Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
αδ δισξιπυλος δε πηιλοσοπηια ετ ρηετοριξα Ἀλλ' ἐκεῖ μὲν τὰ Μίθρου παίζειν, ἐνταῦθα δὲ τὰ ἐς Ἄμμωνος, τοῦ πνεύματος ὑμᾶς παίζοντος καὶ παρὰ μέρος κορυβαντιῶντος καὶ ὑπτιάζον τος. ἀλλὰ τί παρ' ὑμᾶς ὁ διδάσκαλος; οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος ἄμφω πεπώκαμεν, ἵν' ὑπὸ τῷ αὐτῷ ἀγοίμεθα πνεύματι. ὑμεῖς μὲν γὰρ ἴσως μουσόληπτοι καὶ νυμφόληπτοι καὶ Ἑρμῆς ἄγει πρὸς ὃ καὶ βούλοιτο, καὶ διὰ τοῦτο κάμπτεσθέ τε καὶ κλώζεσθε πρὸς ἑαυτοὺς συστρεφόμενοι. ἐγὼ δὲ τοῖς κάτω κανόσι καὶ τεχνικοῖς ἕπομαι καὶ μετὰ τὴν στοιχείωσιν μὲν οἶδα τὴν σύνθεσιν, μετὰ τὰς προτάσεις δὲ ἐπίσταμαι τὸ συμπέρασμα· οἰκείῳ δὲ κινούμενος πνεύματι οὐκ ἂν ἀναλύσαιμι ἀφ' ὧν εἰς τοῦτο προὐχώρησα, οὐδὲ τὸν Πηνελόπης ἱστὸν ἱστουργήσαιμι, οὐδ' ἀσφαλισά μενος αὐτὸν ὡς ἐνῆν νῦν αὖθις θείην κρηπῖδας καὶ πρώτην ἀρχὴν τῆς οἰκοδο μῆς καταβάλοιμι. ἀλλ' ὑμεῖς, εἰ μὴ κἀμὲ συμπαίστορα λάβητε καὶ τῆς ἀνακάμψεως προηγούμενον, μέγα κεκράγατε καὶ ἀδικεῖτε μὴ ἀδικήσαντα· οὕτως ἐστὲ κομψοὶ καὶ σοφιστικοί, μᾶλλον δὲ δυνάσται καὶ τύραννοι, καὶ ἤθους ἐπιεικοῦς κατορχ [εῖσθε]. Ἀλλ' ὑμεῖς μὲν ἔτι νεάζετε καὶ τὸ σκῶμμα βραχὺ καὶ πρόχε̣ ι̣ [ρος] ἡ ἀπολογία καὶ τὸ παίζειν μετὰ σπουδῆς (οὐ γὰρ αὕτη μᾶλλον ἐκεῖθεν ἐπαιτιᾶται ἢ ἐκεῖνο ταύτῃ [σε] μνύνεται)· ἐγὼ δὲ προβέβηκά τε καὶ βέβηκα, καὶ τί ἂν πρὸς τοὺς ἐρεσχελοῦντας ἀπολογήσαιμι; ὅτι σύμμικτος ἡ παιδιὰ τῇ σπουδῇ; ἀλλ' αὐτὸ τοῦτο ἔγκλημα διὰ τὴν ἡλικίαν μὴ συγχωρού μενον. ἀλλ' ὅτι συμπροθυμοῦμαί γε ὑμῖν; ἀλλὰ τῆς κατηγορίας τοῦτο ὁ κολοφών. ἐχρῆν γὰρ ὑμᾶς ἐμὲ τῷ κανόνι συναπευθύνειν ἢ ὑμῖν διαστρέ φεσθαι· εἰ μὲν γὰρ αἰτιᾶσθέ με τοῦ μὴ πρόσω βαίνειν ὡς τυφλὸν ὁδηγὸν καὶ τοῦ χειραγωγοῦντος δεόμενον, τὸ τοῦ Σωκράτους ἂν εἴποιμι πρὸς ὑμᾶς ὡς πολλοὺς μὲν ἡ Ἑλλὰς τρέφει σοφούς, πολλοὺς δ' αἱ καθέκαστα χῶραι καὶ πόλεις (τί γὰρ εἰ μή; οὐχὶ μητρόπολις τὸ Βυζάντιον;), πρὸς οὓς δεῖ καὶ στέλλεσθαι καὶ φοιτᾶν Πρόδικον μὲν καὶ Καλλίαν μισθουμέ νους, τοὺς δ' ἄλλους προῖκα συνόντας καὶ συνδιάγοντας. οὐδ' οὐδενὸς ὧν ἐζητήκατε ἠπόρηκά ποτε πρὸς ὑμᾶς, ἀλλὰ καὶ πλείονα τοῦ πεφυκότος προστίθημι. Διὰ τί κακοὶ {κακοὶ τὴν φύσιν ἐστὲ καὶ οὐχ ὥσπερ οἱ γεωμετροῦντες τὸ πεντάγωνον ἀπὸ τοῦ προηγησαμένου λαμβάνετε λήμματος, ἀλλ' ἐπὶ τὸ ἰσόπλευρον τρίγωνον ἀναλύετε ἐξ ἀπείρου γραμμῆς πηχυαίαν ἀποτεμόν τες; ὁρᾶτε ὅπως με τὸν διδάσκαλον διεθήκατε ὡς παρὰ τὸ ἦθος ἀναγ κάζεσθαι φθέγγεσθαι καὶ δεινοπαθεῖν φιλοσοφεῖν προελόμενον; καίτοι γε πολλάκις ὑμᾶς ἠνεσχόμην ἀδολεσχοῦντας ἢ αὖθις ἐρραθυμηκότας καὶ νῦν μὲν κυνηδὸν τὰς ἀποκρίσεις ἁρπάζοντας, νῦν δὲ ὡς οὐ δέον ἀποκρίνα σθαι. καὶ πρὸς [οὐ] δὲν τούτων ἐδυσχέρανα ἢ ἀπεδυσπέτησα, ἀλλὰ πρὸς ἕκαστον δεξιῶς μεριζόμενος τὸ τῶν ἐρωτήσεων ἀόριστον περιώριζον. τραχὺ μὲν [οὐ] κ ἐφθεγξάμην ποτέ, εἰ μή γε τὴν φωνὴν ᾐτιάσασθε τραχυνομένην τῷ πνεύματι, οὐδὲ προσέβλεψα δυσμενῶς οὐδ' ἐσημηνάμην ὅτι ἀπαρεσκοίμην τῷ σχήματι· νῦν δὲ καὶ καθάπτομαι καὶ ἀγρίως πρὸς ὑμᾶς διατίθεμαι ὅτι διασχόντα τὴν ὕλην καὶ ἀναβάντα μέχρι πολλοῦ τοῖς εἴδεσι καθείλετε αὖθις καὶ κατεσπάσατε δεύτερόν μοι γεγονότες ἐφόλκιον πολὺ τοῦ συγκειμένου ἐπιβουλότατον, ἵνα μὴ λέγω βαρύτατον. Κἀγὼ μὲν ᾤμην συνεσπασμένους ἔχειν ὑμᾶς ἐμαυτῷ ὥσπερ ἐπὶ τούτῳ δοθεὶς ὑμῖν, ὥς πού φαμεν τῷ σώματι τὴν ψυχήν· ὑμεῖς δὲ ἄρα που ἦτε τῷ μελαναυγεῖ κατισχημένοι βυθῷ, ὅ φησι τὰ Ἑλληνικὰ λόγια. καὶ οὐ τοῦτό που δεινόν, καίπερ ὂν δεινόν, ἀλλ' ὅτι καὶ φιλοσοφίας ῥητορικὴν ἀνθελόμενοι, ἵνα τὸ τῆς δεινοπαθείας ἀνακαλύψω μυστήριον, καὶ τοῦ ὄντος τὸ φαινόμενον ἀσπασάμενοι ἐς τοὺς τέττιγας καὶ τοὺς μύρμηκας φέροντες ἀπερρίψατε, ἵνα τοῖς μὲν συνᾴσωμεν, τοῖς δὲ καὶ φιλοπονήσωμεν, ἀμφότερα κατὰ φύσιν, οἰηθέντες τάχα ὡς ἑστιάσοντας ὑμᾶς τοῖς μυθεύ μασι καὶ συγγελάσοντας μὲν τῇ ἀλώπεκι ἐμπαιζούσῃ τὸν λέοντα, θαυμά σοντας δὲ τὸ περὶ τὸν λίθινον λέοντα, τὸ δὲ τοῦ ἑτέρου κόρακος, οἷον καὶ τὸ ἐπ' αὐτῷ ἀπόφθεγμα μετὰ θαύματος ἀγαπώμενον. ἐχρῆν γὰρ ἐπὶ τὸ κομψὸν ἀπὸ τοῦ ἀληθοῦς ἀναλύοντας τὴν κάλλιστον προαιρεῖσθαι καὶ τεχνικώτατον λόγου δημιουργίαν, ἵνα συνελὼν εἴπω τὸ πᾶν, τὰς κατὰ μέρος τέχνας, οἷς εἰσάγεταί τι, οἷς μερίζεται, ὡς χρὴ προειπεῖν, ὡς ἐπειπεῖν, εἰκοτολογῆσαι, σημειώσασθαι, τὸ κοινὸν τοῦτο τεκμήρασθαι, προκαταγγεῖλαι, μηδὲν προειπεῖν, ἀθρό [ως] εἰσβαλεῖν, προσημᾶναι, δεσμῆσαι, λῦσαι, ἁπλῶς εἰπεῖν, ποιῆσαι κατὰ συμπλοκήν, ἀμφότερα μετὰ τοῦ δεινοῦ ἢ σύμπαντα, ἀ [ρ] χετύπους πλασμάτων ἰδέας εὑρεῖν, π [ερὶ] ῥυθμοῦ εἰπεῖν, περὶ σχημάτων διαλαβεῖν, βελτίστῃ λέξει συντεῖναι τὸ νό [η] μ̣ α, νῦν μὲν στρέψαι, νῦν δὲ λῦσαι, καὶ νῦν μὲν στενῶσαι περιόδῳ τὸ πνεῦμα, νῦν δὲ ἀποτεῖναι ταῖς ὁμοίαις ἐπιφοραῖς, περὶ ἀγωγῆς εἰπεῖν τι, περὶ συλλογισμοῦ, ἐνθυμήματος πέρι καὶ παραδείγματος καὶ ἐπιχειρή ματος, καὶ τί ἐπὶ πάντων τὸ σημαινόμενον, τί τε ταῦτα ἐκείνοις ἐοίκατον καὶ τί διαφέρετον τοῖς φιλοσόφοις τὰ τεχνικά, τὰς εἰσαγωγὰς μαθεῖν, τὰς πίστεις, τὰ ἐπὶ ταῖς ἀποδείξεσιν, ὡς ἀναμιμνήσκει, ὡς διερεθίζει, ὡς πραΰνει τὸν δικαστήν, περὶ μνήμης τεχνολογῆσαι, περὶ ἀναμνήσεως, περὶ τῆς μέσης αὐτῶν ὑπομνήσεως· ἐῶ τἆλλα, ἐπεὶ κἀν τούτοις πολὺ τὸ ἀδόλεσχον φιλόσοφος εἴποι ἀνήρ. Ἀλλ' ἴσως ἔστι τις ἐν ὑμῖν (εἴητε δὲ οὕτω σύμπαντες) ὅς γε οὐκ ἐάσει οὕτως ἐπικειμένους ἡμᾶς καὶ βαρυνομένους καὶ ὑμᾶς γε βαρύνοντας τοῖς ὀνείδεσι καὶ πολλῷ τῷ βαπτίζοντι λόγῳ τὴν ὑμετέραν διάνοιαν ῥέοντας, ἀλλ' ἐπίσχῃ καὶ ἀναστήσεται καὶ τοιαδὶ φθέγξεται· «ὁ δὲ τὸν ψιττακὸν ἐπαινέσας Δίων καὶ τὴν μύαν σοφιστὴς ἕτερος καὶ ἄλλος τὸν κώνωπα καὶ ὁ ταῦτα χαλκευσάμενος Φειδίας ἢ Δαίδαλος ἤ τις ἄλλος ἀγαλματοποιὸς παρ' ἑτέρων ἐπὶ ταῦτα παρακληθέντες, ἵνα καὶ μᾶλλον τὴν τέχνην ἐπιδείξαιντο, ἆρ' ἐδυσχέραναν τὴν παράκλησιν καὶ τῶν εἰπόντων καθήψαν το, ἢ δεξάμενοι μᾶλλον οἱ μὲν τὴν γλῶτταν, οἱ δὲ τοὺς δακτύλους εὐδόκιμοι ὤφθησαν; πῶς οὖν αὐτὸς [ἄ] λλο τι παρ' ἐκείνους διανοῇ καὶ οὐκ ἐξεργάζῃ τὸν τέττιγα καὶ πλάττεις τῷ λόγῳ τὸν μύρμηκα, ἀλλ' ἐπεμβαίνεις καὶ ὀνειδίζεις τοῖς ἀξιώμασιν;» ὅτι οὐκ ἶσον, ὦ βέλτιστε, ἡ παλαιστὴ τῷ ποδὶ ἢ ὁ χοῖνιξ τῷ κεραμίῳ· ἐκεῖ μὲν γὰρ ὁ ψιττακὸς ἀμφοτέροις οἷος τὴν φύσιν ὑπέκειτο, καὶ διὰ τοῦτο ὁ μὲν τῇ γλώττῃ τοῦτον ἐξύμνησεν, ὁ δὲ τοῖς δακτύλοις ἀπεμιμήσατο. ἐμοὶ δὲ ὁ μύρμηξ ἤδη τῷ λόγῳ πεφι λοπόνηται, ἢ παρείληπται αὐτὸ τοῦτο φιλοπονῶν, καὶ ὁ τέττιξ τὴν ἐπὶ τῷ στήθει μαγάδα περὶ μεσοῦσαν ἡμέραν κινεῖ οὐ μᾶλλον ὑπὸ τῆς ὥρας κινούμενος ἢ τοῦ σοφιστοῦ. πῶς οὖν αὐτὸ τὸ ἤδη τεχνιτευθὲν ἐπιτεχνά σαιμι; οὐ γὰρ ἐλλέλειπταί τι· εἰ δ' οὐ, ἀλλ' οὐ βούλομαι περιττὸς εἶναι καὶ τῇ ἀρχαίᾳ Μούσῃ ἀντᾴδειν. ἢ τοίνυν τὰ αὐτὰ φθέγξαιμι ἢ ἕτερα καὶ ἀλαζονεύσαιμι· ἀλλ' ἀμφότερα πάλαι πεφεύγαμεν (καὶ ὑμεῖς μάρτυρες) καὶ οὐδέτερον ἑκόντες εἶναι δεξαίμεθα. Ἀλλ' ἐγὼ μὲν οὕτω τὴν ἀντιλογίαν ταύτην ἐθάρρησα δικαίαν οὖσαν καὶ ἀληθῆ, ὑμεῖς δὲ συγκέχυσθε ὡς ἐπί τινι τῶν ἀθέσμων ἑαλωκότες καὶ ἐπανθεῖ τοῖς προσώποις ὑμῶν τὸ ἐρύθημα, τὸ τῆς αἰδοῦς χρῶμα, καὶ ἅτερος τὸν ἕτερον προωθεῖ ἀπολογήσασθαί τι πρὸς τὸν διδάσκαλον οὐ μᾶλλόν γε ἢ πρὸς τὸν Σωκράτην φιλοσοφοῦντα περὶ ψυχῆς ἐν τῷ δεσμωτη ρίῳ οἱ τηνικαῦτα ἐπακροώμενοι. οὐ βούλομαι δὲ οὕτω κρατεῖν οὐδὲ καθ' ὑμῶν ἔχειν τὰ νικητήρια, ἀλλ' ἑλοίμην ἄν, εἴ γέ μοι αἵρεσις δοθείη, ἔλαττόν τι ἔχειν ὑμῶν ἢ νικᾶν· οὕτως ὑμῶν περιέχομαι μᾶλλον ἢ ἑμαυτὸν ἀγαπῶ. Τί οὖν; πρύμναν ὑμῶν χάριν τῷ λόγῳ κρουσάμενος ἑτεροκλινῆ τὴν νίκην ποιήσομαι, ὡς δεῖ παντὸς μᾶλλον ἀσκεῖν τὴν προπαιδείαν καὶ πολλοὺς χωρεῖν ἐπ' αὐτὴν καὶ ἀναστρέφειν ἐπὶ τῶν ἀγώνων καὶ πάλιν πρὸς αὐτοὺς ἰέναι, τὸ δὲ πλάσμα τῶν μ [ύθων] καὶ μᾶλλον ἐμὲ μὲν ἐπεξηγεῖσθαι, ὑμᾶς δὲ περὶ πλείονος ἔχειν. εἰ [μὲν γάρ] ἐστιν ἅπαξ στοιχειωθέντα τινὰ τοῖς γυμνάσμασι κεκτῆ [σθαι] ἀ [ν] επίληστον τὴν στοιχείωσιν ὥσπερ οὐσ̣ [ι] ωθεῖσαν τοῖς μνημ [ο] νικοῖς τῆς ψυχῆς, περιττὸν τὸ παλινδρομεῖν πρὸς αὐτὴν ἔχο [ν] τ [α] πρὸς ὃ χωροῦσι τοῦ κτήσασθαι· ἐπεὶ δὲ λῆθαι καὶ ἀν [α] μνήσεις καὶ ὅσα τοῖς παλαιοῖς ὀνόματα πεποίηται οὐ μάτην οὕτω συντέθεινται, ἀλλ' ἐπὶ πραγμάτων ἀπολωλότων ταῖς μνήμαις ἐφεύρηνται καὶ αὖθις ἀναχωννυμένων ὥσπερ ἀπὸ βορβόρου τῆς λήθης, διὰ τί μὴ πολλάκις ἐπὶ τὴν προγυμνασίαν ἐπανακάμψομεν, ἐκεῖθεν τὰ ποιητέα καὶ μὴ τοῖς τεχνικοῖς λόγοις ποριζόμενοι; οὐ γὰρ ἀρχαὶ μόνον τὰ ἐκεῖσε λεγόμενα, ἀλλὰ καὶ οἷον ἔργα τὸ τῶν τεχνῶν πλάτος κεφαλαιούμενα. ὁρῶμεν δὲ καὶ τοὺς σταδιοδρομοῦντας οὐχ ἅπαξ ἑαυτοὺς προγυμνάσαντας, ἀλλ' ὁσάκις ἂν ἀγωνίζοιντο προελομένους τε καὶ προτρέχοντας καὶ οἷον ἐπελαφρίζοντας ἑαυτοὺς καὶ τοῖς σκέλεσι ἐλευθερίαν μνηστεύοντας· καὶ παλαισταὶ δὲ πολλάκις ἐπὶ τῶν ἀγώνων παλαίσαντες πάλιν γυμνάζονται καὶ δίαυλός τις οἷόν ἐστιν αὐτοῖς τὸ γυμνάσιον· μουσικοὶ δὲ οὐ πρὶν ἢ τὸ διάτονον ἐναρμόσαιεν μέλος καὶ πρὸς τοῦτο συντάξαιεν τὰς χορδὰς προοιμιάζονται πρὸς αὐτὸ καὶ προαναβάλλον ται οὐχ ἅπαξ ἀλλὰ τοσαυτάκις ὁσάκις ἀγωνίζεσθαι βούλοιντο; οἱ δὲ τὸν παιᾶνα ἢ τὴν διθύραμβον μελῳδοῦντες ᾠδὴν οὐ πρὶν ἢ τὴν γλῶσσαν πρὸς τοῦτο κινήσαιεν διευρύνουσί τε τὸ στέρνον καὶ τὸ πνεῦμα οἷόν ἐστι βασανίζουσι; καὶ τί ἂν τὰ καθέκαστον διεξίοιμεν [στ] ρατιώτας τῷ λόγῳ παρακινοῦντες ἐπὶ τῆς εἰκόνος τὸν πόλεμον [π] αίζοντας καὶ τοὺς τὰς πομπὰς διατιθέντας ἐπὶ τοῦ σχήματος προπομπεύοντας; ἵππον δὲ πολεμιστήριον ἢ πομπαῖον ἢ κέλητα οὐ πρὸ τοῦ πολέμου καὶ τοῦ δρόμου καὶ τῆς πομπῆς [πρ] ο̣ β̣ ι̣ [β] α´̣ ζομεν; σὺ δέ μοι τὸ πολλάκις σῷζε τῷ λόγῳ. τοὺς δ' ἐλέφαντας οἱ Αἰθίοπες οὐκ ἀχθοφοροῦσι πρὸ τῶν ἀγώνων, αἱ δὲ παρὰ Διονύσῳ Βάκχαι οὐ πρὶν ἢ τοῖς Ἰνδοῖς προσβαλεῖν ἐνύβριζόν τε καὶ τοὺς θύρσους ἐκίνουν καὶ διὰ τοῦτο καὶ νενικήκασιν; Ἀλλ' ἐπεὶ εἰς μῦθον ἡμῖν ὁ λόγος κατέληξεν, ἀρχὴν τοῦ περὶ τὸν μῦθον λόγου τὸν λόγον ποιήσομαι. διὰ τί γὰρ ἀτιμαστέος ὁ μῦθος ἡμῖν, ὃς αὐτὸ μὲν τοῦτο ὃ βούλεται τῷ ὀνόματι κέκραγε καὶ τόν γε τοῦ ὑπούλου τρόπον ἐκπέφευγεν, εἰς χάριν δὲ μερίζεται καὶ παραίνεσιν; τὸ μὲν γὰρ οἷον προβέβληται, τὸ δὲ ὑποκάθηται καὶ συναρπάζει τις τῇ ἡδονῇ τὸ ὠφέλιμον. ἡ δὲ τοῦ πιθανοῦ δύναμις οὐκ ἄλλῳ τῳ ὡς τῷ μύθῳ ἐγκέκρυπ ται· τοῦτο γὰρ αὐτὸ καὶ κομψεύσεται καὶ ἔστιν οἷόν τις ἀλαζὼν ῥήτωρ εἰσεληλυθὼς μὲν ὡς πάντως ψευσόμενος, βιαζόμενος δὲ οἷς ψεύσεται τὴν ἀλήθειαν καὶ τὸν λόγον περὶ τὸ πρᾶγμα τυραννῶν ἢ τὸ πρᾶγμα περὶ τὸν λόγον καὶ νικῶν οἷς νικᾶται καὶ νικώμενος οἷς νικᾷ, ἀληθεύειν μὲν δοκῶν ἐν οἷς ὑποκρίνεται, ὑποκρινόμενος δὲ ἐν οἷς ἀληθεύσειν δοκεῖ, πλάττων δὲ καὶ μεταπλάττων ὡς ἂν ἐθέλῃ τὸν νοῦν καὶ τὴν ῥητορικὴν ἐκ προοιμίων δεικνύων ὁπόση, αὐχῶν τε πατέρας ποιητάς τε καὶ ῥήτορας καὶ εἰς τοὺς μυθικοὺς ἀναγόμενος χρόνους (ὡς τὴν Ἀσσυρίων φασὶν ἀρχὴν μεθ' ἣν τὰ Μήδων καὶ Περσῶν ἤκμασεν), ἀνοιγνύς τε οἷόν τινας ἡμῖν κιβωτοῦ θύρας καὶ δεικνὺς τοὺς λέοντας, τοὺς ἐλέφαντας, τὰς μελίσ [σας], τοὺς κώνωπας, τοὺς μὲν τὴν Ἰνδικὴν νεμομένους, τοὺς δὲ τὸ βόρειον κλίμα διώκοντας, καὶ τοὺς μὲν αὐλοῦντας, τοὺς δὲ μελουργοῦντας καὶ ἄλλον ἄλλο τι περὶ τὸ ἦθος διενεργοῦντας· καὶ οἷς μὲν εὐφυῶς πλάττεται ἀπὸ τῶν ῥητορικῆς θαλάμων προέρχεται, οἷς δὲ ἤθη καὶ φύσεις διερευνᾷ τῇ φιλοσόφῳ μερίδι προστίθεται, οἷς δὲ τὰ διάφορα τῆς γῆς ἐρευνᾷ κλίματα τῇ γεωγραφίᾳ σεμνύνεται, ἀγάλλεται δὲ καὶ μουσικῆς ἐν ἀώτῳ, ὅ φησι Πίνδαρος, σύντονα πολυπραγμονῶν μέλη καὶ ἐναρμόνια, οἷς δὲ τὰς ἀράχνας συντίθησι τῶν τῆς γεωμετρίας ὅρων προκύπτειν ἐοικέναι δοκεῖ, οἷς δὲ τοῖς διαφόροις μερίζεται ἔθνεσιν οὐδὲ τῆς ἱστορικῆς πραγματείας ἀπήλλακται. πῶς οὖν οὐκ ἄν τις τὸν μῦθον ἕλοιτό τε καὶ ἐνστερνίσαιτο τὰ τῶν ἐπιστημῶν καὶ τεχνῶν κράτιστα ἑαυτῷ συμπηξάμενον; ἔγωγ' οὖν ἑλοίμην μᾶλλον παρὰ ῥητορικῆς τὸν μῦθόν μοι προσαγόμενον ἢ παρὰ Μουσῶν τὸ βρῶμα τῆς γνώσεως, ἀφ' οὗ δὴ ὁ Ἀσκραῖος τὴν ποιητικὴν ἀνάδοσιν ἐποιήσατο· ἐκεῖνο μὲν γὰρ ἴσως καὶ πέπλασται καὶ θαυμάζω τὸν ποιητὴν ὃς ἐξαπατήσειν ἡμᾶς ᾤετο, τὸ δὲ τοῦ μύθου ἐπ' αὐτῶν τῶν πραγμάτων ἀληθῶς ἔχον ἐλέγχεται. Τὸ δὲ ὄνομα τίς ἂν τῶν ἁπάντων ἀπαξιώσειε; Σωκράτης μουσικὴν ποιεῖν καὶ ἐργάζεσθαι παρὰ τοῦ ἐνυπνίου κελευόμενος τῇ φιλοσοφίᾳ ἐπέτεινεν ἑαυτόν, ὡς δὲ πολλάκις τὸ αὐτὸ ἐφοίτᾳ ἐνύπνιον, ἔγνω ὃ βούλεται καὶ τοὺς τοῦ Αἰσώπου μύθους ἐντείνας ἀφωσιώσατο· οὕτω μουσικὴ ὁ μῦθος αὐτόχρημα καὶ κρείττω [ν] φιλοσοφίας [π] αρὰ τοῖς κρείττοσι. Πλάτων δὲ περὶ τῶν ἐν ᾅδου φιλοσοφῶν μύθῳ τὴν ἱστορίαν ἐσέμνυνεν οὐ ψευσόμενος, ὥς γέ μοι δοκεῖ (ἢ γὰρ ἂν ἀπατᾶν ἐβούλετο ἑαυτόν), ἀλλὰ τῷ ὀνόματι τιμῶν τὴν διήγ [η] σιν. ἡ δὲ ἐν Παλαιστίνῃ λίμνη καὶ τὸ ἐν Ὀμβρικῷ ὕδωρ οὐκ ὀφθαλμοῖς ὁρώμενα μυθικὰ παρὰ᾿ Α̣ ρ̣ ι̣ [σ] τ̣ ο̣ τέλει ὠνόμασται. Καὶ τί ἂν ποιητὰς καὶ ῥήτορας καταλέγοιμι, οἳ τὰς ἀρχαιογονίας μύθοις ἐπραγματεύσαντο ἐξ αὐτῆς κρηπῖδος τῷ μύθῳ τὸν οἰκεῖον λόγον ἑδράζοντες; πῶς οὖν οὐχὶ καὶ ἡμεῖς τῷ μύθῳ τὸ εἰκὸς συνεισοίσομεν καὶ μεθ' ὅσης εἰπεῖν τῆς εὐλαβείας τῶν ῥητορικῶν παραπετασμάτων ἄρτι προήκοντα δεξαίμεθα καὶ ὑποδεξαίμεθα, τῷ καλλίστῳ ὧν ἔχομεν τοῦτον δεξιωσάμενοι, ὡς ἐν οἴκῳ μὲν τῇ ψυχῇ ἀναπαύοντες, οἷον δέ τινα στρωμνὴν τούτῳ ὑποτιθέντες τὸν νοῦν πεπυκασμένον πυκνοῖς καὶ καλοῖς θεωρήμα σιν; εἰ γὰρ οὕτως αὐτὸν εἰσοικίσομεν ἑαυτοῖς, ἀντιφιλοτιμήσεται καὶ αὐτὸς ἡμῖν τὰς ἀφορμὰς τῶν πλασμάτων καὶ τῆς πειθοῦς δώσει τὴν τέχνην ὁμοῦ καὶ τὴν δύναμιν.