Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ἐγκώμιον εἰς τὴν ψύλλαν Τὸν κώνωπα φασὶν ὡς ἐλέφαντα. καὶ ἵνα γε καθ' ὁδὸν ἡμῖν ὁ λόγος προΐῃ, τῇ ψύλλῃ ὡς παρδάλει ἐπιχειρήσωμεν. οὐ γὰρ ἐπειδὴ κατὰ τὸν σωματικὸν ὄγκον ἠλάττωται διὰ ταῦτα καὶ τῆς ἐν τοῖς κρατίστοις δυνάμεως ἀπεστέρηται· ἡ γάρ τοι φύσις ἐναλλάττειν οἶδεν ἐπ' ἐνίων τοῖς τῶν ζῴων μεγέθεσι τὰς συμφύτους δυνάμεις, καὶ ᾧ μὲν τὸν ὄγκον ἠλάττω σε τὸν τόνον σαφῶς ἐμεγέθυνεν, ᾧ δὲ σαρκῶν περιουσίαν προσέπλασε τὴν ἰσχὺν τούτῳ ἐσμίκρυνε. δηλοῦσι δὲ τοῦτο καὶ οἱ πρῶτοι τῶν μάλιστα φιλοσοφησάντων· τὸ γὰρ εἰς ὄγκον προβὰν ἐλαττοῦσι κατὰ τὴν δύναμιν, ὥσπερ τὸ εἰς ἑαυτὸ συστραφὲν εὐτονώτερον ἀπεργάζονται. οὐ τοίνυν σοφιστικόν τι πρᾶγμα ποιοῦμεν εὐφημίας ὑπόθεσιν τὴν ψύλλαν ποιούμε νοι, ὥσπερ οἱ τοὺς βομβυλίους ἢ τοὺς ἅλας ἐπαινεῖν προελόμενοι, ἀλλὰ ῥητορικόν τε καὶ τεχνικὸν περὶ μεγάλων τε λέγειν προθέμενοι καὶ τοὺς λόγους ταῖς ὑποθέσεσιν ἴσους ποιούμενοι. Τοῦτο τοίνυν πρῶτον περὶ τοῦ ζῴου κάλλιστον εἰπεῖν ἔχομεν ὅτι, ὥσπερ τὰ εὐωδέστερα τῶν φυτῶν (ῥόδα φημὶ καὶ ὑακίνθους καὶ μυρρίνας), συνανατέλλει τῷ ἔαρι, τῶν ὡρῶν τὴν καλλίστην ἀπολεξάμενον. γεννᾶται δὲ οὐκ ἐξ ἑτέρας οὐσίας, ὥσπερ σκνίπες καὶ κηροδύται καὶ κώνωπες καὶ τἆλλα, ὧν τὰ μὲν τῆς ἰλύος, τὰ δὲ τῆς τῶν κεκμηκότων ἀπογεννᾶται σήψεως, ἀλλὰ πρὸς ἑαυτὸ τὸ γένος χωρεῖ καὶ τὸ γεννῆσαν ἐν τούτοις καὶ τὸ γεννώμενον πέφυκε· τὸ μὲν γὰρ ἀπελήλυθε τὸ σπέρμα καταλιπόν, τὸ δ' ἐκεῖθεν φύεται. εἰσὶ γὰρ καὶ παρὰ τούτοις, ὥσπερ τινὲς ἱστορήκασι, σπερματικοὶ πόροι καὶ φύσις ζωογόνος καὶ δύναμις· καὶ τὴν ὀχείαν ἡ θήλεια φέρει τοῦ ἄρρενος, καὶ σωμάτων ἀποιχομένων οὐ συναπόλωλεν ὁ τῆς γονῆς λόγος, ἀλλὰ τοῖς καθήκουσι μέρεσι τοῦ παντὸς ζῳογονεῖται καὶ φαίνεται. Καὶ ὥσπερ τοῖς ἄλλοις τῶν μεγίστων καὶ θαυμαζομένων οὐσιῶν συμβάλλεταί τι λοξούμενος ὁ ἥλιος καὶ τρεπόμενος, οὕτω δή τι καὶ τὸ γένος τοῦτο οὐσιοῦν εἴωθε πρὸς τὴν ἰσημερίαν εὐθὺς καθιστάμενος. ὁμοῦ τε γὰρ ἐκεῖνος τοῦ ἰσημερινοῦ σημείου κινούμενος ἥψατο, καὶ τὸ ζῷον κατὰ σύνθημα μορφωθὲν ὁμοῦ καὶ ζωωθὲν ἥλατο, ἐπὶ τῷ δεσπότῃ σκιρτῆσαν ἡλίῳ καὶ τῆς ἑαυτοῦ ζωῆς αἰτίῳ τε καὶ κοσμήτορι· συγχορεύει γοῦν ἀτεχνῶς ἐκείνῳ καὶ οἷον ἐπιγαννύμενον τῷ γεννήτορι σκιρτᾷ τε καὶ ἐφάλλεται, τῇ ὥρᾳ ἐνεαρίζον καὶ λαμπρυνόμενον. ὥσπερ οὖν οἱ πάλαι σοφοὶ τὰ συντρεπόμενα τῶν ζῴων ταῖς τῆς σελήνης αὐξήσεσι καὶ μειώσεσι σεληνιακὰ κατωνόμασαν, οὕτω δὴ καὶ τοῦτο θῶμεν ἡμεῖς ζῷον ἡλιακόν. Μία μὲν γὰρ τῶν πάντων ἀρχή, τὸ ἀπόρρητον ὅ τι ποτέ ἐστιν ἐκεῖνο καὶ ἀνονόμαστον· ἀλλὰ τοῦτο πόρρω καὶ τῆς ἑαυτοῦ ἑνότητος ἀνεκφοίτη τον, ὅσα δὲ μετ' ἐκεῖνο ὑφέστηκεν ἕτερα ἑτέροις οὐσιῶν καθέστηκεν ἀρχηγά. καὶ τὰ μὲν δι' ἔτους, τὰ δὲ ταῖς καθέκαστα τῶν ὡρῶν ἀποτίκτε ται, ταῦτα χειμῶνος, ἐκεῖνα θέρους, τοῖς δὲ ἀρχὴ ζωῆς τὸ μετόπωρον· ἡ δὲ τῶν ὡρῶν χαριεστάτη, τὸ ἔαρ, τὴν ψύλλαν γεννᾷ, ἡ δυναμικωτέρα τὸ εὐτονώτερον. κατὰ ταύτην γὰρ ὁ ἥλιος βορειότερός τε καὶ λαμπρότερος γίνεται καὶ ἀντικαθίστησι τὸ μέτρον τῆς ἡμέρας τῷ τῆς νυκτός, καὶ πρὸς ὠδῖνας ἡ γῆ τῶν οἰκείων γεννημάτων χωρεῖ. καὶ τὸ μὲν ῥόδον τῶν οἰκείων καλύκων ὑπανατέλλει, τὸ δὲ κρίνον σχίζεται ταῖς ἀκτῖσι καὶ ὑπεμφαίνει καὶ τὸ φαινόμενον κάλλος καὶ τὸ κρυπτόμενον· ἐφ' οἷς καὶ ἡ ψύλλα ὥσπερ αὐτόματος ὀπώρα τῆς γῆς καρπογονεῖται καὶ ἀναδίδοται. Ἀλλ' ἰδεῖν μέν ἐστιν οὐ πάνυ τι χαριέστατον· οὐ γὰρ αἰσθητοῖς κομᾷ κάλλεσι καὶ τῶν ὀφθαλμῶν καταφρονοῦν ἀναφέρει τὴν ἰσχὺν πρὸς τὸν νοῦν. καὶ τὸν κύκλον τοῦ ζῳάρχου μεμίμηται, ἐν ὀλίγῳ τῷ εἴδει οὐ μετρίαν ἔχον τὴν δύναμιν. δείκνυσι δὲ καὶ τῷ χρώματι τὸν γεννήτορα· ἀκριβῶς γὰρ μέλας ἐστίν, ὥσπερ ἑῷος Αἰθίοψ ἐξ ἡλιοκαΐας τὴν χρόαν μεταβαλών, καὶ τὸ θερμὸν τῆς γενέσεως εὐθὺς παρεμφαίνει ἐπὶ τοῦ σώματος. τὴν δὲ τοῦ μεγέθους ἐλάττωσιν οὐ κατὰ ἀτονίαν τῆς φύσεως ἐκληρώσατο· ἀλλ' ἀπορρητότερος μὲν ὁ λόγος αὐτῷ τῆς σμικρότητος, ῥητέος δὲ ὅμως ἡμῖν. Σῶμα καὶ νοῦς, τὸ μὲν εἰς ὄγκον κεχώρηκεν, ὁ δὲ συνέσταλται πρὸς τὴν δύναμιν. ὅσα μὲν οὖν τῶν ὄντων ὀγκοῦται καὶ μεγεθύνεται σωματικω τέραν τὴν γένεσιν εἴληχε· τῶν δὲ συνεσταλμένων τὰ πλείω εἰς τὴν φαινο μένην βραχύτητα νοερωτέραν τὴν σπορὰν ἐκληρώσατο. καὶ ἴδοις ἂν μελίττας μὲν καὶ κανθάρους καὶ κώνωπας τούς τε ἀράχνας αὐτοὺς καὶ τοὺς μύρμηκας ποικιλώτερα τῶν ἄλλων ζῴων καὶ τεχνικώτερα καὶ τῆς πολιτικωτέρας ζωῆς οὐ πόρρω τυγχάνοντα· ἐντεῦθεν ὁ Πλάτων τὰς κοινοπαθεῖς τῶν ψυχῶν καὶ πολιτικοῖς ἤθεσι κεκοσμημένας μελισσῶν ἐνδεσμεῖ σώμασι. βόες δὲ καὶ ἡμίονοι, ἐς ὄγκον προεληλυθότες σώματος, τῆς κρατίστης δυνάμεως ἀπεστέρηνται. τοιοῦτον γάρ ἐστι καὶ τὸ πρῶτον ἡμῖν τῆς ζωῆς σπέρμα· καὶ σπερματικώτερα μὲν τὰ δυναμικώτερα, σωματικώτερα δὲ τὰ παχύτερα. πλάττει μὲν γὰρ καὶ φύσις, δημιουργεῖ δὲ καὶ νοῦς καὶ ψυχή· ἀλλ' ἡ μὲν φύσις ὑλικώτερον καὶ πληθυντικώτερον, ἐκεῖνα δὲ πρὸς ἑαυτὰ συνάγει τὰ σώματα καὶ σφίγγει τὸν ὄγκον, ἵνα πλῆρες τὸ πεπλασμένον προέλθῃ δυνάμεως. Ἐκ μὲν οὖν ἔαρος τουτὶ τὸ ζῷον ἄρχεται τῆς γενέσεως, συναυξάνει δὲ τῷ δεσπότῃ καὶ συμμεγεθύνεται καὶ τὴν οἰκείαν ἀπολαμβάνει ἡλικίαν τε καὶ ἀκμήν, ὁπότε δὴ κἀκεῖνος ἐπὶ τῆς πέμπτης μοίρας τῶν Διδύμων σταίη τρόπον τινά, εἶτα δὴ τρεπομένῳ πρὸς νότον καὶ περὶ τὰς χειμερινὰς ἰόντι τροπὰς συναπολήγει τε καὶ μαραίνεται. οὐ γὰρ ἐθέλει ὑφ' ἑτέραις αἰτίαις ἢ ταῖς ἡλιακαῖς ζῆν, ἐπεὶ μηδ' ἀγνωμονεῖν οἶδε τῷ τῆς γενέσεως ἡγεμόνι· ἀλλ' ὥσπερ τῆς γῆς ἅλλεται ὑψηλοτέρου φανέντος ἐκείνου, οὕτως εἰς γῆν καταδύεται ὑπογείου, ἵν' οὕτως εἴπω, τοῦ γενάρχου καθισταμένου. Ἡ μὲν οὖν φύσις οὐ περιέφυσε τούτῳ πτερά· οὐδὲ γὰρ πρὸς τοῦτο ὁ τῆς γενέσεως ἐκινήθη λόγος. τὸ δὲ καὶ τὴν φύσιν βιάζεται καὶ τὸ σῶμα αἴρει τοῖς ἅλμασι καὶ γηγενὲς ὂν τὸν ἀέρα ποθεῖ· οἶδε γὰρ τοῦτον πορθ μεῖον εὐκίνητον πρὸς τὸν ἥλιον καὶ πολλάκις ἐπιχειρεῖ, τῷ φυσικῷ λόγῳ πρὸς τοῦτον κινούμενον. ἀλλ' ἡ φύσις ἀντιβιάζεται· τὸ δὲ μέσον εὑρίσκεται φυσικῆς τε βίας καὶ γνωμικῆς, εἴποι τις ἂν ἄλλος, ἰσχύος τε καὶ δυνάμεως. πέπλασται δὲ οὐκ ἐντομαῖς τισι διειργόμενον οὐδ' ἀνίσως ἔχον πρὸς ἑαυτό, ἀλλὰ συμφυῶς τε καὶ καταλλήλως. καὶ συμπέφυκε μὲν εὐφυῶς ἡ κεφαλὴ τῷ λοιπῷ σώματι· τὸ δὲ ἐντεῦθεν ἐπεγειρόμενόν τε καὶ κορυφού μενον, ὥσπερ δὴ τὸν σῦν ἡ φύσις ἐποίησεν, ἐκεῖθεν ταπεινοῦται πρὸς τὸ κατόπιν, καὶ εἴποις ἂν τὸ μεσαίτατον οἷόν τινα νωτιαῖον τῶν μερῶν ἀμφοτέρων ὑπερανέχον. παραβάλλω δὲ τοῦτον τῷ συί, οὐκ ἐκείνῳ τὴν ψύλλαν κοσμῶν, ἀλλ' ἐντεῦθεν τῷ συὶ χαριζόμενος. Πέπλασται μὲν οὖν κατὰ σῦν, ὁρμᾷ δὲ κατὰ πάρδαλιν, βλέπει δὲ κατὰ λέοντα ἄνευ τοῦ βλοσυροῦ βλέμματος· καὶ τό γε θαυμασιώτερον ὅτι ἐκείνοις μὲν ἡ φύσις πρὸς θηριωδίαν, τῷ μὲν τὸ ἐπισκύνιον, τῷ δὲ τὸ ἅλμα, τῷ δ' ἄλλο τι συνέπλασε, τῇ δὲ ψύλλῃ πάντα συναγηοχυῖα ἐς ἡμερότητα μετερρύθμισεν. οὐ γάρ τοι φεύγει τὸν ἄνθρωπον, ἀλλ' οὐδὲ τοῖς ἐκείνου ἔργοις λυμαίνεται, ὅπερ ἀκρὶς καὶ ἀττάκις ποιεῖ· ἀλλ' ἐκείνῳ μόνῳ προσπέφυκε καὶ τροφὴν τὸ αἷμα ποιεῖται σιτούμενον ὅσον βρα χύτατον. καὶ ὁ μὲν ὀδοὺς αὐτῷ κέντρου λόγον ἐπέχει τῷ δήγματι, τὸ δὲ φῦμα ὡς κύκλος εὐθὺς ἐπανέτειλε καὶ ποικίλλει τὸ σῶμα τοῖς ἡλιακοῖς εἴδεσιν· εἶτα δὴ τὸ δῆγμα ὁμοῦ τε εἰς κύκλον ἀπετορεύθη καὶ συναπῆλθε τῷ σχήματι ὥσπερ δὴ τὸ τῆς ἴριδος εἶδος. ὁ μὲν οὖν κώνωψ πόλεμον. ὥσπερ ἡμῖν ἀπειλεῖ καὶ μετὰ παρατάξεως τρόπον τινὰ ὑπὸ σάλπιγγι πρόεισι· τὸ δὲ τὸν τροχίλον μεμίμηται καὶ ὡς ἐφ' ὡμολογημένην πρὸς ἡμᾶς χωρεῖ τράπεζαν, μήτε βομβοῦν μήτ' ἄλλως λυποῦν. Δύο γοῦν τῶν ἁπάντων δεσπότας ἑαυτῷ προεστήσατο, τὸν μὲν ἥλιον τῆς γενέσεως, τὸν δὲ ἄνθρωπον τῆς αὐξήσεως· ἐκεῖθεν μὲν γὰρ εἰς τὸ εἶναι ἐλήλυθεν, ἐντεῦθεν δὲ κεχώρηκεν εἰς ἀκμήν. τῶν γὰρ ἄλλων ζῴων τὰ μὲν ἰλὺν νέμεται, τὰ δὲ τῶν σωμάτων τὰ σεσηπότα· ἡ δέ γε ψύλλα κατεψυγμέ νοις μὲν οὐδαμοῦ πρόσεισι σώμασιν οὐδὲ τὸ τεθολωμένον ἀσπάζεται τῶν τροφῶν, ἀλλ' ὥσπερ αἱ βδέλλαι τὸ ἡμεδαπὸν ἐκμυζᾷ αἷμα καὶ ἄμισθος γίνεται ἰατρός. Γεννᾶται μὲν οὖν, ὥσπερ μοι εἴρηται, μετὰ τῆς συμπάσης ῥοδωνιᾶς, ἀκμάζει δὲ μετὰ τεττίγων καὶ ὅσα θέρους τὸν ἄνθρωπον καταυλεῖ, οἴχεται δὲ χειμῶνος, καὶ πάλιν κατὰ κύκλον συμπρόεισι τῷ παντὶ καὶ συνανατέλλει τῷ ἔαρι καὶ συναυξάνει τῷ τοῦ ἡλίου φωτί· ὅθεν γὰρ ἔχει τὴν γένεσιν, ἐκείνου παροιχομένου φυσικοῖς λόγοις εἰς τὸ μὴ εἶναι αὖθις ἐπαναλύεται.