Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 28 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Ἐγκώμιον εἰς τὴν φθεῖρα Ἀλλ' ἡ φθεὶρ ἴσως τῇ ψύλλῃ τῆς εὐφημίας ἐπιβασκήνειεν. εἰσὶ μὲν γὰρ ἄμφω τὰ ζῷα διῃρημένα τοῖς γένεσιν, ἡμεῖς δὲ ταῦτα κατὰ συζυγίαν προφέρομεν, τὸ μὲν ἀρρενοῦντες ὥσπερ, τὸ δὲ θηλύνοντες· εἰσὶ δὲ ὅμως τῶν ἐπικοίνων. πολλοὶ μὲν οὖν καὶ μεγάλοι λόγοι ἐπὶ θατέρῳ μέρει ἐλέχθησαν (ἰσημερίας τε γὰρ τόκον τὴν ψύλλαν ἐδείξαμεν καὶ δορυφόρον τῆς ἡλιακῆς αὐξήσεως καὶ θεράπαιναν), οὐδὲν δὲ ἔλαττον καὶ ἐπὶ θατέρῳ μέρει συσκευασόμεθα τὸ ἐγκώμιον· καὶ ἵνα γε καθ' ὁδὸν ἡμῖν ὁ λόγος χωρήσῃ, τῇ γενέσει ταύτης φιλοχωρήσωμεν. Τὴν μὲν οὖν ψύλλαν ἀλληλοτόκον ἡρμηνεύσαμέν τε καὶ ἀπεδείξαμεν καὶ τὸ εἶδος τῆς οἰκείας μὴ ἀφιεῖσαν γονῆς, καὶ ἔπαινον ἐπὶ τῷ πράγματι συνεθήκαμεν· ἡ δὲ φθεὶρ ἄλλον τε τρόπον γεννᾶται καὶ τοῦ κατὰ τὴν ψύλλαν θαυμασιώτερον, γονῆς γὰρ αὐτῇ μὴ ὑπούσης μηδὲ ὑλικοῦ σπέρματος ἀποκειμένου αὐτόματον ὥσπερ ἔχει τὴν γένεσιν. Θαυμάζομεν δὲ τῶν συνήθων μᾶλλον τὰ σπάνια· κἂν τὰ μὲν μείζονα ᾖ, τὰ δὲ ἐλάττονα, ἐπὶ τοῖς ἐλάττοσιν ἐκπληττόμεθα. ἡλίου μέντοι οὐδὲν θαυμασιώτερον οὐδὲ δημοσιώτερον πέφυκεν, ἀλλὰ τὸν κομήτην ἰδόντες μᾶλλον ἀπεθαυμάσαμεν. οὕτω δή τι καὶ τὴν δρεπανίδα τῆς χελιδόνος μᾶλλον ἀγάμεθα, καὶ τὸν πτερωτὸν μύρμηκα τοῦ ἐλέφαντος. ἔνθεν τοι καὶ τὸ ἀσύνηθες τῆς γονῆς τοῦ συνήθους θαυμασιώτερον. ἄνθρωπος μὲν γὰρ ἐξ ἀνθρώπου φύεται καὶ τὸ πρᾶγμα οἶδεν ἡ φύσις καὶ οὐκ ἐκπλήττει τὸ γινόμενον τὴν διάνοιαν· φθεὶρ δέ, ὅσον ἐπὶ ταῖς σπερματικαῖς καταβο λαῖς, ἀπὸ τοῦ μηδενὸς φύεται. ὑπερβολὴ δὲ τοῦτο ἐκπλήξεως· τὸ γὰρ ἀπὸ τοῦ μηδενός τι φῦναι, ὡς ἀδύνατον παρὰ τοῖς φυσικοῖς νοούμενόν τε καὶ λεγόμενον, ἡ φθεὶρ τοῦτο τὸ δόγμα καινοτομεῖ, ἐξ οὐδενὸς γένους κυϊσκομένη ἀλλ' αὐτὴ καθ' ἑαυτὴν ἀνατέλλουσα. Ἐπειδὴ δὲ πολλαχῶς τό τε ὂν καὶ τὸ μὴ ὂν τοῖς φιλοσόφοις σημαίνεται, οὐ πᾶσαν αὐτῇ ὕλην πρὸς γένεσιν ἀφαιρήσομεν, ἀλλὰ τὸ μέν τι δώσομεν, τὸ δὲ ὑφαιρήσομεν. ὑφῃρήκαμεν οὖν αὐτῇ τὴν ἀλληλοῦχον τῆς ὑποστάσεως γένεσιν, ἑτερογενῆ δὲ ὕλην διδόαμεν ἀφ' ἧς τὴν ὕπαρξιν εἴληχεν. ὄνοι μὲν οὖν σηπόμενοι κανθάρους ἀπογεννῶσι καὶ ἵπποι σφῆκας καὶ ταῦροι μελίσσας καὶ ὕδωρ διαφθαρὲν κώνωπας· τὴν δέ γε φθεῖρα (ὢ τοῦ καινοῦ λόγου) ζῷον τὸ κάλλιστον οἶδε γεννᾶν, οὐ φθειρόμενον, οὐ σηπόμενον, ἀλλ' ἔμψυχον ὄν τε καὶ ζώπυρον· τῆς γὰρ τοῦ ἀνθρώπου ἀποφύεται κεφαλῆς. τῶν γάρ τοι τροφῶν ταῖς φυσικαῖς ἡμῶν ἀλλοιουμένων δυνάμεσι τὸ μέν τι τῷ σπληνί, τὸ δὲ ταῖς κύστεσιν ἀποτίθεται, ἕτερον δὲ πρὸς τὰς τοῦ ἥπατος ἄνεισι πύλας, τὸ δ' ὅσον ἐν τῇ γαστρὶ θερμαινόμενόν τε καὶ ἀλλοιούμενον εἰς ἀτμίδας διαλύεσθαι πέφυκεν. ἡ δὲ ἀποφορὰ αὕτη κούφη τε καὶ ἐλαφροτάτη καθέστηκε καὶ ὡς πρὸς οὐρανὸν τὴν κεφαλὴν ἄνεισιν. ἵνα δὲ μὴ ἐμφιλοχωροῦσα κάρους καὶ ἀποπληξίας ποιῇ εἰς διαφόρους ῥαφὰς τὸ κρανίον ἡ φύσις κατέτεμεν· ἀλλὰ καὶ τὸ ἐκ τῆς ἁρμονίας σύμπαν ὀστοῦν τρηματίοις διεῖλε τισί, δι' ὧν ἡ ἀτμὶς ὥσπερ διηθουμένη καὶ διαρρέουσα καὶ τῷ περικρανίῳ ὑμένι ἐναπομένουσα τὴν φθεῖρα παραδόξως γεννᾷ. Γεννᾶται μὲν οὕτως, μαιεύεται δὲ ταῖς ἐν τῇ κεφαλῇ ἀπείροις θριξίν· αὗται γὰρ ὀμφαλητόμων τε λόγον ταύτῃ καὶ δορυφόρων ἐπέχουσιν, ὁμοῦ τε συναρμόζουσαι καὶ τὴν ἔξωθεν βλάβην ἀπείργουσαι. καὶ ἄνθρωπος μέν, τὸ κάλλιστον τῶν ἐπὶ γῆς ζῷον, ἐκ σπερμάτων ἔχει τὴν γένεσιν, ἃ δὴ σήπεταί τε τὰ πρῶτα καὶ μεταβέβληται καὶ πρὸς ὀχετηγίας καὶ συρροίας διαμερίζεται καὶ ποικίλην ἔχει τὴν ἀρχὴν τῆς γενέσεως. τῇ δέ γε φθειρὶ οὐ σῆψις σπέρματος τὴν γένεσιν ὑποστρώννυσιν, ἀλλὰ τὸ λεπτότατόν τε καὶ καθαρώτατον τῆς τροφῆς· τί γὰρ ἀτμοῦ κουφότερον ἢ ἐλαφρότερον πέφυκεν; αἱ μὲν οὖν τῆς γῆς ἀναφοραὶ τοὺς διᾴττοντας καὶ τοὺς κομήτας ἀπογεννῶσιν, αἱ δὲ τῆς γαστρὸς ἡμῶν τὴν φθεῖρα. ὥσπερ οὖν τινα λόγον ἡ καθ' ἡμᾶς ἀτμὶς πρὸς τὴν τῆς γῆς κέκτηται, οὕτω δὴ καὶ πρὸς τὴν τῶν κομητῶν αὐγὴν ἡ φθείρ· ἐν μὲν οὖν τῇ ἄνω σφαίρᾳ τὰ φαινόμενα θαυμάσια τίκτεται, ἐν δὲ τῷ τῆς ἡμετέρας κεφαλῆς κύκλῳ οὐδὲν ἕτερον ἢ τοῦτο τὸ ζῷον. Καί, ὃ μᾶλλον ἄν τις ἐκπλαγείη προσέχων τὸν νοῦν, πολλῶν ὄντων μερῶν καὶ διαφόρων τοῦ σώματος, οὔμενουν ἔχει τις εἰπεῖν ἡλίκων καὶ ὅσων τὰ μὲν ἄλλα ὥσπερ ἀπαξιοῖ τὸ ζῷον, μόνην δὲ τὴν κεφαλὴν ὄργανον γενέσεως τίθεται. ἐκεῖθεν γὰρ καὶ τοῖς λοιποῖς πρόσεισι μέρεσι καὶ αὖθις ἐπάνεισιν, ὥσπερ ἐξ ἑῴας πρὸς δύσιν δραμοῦσα καὶ εἰς τὸ οἰκεῖον σημεῖον ἐπανακάμπτουσα. ὡς δὲ ἐγώ τινος ἤκουσα ἀνδρὸς εὖ μάλα φιλοσοφήσαντος, οὐ μάτην οὕτω τῇ φύσει τὸ τῆς κεφαλῆς ἐξειργάσθη περιφερὲς ἀλλὰ τῆς τοῦ νοῦ ἕνεκα ἐνοικήσεως, ὃς δὴ τὸ σφαιροειδὲς τοῦ κυκλοφορικοῦ σώματος ἀγαπῶν ὡς πρὸς οἰκεῖον καὶ τοῦτο τρέχει καὶ διὰ ταῦτα ἐγκαθίδρυται. ἄμφω οὖν ταῦτα ποθεῖτον τὴν κεφαλήν, νοῦς ἄνωθεν ἐμπνεόμενος καὶ φθεὶρ γεννωμένη κάτωθεν· ἀλλ' ὁ μὲν ἔσωθέν τέ ἐστι καὶ τὴν ἀρχὴν ἔχει τοῦ ζῴου ὥσπερ ἐξ ἀκροπόλεως, ἡ δὲ ἔξωθεν αὐτῇ περιφύεται. Βούλεσθε οὖν ὑμῖν ἕτερον περὶ τῆς φθειρὸς ἐξαγγείλω θεώρημά τι ἀπορρητότερον; ἀλλὰ μή με περιττὸν καὶ ἀμέθοδον ὑπολάβητε ὅτι τε περὶ τῶν ἀσπουδάστων σπουδάζειν προῄρημαι καὶ συνάπτειν τὰ ἀσύγκριτα προτεθύμημαι. ἀλλά, πρὸς ὅ με ἡ τῆς ψυχῆς ἐνήγαγε κίνησις, διττὸν ἀκούω παρὰ τοῖς φιλοσόφοις τὸν νοῦν· τὸν μὲν ἐντὸς τῆς σφαίρας, ὅποι δὴ καὶ τὰς ἰδέας ὁ Πλάτων κατέταξε, τὸν δὲ παντὸς ἐπέκεινα σώματος. οὐ τολμήσω τι πλέον εἰπεῖν, ἵνα μή μέ τις ἀπειροκαλίας γραφὴν γράψηται, πλὴν ὅσον τὸ ἐκτὸς τῆς κεφαλῆς ζῷον κρεῖττον συνάγεται τοῦ ἔνδοθεν νοῦ. Τὴν δὲ ἰδέαν οὐ μίαν τουτὶ τὸ ζῷον προβέβληται, ἀλλ' ἡ μέν τις ἀκριβῶς ἐστι λευκὴ καὶ στίλβει τῷ χρώματι, ἡ δὲ κυαναυγής ἐστι καὶ πόντῳ μέλανι ἴκελος. ὅσον μὲν γὰρ τοῦ γένους αὐτῆς τά τε κροταφιαῖα μέρη καὶ ὅσον ἄτριχον πέφυκε νέμεται, ὑπαφρίζει πως τῇ θέᾳ καὶ ὑπαργυριζούσῃ θαλάττῃ παρεμφερές ἐστι· τὸ δ' ὅσον βορειότερον τοῦ κρανίου (λεγέσθω γὰρ οὕτως) νέμεται, μελάντερόν τε καὶ ἀλκιμώτερον εἴδεται. Ἔστι μὲν οὖν, ὥσπερ εἴρηται, πᾶν αὐτῇ τὸ σῶμα βάσιμόν τε καὶ ἄμφοδον, ἀλλ' ἡ μὲν κεφαλὴ οἰκητήριον οἷον αὐτῇ καθέστηκεν ὥσπερ τινὶ βασιλίδι ἀφωρισμένον ἀνάκτορον. αὐχήν τε καὶ θώραξ, νῶτά τε καὶ βραχίονες καὶ τὰ μέχρι ποδῶν γήλοφά τε καὶ πεδιάδες εἰσὶ καὶ ὥσπερ οἰκουμένην τὸ πᾶν νέμεται ζῷον. καὶ νηνεμίας μὲν οὔσης ἔξεισι τὰς θύρας ἀναπετάσασα καὶ ἐνεαρίζει τοῖς οἰκείοις κάλλεσιν· εἰ δέ τι πρὸς ἐπηρείαν αὐτῇ κινηθῇ, ἡ δὲ ἐχεφρόνως πρὸς τὸ ἀρχαῖον αὐτῆς ἐπανέζευξεν οἴκημα καί, τὸ τῆς κεφαλῆς μετέωρον ὥσπερ τις τύραννος καταλαβοῦσα, τειχομαχεῖν ἀφῆκε τὰς χεῖρας, ἡ δὲ πυργηδὸν τῇ τῆς κεφαλῆς φρουρεῖται περιβολῇ. ἔστι δὲ δυσάλωτον ἐνταῦθα τὸ ζῷον· ὥσπερ γὰρ τὸν πυρὸν ἀνάλωτον πάσαις ἐμβολαῖς φυλάττουσιν οἱ ἀνθέρικες, οὕτω δὴ καὶ τῆς φθειρὸς αἱ τρίχες πᾶν τὸ πλημμελὲς ἀποκρούονται. κἂν ἐν χρῷ ἡ θήρα γένηται, ἡ δέ, ὥσπερ τοὺς σπόγγους φασί, τὸν τῆς κεφαλῆς ὅλη ὑποδῦσα ὑμένα τὴν ἄγραν διέφυγεν· ἀπρίξ τε γὰρ ἔχεται τοῖς ποσὶ καὶ οὐδὲ προσθήκη τις τῇ ἐπιφανείᾳ δείκνυται, ἀλλ' ὅλην ἑαυτὴν τῇ ἐπιδερμίδι ἀπολειώσασα κενὰς ἡ τύραννος τὰς τειχομάχους χεῖρας ἀπέδειξεν. Ἄλλο μὲν οὖν τῶν ζῴων ἄλλο τι τῶν κατὰ γῆν φυομένων νέμεται, ἡ δὲ πάντων τὰ κάλλιστα· ὅσα γὰρ ἀνθρώπῳ προσφέρεται, ταῦτα ἐκείνῃ δευτέραν τίθεται τράπεζαν. ἡμῖν μὲν οὖν ὀψοποιῶν χεῖρες τὰ ὄψα σκευά ζουσι καὶ οἱ τὰ πέμματα ποιοῦντες τὰς ἄλλας τροφάς· ἡμεῖς δὲ τῇ φθειρὶ ἀντὶ μαγείρων καὶ ὀψαρτυτῶν καθεστήκαμεν, μεταβάλλομεν γὰρ αὐτῇ τὰς τροφάς, χυλοποιοῦντες, ἐξαιματοῦντες, ἀτμίζοντες, ἵνα τὸ βρῶμα ταύτῃ κατάλληλον γένηται. κἂν μὲν ἄριστα ταύτῃ ὑπηρετησώμεθα, χρῆται τοῖς παρατεθειμένοις· εἰ δὲ ἀκατέργαστον τὸ βρῶμα προσάξομεν, τὸ μὲν ἀποπέμπεται, ἡμῖν δὲ χρῆται ὡς ἀργυρωνήτοις καὶ μαστιγοῖς, τὰ μὲν τοῖς ποσὶ τὴν κεφαλὴν παραξύουσα, τὰ δὲ τῷ στόματι πλήτ τουσα. Τῶν μὲν οὖν ἄλλων ἡμεῖς ἄρχομεν ζῴων, ἡμῶν δὲ κατάρχει ἡ φθείρ. καὶ τῶν ὀφθαλμῶν πάντα ὁρώντων ἀθέατος αὕτη μόνη καθέστηκεν. καὶ σῶμα μέν ἐστι τὸ φαινόμενον ἀδρανές, μετὰ δὲ τῶν ἀσωμάτων τετίμηται. τελευτᾷ δὲ τεθνηκότων ἡμῶν, ὥσπερ τῆς τραπέζης ἐπιλειπούσης, καὶ τῷ τῆς κεφαλῆς θάπτεται σήματι· καὶ ὅθεν δὴ καὶ γεγένηται, ἐκεῖσε δὴ καὶ ἀποβιοῖ. Ἀλλ' ὁρᾶτε μήποτε τὸ πᾶν φιλοτιμία τίς ἐστι λόγου, καὶ ἡ τέχνη κἀν τοῖς ἐλαχίστοις τὴν δύναμιν παραδείκνυσιν. οὐ γὰρ ἐγκώμιον φθειρὸς προεθυμήθην καταβαλέσθαι (μὴ οὕτω μανείην), ἀλλ' ὑμῖν ἐνδείξασθαι ὅσα ὁ λόγος δεδύνηται, ἵν' ἔχοιτε καὶ τὸ παράδειγμα βλέποντες καὶ πρὸς τὰ εὐτελέστερα τῶν ὑποκειμένων παραξέειν ἑαυτοὺς καὶ προσαρτᾶν πρὸς τὴν μίμησιν.

Intertext edge

Open linked passage

Note