Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 16 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
{Πρὸς τὸν ἑαυτοῦ παπᾶν Καὶ ποταπὸς παπᾶς ὁ παπᾶς ὁ ἐμός, μήθ' εἱρμὸν μήτε πρὸς εἱρμὸν ᾄδειν εἰδὼς μήτε φωνῆς εὖ ἔχων μήτε μέλος ἀναβαλέσθαι δυνάμενος (πολλοῦ γε δεῖ οἴκους καὶ ὑπακοὰς ἐξεπίστασθαι καὶ ἐφ' ὅτῳ ταῦτα καὶ ὅθεν); οὕτω πόρρω τῆς τῶν Λευϊτῶν διακονίας ἐστίν, ὅσα γε οὐδὲ τὸ σχῆμα δεῖν ἔχειν τὸ ἱερὸν ἡγήσατο· οὔτε γὰρ τὸ χιτώνιον ἀπηκριβώσατο, ἀλλὰ κατὰ τὴν πέζαν διέρρηξε, καὶ τὴν τῆς κεφαλῆς κόρσην κομήσειν ἐξεπίτηδες ἐποιήσατο. ἆρ' οὖν τῆς μὲν ἐπὶ τοῖς ἱεροῖς διακονίας ἀπέστη καὶ τάξεως, ἑτέραν δὲ ἰδέαν καλλίστου βίου προείλετο; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ πολλὰ μὲν τῶν σεμνῶν ὀνομάτων κικλήσκεται, γραμματικὸς καὶ νοτάριος, ὥσπερ δὴ καὶ τὸ εἰρημένον ἐπονομάζεται. ἔστι δὲ αὐτῷ ταῦτα, ὥσπερ οἱ ἀργοὶ κύνες παρὰ τῷ ποιητῇ καὶ ἡ πόρνη ἑταίρα παρὰ τοῖς ῥήτορσι σεμνοποιουμένη καὶ ἡ λαιὰ χεὶρ λεγομένη εὐώνυμος καὶ οἱ παρ' ἡμῖν Αἰθίοπες, τὴν μὲν χρόαν μελάντατοι, ἀργυροῖ δ' ἐξ ἀντιφράσεως προσαγορευόμενοι· τοιοῦτον αὐτῷ καὶ τὸ γραμματικὸς ὄνομα καὶ τὸ νοτάριος. παιδίον μὲν γὰρ ὢν ἐς ἀμφοτέρας ἐφοίτησε τὰς διατριβὰς καὶ πολλὰ τῶν γυμνασίων μετήμειψεν, οὐχ ὥστε μαθεῖν ἀλλὰ τοῖς μανθάνουσι συγχέαι τὴν παίδευσιν· ὥστ' εἴ τις αὐτὸν ἐρωτῴη τί ποτε τὸ ὀρθογραφεῖν ἢ τὸ ἐπιμεριζόμενον ἢ κλίσις ἢ πτῶσις ἢ λόγου σύνταξις, ὁ δὲ ὡς πρὸς βάρβαρά τινα ἐξαπορεῖται τὰ ἐρωτώμενα καὶ εἰπεῖν τι Ἑλληνικώτερον τὸν ἐρωτῶντα καταναγκάζει, στίχον δὲ ἢ ἐκστίχιον ἢ παράθεσιν ἢ κουκούλιον ἢ δημοσίαν γραφήν τε καὶ συγγραφήν, οὐδ' εἰ ἐν ὀνόμασι τεταγμένα τυγχάνουσιν, οἶδεν. οὕτως πάσης ἀμοιρεῖ καὶ τάξεως καὶ παιδεύσεως. Ἀλλὰ τούτων μὲν ἀπεστέρηται, ἡ δέ γε ἰδέα τῆς κατ' αὐτὸν ζωῆς εὐσχήμων καὶ οἵαν εὔξαιτ' ἄν τις τῶν τὰ κρείττω ζηλούντων μιμήσασθαι; οὐμενοῦν· κυβεύει γὰρ ὅσαι ὧραι, οὐ τὴν συνήθη ταύτην κυβείαν καὶ ἣν ἄν τις καὶ τῶν εὖ βιούντων ἐς διάχυσιν ἑστηκυίας γνώμης συμπαίξειεν, ἀλλὰ τὴν ἐκτετραμμένην τε καὶ ἐπίρρητον. πεττοὶ γοῦν αὐτῷ πολυειδεῖς καὶ ποικίλοι, οἱ μὲν πλείω, οἱ δ' ἐλάττω βάλλοντες καὶ οἱ μὲν ἐς περιττὰ τοὐπίπαν ἀναρριπτούμενοι στίγματα, οἱ δ' ἐς ἄρτια· προλαμβάνει τε ἀριθμούς τινας καὶ ἀντιδίδωσιν ἑτέρους καὶ τίθησι τούτους ὡσανεὶ σκοποὺς καὶ πρὸς τὰ διωμολογημένα διαπραγματεύεται ἀντεμβάλλει τε καὶ τοῖς πλείοσι καὶ τοῖς ἐλάττοσι, καί τινας δυνάμεις ἐπὶ τούτοις ἀνακι κλήσκεται ὧν αὐτὸς ἂν εἰδείη καὶ τὰς ἐνεργείας καὶ τὰ ὀνόματα. οὕτω πολύς ἐστι τῶν φαύλων τὴν ἐπιστήμην καὶ ἐπιχειρεῖ τοῖς κακοῖς καὶ ἐπεξεργάζεται, ἄλλα ἐπ' ἄλλοις ἐφευρίσκων τῆς τοιαύτης κακοτεχνίας. διημερεύει τε καὶ παννυχίζει ἐπὶ τοσούτοις κακοῖς καὶ τὴν τηλίαν οὐκ ἀφίησι τῶν γονάτων, ἀλλ' ὥσπερ τινὰ δέλτον μεταχειρίζεται· ἔστι δ' ὅτε καὶ μὴ ὄντος τοῦ ἀνταγωνιζομένου αὐτὸς πρὸς ἑαυτὸν ἁμιλλᾶται σκιαμαχῶν ἄντικρυς. Τὰ δ' ἐν τούτοις διαλείμματα ἆρά γε ὥσπερ τῶν ἐν πυρετοῖς περιόδων ἥσυχά τε καὶ ἀναπαύσιμα; οὐμενοῦν. πότοι γοῦν καὶ καπηλεῖα τὰ προ ηγησάμενα διαδέχεται· καὶ νῦν μὲν ἄκρατον ἀπορροφᾷ τὸν ἀνθοσμίαν, νῦν δὲ κιρνᾷ μέν, ἀλλ' ὀλίγῳ καταμιγνύων ὕδατι λιαρῷ, ἵνα μὴ τὴν τοῦ ἀκράτου δύναμιν, φησίν, ἐλαττώσαι (οἶδε γὰρ ἐν τοῖς τοιούτοις φιλοσο φεῖν). πολλάκις δ' αὐτὸ τὸ ἐκ τῶν Μεγαρέων κεράμιον ἀπρὶξ ταῖν χεροῖν λαβόμενος καὶ ἀμφοτέραις μετεωρίσας καὶ τοῖς χείλεσι προσαρμόσας ἀπνευστὶ πίνει καθάπερ οἱ βόες. διηκριβώσατο δὲ ξύμπαντα τὰ καπηλεῖα τῆς πόλεως, πρῶτα δὲ τῶν πάντων τίθεται, ὡς αὐτοῦ πολλάκις ἠκροα σάμην, τὸ τοῦ Σανανοῦ καὶ τὸ τοῦ Μελιτράγου (τὸ γὰρ τοῦ Γοργοπλούτου φησὶν εἰς τὸ κατόπιν ἀναποδίσαι, τοῦ υἱέος ἐκείνου μὴ πάνυ τὴν τέχνην ἐξακριβοῦντος)· οἶδε δὲ παρὰ τίσι μὲν ἄκρατος πωλεῖται ὁ ἄκρατος, τίνες δὲ τοῦτον ἐπινοθεύουσι καὶ ποῦ μὲν ὁ μελάντατος πλείων, ποῦ δὲ ὁ κιρρὸς καὶ λεπτὸς καὶ ὅτι τὰ πρῶτα τούτου ὁ Χῖος (δυναμικώτερος γάρ, φησί, τῶν ἄλλων καὶ θρέψαι φύσιν σώματος αὐταρκέστατος). Ἆρ' οὖν ταῦτα μὲν τοιοῦτος καὶ τοὺς ἐπὶ τούτοις διαβοήτους ὑπερηκον τικώς, εὐπρεπὴς δὲ τὸ σχῆμα καὶ μέτριος; καὶ πόσα ἄν τις εἰπὼν τὰ διεστραμμένα τούτου ἐξαριθμήσαιτο σχήματα ἢ πῶς ἂν τὴν ποικιλίαν ἐκφράσειεν; ἃ μὲν γὰρ ἐξεπίτηδες παίζων καὶ φλυαρῶν διασχηματίζοιτο, μὴ κείσθω ἐν αἰτιάμασι νῦν, ἀλλ' ἔστω ταῦτα τῆς παιδιᾶς. οἷα δὲ αὐτῷ τὰ εὐσχήμονα, διαστρέφει τὼ χείλει μηδενὸς ἀναγκάζοντος νῦν μὲν ἐπὶ τὰ δεξιά, νῦν δὲ ἐπὶ τὰ εὐώνυμα ἀθρόον, καὶ τὸ αὐτὸ σχῆμα πολλάκις· σοβεῖ τοὺς ὀφθαλμούς, ὕβριν ἀποπνεῖ τῶν μυκτήρων καὶ περιφρόνησιν, διαλλάτ τει τὴν κεφαλήν, ἀνασηκοῖ τοὺς ὤμους, μετατίθησι τὰς χεῖρας, νῦν μὲν ὑπερωμίσας ἐπεκτείνει κατὰ τῆς ῥάχεως, νῦν δ' ἀμφοτέραις ἢ τὴν γαστέρα ἀντιθέτως διασπαράττει ἢ τοὺς μηροὺς διαξέεται ἢ ἄλλο τι τῶν ἀτοπωτέρων ποιεῖ. τοὺς πόδας οὐδέποτε συνηρμόσατο οὐδ' ἐπὶ τῆς αὐτῆς ἔστη βάσεώς τε καὶ τάξεως, ἀλλὰ τὸν ἀριστερὸν κατ' εὐθεῖαν ἐρείσας τῇ γῇ, ἐπὶ θάτερον νεύσας ἀντιπεριάγει τούτῳ τὸν δεξιόν· κἂν εἴ τις οὕτως ἰδὼν ἐπιπλήξειεν, ὁ δὲ διορθῶσαι τὸ σχῆμα βουλόμενος ἐναλ λάττει τὼ πόδε, καὶ ἔστιν αὐτῷ διόρθωσις ἡ ἀντίθεσις. ἀριστᾶν δὲ ἢ δειπνεῖν προελόμενος ἀνατροπεύς ἐστι τοῦ καθήκοντος, νῦν μὲν διασείων τοῖς συνδείπνοις τὴν τράπεζαν ἐξεπίτηδες καὶ ἀνατρέπων τοὺς πινακίσκους καὶ τὰ τρυβλία, νῦν δὲ ἄμφω τὼ χέρε βάλλων κατὰ τῆς χύτρας καὶ ὁμοῦ τήν τε λοπάδα καὶ τὸ τάγηνον ταῖς χερσὶν ἀμφοτέραις διασπαράττων καὶ ἀπογευόμενος κυνηδόν. Καὶ ἵνα δὴ κακὸς περὶ αὐτὸν καὶ ἄτεχνος ῥήτωρ γένωμαι ὕστερα τὰ πρῶτα τιθείς (οὐδὲ γὰρ δεῖ λόγον τοῖς ἀλόγοις ἐπαγαγεῖν), τοιοῦτος αὐτῷ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ ἀδελφός. ἀλλὰ τὰ μὲν τοῦ φύσαντος ἑτέροις ἀφίημι λέγειν· ἡ δὲ μήτηρ αὐτῷ, ἣν καὶ τεθέαμαι, μάγος καὶ φαρμακὶς καὶ οἵα ἐλευθέρας φύσεις ἀνδραποδίσασθαι καὶ πόρρω τῆς ἐνεγκούσης ἐξαγαγεῖν, ὁποῖον αὐτὸς περὶ τὰ φίλτατα παρ' αὐτῆς πέπονθεν· ὁ δὲ ἀδελφός, καὶ ταῦτα οὔπω ἡβήσας, οὐδὲν αὐτῷ ἀπεοικώς ἐστιν. ἵνα συνελὼν εἴπω τὸ πᾶν, τοιοῦτος ὁ παπᾶς ὁ ἐμός, ᾧ τί ἂν ἄλλο ἐπαρασαίμην ἢ ταχὺ θανεῖν, ὥστε μὴ τοιοῦτον ἐν ἑαυτῷ θάλπειν κακόν;

Intertext edge

Open linked passage

Note