Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 21 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Ὅταν ἔβρεξε καὶ οὐκ ἀνῆλθον οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν σχολήν Ἀλλ' οὐχὶ θέρους μὲν ἐσθίετε, χειμῶνος δὲ ἐγκρατεύεσθε. τροφὴ δὲ καὶ τῆς ψυχῆς ὁ λόγος ἐστίν, ἣν οὐ χρὴ προσίεσθαι ἢ ἀποστρέφεσθαι κατὰ τὰς τοιάσδε ἢ τοιάσδε τοῦ ἀέρος μεταβολάς. εἰ γὰρ πρὸς τὰς ἔξωθεν αἰτίας τὴν μάθησιν ταλαντεύειν ἐθέλετε, οὐδέποτ' ἂν ἐπήβολοι σοφίας γένησθε· ἑκάστη γὰρ ποιότης τοῦ περιέχοντος ἥκει τι κακὸν φέρουσα. ἡ μὲν γὰρ ψύξις τὰ σώματα πήγνυσιν, ἡ δὲ θερμότης διαχεῖ ταῦτα καὶ τὴν δύναμιν καθαιρεῖ καὶ ἡ ξηρότης αὐχμὸν ἐργάζεται καὶ ἡ ὑγρότης περιττό τερον τὸ φλέγμα ποιεῖ· καὶ τὰ ἐκ τούτων ἀποτελούμενα πάθη διατίθησί πως ἡμᾶς καὶ ἀλλοιοῖ. ἐκπλήττουσι μὲν γὰρ αἱ βρονταί, ἐκδειματοῦσιν οἱ κεραυνοὶ καὶ οἱ σεισμοὶ ἔτι μάλιστα· παρηλίους δὲ ἢ ἀνθηλίους ἰδόντες ἢ κεχρωσμένας γραμμὰς καινὰ οἰόμεθα βλέπειν δημιουργήματα. εἰ οὖν διὰ τὸν ὑετὸν ἀπωκνήσατε πρὸς τὴν τοῦ λόγου μετάληψιν, τάχ' ἂν καὶ διὰ τοὺς κεραυνοὺς ἢ τοὺς τῶν ἄστρων ἐκπυρηνισμοὺς ἢ τοὺς διᾴττοντας τῶν ἀστέρων ἢ δι' ἄλλο τι τῶν μεγίστων ἢ μικροτέρων ἀπολειφθήσεσθε τῆς μαθήσεως· οὐκ ἔστι δὲ ὁπότε μὴ ταῦτα ἐν τῷ παντὶ γίνεται. διὰ πάντα τοιγαροῦν πάσης ἂν ἔρημοι φιλοσοφίας ὀφθείητε. Ἀλλ' οὐχ οὕτως οἱ γεωργοῦντες ἢ πατρίδος προπολεμοῦντες, οὐδὲ οἱ τὰς βαναύσους τῶν τεχνῶν μετερχόμενοι. ἀλλ' ὅ τε χρυσογνώμων δεῆσαν ἑκάστοτε τὸν χρυσὸν παρατρίβει τῇ λίθῳ τῇ γνώμονι, καὶ ὁ χρυσοχόος οὕτω καθαίρει τὴν ὕλην ἐκπυρῶν καὶ ἀπαλλάττων τῶν ἀλλοτρίων· καὶ ἁπαξαπλῶς πᾶς ὁ τέχνης ἐργάτης τινὸς οὐ πρὸς τοὺς καιροὺς ποιεῖται τὴν μεταχείρισιν τῶν ὑλῶν, εἰ μὴ ὅτε καὶ τοῦτο ἔργον τῆς τέχνης ἐστίν, ὥσπερ ὁ γεωργὸς ποιεῖν εἴωθεν (ἐν τῷδε μὲν γὰρ τῷ χρόνῳ φυτεύει καὶ ἐν ἐκείνῳ τὰς ἀποφυάδας ἐντίθησι, καὶ νῦν μὲν ὑλοτομεῖ, αὖθις δὲ δενδροτομεῖ). ἀλλ' οὐ τοῦτον ὑμεῖς ζηλοῦντες πεποιή κατε ἢ πεπόνθατε τὴν ἀπόλειψιν· ἀλλ' ἐπειδὴ μαλακῶς ἔχετε τῆς γνώμης πρὸς τὴν τῶν κρειττόνων γνῶσιν, διὰ τοῦτο πᾶν ὁτιοῦν τοῦ καιροῦ αἰτιᾶσθε τῆς τούτων στερήσεως. οὐ γὰρ ἀνηρέθισθε τὴν ψυχήν, οὐδὲ τὸ πῦρ ἡμᾶς τοῦ ζήλου καταβιβρώσκει, ἀλλ' ὥσπερ τινὸς τῶν ἐν ἀγορᾷ γινομένων, οὕτω δὴ καὶ τοῦ λόγου μεταλαμβάνετε. Τοῖς δέ γε πρὸ ἡμῶν φιλοσόφοις οὐκ ἐξήρκει τὰ ἐν ταῖς πατρίσιν αὐτῶν παιδευτήρια· ἀλλ' οἱ μὲν ἀπὸ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην ἐστέλ λοντο, οἱ δέ γε Εὐρωπαῖοι ἐπὶ τὴν ἑτέραν μετεσκευάζοντο ἤπειρον, ὥσπερ οἱ τὴν θάλασσαν ἐργαζόμενοι, τὰ μὲν μετακομίζοντες πρὸς οὓς καταίρειν ἔδοξαν, τὰ δὲ μεταφορτιζόμενοι καὶ ἐπὶ τῆς οἰκείας ἀγώγιμα ἔχοντες. ἐπεῖχε δὲ τούτους οὔτε θάλασσα κυμαινομένη οὔτε τὰ πνεύματα καταιγίζοντα οὐδὲ ὀρῶν ἀκρότητες καὶ λόφων περιωπαὶ δύσβατοι, ἀλλὰ πανταχόσε ὥσπερ πνεῦμα ἀκωλύτῳ ἐφέροντο ῥεύματι. ἐπεὶ γὰρ τὰ τῆς μουσικῆς εἴδη διεμεμέριστο τῷ παντί, ὧδε μὲν τὰ τῆς ῥητορικῆς ἐμυοῦντο μυστήρια, ἐκεῖ δὲ τὴν τῆς γεωμετρίας ἰσότητα ἐδιδάσκοντο, καὶ φιλοσο φεῖν μὲν δεῆσαν ἐπ' Αἴγυπτον ᾔεσαν, ἀστρονομεῖν δὲ προῃρημένοι τὴν Χαλδαίων διηρευνῶντο· καὶ τῶν πατρίδων ἡ ἀλλοτρία μᾶλλον αὐτοῖς σεμνοτέρα ἐδείκνυτο καὶ πρὸς τὰς τῶν λόγων δυνάμεις ἢ ἀδυναμίας τὰς οἰκειώσεις ἢ ἀλλοτριώσεις ἐτίθεντο. τοῖς δὲ οὐδὲ λόγου εἵνεκα αἱ ἀποδημίαι γεγόνασιν, ἀλλ' ἵνα τὴν φύσιν θεάσωνται ἀπόρρητόν τι ποιοῦσαν ἢ ἐν Σικελίᾳ ἢ περὶ τὴν Αἴγυπτον, ἐκεῖ μὲν τὸ πῦρ κάτωθεν ἀναφέρουσαν, ἐνταῦθα δὲ τὸν Νεῖλον ὑψοῦσαν καὶ τὴν χώραν κατάρδουσαν. καὶ τῶν μὲν συνήθων θεαμάτων ἢ μαθημάτων ἧττον ἐφρόντιζον, τῶν δὲ περιττο τέρων καὶ ἀπορρήτων μᾶλλον ἱμείροντο· ὅθεν οἵ γε τελεώτεροι τῶν ἀποδείξεων ἀμελήσαντες αὐτόπται τῶν συμπεραινομένων γεγονέναι πολλοῖς φροντίσμασιν ἐπεχείρησαν. Ἀλλ' ἐκείνοις μὲν ἐπὶ τὸν τῆς γῆς ὀμφαλὸν ἀπὸ τῶν ἀκροτάτων μερῶν τὸ προσιέναι καὶ συνιέναι διεσπουδάζετο, ὑμῖν δὲ τὸ τῆς Βυζαντίδος μεσαίτατον ὥσπερ αἰθήρ τις ἄλλος δοκεῖ πρὸς τὴν ἄνοδον ἀκατάληπτος. διὰ ταῦτα καὶ πύκνωσις ἀέρος ἀπείργει καὶ νέφους ὑποδρομὴ καὶ ἀκτὶς ἡλίου φλογωδεστέρα. τί δὲ μὴ καὶ τοὺς λίθους αἰτιᾶσθε τοὺς ἐν ποσί; καὶ τοὺς μὲν πεζοὺς οἱ ἐπὶ τῶν ἵππων, ἐκεῖνοι δὲ τούτους; ὀχλεῖσθε γὰρ ὑπ' ἀλλήλων, οἱ μὲν ὅτι συμπατεῖσθε τοῖς ἵπποις, οἱ δὲ ὅτι τῷ πλήθει πιέζεσθε. θαυμάζω δὲ ὅπως οὐχὶ καὶ οἱ ὑπὲρ κεφαλῆς ὑμῶν οὗτοι στρουθοὶ ὄχλον ἐμποιοῦσιν ὑμῖν καὶ τοῦ μανθάνειν ἀπείργουσι, καὶ μάλιστα ὅταν οἱ τὰ μεσημβρινὰ λειτουργοῦντες τέττιγες τὸν ἀέρα περιηχήσωσι καὶ πᾶσαν ἀκοὴν καταυλήσωσι. Πρὸς οἷον δὲ ὑετὸν ἐκπεφόβησθε; ἡνίκα θέρους ἀρχὴ καὶ τὸ κατηφὲς τοῦ ἀέρος τῇ τοῦ φωστῆρος λαμπρότητι διαλύεται καὶ οὐδαμοῦ νεφῶν σύστασις οὐδὲ σύρρηξις, ἀλλὰ τῆς αὐτῆς ὥρας συννεφὴς οὐρανὸς καὶ ἀνέφελος, καὶ μᾶλλον τὸν ὑετὸν ἀσπαζόμεθα διὰ τὴν πρὸς τὸ ἐναντίον συνήθειαν. εἰ δὲ ἐπ' ἀσπίδος ἑστήκατε, ἆρ' ἂν διέλυεν ὑμῖν τὸν συν ασπισμὸν μεταβαλὼν ὁ ἀήρ; «ἦ τοῦτο ἧττον δεινόν· οὐ γὰρ πόλεμος», ἐρεῖ τις, «ἐνθάδε.» πόλεμος μὲν οὐδαμῶς, ὦ λῷστε, ψυχῆς δὲ τελείωσις καὶ ἀναγωγὴ καὶ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος ἢ ἐπάνοδος. Ἐγὼ δὲ ᾤμην ὑμᾶς καὶ διὰ μέσου πυρὸς ἀπαντᾶν, εἴ τι δεδύνησθε, πρὸς ἡμᾶς, ὑμεῖς δὲ οὐ λανθάνετε ἄρα ἔλαττον τῶν ἐμῶν λόγων φροντίζοντες. τὸ δὲ αἴτιον ὅτι ἕτοιμός εἰμι πρὸς τὰς ἐρωτήσεις ὑμῶν, καὶ πάσης μὲν τέχνης, πάσης δὲ ἐπιστήμης πύλας ἀνέῳξα, καὶ τὸ πρόχειρον τῆς μαθήσεως ἕτοιμον ὑμῖν εἰς καταφρόνησιν γέγονεν. ἂν δ' ἐπιζυγώσω τὰς θύρας συρρέουσιν, ἂν ἐφέξω τὰς ἀποκρίσεις, τότε ὑμῖν περισπούδαστος ὁ λόγος γενήσεται. ἀλλ' οὐδαμῶς ἐγὼ τὴν ὑμετέραν γνώμην μιμήσομαι, οὐδὲ ταλαντεύσω τὸν λόγον πρὸς τὰς ὑμετέρας προθυμίας καὶ ἀμελείας· ἀλλ' ἐμοὶ μὲν τὸ ῥεῦμα τοῦ λόγου ἴσον ῥεύσει καὶ ἄφθονον, ὑμῶν δὲ οἱ μὴ νῦν ἀρυόμενοι ἐπιλείποντος ἴσως τοῦ χεύματος εἰς τὸν ἅπαντα χρόνον διψήσουσιν.

Intertext edge

Open linked passage

Note