Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Πρὸς τὸν οἰκεῖον γραμματικόν Ὑπὲρ σοῦ πρὸς τοὺς κατὰ σοῦ τὸν λόγον πεποίημαι, λογιώτατέ μοι γραμματικέ. ἐγράψαντο γὰρ καὶ σὲ Ἄνυτοί τινες καὶ Ἀριστοφάνεις καὶ Μέλητοι οὐχ ὅτι καινὰ τῷ βίῳ εἰσφέρεις δαιμόνια, ἀλλ' ὅτι δαιμονᾷς ἄντικρυς. καίτοι γε οὔτε ἀφρὸν παραπτύεις τοῦ στόματος οὔτε κατὰ γῆς ἔρριψαι πώποτε οὔτε ἄλλο τι δρᾷς ἢ πάσχεις τῶν ὅσα καταλαμβάνει τοὺς ἐνθεάζοντας· ἀλλὰ ἡ κόμη οὕτως ἔχουσα ἀτάκτως καὶ σεσοβημένως καὶ τὸ πεπλανημένον τῶν ὀφθαλμῶν οἵ τε τοιοίδε τοῦ προσώπου σχηματισμοί, νεύοντές τε σὺν οὐδενὶ λόγῳ καὶ ἀνανεύοντες, καὶ τὸ τοῦ γέλωτος πρόχειρον καὶ τἆλλα τὰ τούτοις παρεοικότα τὴν τοιαύτην δόξαν αὐτοῖς ἐμπεποίηκεν. Εἰσὶ δὲ ἄρα οἱ κατηγοροῦντες πολιτικοὶ μὲν τὸν τρόπον, οὐ μὴν δὲ τὴν γνώμην φιλόσοφοι· ὅθεν τῷ καθ' ἑαυτοὺς βίῳ τὰ πράγματα κρίνουσιν, ἀλλ' οὐ τῷ τῆς ἀληθείας κανόνι. ἐπειδὴ γὰρ οὗτοι τὸ ἀδιάφορον ἀπεστυγή κασι, ζῶσι δὲ κατὰ τὰς μελίσσας ὑφ' ἡγεμόνι ταττόμενοι καὶ καιρὸν ἔχον τες προόδου τε καὶ κινήσεως, σμικρολογοῦνται δὲ περί τε ἀναβολὴν καὶ ζώνην καὶ τοὺς ὀφθαλμοὺς ἐς τοὺς θεατὰς συμπεπήγασι καὶ τὸν λόγον με τροῦσι τῷ τε ἤθει χαριεντίζονται καὶ πρὸς τοὺς καιροὺς ὥσπερ ὁ ἀὴρ μεταλλάττονται εὐτράπελοί τε τὴν γλῶττάν εἰσι καὶ τἆλλα ἀστεῖοί τε καὶ χαρίεντες, ἢν μή τις οὕτως ἔχοι, μελαγχολίαν εὐθὺς τούτου καταψηφί ζονται. καὶ δοκοῦσι μὲν ἐκ τῶν φαινομένων χαρακτηρίζειν τὰ ἄδηλα, ἀπὸ λεπτῶν δὲ συμβόλων ἐς τὴν ψυχὴν παρακύπτουσιν· εἰ γὰρ ἐξ ἐσθῆτος καὶ περιζώματος καὶ τῆς ἠμελημένης κόμης τὸ τῆς ψυχῆς γνωματεύειν ἦθος εἰώθασι, τάχ' ἂν βραχύ τι μέρος τῆς οἰκουμένης φρονοῦν οἰήσονται, Σκύθας δὲ πάντας καὶ Εὐβοέας Ἄραβάς τε καὶ τοὺς διττοὺς Αἰθίοπας τοῦ τε Ἑλληνικοῦ τὸ πλεῖστον καὶ σχεδὸν ὅλον τὸ βάρβαρον τῇ ὑπόπτῳ μερίδι κατακληρώσουσι. τούτων γὰρ οἱ μὲν οὔτε πεποίηνται ἀγορὰν οὔτ' ἴσασι, κεκίνηνται δὲ ἔθει μὲν πατρῴῳ, σεσοβημένοι δὲ τὰ πλεῖστα καὶ πολὺ τὸ παραλλάττον αὐτοῖς πρὸς τὰ ἡμέτερα ἤθη· οἱ δὲ ἀγροικότεροί εἰσι τοῦ δέοντος, βραχύ τι τῶν προβατίων διαφέροντες καὶ ὅσον μὴ μηκάζειν δοκεῖν. ἀλλ' οὐ διὰ ταῦτα τοῖς ἀνοήτοις συγκατατάττονται, ἀλλὰ τοῦ μὲν πολιτικοῦ φρονήματος ἀπεστέρηνται, ὑγιῆ δὲ τὴν ψυχὴν πρὸς τὰ καθή κοντα ἔχουσιν. Ἐῶ τὸ βάρβαρον καὶ ὅσον ἡμῶν ἀπῴκισται καὶ τόπῳ καὶ ἔθει· ἀλλ' οἱ σοφώτατοι Ἕλληνες (Ἕλληνας δέ φημι τὸ σεμνὸν ὄνομα καὶ πρὸς τὴν ἀντικαθημένην διαστελλόμενον ἤπειρον), οὗτοι γοῦν οὐκ ἂν ἴδοις ἅπαντας ἀναβολῆς ἐπιμελομένους οὐδὲ πολιτικοῖς συζῶντας ἤθεσιν, ἀλλ' αἱρέσεις τούτοις βίων διάφοροι. καὶ οὐ πάντες τὴν γλῶτταν ἐπέχουσιν οὐδὲ τὰς τρίχας διευθετίζουσιν οὐδὲ μύρων ἀπόζουσιν οὐδὲ νίτροις καὶ ῥύμμασι τὸν χρῶτα καθαίρουσιν· ἀλλ' ἀδιαφορία τὸ σχῆμα καὶ οἱ μὲν ἐν χρῷ κουριῶσιν, οἱ δὲ τὴν κόμην παντὶ ἀφιᾶσι πνεύματι. ἀλλ' ὁ Διογένης; ἀλλ' ὁ Σωκράτης; ὁ μὲν τὴν ἀγορὰν ᾤκει καὶ βίοις ἅπασιν ἀπηρέσκετο καὶ τοῖς ὁμιληταῖς ἀπηχθάνετο καὶ πάσης κατεφιλοσόφει ἕξεώς τε καὶ φύσεως. ὁ δὲ πᾶσι μὲν λόγοις ἀντέλεγε, πρὸς πᾶσαν δὲ ἐρώτησιν εἰρω νεύετο, ἀθρόον δὲ μετεβέβλητο καὶ προϊὼν ἵστατο, συσσιτίοις δὲ καὶ πανηγύρεσιν οὐ πολλάκις παρεγίνετο· ἔφευγε δὲ οὐ γραφὴν ἀνοίας, και νότητος δὲ βίου καὶ ἀποτρόπων δογμάτων τῇ Ἀττικῇ. Οὐ τοίνυν εἴ τις τοῦ πολιτικοῦ καταπεφρόνηκεν ἤθους ἢ ἀποστρόφως πρὸς τοῦτο τὴν ψυχὴν κατεσκεύασται, ἀνόητος παρὰ τοῦτο κριθήσεται· οὐδ' εἰ μὴ διαιρεῖ τὰς τρίχας καὶ περικλᾷ, διὰ ταῦτα ἀφροσύνης αἰτίαν λήψεται, ἀλλ' εἰ μὴ δεκτικός ἐστι νοῦ καὶ φρονήσεως, εἰ μὴ προσέχει τοῖς πράγμασι, κἂν ἐναντιῶται τοῖς πολιτικοῖς σχήμασιν. ἔστι γάρ τις τῶν βίων ὁ μὲν ἄγροικος, ὁ δὲ πολιτικός, ὁ δὲ φιλόσοφος ἄντικρυς· καὶ τῶν ἀνθρώπων οἱ μὲν πεφιλοσοφήκασι μόνον τὴν ἀγορὰν ἀτιμάσαντες καὶ τοῦ σώματος πάντῃ καταφρονήσαντες, οἱ δὲ τούτου μὲν τοῦ ὕψους οὐ τετυχήκασιν, ἀλλὰ τὴν ἄνοδον ἀπεγνώκασι, σχήματος δὲ πολιτικοῦ πεφροντίκασι καὶ τὸν δεύτερον τοῦ βίου λόγον ἀκριβῶς τετηρήκασιν, οἱ δὲ παρὰ τὰ πάτρια ζῶσιν, ἅπερ ἂν αὐτὰ τετυχήκασιν ὄντα, ἄγροικά πῃ ἴσως καὶ νομαδικὰ καὶ ἀβέλτερα μὲν πρὸς τὰ ἡμεδαπὰ συγκρινόμενα, τοῖς δὲ πατρῴοις ἐκείνων προσεοικότα ἀκριβῶς ἤθεσιν. ἔστι δὲ οἷς ὁ φιλόσοφος καὶ ὁ πολιτικὸς ἄμφω συνεληλυθέτην οἱ βίοι· Πλάτωνες οὗτοι καὶ Ἀριστοτέλεις καὶ τῶν ἐκείνοις ὁμιλησάντων οἱ πλεῖστοι, πλὴν ὅσον ὁ μὲν Ἀριστοτέλης πολιτικώτερος, ὁ δὲ Πλάτων φιλοσοφώτερος. Ἀλλ' ὑμεῖς οἱ τοῦτον ἀνοίας γραφόμενοι, ὅτι μὴ πάνυ φροντίζει τοῦ περιβεβλῆσθαι πολιτικῶς, τίσι λόγοις βεβαίαν τὴν γραφὴν ἀποδείξετε; ὅτι παρὰ τὸ ὑμέτερον ἦθος ἡ ἀναβολὴ καὶ τὸ σχῆμα; πότερον ὡς ὑμῖν εὖ τῶν πραγμάτων ἐχόντων ἢ ὡς ἡμῖν ἐναντίων; κοινοῦμαι γὰρ τὴν ἀπολογίαν καὶ οὐ διαφέρομαι, καίτοι μετὰ τῶν γραφόντων ὑμῶν τῷ βίῳ ἱστάμενος. ἀλλ' ἀντιγραψόμεθα καὶ ἡμεῖς τοὺς διώκοντας. ὥσπερ γὰρ ὑμῖν τὸ εὐπρεπὲς τῆς κόμης ἤρεσεν, οὕτως ἡμῖν τὸ ἀτημέλητον· ὑμεῖς μὲν ἡμᾶς ἀμελείας διώκετε, ἡμεῖς δὲ ὑμᾶς τρυφῆς καὶ καλλωπισμοῦ. παρὰ τίσιν οὖν κριθησόμεθα; παρ' ὑμῖν; ἀλλ' ἀντιφωνοῦν μέρος ἐστὲ καὶ ἀντικρινό μενον. ἀλλὰ παρὰ τοῖς Ἑλλανοδίκαις; ἀλλὰ κἀνεῖνοι μέρος τῆς διαφωνίας εἰσίν. ἀλλὰ παρὰ τοῖς ἄλλοις ἀνθρώποις; ἀλλὰ κἀκείνων ὁ βίος διέσχισται καὶ πρὸς ἀλλήλους τοῖς ἅπασι διεστήκασιν. ὕποπτόν σοι πρὸς ἄνοιαν τὸ ἡμᾶς ἑτοίμους εἶναι πρὸς γέλωτα, ἡμεῖς δέ σοι τὸ σκυθρωπὸν τοῦ ἤθους ἀνθυποπτεύσομεν. εὐκινήτων τοῦτο, μελαγχολούντων ἐκεῖνο· ἀλλὰ συνέσεως τὸ ὑμέτερον πρόσχημα, ἁπλότητος τὸ ἡμεδαπὸν σύμβολον. ἀγροικότεροι τὴν κόμην ἡμεῖς ὅτι καὶ φιλοσοφώτεροι· ποικιλώτερον τὸ ὑμέτερον ὅτι καὶ πολιτικώτερον. Τίς οὖν ὁ δικάσων ἀμφοῖν; ἑκάτεροι γὰρ πρὸς ἀλλήλους διαφερόμεθα καὶ δεῖ παρὰ ταῦτα ἑτέρου κριτηρίου καὶ δικαστοῦ κρείττονος. ἡμεῖς ἀλουτοῦμεν, ὑμεῖς δὲ πολλάκις τοῖς καθαρσίοις ὥσπερ οἱ φονῶντες κέχρησθε. παρὰ ταῦτα οὖν ἡμεῖς μὲν ἀνόητοι, ὑμεῖς δὲ ἀκριβέστατοί τε καὶ φρονιμώτατοι; πολλοῦ γε καὶ δεῖ. εἰ μὲν γὰρ βούλεσθε, ἔστω παρ' ἀμ φοῖν τὸ διάφορον καὶ μήτε ἡττηθῶμεν μήτε νικήσωμεν· ἢ δὲ μή, κρατήσομεν ὑμῶν πολλῷ τῷ περιόντι. ὑμεῖς μὲν γὰρ περὶ τὸν πηλὸν πραγ ματεύεσθε καὶ τὸν ἀνδριάντα ἀποκαθαίρετε, ἡμεῖς δὲ τούτου καταπε φρονηκότες περὶ τὸ ἀπόθετον κάλλος σπουδάζομεν· ἡ δὲ τῶν ὀμμάτων περιφορὰ τῷ αὐτῷ λόγῳ πρὸς τὰ πεπηγότα ὑμῶν ἀνθέστηκε βλέφαρα. καὶ τετυχήκαμεν ἄμφω παρηλλαγμένης κατασκευῆς παρὰ τὴν διάφορον πλάσιν τοῦ σώματος. εἰ τοίνυν τὸ ὑμέτερον σταθηρότητος γνώρισμα, εὐφυΐας τὸ ἡμέτερον κατηγόρημα καὶ δραστηρίου φρονήματος. ἑστᾶσιν ὑμῖν τὰ ὄμματα καὶ διὰ τοῦτο σεμνύνεσθε. Τί τοίνυν πρὸς τοὺς ἀνδριάντας φήσετε; ἀλλὰ τὰ ἡμέτερα ἀστέρων μιμεῖται χορὸν κινούμενα καὶ περιελιττόμενα καὶ τὴν ψυχὴν ἔνδον δεικνύντα χορεύουσαν. συμβῶμεν οὖν ἀλλήλοις καὶ διαφωνοῦντες τοῖς σχήμασι· καὶ βίου αἱρέσεις ἢ φύσεως ἰδιότητας τὰ τοιάδε τῶν σχημάτων ἡγώμεθα, ἀλλὰ μὴ βίου καλλίονος ἢ χείρονος δείγματα {ἢ μηδὲ φρονή σεως ἢ ἀφροσύνης γνωρίσματα. Τὴν ἑνδεκάτην ὁ ψιλοῦν γραφὴν θέλων νοῦ καὶ φρενῶν πέφυκας ἐψιλωμένος.