Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Εἰς τὸν Λογγίβαρδον Ἰωάννην καταναγκάζοντα αὐτὸν εἰς τὸ ἑρμηνεῦσαι τάχιον τὰ μαθήματα Ἡ περὶ τὰς ἐπιστήμας προθυμία σου πολλοῦ ἂν ἀξία ἦν, εἰ καθάπερ ἐπὶ ζυγοῦ σταθμωμένη πραγμάτων ἐναντίων ὅλῳ βάρει καὶ ὅλαις ῥοπαῖς πρὸς τὸ κρεῖττον ἀπένευεν· ἐπεὶ δὲ μεῖζον τῆς ἀληθείας τὸ ὑπονοούμενόν σοι πεφώραται, καὶ οὐχ ὥσπερ αἱ Λάκαιναι κύνες λαγῶ καὶ λοπάδος προτεθειμένων ἐπὶ τὸ ζῷον ὁρμᾷς, ἀλλ' ὥσπερ τὰ Μελιταῖα κυνίδια ὅλαις βάσεσι καὶ ὅλαις ὀσφρήσεσι περὶ τὴν λοπάδα λιχνεύῃ, οὐ πάνυ σου τὸ ἐν λόγοις πρόθυμον ἄγαμαι. εὔκολος γὰρ ἡ γλῶττα τὰ κρείττω εἰπεῖν καὶ ῥᾴστη πρὸς ἄμφω τὰ μέρη τῶν λόγων μεταπεσεῖν, ἀλλ' οἱ καιροὶ ἐλέγχουσι τὰς ἀσυμβάτους φωνὰς πρὸς τὰ πράγματα. καὶ τὸν μὲν στρατιώτην ὁ πόλεμος δείκνυσιν, ἡ δὲ τρικυμία τὸν κυβερνήτην καὶ τὸν γεωμέτρην ὁ τοῦ κύκλου τετραγωνισμὸς καὶ τὸν ἀστρονόμον αἱ διὰ μακρῶν τῶν περιόδων σχημάτων ἀποκαταστάσεις καὶ τὸν φιλόσοφον ὁ ἀποδεικτικὸς λόγος. οὐδεὶς δὲ τεθαύμακέ τινα τῶν θαλαττουργῶν ἐπὶ τῶν ᾐόνων ἑστῶτα καὶ πελάγους καταθαρροῦντα, οὐδὲ παλαιστὴν πρὸ τῶν ἀγώνων τὰς χεῖρας ἐκτείνοντα καὶ τὰς τῆς πάλης τέχνας ἐπιδεικνύον τα, οὐδὲ ἡνίοχον ἐπὶ τοῦ θεάτρου καθήμενον καὶ τοῖς δακτύλοις τοὺς ἐν σκιαῖς ἵππους ζευγνύοντα καὶ μεταζευγνύοντα· ἀλλ' ἐκεῖ μὲν τὸν ἀνέμων ἀντιπνοίαις μαχόμενον καὶ ταχὺ πρύμναν κρουόμενον καὶ εὐπετῶς τὸ ἱστίον μεταχειριζόμενον πρὸς τὰς διαφόρους κινήσεις τοῦ πνεύματος, ἐνταῦθα δὲ τὸν τὴν προβολὴν ὑπερχόμενον τοῦ παλαίοντος καὶ ἀκροχει ριζόμενον εὐφυῶς καὶ τοῖν ποδοῖν τὼ πόδε λανθάνοντα καὶ τῷ δοκεῖν πίπτειν καταπαλαίοντα, ὥσπερ δὴ καὶ ἡνίοχον τὸν τεχνικῶς ἑστηκότα πρὸς τῇ ἄντυγι καὶ τῶν ἵππων τὸν μὲν ἀνακρουόμενόν τε καὶ ἀνασειράζον τα, τὸν δὲ τῇ μάστιγι πλήττοντα, καὶ τὸν μὲν κατ' ἰθυτενὲς ἄγοντα, τὸν δὲ πρὸς τὸν καμπτῆρα παρεγκλίνοντά τε καὶ παρεκνεύοντα. εἰ δέ τις ἐπαγ γελλόμενος κυβερνᾶν ἔπειτα ἰχθύος πῃ τῆς θαλάσσης παραφανέντος ἐπὶ τὸ ἄγκιστρον ἀπιδὼν τῇ ἁλιευτικῇ μολυβδαίνῃ κατὰ τοῦ ὕδατος καθήσει τὸν κάλαμον, οὗτος οὐ πάνυ μοι δοκεῖ ἀξίως ἀπὸ τῆς ἐπιστήμης παρονομάζε σθαι· ἀλλ' οὐδ' ὁ προασπίζων ἢ παρασπίζων, δέον ἐρρωμένως κατὰ τῶν ἀντιτεταγμένων τὸ δόρυ ὠθεῖν, εἰ τὰ τῶν πεσόντων ἀφαιροῖτο ψέλλια, τοῖς στρατιωτικοῖς καταλόγοις ἐμπρέψειε. κατὰ τὸν αὐτὸν τοίνυν λόγον οὐδ' εἴ τις γεωμετρεῖν ἢ ἀστρονομεῖν αἱροῖτο, ἔπειτα βασιλείαις αὐλαῖς προσχωρεῖν ἀγαπήσειε καὶ περὶ τοὺς ἐκεῖ θησαυροὺς ῥιψόφθαλμος γένοιτο, οὗτος ἄν ποτε γενναίως τῶν ἐπιστημῶν ἀντιλάβοιτο. Ἀλλ' ἴσως οὔπω ἔγνωκας ὁποῖον τῶν μαθημάτων τὸ μέγεθος καὶ ἡλίκον τὸ ὕψος καὶ ὅτι οὐ διὰ ῥᾳδίας ἡ πρὸς ἐκεῖνα ἄνοδος, ἀλλὰ δεῖ τὸν ἐν μεταλήψει τούτων γενησόμενον, ὥσπερ ἐν Ἄμμωνος κατιέναι μέλλοντα ἢ ἐς τὰ Μίθρου μυστήρια, πολλοῖς πρότερον προταλαιπωρῆσαι τοῖς λήμμασιν, ὥσπερ ἐκεῖ ταῖς κακώσεσι. σὺ δὲ ἄρα, ὥσπερ τὰς ἐπὶ τῶν αἰγιαλῶν ψηφῖδας ἀναιρήσεσθαι μέλλων, οὕτως ἐπὶ τὴν γεωμετρίαν ἀπεριμερίμνως χωρεῖς, καὶ οὐδὲν πρᾶγμα εἰ καὶ ἄλλοθί ποι βαδίζεις· θελῆσαι γὰρ δεῖ μόνον πρὸς τὴν κατάληψιν, καὶ κατείληπται ἡ ἀπόδειξις. τὸ δὲ Πυθαγορικὸν ἐκεῖνο ἴσως ἠγνόηκας ὅτι σχᾶμα καὶ βᾶμα, ἢ ὅτι δεῖ διὰ τῶν τοιούτων μαθημάτων κλιμακηδὸν ἀνιέναι πρὸς τὰς πάντῃ ἀύλους τῶν οὐσιῶν. εἰ δέ τις διὰ κλίμακος πρός τινα ὀροφὴν τῶν ὑψηλο τάτων ἀνιέναι βουλόμενος μὴ ἀμεταστρεπτὶ ἀναβαίνοι, ἀλλ' ἀντανελίττει τὸν πόδα καὶ ἀναλύει τῆς ἀνόδου τὰ μέτρα ὥσπερ τινὰ Πηνελόπης ἱστὸν ἀνυφαίνων, ἆρ' οὗτος ἀναβήσεται ἐφ' ὃ προὔθετο; πολλοῦ γε καὶ δεῖ· ἀλλὰ τοῦτο μὲν ἴσως ἔλαττον ὡς πρὸς τὸ σὸν πρᾶγμα. εἰ δέ τις γνῶναι τὰς ἀσωμάτους οὐσίας θελήσας μὴ προσχωροίη ταῖς ἐγγὺς ἀσωμά των φύσεσιν, ἀλλὰ ταῖς τῶν σωμάτων ἀντιλήψεσι συμπαχύνοι οἷον τὴν ψυχικὴν ἐνέργειαν, ἆρ' ἂν οὗτος γνοίη ποτὲ φύσιν ἀσώματον; Ἀλλ' ὦ μακάριε σύ, οὕτω πως τὰ μαθήματα οἴει κατορωρύχθαι, ὥστε μὴ σπεύδειν δι' ἀέρος ταῦτα ἑλεῖν, ἀλλὰ διὰ ὑπονόμων ὥσπερ οἱ φῶρες ποιεῖν εἰώθασι καὶ οἱ φρεωρυχεῖν ἐπαγγελλόμενοι; ἀλλὰ μὴ τοῦτο οἴου· ἀστρονομία γὰρ καὶ γεωμετρία καὶ μουσικὴ καὶ πολλῷ πρότερον ἀριθμη τικὴ καὶ ὅσαι ἀπὸ τούτων ἐρρύησαν τέχναι, συγκριθέντα πρὸς ἄλληλα καὶ φύσις γεγονότα μία τε καὶ διάφορος, ὑπὲρ νῶτον τοῦ οὐρανοῦ κάθηται. εἶτα οὐ δέδιας μὴ ἐκεῖσε βαδίζων τῷ μέσῳ καταναλωθῇς πυρί, καὶ ταῦτα οὐδέπω παντάρβην κτησάμενος; πῶς δὲ γεωμετρίας ἐρᾷς περὶ γῆν ἰλυσπώμενος καὶ χρηματίσασθαι σπεύδων καὶ τιμὴν τὴν ἐξ ἀνθρώπων ζητῶν; μή πού σε τὸ ὄνομα τῆς ἐπιστήμης παρακρούεται ψευδόμενον πρὸς τὴν σὴν ὑπόνοιαν καὶ ἀποδάσασθαί τι τῆς γῆς αἱρῇ καὶ ἀπομετρῆσαι σαυτῷ, ἵν' ἐντεῦθεν γεωμέτρης ὀνομασθείης; ἀλλ' οὐκ ἐντεῦθεν, ὦ βέλτιστε, τῇ γεωμετρίᾳ τὸ ὄνομα· ἢ ἐντεῦθεν μὲν ἴσως, οὐ περὶ τοῦτο δέ. παλαίτερον γὰρ ἀπὸ τοῦ συμβαίνοντος ἐν Αἰγύπτῳ ὠνόμασται· ἐκεῖσε γὰρ κατὰ καιρὸν τοῦ Νείλου ἐπαναβαίνοντος καὶ τὴν χώραν ἐπάρδοντος, εἶτ' αὖθις ὑπιόντος τε καὶ ἐλλείποντος, ἵνα μὴ τῶν κτήσεων σύγχυσις γένηται, καταγραφαὶ τοὺς ὅρους ἀφώριζον, ἀφ' ὧν τὰ σχήματα ἐφ' οἷς ἡ Αἰγυπτίων πραγματεία· ἐντεῦθεν δὲ ἡ γεωμετρία ἀπὸ τῶν σωμάτων τὴν ἀρχὴν λαβοῦσα εἰς νοῦν κατέληξεν, οὐχ οὕτως ἔχουσα τῇ φύσει. οὐ γὰρ ἡ αἴσθησις νοῦν οἶδε γεννᾶν, ἀλλ' ἐκ τῶν τελείων τὰ ἀτελέστερα πρόεισιν. ἀλλ' ἐπειδὴ οὐ κατ' εὐθεῖαν ἡμῖν ἡ κατάληψις του ὄντος, ἀπὸ τῶν αἰσθητῶν ἀνεγειρόμεθα πρὸς τὰ νοητά, οὐκ ἀξιόχρεως νοῦς πρὸς γεωμετρίαν καταβαίνων τοῖς ὑλικοῖς, καὶ τὸ μὲν θεῖον ἀνάκτορον ἀφείς, πρὸς ἄλλο δὲ χωρῶν τῶν ὀνομαζομένων μὲν τιμίων, ὄντων δὲ ἀτίμων καὶ ἀποβλήτων. πῶς δὲ καὶ νηπενθὴς ἔσῃ, ὅπερ ἡ γεωμετρία κατεπαγγέλλεται, καὶ χορεύσεις ὑφ' ἡδονῆς καὶ τὸν ἐν τῇ ψυχῇ ᾄσεις παιᾶνα, ἀποστερούμενος ἴσως τῆς κάτω τιμῆς ἐφ' ἣν μᾶλλον ἢ ἀπλανὴς ἔδραμες; Πλάτων δὲ ἀποδεικνὺς χορεύων πολλάκις κατελαμβάνετο. καὶ ἵνα τι σοὶ γελοῖον εἴπω διήγημα, ῥήτορά τις, τὸν τὰ Ξέρξου καὶ Δαρείου ἐν ταῖς δημηγορίαις ἤθη ὑποκρινόμενον, εὔωνόν τι εὑρηκὼς ὠνούμενον ἔδεσμα «πῶς», ἔφη, «ὦ βέλτιστε, Ξέρξης καὶ Δαρεῖος γενήσῃ τοιαῦτα σιτούμενος;» τὸν αὐτὸν οὖν σοι κἀγὼ λόγον ἐρῶ ὅτι πῶς ἂν χρηματιζόμενος τὸ ὑπερφυὲς θηράσῃς χρῆμα, τὴν γεωμετρίαν φημί; τί δὲ μὴ περὶ τὴν χρηματιστικὴν πραγματεύειν αἱρῇ; ἔστι γὰρ καὶ χρημάτων συλλογιστικὴ ἐπιστήμη καὶ λόγοι κερδαλεώτατοι, ὥσπερ δὴ καὶ παρ' Ἕλλησιν ὁ Κερδῷος θεός· τὸ γὰρ οὕτως εἰπεῖν ἢ οὕτως καὶ καπηλεῦ σαι τὸν ἀνθοσμίαν καὶ νοθεῦσαι τὸ στάθμιον καὶ τὰ ζυγὰ διαφθεῖραι καὶ καταχαλκεῦσαι τὸν ἄργυρον καὶ τὰς ἀκάνθας τῶν ὑφασμάτων συστεῖλαι λειώσαντα τοῖς κυλίσμασι καὶ τὸν δάκτυλον ὡδὶ παρενεγκεῖν σταθμώμενον καὶ τἆλλα ἀφορμὴ τοῦ κερδαίνειν εἰσί. Τί δὲ σοὶ καὶ τῇ γεωμετρίᾳ, ἀνδρὶ οὔτε τῆς Χαλδαίων ἀφωρμηκότι οὔτε πατρίδα αὐχοῦντι τὴν Αἴγυπτον, παρ' οἷς γενεθλιαλογίαι καὶ ἀποδείξεις ἄλυτοι; Σπάρταν ἔλαχες, ταύτην κόσμει. Ῥώμην ᾤκηκας (μᾶλλον δὲ ταύτης ἐξέθορες), ἀφ' ἧς οὐδεὶς ἠστρολόγησεν ἢ ἐγεωμέτρησε πώποτε, ἀλλὰ πάντες Βροῦτοι καὶ Κάτωνες καὶ Κικέρωνες, Λεύκουλοί τε καὶ Κάσιοι, ἄνδρες οὐδὲν ἄλλο ἢ θεράποντες Ἄρηος. μὴ καταίσχυνε τὴν πατρίδα μηδὲ τὸ μητρῷον παραχάραττε ἔδαφος. ἀφεὶς τοιγαροῦν τὰς γεωμετρικὰς δέλτους καὶ τὴν ἄλλην ἅπασαν μουσικήν, θυρεῷ τὸ σῶμά σου φράξον καὶ πελτάρια κοῦφα ἑλόμενος πρῶτα μὲν τὴν ἐνόπλιον κινήθητι ὄρχησιν, ἔπειτα λόχοις συναρμοσθεὶς πρὸς Σαβίνους μάχου καὶ Ἀλβανούς, τὰς γὰρ Λατίνων πόλεις ἀπόγνωθι, ἀλλ' οὐδὲ τὴν Καρχηδονίων αἱρήσεις, ἡ δὲ Σικελία ἤδη καὶ ἀφέστηκε. μὴ πάντα τῷ Ἁλικαρνασεῖ πείθου μηδὲ τῷ Πολυβίῳ· Ῥωμαῖοι γὰρ ὄντες ἐξῃρήκασί τε τὴν πατρίδα τῷ λόγῳ καὶ πόλεις ἀλλοτρίας κατεχαρίσαντο. 1 Ἔπαινος τοῦ Ἰταλοῦ Ὡς εὖ τῷ Ἰταλῷ, εἰ δὲ βούλοιτο Λατίνῳ καὶ Αὔσονι· ἐπικεχείρηκε γὰρ δεξιῶς καὶ ἐπεξειργάσατο ἀκριβῶς καὶ ἀπηκρίβωσεν εὐφυῶς, τοῦτο μόνον τῶν ἄλλων οὐκ ἀνασχόμενος, τὴν τοῦ θεοῦ κἀν τῷ λόγῳ διάστασιν. τἆλλα μὲν γὰρ ἐπιεικῶς ἤνεγκε καὶ τῶν ὕβρεων οὐδεμιᾶς πεφρόντικεν, ἀλλὰ φιλοσόφως τὰς κατηγορίας διήνεγκε, πρὸς δὲ τὴν τῆς διαιρέσεως ὕβριν θυμοῦ τε αὐτίκα πεπλήρωτο καὶ τολμηρότερος ἑαυτοῦ γεγονὼς διὰ τὴν πληγήν, ἐπιστραφεὶς εὐθὺς παίει τὸν τρώσαντα ὥσπερ δόρατι τῷ λόγῳ χρησάμενος. ἐπεχείρησε γὰρ σχῆμα ἕτερον τῆς ὑποθέσεως προ στησάμενος, ἵν' ὁμοῦ τε βάλλῃ καὶ μὴ δόξῃ τοῦτο ποιεῖν, ᾧπερ καὶ οἱ δεξιώτατοι τῶν ῥητόρων καὶ ἀκριβέστατοι τῶν φιλοσόφων ἐχρήσαντο, οἱ μὲν εὐμεθόδως ἐκ φαύλης τῆς ὑποθέσεως ἐς τὴν μείζονα τὸν λόγον μεταίροντες, οἱ δὲ τελεστικῶς ὑπὸ παραπετάσματι τὰ ἄρρητα κρύπτοντες. οὕτω καὶ Πλάτων Τιμαιογραφεῖν ἐπιχειρεῖ καὶ ὁ μετ' ἐκεῖνον τῶν φιλοσόφων ἅπας κατάλογος· ὁ μὲν γάρ τις τὸν ὕπνον προθέμενος περὶ τοῦ φανταστικοῦ διεξελήλυθε πνεύματος, ὁ δὲ «περὶ ἀνθρώπου φύσεως» ἐπιγράφων τῷ λόγῳ τὸν τῆς ψυχώσεως τρόπον διήρθρωσε. τούτους δὴ καὶ ὁ Ἰταλὸς οὗτος ἐζηλωκὼς ἀνὴρ ὃ ἐβούλετο μὴ σφόδρα βούλεσθαι βούλεται, ἀλλὰ τὴν ἀντιλογίαν σκοπὸν τοῦ λόγου προθέμενος ἕτερ' ἄττα τῆς ὑποθέσεως προεισόδια τέθεικεν, εἶθ' ὥσπερ ἐξ ἀνάγκης πρὸς τὸ βουλό μενον τὸν λόγον μετέστρεψε. καὶ ἀνθυβρίζειν μὲν οὐδ' οὕτως προῄρηται τοὺς ὑβρίσαντας, οὔθ' οἷς ἐκεῖνοι ὑβρίκασιν οὔτε καινοτέραις τῶν ὕβρεων διαμείψεσιν, ἀλλὰ θαυμάσιόν τινα τῆς κατηγορίας ἀπόλογον ποιησάμενος ἐκτίθησί τε τὸ δόγμα καὶ δείκνυσιν ὥσπερ ἐν κατόπτρῳ τῷ λόγῳ τὸ οἰκεῖον πρόσωπον μεμορφωμένον τῷ κάλλει τῆς πίστεως. Καὶ ὥσπερ εἴ τις καλὸς ὢν τὸ εἶδος εἶτα δὴ κρύπτοιτο, εἰ σκωφθείη μὴ οὕτως ἔχων, ἐπιδείξας ἑαυτὸν ἀπηλλάγη τοῦ σκώμματος, οὕτω δὴ καὶ οὗτος τὸ κεκρυμμένον ἀναπτύξας τῆς ψυχῆς εἶδος καὶ τοῖς ὑβρισταῖς δείξας ἐκείνοις τε ὅσον εἰκὸς τὸ τῆς ἀντιλογίας μέρος ἀφωσιώσατο καί, ὡς ἄγαλμα εἴη κάλλους, παρεδειγμάτισεν ἑαυτόν. τὴν δὲ τῶν Ἑλλήνων σοφίαν προθέμενος ἐπαινεῖν ἀπολοφύρεται ὡς εἰκὸς ὅτι, δέον τοὺς γνησίους τοῦ λόγου κληρονομεῖν, τὸ βάρβαρον καὶ ἀλλότριον τὸν πλοῦτον τῆς σοφίας οὐδὲν προσήκοντα διεδέξατο καὶ ἡ μὲν Ἑλλὰς σχεδὸν ἅπασα καὶ ἡ ἄποικος Ἰωνία τῶν πατρῴων ἀκριβῶς ἐξεκόπησαν, ἐς Ἀσσυρίους δὲ καὶ Μήδους καὶ Αἰγυπτίους ὁ κλῆρος μετωχετεύθη καὶ τοσοῦτον ἡ τάξις ἀντέστραπται, ὡς βαρβαρίζειν μὲν τοὺς Ἕλληνας, ἑλληνίζειν δὲ τοὺς βαρβάρους. καὶ Ἕλλην μὲν ἀνήρ, οὕτω συμβάν, ἐς Σοῦσαν ἢ Ἐκβάτανα ἀφικόμενος, τὰ πάλαι τοῦ Δαρείου ἀνάκτορα, καὶ Βαβυλωνίοις συγγενό μενος ἀκούσεται περὶ ὧν ἑλληνίζων οὐκ ἤκουσε, καὶ θαυμάσεται τῶν ἀνδρῶν ἕκαστον καὶ τότε πρῶτον ἴσως γνώσεται ὅτι σοφία τοῦ παντὸς καθηγήσατο· ἀλαζὼν δέ τις εἰς ἡμᾶς παραγενόμενος βάρβαρος καὶ τῶν ἐν τῇ Ἑλλάδι καὶ τῇ καθ' ἡμᾶς ἁπάσῃ ἠπείρῳ εἰς ὁμιλίαν ἐληλυθὼς οὐδ' ὡς ἡμιόνοις τοῖς πολλοῖς συγχωρήσειεν, ἀλλ' ὄνοις ἄντικρυς· οἱ γὰρ πλείους, οὐδ' ἐξ ἡμισείας, οὔτε τὴν φύσιν οὔτε τὸ ὑπὲρ ταύτην ἐπίστανται, τὸ δὲ λοιπὸν μέρος οἴονται μὲν εἰδέναι τὸ πᾶν, ἴσασι δὲ οὐδὲ τὴν πρὸς τοῦτο ὁδόν. ἀλλ' οἱ μὲν φιλοσοφεῖν ἐπαγγέλλονται καὶ μαθητιῶσί γε οἱ πλεῖστοι, οἱ δὲ προκάθηνται ἐν σεμνῷ τῷ προσώπῳ καὶ μεγάλῳ τῷ πώγωνι ὠχροί τε καὶ σκυθρωποὶ καὶ κατεσπακότες τὴν ὀφρὺν καὶ πιναροὶ τὴν περιβολήν, ἀνορύττοντες τὸν Ἀριστοτέλην νέρθεν καὶ ἀπὸ τῶν τοῦ ᾅδου μυχῶν καὶ γνωματεύειν δοκοῦντες ὁπόσα ἐκεῖνος τῇ ἀχλύι τῆς ἀσαφείας κατέκρυψε. καὶ δέον τὸ βραχὺ τῆς συγχύσεως πολλῷ ἀνακαλύπτειν τῷ λόγῳ, οἱ δὲ τὸ πλῆθος τῆς ἐπικρύψεως βραχέσι μακρολο γοῦσι τοῖς ῥήμασι. παιδιὰν οὖν ἡμᾶς ὁ βάρβαρος ἥγηται καὶ τρυφᾷ ταῖς ἐνδείαις ἡμῶν καὶ ἄπεισιν οὐ πλέον ἢ σοφὸς γεγονώς, ἀλλ' ἔλαττον ἢ ἀμαθής. Ὅτι μὲν οὖν ἡ τοῦ Λατίνου ἐπιχείρησις ἔντεχνος ἐν ὀλίγοις ὁ λόγος ἔδειξεν. εἰ δὲ μὴ ἀπαστράπτει τῷ τεχνικῷ κάλλει μηδὲ τὴν λέξιν ἐρ ρύθμισται μηδὲ ἡ συνθήκη τὴν ὥραν ἔχει τῆς χάριτος, θαυμάζειν οὐ χρή· πολλαὶ γὰρ αἱ τῶν λόγων ἰδέαι καὶ τὰς ἐξ ἁπασῶν ἀρετὰς βραχεῖς οἱ τοῖς οἰκείοις λόγοις συνειληφότες. ἀλλ' ὁ μέν τις τὸ σαφὲς καὶ καθαρὸν ἐπετήδευσεν, οὐ μέντοι καὶ τῷ μεγέθει τὸν λόγον ἐπέρρωσεν, ὁ δὲ τῷ μὲν ἀξιώματι μεμεγέθυνται, ὀλλύει δὲ τὴν εὐκρίνειαν μὴ συνδιαιρομένην πρὸς τὸ ἀξίωμα· καὶ τῷ μὲν ὁ λόγος φυσικὴν ἀποστίλβει αὐγήν, ὁ δὲ τὸ ἐπιποίητον κάλλος ἠγάπησε. Λυσίας μὲν γὰρ αὐτόθι καλός, ὁ δὲ Ἰσο κράτης ἐντρίβεται· καὶ Θουκυδίδῃ μὲν ὁ λόγος ἐς ὑπερβάλλοντα ὄγκον, τῷ δὲ Ἡροδότῳ τοῦτο μὲν ἔλαττον, ἡ δὲ χάρις ἀκόρεστος. συγκεχωρήσθω οὖν καὶ τῷ Ἰταλῷ μὴ πάντῃ καλῷ, ἀλλ' ἡ μὲν τέχνη ἔρρωται τούτῳ, τὸ δὲ κάλλος ἐρρύηκε. Διὰ ταῦτα ἀμελεῖ μὲν ἀκροατῇ πρὸς ἀχθηδόνα ὁ λόγος εὐθύς (ἐκ γὰρ προοιμίων συνεσκεύασται καὶ συμπέφρασται), πεφροντισμένῳ δὲ οὔτε πλημμελὴς οὔτε φορτικός· καὶ χάριτας μὲν οὐκ ἐγχεῖ τῇ ψυχῇ, φροντίζειν δὲ καταναγκάζει καὶ πρὸς τοῖς εἰρημένοις ἔχειν τὸν νοῦν. πείθει δὲ οὐκ ἐκ στωμυλίας καὶ ἡδονῆς (οὐ γὰρ ἔχει χαρίτων θήρατρα) οὐδὲ θέλγει τῷ κάλλει οὐδ' ἐφέλκεται τῷ ἡδεῖ, τυραννεῖ δὲ ὥσπερ καὶ βιάζεται τοῖς νοήμασι. καὶ ἶσος μὲν ἑνί τῳ οὐκ ἔστιν, ἀλληλουχεῖται δὲ τοῖς ἐνθυμήμασι καὶ διῆρται ταῖς ἐπιπλοκαῖς καὶ πρὸς ἑαυτὸν ἐπέστραπται. εἰ δὲ οἱ τοιοίδε τῶν χαρακτήρων τοῖς τελείοις ἀπονενέμηνται ῥήτορσιν, ἀλλ' οὐδ' Ὅμηρος τοὺς μὲν Αἰακίδας ἐχαρακτήρισεν ἀκριβῶς· εἰ δέ τις ἐν τῷ στρατοπέδῳ ψυχαγωγὸς τοῦτον ἀφῆκεν ἀμόρφωτον, ἐπεὶ καὶ τὸ κάλλος πρῶτον μὲν ἐν τῷ νῷ, ἔπειτα καὶ οἷς ἐκεῖνο παραγεγένηται, ἀλλ' οὐδὲν ἧττον καὶ τὸ μετέχον καὶ τὸ μετεχόμενον ἐπαινοῦμεν. καὶ ἄλλως μὲν ἐν Πλάτωνι τὸ κάλλος τοῦ λόγου ἐπαινεσόμεθα καὶ τὸ μέγεθος, ἄλλως δὲ ἐν Ξενοκράτει καὶ ἄλλως ἐν Αἰσχίνῃ τῷ Σωκρατικῷ· καὶ οὕτω θαμὰ καταβαίνοντες Σκοπελιανοῖς καὶ Νικήταις αὐτὸ προσαρμόσομεν καὶ πρὸς τὴν ἑκάστου τέχνην καὶ δύναμιν τὰς ἀρετὰς τοῦ λόγου ἀκριβωσόμεθα. Μὴ τοίνυν μηδ' ὁ Ἰταλὸς ἀπαξιούσθω τῶν χαρακτήρων, ἀλλ' αὐτός τέ μοι κεχαρακτηρίσθω καὶ πᾶς ὅστις ἄλλος τῶν ὁμιλητῶν. ἀσπάζομαι γὰρ ὑμῶν καὶ τὰ νεογιλὰ τῶν λόγων γεννήματα· παρ' ἐμοῦ γὰρ ὁ τόκος ὑμῖν. καὶ ὁ προπάτωρ ἐγὼ οὐκ ἀπεχθαίρω τὸ ἔκγονον, ὁποῖον ἂν ᾖ, εἴτε κεφαλὴν συμπεπίεσται, εἴτε διηγκύλωται τὸν ἀγκῶνα, εἴτε τὸ γόνυ ἐξήρθρωται· ὑποδέξομαι γὰρ ἡδέως τὸ ὀλισθῆσαν καὶ τῇ μαιείᾳ τοῦ λόγου ἐπιχειρήσω καὶ πλυνῶ μὲν αὐτίκα διαπλάσομαί τε, πῶς ἂν εἴποιτε τεχνικῶς, καὶ ἀποδώσω τῇ τύχῃ τὸ παρεκνεῦσαν ἀσπάσομαί τε καὶ διεστραμμένως ἔχον. οὐ γάρ εἰμι τῆς Ἀτθίδος ἐκείνης περὶ τὰ ἔκγονα ἀστοργότερος (τοῦ δ' ὀνόματος ἐπιλέλησμαι). ἐκύει δὲ αὕτη, ὡς ἡ περὶ αὐτὴν ἱστορία, καὶ ὁ πατήρ, δόξαν οὕτως, οὐ συνεχώρει αὐτῇ μητρὶ ἔσεσθαι, ἀλλ' ἐβούλετο ἐπὶ τῷ τόκῳ τὸ βρέφος τεθνήξεσθαι καὶ πρὸς τοῦτο λεληθότως τὴν μαῖαν κατήπειγεν. ἡ δὲ ἕτερον τρόπον τῷ τοῦ πατρὸς βουλήματι ὑπηρέτησεν· ὄφιν γὰρ ἐγκολπισαμένη, ἐπειδὴ τῶν ὠδίνων τὸ βρέφος ὠλίσθησε, τὸ μὲν ὑπεξέθετο, τὸν δὲ ὄφιν ἐπικαθημένη τῇ πρωτοτόκῳ ὑπέθηκε καὶ «φεῦ, οἷον», φησί, «τέρας ἑώρακα, ὄφις γὰρ ἀντὶ βρέφους τὸ κύημα». ἡ δὲ λεχὼ συμπαθῶς αὐτίκα «ἀλλά μοι, μαμμίδιον, τὸν ὄφιν», ἔφη, «περίθαλπε, ἔχομαι γὰρ αὐτοῦ ὡς ψυχῆς»· καὶ ταῖν χεροῖν λαβοῦσα ἐφίλησεν. Ἀττικὸς δὲ κἀγὼ ἀνὴρ καὶ φιλόπαις καὶ μᾶλλον ἤπερ ἐκείνη· ψυχικαῖς γὰρ ὠδῖσιν ἐγεννησάμην ὑμᾶς καὶ φιλῶ τὰ ὑμέτερα βρέφη τῶν λόγων, ἃ δήποτε καὶ ἀνδρωθεῖεν καὶ βραχίοσιν ἰσχύσαιεν καρτεροῖς. ἀλλά μοι τέως γεννᾶτε· οὐδὲν γὰρ ἀκμάσοι μὴ γεννηθέν.