Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 15 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Πρὸς αὐτὸν (σξ. Πόθον τὸν βεστάρχην) ἐρωτήσαντα ποῖος ἐγκωμίων κρείττων Ἠρώτησας εἴ τις μὲν ἐγκωμίων κρείττων ἐστίν, εἴ τις δὲ χείρων ἢ ὥστε δυσφημίας τυχεῖν. πρὸς τοῦτο γοῦν συντόμως σοι ἀποκρίνομαι, τὸ μὲν τῇ κοινῇ ὑπολήψει διδούς, τὸ δὲ τὸ φανθὲν ἐμοὶ μετὰ καὶ πλειόνων ἑτέρων δοξάζων. ἐγκωμίων μὲν κρείττων μόνος θεός (οὗ γὰρ ἡ τῶν ἀρετῶν οὐκ ἐφάπτεται δύναμις, τούτῳ πῶς ἄν τις προσαγάγῃ ἐγκώμιον ὁ γὰρ ἐγκωμιάζων, ἵνα μὴ τὰ ἐκτὸς λέγω, ἐκ τῶν περὶ τὰς ἀρετὰς ἀφορμῶν τὴν εὐφημίαν συναγείρειν εἴωθεν), ἥττων δὲ ἢ ὥστε ψό γον λαβεῖν, ἀποφαντικώτατα εἴποιμι, ὁ μητροπολίτης Ταρσοῦ, ἄνθρω πος πάσης μὲν κακίας ὑπερβεβηκὼς μέτρα, πάσης δὲ παρανομίας ἐλάττων γενόμενος. ἡ μὲν οὖν παροιμία θεόν φησι τὴν ἀναίδειαν, ἢ κατ' εὐφημισμὸν τοῦτο λέγουσα διὰ τὴν τῆς κακίας ὑπερβολήν, ἢ τὸ πάντα τὸν ἀναιδῆ δύνασθαι διὰ τὴν τῆς ἀναισχυντίας ὑπεροχήν. ὁ δέ γε ἀνὴρ οὗτος, καὶ ὑπὲρ αὐτὴν τὴν λεγομένην ἀναίδειαν τὴν οἰκείαν στήσας ψυχήν, οὐδὲ τὴν πρὸς τοὺς δαίμονας δέξαιτ' ἂν σύγκρισιν, οὓς ὅ τε λόγος καὶ ἡ πεῖρα τοῖς ἀκριβεστέροις ἀναιδεστέρους ἀπέδειξε. Λέγω δὲ ταῦτα οὐκ ἄλλων λεγόντων ἀκηκοώς, ἀλλ' αὐτὸς ἀκριβέ στερον τούτῳ ἐνατενίσας καὶ τὸν ἐκκείμενον αὐτῷ βασιλίσκον, ἵνα μὴ λέγω ἐγκείμενον, καταμαθών. ὅτι μὲν γὰρ καὶ τὸ ἀπόθετον αὐτῷ κακὸν τοιοῦτόν ἐστιν, οἷον μὴ ἂν ἄλλῃ χορηγηθῆναι ψυχῇ, οὐδεὶς τῶν πεπειρα μένων τοῦ ἀνδρὸς ἀγνοεῖ. τὸ δ' οὖν φαινόμενον– ἀλλ' ἐπεὶ μὴ δύναμαι ἐξ ὁμοιότητος τοῦτο ἀκριβώσασθαί τε καὶ παραστῆσαι, ἀντιθέτως ἐρῶ· ὅπερ γάρ ἐστιν ἄστρασιν ἥλιος καὶ τῷ μεγέθει τοῦ κύκλου καὶ τῷ ἀπείρῳ ὑπερβάλλων φωτί, τοῦτο πρὸς τοὺς ἀναιδεῖς δαίμονας ὁ μητροπο λίτης ἐστί· τοσοῦτός ἐστι τὴν κακίαν καὶ οὕτω τῶν χειρόνων τῇ φύσει κεκράτηκε. Τὸ μὲν οὖν λέγειν ὅθεν τε καὶ ἐξ οἵας τύχης τρόπῳ τε οἵῳ εἰσεφθάρη τῇ ἐκκλησίᾳ καὶ προεδρίας ἠξίωται, ὅσα τε αὐτῷ μετὰ ταῦτα τετόλμηται, ὅπως τε ἐξ αὐτῆς, ὅ φασιν, ἑστίας κακουργεῖν ἤρξατο κατὰ τοῦ χειροτονή σαντος τοῦτον λελυττηκὼς ἀνδρός, ὃν ἡ μὲν μεγαλόπολις αὕτη οἷα φωστῆρα προήνεγκεν, ἡ δὲ Ἀντιόχεια τῶν ἀκτίνων ἀπήλαυσε, καὶ ὡς δι' ἁμίλλης αὐτῷ ἐληλύθει καὶ τὸ πέμπτον, ὅ φασι, μέρος τῶν ψήφων μὴ λαβὼν διακενῆς κατ' αὐτοῦ μεμελέτηκε, τὰ μὲν ἀνέδην καὶ ἀναιδῶς βλασφημῶν, τὰ δὲ ὥσπερ ἐν σκηνῇ τοὺς κακουργοτάτους τῶν ἀνθρώπων ὑποκρινόμε νος, ἄλλα τε εἰ τούτοις προστίθημι πλείονα, ἐλάττω πάντα τῆς τοῦ ἀνδρὸς κακοηθείας ἐστί· κἂν εἰ πᾶσάν τις ἄλλην κακίαν τούτῳ συνέλοι, ἀσύγκριτος σύμπασα πρὸς τὴν τῆς ἐκείνου μοχθηρίας ὑπερβολήν. αὐτίκα καὶ αὐτόθεν ὁρώμενος ἀκριβὴς εἰκὼν τῆς τοῦ Ἀντιχρίστου παρουσίας ἐστί· τοσοῦτον αὐτῷ καὶ ἡ ὄψις ἀπηναισχύντηκεν, ἡ δὲ γλῶττα, ὥστε (καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πολλάκις) τολμᾶν φλυαρεῖν καὶ μεγαλ αυχεῖν, τὸ θεῖναι ἐπὶ τῶν νεφελῶν τὸν θρόνον αὐτοῦ καὶ ὅσα τῆς τοιαύτης βλασφημίας ἐστίν. οἶδα μὲν οὖν ὅτι ληροῦσιν Ἕλληνες ἀνθρώπεια σώματα ἐκ δαιμονίων ψυχοῦντες φύσεων, ἀλλ' οὗτος τὸν λῆρον εἰς ἀλήθειαν ἐκβιάζεται. Μὴ ὁμίλει οὖν τῷ ἀνδρί, μὴ θίγε, μὴ κοινώνει τραπέζης, μήτε ἁλῶν μήτ' ἄλλων, κἂν εἰ τὸν θεῖον δίσκον μετὰ τοῦ ἱεροῦ ποτηρίου μεταχει ρίζοιτο, ἀλλὰ καὶ ἐκ διαστημάτων ἀφίστασο. λοιμός ἐστιν ἄντικρυς· μὴ διαδόσιμός σοι ὁ μολυσμὸς αὐτῷ γένοιτο. εἰ μὲν οὖν οὔπω τῷ Ἀντιχρίστῳ καιρὸς οὐκ οἶδα σαφῶς, ὅτι δὲ οὗτος δαίμων αὐτόχρημα ἀπλανῶς κατα νενόηκα.

Intertext edge

Open linked passage

Note