καὶ τὴν ῥητορικὴν κατόπιν ἀφίησιν, ὥσπερ τὴν φύσιν ἡ Ἑκάτη, εἴ που τοῖς λογίοις προσέσχηκας. Ἔγωγ' οὖν τὸ κατὰ σὲ πρᾶγμα τοῖς ἐπὶ σκηνῆς ὑποκριταῖς εἴκασα. Πάταικος γὰρ καὶ Μίθαικος ὡς Κρεσφόνται καὶ Κρέοντες ἀπὸ σκηνῆς ἐξίασιν· ἴσασι γὰρ οὐ τὴν ἐκ ῥακέων τούτων ἐπιγουνίδα ἀλλὰ τὸν ἐξ ἀλλοτρίων πτερῶν κολοιόν. καὶ ὅσῳ δὴ ἐκεῖνοι τὰς ὀφρῦς ἀνατείνουσι καὶ μετὰ σοβαροῦ προΐασι τοῦ βαδίσματος, τοσούτῳ δὴ μᾶλλον γέλωτα τοῖς θεαταῖς ὀφλισκάνουσιν ὅθεν δὴ καὶ ἀσχημονοῦσιν ἐπὶ τοῖς ἡρωικοῖς συνθήμασι καὶ συρίττεται αὐτοῖς ὁ βίος καὶ κλώζεται. οὕτω δὴ καὶ αὐτὸς ἀπὸ συνήθους ἐργασίας ὥσπερ ἀνθρακεύς τις ἐπὶ τὰ δικαστικὰ παρακύψας ἀνάκτορα ἀσχημονεῖς καὶ συρίττῃ, ἐν θεῶν μὲν οὔδει καθήμε νος, εἰδὼς δὲ οὐδ' ὅσα ἡμίονοι. δέδοικα δὲ μή ποτέ σού τις τῶν παρεστώτων τοῦ ἱματίου λαβόμενος «ἑταῖρε», φαίη, «πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;» εἶτα δή σε ἀντισπασάμενος ἀπελάσῃ τοῦ συνεδρίου ἢ ὥσπερ τὸν Ἥφαιστον ἀποκρημνίσῃ τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο. πρὶν οὖν ἐκεῖθεν εἰς γῆν ἀθρόον ἀποδισκευθῆναι καὶ τὸν πόδα ἐξαρθρωθῆναι ἠρέμα τοῦ Ὀλύμπου κατάβηθι ἀντερείδων καὶ ἀντιστηριζόμενος, μέχρι ἂν κατὰ βραχὺ προϊὼν εὐθύ τε τῶν προπόδων γένοιο καὶ εἰς τὸ παρακεί μενον τῶν καπηλείων ἐμβαίης, ἔνθα οὐδείς σε τὴν ἐξούλης γράψεται τῶν πατρῴων ἐχόμενον.