Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Πρὸς τὸν μαθητὴν αὐτοῦ Σέργιον εἰπόντα μήποτε δηχθῆναι ὑπὸ ψύλλης Καὶ ὡς ἀληθῶς ἄπορον εἰ, πάντων ὑποκειμένων ταῖς ψύλλαις καὶ ἁλωσίμων καθεστηκότων τοῖς ἐκείνων δήγμασιν, ὁ κάλλιστος ἡμῖν Σέργιος τὰς δήξεις τούτων ἐκπέφευγεν. οἰήσεται οὖν ἐντεῦθεν τὸ κατὰ πάντων κράτος ἀνειληφέναι καὶ θαυμάσεται ἑαυτὸν καὶ μεγάλας ἀποδοίη τῇ φύσει τὰς χάριτας ὅτι παρὰ τὴν κοινὴν φύσιν τοῦτον ἐδημιούργησε, καὶ τέρας νομισθήσεται τοῖς πολλοῖς ὅτι τηλικούτῳ θηρίῳ ἀνάλωτος γέγονεν. εἰ δέ τις αὐτῷ τὴν αἰτίαν ἀνακαλύψει τοῦ πράγματος, μεθήσει τάχα τὸ καθ' ἡμῶν φρύαγμα καὶ μεταμελήσει αὐτῷ ὅτι μὴ ταῖς τοῦ ζῴου φθοραῖς καθέστηκεν ἁλωτός. Εἰδέναι γὰρ χρεὼν ἅπαντας ὅτι τὰ ἡμέτερα σώματα ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται καὶ ἡ ποιὰ τούτων μίξις διαφόρους τὰς κράσεις ποιεῖ, ἀπὸ δὲ τῶν κράσεων κατεσκευάσθησαν οἱ χυμοί, ὁ τοῦ αἵματος, ὁ τοῦ φλέγματος, ὁ τῶν ἑκατέρων χολῶν. ἀλλ' ἡ μὲν ξανθόχρους τῇ παρακειμένῃ τῷ ἥπατι κύστει μετοχετεύεται, ἡ δὲ μέλαινα τῷ τοῦ σπληνὸς καταρρεῖ σπλάγχνῳ· τὸ δέ γε αἷμα οὐκ ἐν ὀργάνῳ ἑνὶ τεθησαύρι σται, ἀλλὰ διὰ τῶν φλεβῶν κατὰ παντὸς τοῦ σώματος κατασπείρεται καὶ ζωογονεῖ τὴν φύσιν ἡμῶν καὶ συνέχει τὴν σύστασιν. πλὴν καὶ τοῦτο διάφορον εἴληχε τὴν ποιότητα. εἰ μὲν γὰρ ἄριστα κεκραμένον τυγχάνει, γλυκύ πως καὶ εὐῶδές ἐστι, καὶ πρὸς τοῦτο συρρεῖ καὶ ἡ φθεὶρ καὶ ἡ ψύλλα καὶ τὸ λοιπὸν γένος ὃ τροφὴν ἔχει τὰ ἡμέτερα σώματα· εἰ δὲ παρὰ τὴν ἀρίστην κρᾶσιν ἐγχυμωθείη, ἢ ὑδατωδέστερον πέφυκε καὶ ἀνάπλεων φλέγματος καὶ τῆς ἁλμυρᾶς ποιότητος ἀναπέπλησται ἢ τὸ πικρὸν ἀπηρύσατο τῆς λεκιθώδους χολῆς ἢ ἀπόζει τοῦ μέλανος. ὥσπερ οὖν τῶν ἐκ τῆς γῆς συνανατελλόντων τῷ στάχυϊ οὐ πάντα τυγχάνει ἐδώδιμα, ἀλλ' ἔστιν ἃ ἡ αἴσθησις τῆς γεύσεως ἀποτρέπεται, οὕτω τῶν συγκεραννυμέ νων χυμῶν ἐν τῷ σώματι οἱ μὲν εὖ κεράννυνται καὶ τὴν τῆς ψύλλης ὄρεξιν ἐκκαλοῦνται, οἱ δ' ἴσως σεσήπασιν ἢ πικροὶ τὴν γεῦσίν εἰσιν ἢ ἁλμώδους ἀπόζουσι ποιότητος. Καὶ διὰ ταῦτα τὸ χαριέστατον τοῦτο ζῷον τῇ γευστικῇ δυνάμει τὴν ὧν τρέφεται δοκιμάζον ποιότητα, εἰ μὲν συμβαίνει τῇ φύσει, ἕλκει τε τῷ συμφυεῖ πνεύματι καὶ τροφὴν ἑαυτῷ κατεργάζεται· εἰ δ' ἄλλως ὀδώδοι, ἀποστρέφεταί τε καὶ ἄπεισι. τῶν μὲν γὰρ ἀνθρώπων οἱ ἀπληστότεροι τὴν ἀκρίβειαν ἀφῄρηνται τῆς αἰσθήσεως καὶ πασῶν μὲν σαρκῶν ἅπτονται, παντὸς δὲ κατατολμῶσι χυμοῦ· τὸ δὲ κάλλιστον τοῦτο ζῷον καὶ τῶν λογικῶν ἐνίους ὑπερπαίει τῇ χάριτι τρισίν, ὅ φασι, δακτύλοις καὶ παλαιστῇ. ὥσπερ γὰρ τὸ ἀλκιμώτατον τῶν θηρίων, ὁ λέων, οὐκ ἄν ποτε χθιζῆς τροφῆς ἅψαιτο, τῇ δὲ νεαλεῖ πρόσεισι καὶ λαφύσσει (πῶς ἂν εἴποις;) τάχιστα, οὕτω δὴ καὶ ἡ χαριεστάτη ψύλλα τὰς πηγὰς ἡμῶν τοῦ σώματος ἐρευνᾷ, μᾶλλον δὲ τοὺς τῶν πηγῶν ῥύακας. κρατῆρες δὲ τῶν ἐν ἡμῖν ἐρυθρῶν ναμάτων αἱ φλέβες εἰσί, μᾶλλον δὲ ὀχετοὶ ἢ ἀμάραι τινές, ὀχετηγοῦσαι τῷ σώματι τὴν τροφήν. ἣν μὲν ἂν οὖν εὕροι τῶν πηγῶν διειδεστάτην καὶ πότιμον, εὐθὺς αὐτῇ τὸ στόμα προσβάλλουσα κρίνει τε τὴν ποιότητα καὶ ἀρύεται ὅσον ἐβουλήθη ἡ ὄρεξις· εἰ δὲ διεφθορότα τὸν χυμὸν ἴδοι τοῦ ὕδατος, ταύτην μὲν ἐᾷ τὴν πηγήν, ἐφ' ἑτέραν δὲ ἄπεισι καὶ τὴν κατάλληλον διερευνᾶται τροφήν. οὕτω μεγαλοπρεπὲς τουτὶ τὸ ζῷόν ἐστιν. ἡμῖν μὲν γὰρ καὶ ὁ Μαρώνειος οἶνος ἡδύ τι δοκεῖ ὅ τε Χῖος καὶ ὁ Λέσβιος. ἀλλὰ τοῦτο μὲν ἥκιστ' ἄν τις κακίσειεν· οἱ δέ γε πολλοὶ καὶ τὸν ἐν πιθάκναις ἄρτι καθιστάμενον ἀπορροφῶσι γλευκίτην καὶ τὸν διεφθορότα ἀσπάζονται, καὶ κυπέλλοις τοῖς παρατυχοῦσιν εἶδον χρωμένους ἐνίους. ἀλλ' ἥ γε ψύλλα πίνει μὲν τοῦ ποτίμου, καταφρονεῖ δὲ τοῦ δυσ ώδους· καὶ γέγηθε μὲν τῷ εὐκράτῳ, ἀποστρέφεται δὲ τὸ διεφθορός τε καὶ σεσηπός. καὶ τὸ φλεβῶδες ὁρᾷ κύπελλον· κἂν μὲν ἴδῃ κεκαθαρμένον ὡς κάλλιστα, γέγηθέ τε τῇ ἀγλαΐᾳ καὶ τῇ χάριτι ἐγκαλλύνεται· εἰ δὲ τὸν ἀπὸ τῆς χολῆς καὶ μάλιστα τῆς μελαίνης σκίρρον ἔχει, ἀθετεῖ καὶ καταφρονεῖ, καὶ οὐκ ἄν ποτε πίοι οὐδὲ καθαροῦ αἵματος ἀπὸ διεφθορυίας φλεβός. Ἔγωγ' οὖν τῶν ἀνθρώπων ἐκείνους ἠγάπησα ὅσοι τὸ μεγαλοπρεπὲς κἀν τοῖς προχόοις κἀν τοῖς κυπέλλοις ἐτήρησαν. οἱ δέ γε χαριέστεροι καὶ φιάλας καὶ ψυκτῆρας ἡτοιμάκασιν ἑαυτοῖς· οἷα δὴ τούτοις καὶ τὰ Θηρί κλεια, ὕελος καθαρὰ τοῦ καλλίστου μετάλλου βαθεῖαν μὲν ἔχουσα τὴν κοιλότητα, προμήκη δὲ τὸν αὐχένα καὶ στενωπόν· ἀφ' οὗ τὸ πόμα διηθού μενον καθαρώτατον ἐκχεῖται καὶ χαριέστατον καὶ μάλιστα τὴν φιλότιμον ἡδῦνον ψυχήν. ἐν ἡμῖν γὰρ οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως ἔχουσι· τὸ δὲ γένος τῆς ψύλλης ὅλον εὐγενὲς καὶ φιλότιμον καὶ μεγαλοπρεποῦς ἀνάπλεων χάριτος. καὶ οὔτε τὸν πικρὸν χυμὸν οἶδεν ἀσπάζεσθαι οὔτε τὸν ἁλυκόν, μόνῳ δὲ τῷ γλυκεῖ πρόσεισι· καὶ ἡδύνει τοῦτο ὁ κρατὴρ τοῦ γλυκέος καὶ εὐώδους αἵματος. Ὁρᾷς, ὁ φίλτατός μοι καὶ γνησιώτατος Σέργιος, πῶς τὸ δρᾶμα ἐκ κωμικῆς βωμολοχίας εἰς τραγικόν σοι πέρας συγκατηνέχθη; σὺ μὲν γὰρ ᾤου ὑπὲρ τοὺς πολλοὺς εἶναι ὅτι τὴν ψύλλαν διέφυγες κατὰ περιουσίαν ὥσπερ δυνάμεως τὰς λαβὰς ἀποδρὰς αὐτῆς. ἡ δέ σε οὐκ ἐδειλίασεν, ἀλλ' ὀσφρανθεῖσά πως ἀπεσείσατο· προσῆλθέ σου τοῖς φρεατίοις τοῦ σώματος, εἶδε μὴ κεκαθαρμένας τὰς κύλικας, εἶδε τὸ νᾶμα διεφθορός, ἔνευσε τοῦ πιεῖν, καὶ ἀπεῖρξε ταύτην ἡ ἐκεῖθεν ἀποφορά. διὰ ταῦτα ἐπέσχε τε ἑαυτὴν καὶ ἀθεράπευτον τὴν οἰκείαν εἴασεν ὄρεξιν. Καὶ πρὸς ἐμὲ τυχὸν μεταβέβηκε καὶ τοῖς κρατῆρσί μου πᾶσι συμπέφυκε, τοῖς περὶ τὸν αὐχένα, τοῖς περὶ τὴν σφαγήν, τοῖς περὶ τὴν ὀσφὺν καὶ τὴν κλεῖδα. ἐναγάλλεται ταῖς νομαῖς, περισκιρτᾷ μου τοῖς νάμασι· πάντα γὰρ χαρίτων εὑρίσκει μεστὰ καί, ἢν ἀναστομώσῃ μου φλέβα, εὐθὺς ἡδεῖαι ῥυΐσκονται χάριτες. διὰ ταῦτα οὐκ ἔχει πῶς ἂν τῷ πλήθει χρήσηται τῆς χαρᾶς. ἐφάλλεται ταῖς πλευραῖς, εὐθὺς ἐκεῖθεν ἐπὶ τὸν νῶτον μεταπηδᾷ, ἐκμυζᾷ τὴν ἰγνύν, τοῖς περὶ τὴν κερκίδα πόμασιν ἐπιγέγηθεν· οὐ γὰρ ἥδε μὲν αὐτῇ τῶν πηγῶν κατάλληλον τὴν πόσιν ἐκδίδωσιν, ἐκείνη δὲ ἀλλοιότε ρον ἀπορρεῖ νᾶμα, ἀλλ' ἐκ πασῶν ἡ χάρις ἴση προκέχυται. Τί οὖν; ἐπὶ τούτῳ με ἡ φύσις εὖ συνεκέρασεν, ἵνα γένωμαι τῇ ψύλλῃ κατάβρωμα; οὐκ ἐφίεμαι ταύτης τῆς χάριτος· τὴν τοῦ αἵματος ἡδονὴν ἀποπέμπομαι. διεφθάρθω μοι τοῦτο, καὶ ζήσομαι ἥδιστα· οὐ γάρ, εἴ τίς με κοσμήσας εὐθὺς κακακόψειεν, ἐπισκιρτήσω τῷ κόσμῳ, ἀλλ' εὐθὺς ἀποστραφήσομαι τὴν περιβολήν. Ὁμολόγησον τῷ θεῷ χάριτας, κάλλιστε Σέργιε, ὅτι σου τὸ σῶμα οὕτως ὠχύρωσεν, ὅτι σε τοῖς λῃστεύειν ἐθέλουσι ζῴοις ἀνάλωτον ἔδειξεν, ὅτι σε ἀρραγεῖ ἑρκίῳ κατησφαλίσατο· καὶ οὔτε ψύλλα πολιορκήσει, οὐ φθεὶρ λυμανεῖται, οὐ κόρεις σοι ἐπιθήσονται, ἀλλὰ πάντα φοβηθήσονταί τε καὶ δειλιάσουσι καὶ ὡς τυράννου πόρρω σου στήσονται. ἀλλὰ μὴ τὰς ὀφρῦς αἶρε· ἑλοίμην γὰρ ἂν πολλάκις ἀναλωθῆναι ὑπὸ ψυλλῶν ἢ τοῦ χρωτὸς ἀπόζειν καὶ δεδίττεσθαι τὸ ἐπίβουλον. εἴπω σοι τἀληθές; ἡ φύσις, ὡς ἄρα πρῶτον ἐβούλετο, τὰς φύσεις ἡμῶν συνεκέρασε καὶ τὴν μὲν σὴν ἴσως ἀποτρόπαιον τῇ ψύλλῃ πεποίηκε, τὴν δὲ ἐμὴν γλυκεῖαν ἐκείνῃ καὶ τρόφιμον.