Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 22 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ἐμβραδυνάντων τῶν μαθητῶν τῇ τῆς σχολῆς ξυνελεύσει Οὐδὲν καινὸν ποιεῖτε οἵ τε δοκοῦντες ὑμεῖς φιλοσοφεῖν καὶ οἱ πρὸς τὸν τῆς ῥητορείας δρόμον τὴν γλῶτταν ἰθύνοντες, ἀλλὰ τοῖς ἐξ ἀρχῆς κρατή σασιν ἐν ὑμῖν νόμοις στοιχεῖτε· οἷς δὴ καὶ μέχρι παντὸς ἑπόμενοι τοιοῦτοι φαίνεσθε καὶ φανήσεσθε, οἵους ἀποτελεῖν ἐκεῖνοι εἰώθασιν. ἐγὼ δὲ ὁ μάταιος ᾤμην καινοτομήσειν τι παρ' ὑμᾶς καὶ μεταποιήσειν τι τοῦ κρατήσαντος ἔθους, νῦν μὲν λέξεσί τισι θηρώσαις τοὺς ἀκροατάς, νῦν δὲ ἐννοίαις τὸν νοῦν ὑμῶν ἀναγούσαις καὶ πρὸς θεῖόν τι κάλλος ἐπαναγού σαις· ἀλλ' ὑμεῖς γε ἄθελκτοι πρὸς ἄμφω τυγχάνετε καὶ ἀνέραστοι. καὶ τὸ τῆς ῥητορείας καὶ τὸ τῆς φιλοσοφίας ὄνομα ὥσπερ τι φώριον ἔχετε, ἄλλοις μὲν προσῆκον, ἐφ' ἑαυτοὺς δὲ ἐπισπασάμενοι· ὅθεν καὶ ἱεροσυλίας τις ὑμᾶς γράψαιτο τὰ θείοις ἀνδράσιν ἀνατεθειμένα ἀναιδῶς μάλα κλοποφορήσαντας. τοῦτο γὰρ ὑμῶν τὸ γενναιότατον καὶ πλέον τῶν ἱεροσυλούντων ὅτι ἐκεῖνοι μὲν ἐφ' οἷς ἀφαιροῦνται τῷ λάθρᾳ χρῶνται, ὑμεῖς δὲ τῷ ἐγκλήματι μετὰ τῆς ἀναιδείας ἐχρήσασθε. εἶτα ἐγὼ τοιούτους ὄντας καὶ περιειπόμην καὶ ἔσαινον, καὶ νῦν μὲν παῖδας, νῦν δὲ ἀδελφοὺς ἐπωνόμαζον, νῦν δὲ ἄλλῳ τῳ τῆς συγγενείας ὀνόματι, τῶν τοιούτων κλήσεων τῷ ἡδεῖ ἐπανάγων ὑμᾶς πρὸς τὴν μίμησιν. ὑμεῖς δέ με καὶ πάλαι ἐξ ἀλλοτρίων χρωμάτων μορφούμενοι οὐκ ἐλανθάνετε· ἀλλ' ἐγὼ καὶ πάλιν τῷ ἤθει ἐχρώμην καὶ ὑπεκρινόμην τὴν ἄγνοιαν, ἵνα μὴ πρὸς τῷ μὴ διορθώσασθαι καὶ προσπλήξω. ἀλλὰ τί; οὕτως ἔσομαι πάντοτε ἐμαυτῷ ὅμοιος, ἀφ' οὗ μηδεμία ὑμῖν ὄνησις προσγενήσεται; καὶ διὰ τὴν τοῦ ἤθους συντήρησιν τὴν διδασκαλικὴν τάξιν ἀμείψω, ἣ ποικίλη τίς ἐστι καὶ πολλαχῶς τοὺς τελουμένους πρὸς τὸν ὀρθὸν λόγον ἐπανάγει; Ἐπεὶ οὖν πρὸς τὴν μαλακὴν ἁρμονίαν οὐ κατεθέλχθητε, ἀλλὰ τοῦ τῆς ἱστορίας δελφῖνος ἀλογώτεροι ὤφθητε (ὁ μὲν γὰρ τὸν Μηθυμναῖον Ἀρίωνα λιγυρόν τι ἐπᾴσαντα ἐπὶ τὸν νῶτόν τε ἀνεβίβασε καὶ διὰ πολλῶν κυμάτων τοῖς λιμέσιν ἀπέδωκεν, ὑμεῖς δέ με– ἀλλὰ τί χρὴ λέγειν οἷος τὴν φύσιν εἰμί; ἐρυθριῶ γὰρ πάνυ τὴν σύγκρισιν– οὐδὲ ἐπιβαίνοντα προσεδέξασθε, πολλοῦ γε καὶ δεῖ καὶ διὰ τρικυμίας ἀγαγεῖν καὶ πρὸς ὅρμον ἀπαγαγεῖν), ἐπεὶ τοίνυν οὕτως ὑμεῖς λοξοί τε καὶ πλάγιοι, καὶ μήτε τῷ κανόνι τὰς ἑαυτῶν ψυχὰς προσάγοντες μήτε τῷ πρώτῳ λόγῳ τὸν λόγον ὑμῶν ἰθύνοντες, διὰ τί μὴ καὶ αὐτὸς πλαγιάσω καὶ συστρέψω τὸν πόδα τῷ ὑποδήματι; οὐ γὰρ κρείττων εἰμὶ τῆς πρώτης καὶ ἀκηράτου φύσεως, ἥ γε δὴ καὶ πλαγιάζει καὶ ἀπευθύνεται πλαγιάζουσί τε καὶ ἀπευθύνουσιν. Ὦ κακοὶ τοιγαροῦν παῖδες καὶ φιλόσοφοι ψευδεπίγραφοι, οἷς γε μηδὲ μέχρι χρώματος ἢ γενειάδος ἐστὶν ἡ ὑπόκρισις, «ἕως πότε ἀνέξομαι ὑμῶν; ἕως πότε ἔσομαι μεθ' ὑμῶν;» ἕως δὲ τίνος οὐκ ἀντεισενέγκω τὸ σκῦτος τῆς γλώττης, οὐδὲ τῶν φιλημάτων τὰς πληγὰς οὐδὲ τῆς ἡμερότητος τὴν θρασύτητα; εἰ μὲν γὰρ ὑμεῖς εὐηνίους ἑαυτοὺς πρὸς τὸν λόγον παρείχεσθε, ἐχρῆν καὶ ἐμὲ ἠρέμα τὸν χαλινὸν ἀνακρούειν. ἐπεὶ δὲ κατὰ τοὺς ἑτερογνάθους τῶν ἵππων πρὸς πᾶσαν ἐπαφὴν χαλινοῦ καὶ χειρὸς δυσχεραίνετε καὶ οὔτε ἡμέρως καὶ προσηνῶς καταψώμενοι οὔτε πωλοδα μνικῶς βαρυνόμενοι εὐηνιάζειν ἐθέλετε, διὰ τί μὴ τὰ τῆς ἀπογνώσεως ἐν ὑμῖν φθέγξομαι ῥήματα, ὡς οὔτε πομπήν ποτε κατάξετε ἐπινίκιον οὔτε ὑπὸ ζυγὸν ὀχημάτων ἀχθήσεσθε οὔτε πρὸς τὴν ἐν πολέμοις σάλπιγγα τὰ ὦτα ὀρθώσετε οὔτ' εἴ τις ἐθέλοι ὑμῖν ἀντὶ κέλητος χρῆσθαι τὴν χρείαν ἀποπληρώσετε· οὕτω βραδεῖς ἐστε καὶ νωθεῖς καὶ οὐδὲν ὅ τι μὴ ταῖς παχείαις διφθέραις βαρύνοντες μόνον τὰ γόνατα. Ἀλλ' ἴσως δοκεῖτε ὅτι ἠπάτημαι ταῖς προσκαίροις ὑμῶν ὑποκρίσεσι καὶ ταῖς ἀκαίροις ἐρωτήσεσιν, αἷς ἀκαίρως με κόπτετε ὡς δῆθεν προμελετή σαντες τὰ ἐρωτήματα καὶ πρὸς ταῦτα παρεσκευασμένοι. πάνυ γὰρ ὑμῶν καὶ τὴν φύσιν ἐπίσταμαι καὶ τὴν πρὸς τὰς μαθήσεις ἀμβλύτητα καὶ ἣν ἔχετε ἀκριβεστάτην ἀμέλειαν, καὶ ὅτι μετὰ τὴν τοῦ γυμνασίου πύλην τὰ μαντικὰ ταυτὶ ἐπιγίνεται πνεύματα καὶ ἡ πρὸς τὰς ἐρωτήσεις βακχεία, ἔξω δὲ Μεγαρέων οὐδὲ λόγος οὐδ' ἀριθμός. ἀλλ' οἱ μὲν ὑμῶν ὅτι μὴ ὁ βίος ὑμῖν εὖ ἔχει καταστενάζετε, καὶ πλείων ὁ ἐπὶ τούτου λόγος τοῦ περὶ τοὺς λόγους· οἱ δὲ ἐπεντρυφῶντες, οἷς εὖ ἔχει, πρὸς τοῦτο τὸ σπουδαῖον καταναλίσκετε, τοῖς ἑπτὰ μὲν πᾶν ὁτιοῦν συνεισφέροντες, τοῦ δὲ ἐν τοῖς ἑπτὰ ὀγδόου οὐδὲν φροντίζοντες. Εἴπω καὶ τἆλλα; ἀλλὰ μή με τῆς γλώττης κακίσητε· εἰ δὲ μή, ἀλλ' ὀλί γος ἐμοὶ λόγος τοῦ παρ' ὑμῶν ἐπειλῆφθαι. οἱ μὲν τῶν θεάτρων φροντίζετε ἢ τοῖς φροντίζουσι σύνεστε, οἱ δὲ διδόατε ταῖς σκηναῖς, καὶ οἱ μὲν τοὺς περιβλέπτους ἐπὶ πλούτῳ θαυμάζετε, οἱ δὲ τὰς ἐπὶ τῶν δακτύλων σφενδόνας ποθεῖτε καὶ ζηλοῦτε· τὸν δὲ πρὸς τοὺς λόγους λόγον οὕτως ἀποδίδοτε ὥσπερ τι τῶν ἀναγκαίων ὀφλημάτων ἃ δή τινες ἀπαιτοῦνται καὶ μὴ βουλόμενοι. κἂν μὲν εἰς ἄλλο τι βαδίζειν ὑμᾶς δέοι, βαβαὶ τῆς ὀξύτητος τῶν ποδῶν καὶ τοῦ προωθεῖν καὶ ἀντωθεῖσθαι καὶ πολὺ τὸ «βραδὺς ὑπὸ γῆν ὁ ἥλιος» καὶ τὸ «λυκόφως οὐκ ἂν ἡμᾶς φθάσῃ κατακειμέ νους». αἰδεῖσθε δὲ τηνικαῦτα καὶ τὸν ἥλιον ἀνατείλαντα ὥσπερ οἱ Σκύθαι ὅτι μὴ ἔφθασαν προτεθυκότες. ἢν δὲ εἰς μουσεῖα βαδίζειν αἱρῆσθε, ὥσπερ πολύποδος προβεβρωκότες κεφαλήν, οὕτω δὴ βεβάρησθε καὶ τυγχάνετε τεθολωμένοι τὸν λογισμόν· ἐπίκεινται δὲ καὶ αἱ βλεφαρίδες τοῖς ὄμμασιν ὥσπερ τινὲς μηχαναὶ μολύβδιναι, ἃς οὐκ ἄν τις ἑκὼν εἶναι ἀνασπάσαιτο, εἰ μὴ σὺν βίᾳ πολλῇ. εἶτα ὁ μὲν ἥλιος ἑκκαίδεκα ὅλοις σταδίοις ὑπερβέβηκε τὸν ὁρίζοντα, ὑμεῖς δέ, ὡς ἤδη πρὸς ὕπνον κατακλι θέντες, τὴν κεφαλὴν οὕτω προσηλοῦσθε τοῖς στρώμασιν, ἐγὼ δὲ ὡς πρὸς πάλην διεγηγερμένους καὶ περιμένοντας ὀξεῖ βαδίζω ποδί. Εἶτα οἴεσθέ με ἐντεῦθεν χρηστόν τι πρὸς ὑμᾶς εἰπεῖν ἢ ἡμέρως ἀνέξε σθαι; τοῦτο δέ ἐστιν ἄλλο τι ἢ ναυτιᾶν, ὁπόταν ἀμελούντων ὑμῶν ἐπι μέλωμαι καὶ ῥᾳθυμούντων ἀντέχωμαι; διὰ τοῦτο μεθηρμοσάμην τὴν γλῶτταν καὶ τὴν ἁρμονίαν ἀφεὶς εἱλόμην τὸ σύντονον, εἴ πως κἂν οὕτως πρὸς τὸν ὀρθὸν λόγον τὰς ψυχὰς ὑμῶν μεταγάγοιτε· οὗτος γὰρ καὶ μόνος ὁ τρόπος τῆς παιδείας μοι περιλέλειπται, ἐπεὶ τοὺς ἄλλους ἀπέδωκα. εἰ γοῦν καὶ πρὸς τοῦτον φανήσεσθε ἀναλλοίωτοι καὶ πάλιν ἐρραψῳδηκὼς ἔσομαι, πυθόχρηστος ὑμῖν γενήσομαι, μᾶλλον δὲ τρίπους Δελφικὸς αὐτοπύθιος, ὡς μάτην ὑμᾶς καὶ ἠροτρίασα καὶ τὸν σπόρον κατεβαλόμην· οὔτε γὰρ τὸν στάχυν ἀποδώσετε καὶ πολλὴν τὴν λύπην ἐκφύσετε.

Intertext edge

Open linked passage

Note