Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 23 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Πρὸς τοὺς μαθητὰς ἀπολειφθέντας τῆς ἑρμηνείας τοῦ Περὶ ἑρμηνείας Πρὸς τοὺς ἀπολειφθέντας ὁ λόγος ὑμᾶς, ὧν οὐκ οἶδ' ὅπως ποτὲ τῷ λόγῳ καθάψομαι· οὓς γὰρ ταῖς λογικαῖς ὠδῖσι φθάσας ἐγεννησάμην, πῶς ἂν τούτους τῷ λόγῳ διατιμάσαιμι; ἀλλ' ἐπεὶ μήθ' οἱ τῇ φύσει τεκόντες τῶν παίδων ὑβριζόντων ἀνέχονται, μήθ' ὁ πρώτως πλάσας ἡμᾶς τῆς ὀρθῆς ἐκτρεπομένους ὁδοῦ ἐᾷ κατὰ βαράθρων φέρεσθαι, ἀλλὰ τῷ τῆς παιδεύσεως ἀνακρούων χαλινῷ πρὸς τὴν ὀρθὴν οἷμον ἀπευθύνει τὸν ἀφηνιάζοντα, οὐδὲ ἐγὼ ἄλλως πως ποιήσω τοιαῦτα ἔχων τὰ παραδείγ ματα. Τίς οὖν ὁ σκοπὸς τῆς βραδυτῆτος ὑμῖν (ἵνα μὴ λυπῶ λέγων πάλιν τῆς ἀπολείψεως); εἰ μὲν γὰρ τὸ γυμνάσιον οἷον μὴ βελτιοῦν λογισμόν, ἢ αὐτὸς μὴ θέλγων ψυχὴν τῷ πολυειδεῖ τῆς ἀπαγγελίας, εἶχεν ἂν ὑμῖν λόγον ἡ βραδυτής· ἐπεὶ δὲ καὶ τὰ μαθήματα τοιαῦτα, ὡς τὸ μὲν ψυχὴν ἐπαῖρον εἰς οὐρανόν, τὸ δὲ γλῶτταν θῆγον πρὸς ῥητορείαν, καὶ αὐτὸς πρὸς ἄμφω δεξιὰν ἔχω τὴν μεταχείρισιν, ὡς ὑμεῖς μοι τοῦτο πολλάκις μεμαρτυ ρήκατε, πολὺν ἂν ὑμῖν τις τὸν κάρον προσεπιτρίψειεν ἕτερος. ἐξὸν δὲ τοῦ νέκταρος ὁσημέραι πληρουμένους ὑμᾶς νήφειν καὶ διεγηγέρθαι, οἱ δὲ ἐκ τῶν τῆς θολερᾶς πηγῆς ναμάτων κατεμεθύσθητε οὕτω σφοδρῶς, ὡς καὶ τὸν καιρὸν τῆς εἰς τὸ διδασκαλεῖον συνελεύσεως ἀγνοεῖν. ἢ ἐμὲ τοσοῦτον ἀνοηταίνειν οἴεσθε, ὡς τὴν ὑμετέραν ἀμέλειαν ἐπιμελέστερον διδασκαλίᾳ ἀμείψασθαι καὶ οὐχὶ πλαγίοις συμπορεύεσθαι πλάγιον, μᾶλλον μὲν οὖν καὶ τὴν εἰς τὸ πλάγιον ἀπολιπεῖν κίνησιν ἀκινήτων ὑμῶν μενόντων πρὸς τὸ καλόν; τίνος δὲ αὐτὸς ἕνεκα πρωϊαίτατα πρὸς τὸ γυμνάσιον ἀπαντῶ, πόρρωθεν πρὸς τὸν λογικὸν τοῦτον ἀγῶνα παρεσκευασμένος; ἵνα τι παρ' ὑμῶν ἀπέλθω ἐμπορευσάμενος; ποῖον τοῦτο; εἰ μὲν χρυσὸν εἴποι τις, ἀλλ' ὑμεῖς μοι τούτῳ τῷ μέρει καὶ μάρτυρες καὶ καυχήσεως στέφανος. ἀλλ' ὃ ψυχὴ διδόναι εἴωθεν; ἀλλ' οὐ τῆς ὑμῶν αὐτὸς ἐπιδεής εἰμι γεννή σεως λογικῆς· ἀρκεῖ γάρ μοι εἰς γνωστικὴν ἀποκύησιν ἡ τοῦ Πλάτωνος καὶ Ἀριστοτέλους ὠδίς, ὑφ' ὧν ἐγὼ καὶ γεννῶμαι καὶ διαπλάττομαι. ὁρᾶτε ὡς πάντοθεν ὑμῖν ὁ λόγος τὸ ἄλογον συνήγαγε καὶ οὐκ ἔχει λόγον ἡ βραδυτής; Ἀλλ' ἴσως ὑμᾶς ἡ τοῦ εὐαγγελίου πλανήσει παραβολή, ὅτι καὶ οἱ πρὸ τῆς τελευταίας ὥρας συνεληλυθότες τὸν αὐτὸν μισθὸν ἀπειλήφασι τοῖς περὶ τὴν πρώτην πονήσασιν; ἀλλ' ἐκεῖ, ὦ βέλτιστοι (ἵν' ὑμῖν καὶ τὸ τῆς παραβολῆς παραγυμνώσω ἀπόρρητον), οἱ διάφοροι τῶν πιστευσάντων καιροὶ μιᾷ ἡμέρᾳ ἀφωμοιώθησαν κατὰ τὴν συνήθειαν τῆς γραφῆς, καὶ τὸν αὐτὸν πόνον εἰσήνεγκε καὶ ὁ ἑνδεκαταῖος ὃν καὶ ὁ πρωϊαίτατα συνεληλυθώς· ἐνταῦθα δὲ ὁ πεμπταῖος καὶ ὁ δωδεκαταῖος τὸ πολλο στημόριον τῆς ἡμέρας ἀπείληφε, καὶ ὃν ἐχρῆν πόνον συνεισενεγκεῖν ἐν παντὶ τῷ ἡμερησίῳ δρομήματι διὰ τῆς κατὰ τὸ δωδεκατημόριον ἀπαντή σεως ἐσμίκρυνε καὶ ἠλάττωσεν. ἀλλ' οὐδὲ τοιοῦτος ὁ μισθαποδότης ἐγώ, ὥστε τοσοῦτον ἔχειν τοῦ λόγου πλοῦτον, ὡς τὸν αὐτὸν ἐπίσης ἐξαρκεῖν ἅπασιν. ἀδικήσω δὲ καὶ ὅσοι τῷ συντόνῳ τῆς προθυμίας τὸ ἀμελὲς ὑμῶν προλαμβάνοντες ἀπαντῶσιν εἰς τὸ γυμνάσιον. Ἔδει μὲν οὖν νῦν ἐπενεγκεῖν τὴν τομὴν καὶ διελεῖν ἀπὸ τῶν ἐρίφων τὰ πρόβατα, ὥστε τοὺς μὲν εἰσαγαγεῖν ὅποι δὴ φίλον αὐτοῖς, τοὺς δὲ ἀποπέμ ψασθαι· ἐπεὶ δὲ θεῖος ὁ καθ' ἡμᾶς λόγος, δεῖ καὶ πᾶσι τοῖς θείοις ἀφομοιοῦσθαι. ποῖον οὖν ἐκεῖ τὸ παράδειγμα; οὐκ εὐθὺς ἐντείνει τὸ τόξον καὶ πέμπει τὸ βέλος θεός, οὐδὲ γυμνοῖ τὸ ξίφος καὶ παίει, οὐδὲ τοὺς ἄνθρακας ἀνάπτει καὶ καίει· ἀλλὰ κἀκεῖ μὲν τὴν βολὴν ἠπειγμένην παρακρατεῖ, κἀνταῦθα δὲ ἐπανατείνεται μέν, οὐκ ἐπιφέρει δὲ τὴν πληγήν, καὶ τοὺς ἄνθρακας ἀνάπτει μέν, πορρώτατα δὲ τῶν καιομένων τίθησιν, ὥς φησιν ἡ γραφή, ταῖς προθερμάνσεσι πρότερον δεδιττόμενος. ἐπειδὰν δὲ ὑβρίσωσι καὶ πρὸς τὰς ἀπειλὰς οἱ σωφρονιζόμενοι, τηνικαῦτα τὸ βέλος ἀφίεται καὶ ἡ ἀξίνη τὸ δένδρον ῥιζοτομεῖ καὶ Βαβυλωνία κάμινος οἱ τέως ἀναπτόμενοι ἄνθρακες γίνονται. Ἔστω οὖν ὑμῖν οὗτος ὁ λόγος ὡς τόξον ἑτοιμασθέν, ὡς ξίφος ἀναταθέν, ὡς πῦρ ἀναφθέν· ἐπαφήσομεν δὲ καὶ κατενέγκωμεν, πρὸς δὲ καὶ κατα φλέξομεν, ὅτε καὶ πρὸς τὴν βολὴν καὶ πρὸς τὴν ἀνάτασιν καὶ πρὸς τὴν ἔξαψιν ἀνθυβρίσετε.

Intertext edge

Open linked passage

Note