Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 24 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Ὀνειδίζει τοὺς μαθητὰς ἀμελοῦντας Σιγᾶτε καὶ τὴν τήμερον οὐ προβάλλετε. εἰ μὲν οὖν ὡς ἀποδεικτικοὶ καὶ ἐφ' ἑαυτῶν ταῖς ἀποδείξεσι χρώμενοι, τοῦτο καὶ βούλομαι πρὸς ὃ δὴ ἐληλυθέναι ὑμᾶς ἐσπούδακα· εἰ δὲ ὡς διαλεκτικοί, δέδοικα μὴ καὶ τὴν ἐπωνυμίαν τῆς ἐπιστήμης οὐδέπω ἑαυτοῖς ἔθεσθε, ἧς ἴδιον διδόναι τε λόγον καὶ λαμβάνειν καὶ πρὸς τὴν τοῦ ἐρωτῶντος δόξαν τὸν συλλογισμὸν ποιεῖσθαι. εἰ δέ, ἐξ ὧν πολλάκις εἴρηκα καὶ πολυμερῶς ἡρμήνευκα πρὸς ὑμᾶς, ἀρχὰς ὥσπερ εἰληφότες κοινὰς ὧν προτίθεσθε ἐρωτᾶν, ταύταις χρῆσθε καὶ περὶ ὧν μηδέποτε ἠρωτήκατε, τοῦτο καὶ τῆς ὑμετέρας πέφυκε πίονος αὔλακος, ἔρχεται δὲ καὶ πρός με εὔκλεια ὅτι τῆς ἀπ' ἐμοῦ καταβολῆς ἀπολελαυκότες εἰς τάχος οὐκ ἐπέτειον τὸν στάχυν ἀναβλαστά νετε, ἀλλὰ κατὰ τὴν Ἰταλῶν χώραν, ἢ τὰ λεγόμενα Καμπανῶν πεδία τρίκαρπα ἢ πολύκαρπα, τὴν ὑμετέραν πεποιηκότες ψυχήν. Πλάτων μὲν οὖν καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, οἳ δὴ φιλοσοφίας προὐκάθηντο, ὀργίλοι τοῖς ὀλιγωροῦσι τῶν μαθημάτων ἐφαίνοντο, μηδὲ τὴν πηγὴν τῶν λόγων οὕτως ἀφθόνως προχέοντες, ἀλλ' ἀρχάς τινας καὶ σπέρματα τοῖς μαθηταῖς προτιθέμενοι, εἶτα δὴ καὶ ἀπῄτουν ὧν κατεβάλοντο τὸ πολλαπλάσιον· καὶ πλεῖστοι δή τινες τῶν ἀκροατῶν ἀπὸ βραχυτάτων τῶν ὑποθέσεων καὶ τοὺς διδασκάλους ὑπερεβάλοντο. ὑμεῖς δέ (ἀλλὰ μή, ὦ σῶτερ, μηδ' ὦ ἐλευθέριε) οὐδὲ τὸ πολλοστημόριόν μοι ἀποδιδόατε. Καὶ ἐγὼ μὲν τῶν ἄλλων κατολιγωρῶν φαίνομαι, διατριβὴ δέ μοι καὶ μέλησις τὸ ὑμέτερον· ὅθεν διαγρυπνῶν μέχρι πόρρω νυκτῶν παρανατει λάσης ἡμέρας εὐθὺς περὶ τὰ βιβλία πάλιν, ὥσπερ μοι ἔθος ἐστί, καταγίνο μαι, οὐχ ἵν' αὐτός τι ἐκεῖθεν πορίσωμαι, ἀλλ' ὅπως ἂν ὑμῖν τὸν ἐκεῖθεν συνερανίσωμαι νοῦν. τί γὰρ ἐμοὶ καὶ τοῖς μύθοις ἢ ταῖς φωναῖς; ἀλλ' ὑμῶν χάριν μέχρι τοσούτου συγκαταβαίνω καὶ τὰ χθαμαλὰ ταῦτα καὶ περιπέζια τοῖς ὑπερτέροις κατακιρνῶν μουσικῶς ὑμῖν τὸ τῆς φιλοσοφίας πόμα προσάγω. ὑμεῖς δέ, ὥσπερ αὐτοὶ διαγρυπνοῦντες ἐπὶ τοῖς φροντίσμασι καὶ μηδ' ὅσον τὴν χεῖρα τῇ γνάθῳ ὑπαγκωνίσαντες, εἶτα ἐρωτᾶν ἕτερος τὸν ἕτερον προωθεῖ καὶ ὁ μὲν ὑμῶν τὸ ἐπιτυχὸν φθέγγεται, ὁ δὲ κατὰ τὰς Ἀναξαγόρου εἰκόνας σκεπτομένῳ ἔοικε. Καὶ Πλάτων μέν, ἐν οἷς δὴ τὴν ἐν τῷ δεσμωτηρίῳ ποιεῖται τοῦ Σωκρά τους δημηγορίαν περὶ ψυχῆς, τοὺς εἰσεληλυθότας ἀπαριθμεῖται, Κρίτωνά τε καὶ Ἀπολλόδωρον καὶ τὸν Μεγαρόθεν Εὐκλείδην καὶ Κέβητα. τὸ δὲ ἐν τούτοις σπουδαζόμενον ἦν ὁ περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγος. Σιμμίας δὲ καὶ Κέβης ὁ Θηβαῖος, οὐχ ὥσπερ ὑμεῖς ἐξ αὐτομάτου τύχης κατὰ τὰ χρηστήρια τὰς ἐρωτήσεις ἀναπνέοντες, ἀλλὰ πάλαι πρὸς ταύτας παρεσκευασμένοι, ὁ μὲν «δέδοικα», ἔφη, «ὦ Σώκρατες, μὴ ἁρμονία τοῦ σώματος ἡ ψυχὴ εἴη, εἶτα τούτου διαρραγέντος καὶ τὸ μέλος ἀφανισθείη, ὥσπερ ἐπὶ τῆς λύρας ἔχει καὶ τῶν χορδῶν»· ἐφ' οἷς τοῦ Σωκράτους εἰρηκότος ἄλλα τε καὶ ὅτι ἡ μὲν ἁρμονία ὑστέρα τῆς λύρας, ἡ δὲ ψυχὴ οὐχ οὕτως προωμολόγηται, ἅτερος ὑπέκρουσεν ὅτι «κἀγὼ περιδεής εἰμι, ὦ Σώκρατες, μὴ ἡ ψυχὴ πολλὰ μεταμειψαμένη σώματα ὥσπερ ὁ ὑφάντης χιτῶνας πολλοὺς συναπολυθῇ τῷ τελευταίῳ»· ἐφ' οἷς ὁ φιλόσοφος τὴν πολλὴν πραγματείαν τῆς φύσεως ἐνεδείξατο, εἶτα πρὸς τὸ ζητούμενον ὁδῷ βαδίζων ἐληλυθὼς ἄριστα τὸ ἀπόρημα διαλέλυκεν. ὑμεῖς δὲ οὐχ οὕτως (πολλοῦ γε καὶ δεῖ)· ζῆτε γὰρ κατὰ τὰς κοινὰς ὑπολήψεις, καὶ οὐ φροντὶς ὑμῖν οὔτε περὶ ὧν ἡ φύσις ποιεῖ οὔτε περὶ ὧν νεανιεύεται τὸ αὐτόματον, ἀλλ' ἀμελεῖτε καὶ ὧν νοῦς ἐργάτης ἐστί. καὶ ὃς μὲν ὑμῶν «τί δέ μοι μέλει», φησί, «τὰς αἰτίας τῶν περὶ γῆν χασμάτων εἰδέναι;» ὁ δὲ «τί μέγα, εἰ μάθοιμι ὁπόθεν τὸ θαλάττιον ὕδωρ ἁλμυρὸν πέφυκε;» καὶ «πῶς ἐκ τούτου τὰ πρὸς ζωὴν συμπορίσαιμι;» ἄλλος τὸν θεὸν τῶν σεισμῶν αἰτιᾶται καὶ μέχρι τούτου φιλοσοφεῖ καί, ὥσπερ ἐμοῦ τὴν τύχην καὶ τὸ αὐτόματον λέγοντος, τῆς μέσης οὐκ ἐπαισθάνεται φύσεως. Τί δέ, ὦ βέλτιστε; κάλλιον σὺ ἐμοῦ οἴει ὅτι θεὸς τοῖς πᾶσιν ἐφίσταται καὶ μία πάντων ἀρχή, πάντα τε ἐκεῖθεν πρόεισι καὶ ἐκεῖσε ἄνεισιν; ἀλλὰ καὶ τοῦτο οἰόμενος καὶ τὴν φύσιν μέσον τοῦ δημιουργοῦ καὶ τῶν δημιουρ γημάτων φαντάζομαι, ἥτις ὥσπερ χείρ ἐστι τοῦ πρώτου αἰτίου, καὶ δι' αὐτῆς ἐφ' ἑαυτοῦ μένων ἀκίνητος τὰ τῇδε οἰκονομεῖ καὶ τὰς ὥρας συγκεραννύμενος ἄλυπον ἡμῖν τὸν βίον ἐργάζεται. τοσοῦτος γὰρ αὐχμὸς σοφίας ἐπὶ τοῦ καθ' ἡμᾶς βίου ἐγένετο, καὶ οὕτω πάντες ἐπὶ τὴν τοῦ ἀμαθεστάτου ταύτην ἐπιστήμην κοινῶς συνηλάθησαν, ὥστε τοὺς πολλοὺς οἴεσθαι μὴ καὶ τὸν ὑετὸν ἐκ τῶν νεφῶν καταρρήγνυσθαι, ἀλλὰ κατὰ τὸ Ἐρατοσθένους λεγόμενον κόσκινον διατετρῆσθαι τὸν οὐρανὸν κἀκεῖθεν ταῖς χερσὶν ἀποθλίβοντα τὸ ὕδωρ διηθεῖν. ἀλλὰ διὰ τί, ὦ βέλτιστοι, θέρους οὐχ οὕτω ποιεῖ; ὅτι, φασί, τὸ δόξαν ποιεῖ, ὥσπερ οὐ σοφίαν αὐτῷ διδόντες οὐδ' ἐπιστήμην τῶν γινομένων, ἀλλ' ἀλογίαν (ἱλήκοι δὲ ἡμῖν ὁ θεός) καὶ ἀπερίσκεπτον τῶν πραττομένων ὁρμήν. Ἔγωγ' οὖν ὑμᾶς βούλομαι ἀποτρόφους μὲν εἶναι τῶν κοινῶν ἐθῶν, τροφίμους δὲ ταῖς ἐπιστήμαις, καὶ νῦν μὲν τῶν νοημάτων ἐπιμελεῖσθαι, νῦν δὲ τὴν γλῶτταν ἀνακαθαίρειν καὶ περὶ τὴν περιβολὴν τοῦ λόγου πονεῖν, εἰδέναι τε ὡς ἡ Ἑλληνικὴ σοφία, περὶ τὴν δόξαν τοῦ θείου δι αμαρτάνουσα καὶ τὸ θεολογικὸν μέρος οὐκ ἀναμάρτητον ἔχουσα, τὴν φύσιν οὕτως ἐγνώρισεν ὡς αὐτὸς ὁ πλάστης ἐποίησε. χρὴ οὖν ἡμᾶς ἐκεῖθεν μὲν ἔχειν τὴν περὶ ταῦτα θεωρίαν, ἀπὸ δὲ τῆς ἡμετέρας σοφίας τὸν τύπον γινώσκειν καὶ τὴν ἀλήθειαν, καὶ τὸ μὲν γράμμα ἐπιθραύειν ὥσπερ ἔλυτρον, τὸ δὲ κεκρυμμένον πνεῦμα ὥσπερ μαργαρίτας ἀναχων νύειν· καὶ μήτε τὰ Μωσέως ὡς τέλη τῆς ἀληθείας οἴεσθαι, μήτε τὰς τοῦ κρείττονος διατυπώσεις ὑπολαμβάνειν αὐτοτελεῖς, ἀλλ' ἐκεῖνα μὲν εἰς ταῦτα φέρειν, τὰ δὲ εἰς ἑτέραν ἀποκατάστασιν· μὴ πάντῃ δὲ καὶ τὰ Ἑλλήνων παραιτεῖσθαι ἐν οἷς θεολογεῖν οἱ ἄνδρες προῄρηνται, ἀλλὰ τὸν μὲν πατρικὸν βυθὸν καὶ τὰς τρεῖς τριάδας καὶ τὰς δέκα κοσμαγωγοὺς καὶ τὸν ὑπεζωκότα καὶ τοὺς λαγόνας τῆς Ἑκάτης καὶ τὰς χαίτας ἄλλα τε ἕτερα μέρη μετὰ τῶν μύθων συναριθμοῦντες, ἐν οἷς περὶ τῆς τῶν πάντων θεολογοῦσιν ἀρχῆς, καὶ ὅτι ἐκεῖθεν τὰ πάντα συνέστηκε, καὶ ὅτι ὄν ἐστιν αὕτη οὐκ ἔχουσα γένεσιν, καὶ τἆλλα ὡς τοῖς τῆς ἡμετέρας παρεοικότα αὐλῆς, συγκολλᾶν πειρᾶσθαι θείοις λογίοις καὶ κοινὸν ἀμφοῖν κρατῆρα ποιεῖσθαι τὴν ἡμετέραν ψυχήν. τὴν δὲ Ἑρμαϊκὴν μονάδα καὶ τὰ λοιπὰ τοῦ ἀνδρὸς τούτου συγγράμματα ἃ δὴ πρὸς τὸν ἑαυτοῦ παῖδα τὸν Τὰτ ὑπηγόρευσεν, ἐν οἷς μὴ καθαρῶς ταῖς ἀληθέσι δόξαις ἐναντιοῦται, προσίεσθε· κρείττονα γὰρ ἢ κατὰ τὴν Πλάτωνος φιλοσοφίαν καὶ χρησμοῖς ἀκριβῶς ἐοικότα καὶ τὴν ψυχὴν ἐκ τῆς ὕλης ἀνάγοντα. καὶ τὸν Ποιμάνδρην τούτου (οὕτω γὰρ τὸν οἰκεῖον λόγον ἐπέγραφεν) ὡς ὀνειρώττοντα δια πτύετε, ὡς δὲ καὶ τὴν Ἐμπεδοτίμου τοῦ νοῦ ἁρπαγήν, ἣν ἐξαίρει μὲν ὁ Ἰάμβλιχος, Ποσειδώνιος δὲ ἀθετεῖ ὁ φιλόσοφος. ἃ δέ φασιν οὗτοι περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τοῦ αὐτοκινήτου καὶ τοῦ διαστατοῦ ἀποδείξεσι διδόντες, εἰ μὲν συμβαίνοντα ταῖς ἐκεῖθεν ἐφόδοις εὕρητε, δέχεσθε· εἰ δ' ἀπᾴδοντα, διαπτύετε. ἀτιμάζοιτε δέ μοι καὶ τὰς Πλάτωνος τῶν ψυχῶν περιόδους καὶ τὴν Ἀριστοτέλους τῶν ψυχῶν ἐντελέχειαν καὶ τὴν ἐν ᾅδου τῶν ψυχῶν ἐν ποταμοῖς τοῖς θολεροῖς βάσανον, τὴν δὲ τοῦ Πρόκλου τερατουργίαν καὶ τερατολογίαν καὶ ἃ δὴ Πλωτῖνος δείκνυσι θεοκλυτῶν· ἀποτρέπεσθε δέ μοι καὶ τὸ τοῦ Σωκράτους δαιμόνιον, ᾧ δὴ ἐκεῖνος θαμὰ ὁμιλῶν κανόνι ἐχρῆτο πρὸς τὴν ἐνέργειαν. Εἰ οὕτω ποιεῖτε, κατὰ τοὺς ναυτιλλομένους ἐξ ἁλμυροῦ πότιμον ὕδωρ ἀρύσεσθε. τί δ' ἔστιν ὃ οὗτοι δρῶσιν; ἐπειδὰν ἐναποληφθέντες πελάγεσιν ὕδατος γλυκέος μὴ εὐπορῶσι, σπόγγους τῇ θαλάσσῃ ἐπικρεμάσαντες καὶ τὸν ἀτμὸν εἰς ὕδωρ ἐναποθλίψαντες ἀπορροφῶσιν ἡδίστου νάματος. καὶ ὑμεῖς τοιγαροῦν τὴν ὑμετέραν ψυχὴν ἐφ' ὕψους τῶν Ἑλληνικῶν δογμάτων ὡς ἁλμυρῶν ἀναρτήσαντες, τὴν ἐκεῖθεν φερομένην ἠχὼ βαρεῖαν καὶ γεώδη τυγχάνουσαν εἰς ὀξεῖαν καὶ κούφην μεταβαλόντες, τάχ' ἂν ὑπὸ τῆς ὑπάτης τῶν χορδῶν λιγυρωτάτου μέλους ἀκούσεσθε.

Intertext edge

Open linked passage

Note