Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratoria minora
Michael PsellusMino 29 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1
Ἐγκώμιον εἰς τοὺς κόρεις Οἱ δὲ πολλοὶ τοὺς κόρεις κακίζουσιν ὅτι βαρύ τι ἀπόζουσι τοῦ χρωτός, οὐκ εἰδότες ὅτι ὃ τοῖς ἄλλοις ζῴοις λόφοι καὶ κέντρα καὶ κέρας καὶ χαυλιόδους τοῦτο ἐκείνοις ἡ ἀποφορὰ πέφυκεν αὕτη. φάρμακα γὰρ ἡ φύσις τοῦ μὴ ἁλίσκεσθαι τοῖς ζῴοις τὰ μὲν ἐντίθησι, τὰ δὲ κεράννυσιν· οὐδὲ γὰρ οὐδὲ ταῖς σηπίαις τὸ μέλαν μάτην ἐκκέχυται, ἀλλὰ τούτῳ καὶ φεύγουσι τοὺς ἁλίσκοντας καὶ θηρῶσιν οἷς ἐνεδρεύουσιν. εἰ δέ σοι τὸ δύσοδμον ὑπόθεσις ψόγου καθέστηκε, τάχ' ἂν τὰ πλείω διαγράφοις τῆς φύσεως ἐξ ὧν τὰ μέγιστα ὠφελήμεθα. οὕτω γάρ τοι καὶ πόλιον καὶ τὸ ἐξ Ἰνδίας φάρμακον, ἢ τἆλλα τῶν χυμῶν τε καὶ τῶν δακρύων ἃ δὴ ἐξάντη πέφυκε τοῖς νοσήμασι, κακίσαις τῷ λόγῳ καὶ εἰς τὴν μερίδα πέμψαις τὴν χείρονα. Ψύλλα μὲν οὖν ἐνεδρευομένη ἅλλεται καὶ φεύγει τὸν λόχον ἢ τὰς χεῖρας τῶν θηρευόντων, καὶ φθεὶρ δὲ τοῖς τοῦ σώματος πόροις ἐνδύεται καὶ μέρος δοκεῖ οὗ κατακρύπτεται· οἱ δέ γε κόρεις ἅλλεσθαι μὲν παρὰ τῆς φύσεως οὐκ ἐκτήσαντο (οὐδ' οὕτως εἰσὶ δειλοὶ καὶ πρὸς φυγὴν ἕτοιμοι), ἀλλ' ὥσπερ οἱ πάντοθεν τεθωρακισμένοι τῶν ὁπλιτῶν εἰς μέσην ἑαυτοὺς ὤσαντες τὴν παράταξιν ἀνάλωτοι τοῖς βάλλειν ἐθέλουσι καθεστήκασιν, οὕτω δὴ καὶ τοῦτο τὸ ζῷον τῷ παρὰ τῆς φύσεως ὅπλῳ θαρροῦν τὰς τῶν πολεμίων χεῖρας οὐ δέδιε. λέοντες μὲν γὰρ ταῖς φυσικαῖς ἐπιθαρροῦσιν ὁρμαῖς καὶ ἐλέφαντες τῷ μεγέθει τοῦ σώματος καὶ τοῖς ὀδοῦσιν οἱ σύες, καὶ εἴ τι ἄλλο ζῷον τῷ ἐκ τῶν ῥινῶν πεμπομένῳ πυρί· οἱ δέ γε κόρεις οὐκ ἐκ μέρους τινὸς τοῦ σώματος τὴν ἰσχὺν ἐκληρώσαντο, ἀλλ' ὥσπερ οἱ ἀκριβέστεροι τῶν φιλοσοφησάντων περὶ τοῦ φανταστικοῦ φυσιολογοῦντες πνεύματος δι' ὅλου φασὶν ἑαυτοῦ καὶ ὁρᾶν καὶ ἀκούειν καὶ τὰ ἄλλα αἰσθά νεσθαι, οὕτω δὴ καὶ τουτὶ τὸ ζῷον πᾶσι τοῖς τοῦ σώματος μέρεσι τὴν φυσικὴν εἴληχε δύναμιν. τἆλλα μὲν οὖν τῶν θηρίων κατόπιν ἐνεδρευόμενα εὐάλωτα πέφυκεν, ὅτι ἐν τοῖς ἐμπροσθίοις ἡ δύναμις μέρεσι· τουτὶ δὲ τὸ ζῷον διόλου δυσάντητον πέφυκε· δι' ὅλων γὰρ τῶν μερῶν τὸ τῆς ὀδμῆς πνεῦμα πεμπόμενον ἀπείργει τὸν ἐνεδρεύοντα. Ἀλλ' οὐδὲ δεῖ πρὸς ἡμᾶς συγκρίνειν τὰ αἰσθητά· οὐ γὰρ ὅπερ ἡμῖν τοιοῦτον ἐστίν, οὕτω καὶ τῇ φύσει κατεσκευάσθη. πολλὰ γοῦν τῶν ἡμῖν οὕτως ἐχόντων ἄλλως τοῖς ἄλλοις ζῴοις καθέστηκεν. αὐτίκα τοῖς ἡμετέροις σώμασιν ἡ τοῦ κωνείου φύσις ὀλέθριόν τι προσφερομένη, ἀλλ' οὐ δὴ καὶ τοῖς ὄρτυξιν. ὁ δέ γε φιλόσοφος Ἀριστοτέλης ἱστορεῖ καὶ Ἀττικήν τινα γυναῖκα πρεσβῦτιν ἀβλαβῶς ἐσθίουσαν ὑοσκύαμον· τὸ δὲ οὕτω ψυχρότατον πέφυκεν ὡς αὐτίκα πηγνύειν τὸν βεβρωκότα. ὥσπερ οὖν τὰ χρώματα πρὸς μὲν ἡμῖν ἄλλως κρίνεται, ἑτέρως δὲ πρὸς τῇ φύσει, οὕτω δὴ καὶ τὰς ἀποφορὰς ἄλλως μὲν οὖν ἐφ' ἡμῶν χρὴ δοκι μάζεσθαι, ἄλλως δὲ πρὸς τοὺς λόγους τῆς φύσεως. αὐτίκα τοι τὸ βρομῶδες τῶν κόρεων αὐτοῖς μὲν ζῳογόνον καθέστηκεν, ἡμεῖς δὲ τὴν ῥῖνα πρὸς τοῦτο ἐμφράττομεν. ὥσπερ οὖν τὰ πυργοβόλα τῶν μηχανημάτων τοῖς μὲν πολιορκουμένοις φευκτὰ καθέστηκεν, αὐτοῖς δὲ τοῖς πολιορκοῦσι λίαν τυγχάνουσι περισπούδαστα, οὕτω δὴ τὸ πνεῦμα τῶν κόρεων ἡμῖν μέν ἐστιν ἀποτρόπαιον, τοῖς δ' ἔχουσι τοῦτο ζῴοις μέγα τοῦ μὴ ἁλίσκεσθαι βοήθημα πέφυκε. τοῦτο μὲν οὖν πρὸς ἀπολογίαν ἀρκεῖ τοῖς τῷ ζῴῳ βασκαίνουσι καὶ τὸν χρῶτα αὐτοῦ καθυβρίζουσι. Γεννᾶται δὲ τὸ θαυμαστὸν τοῦτο ζῳύφιον οὐκ ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν (οὐ γὰρ νῦν μέν ἐστιν, αὖθις δὲ ἀπόλλυται), ἀλλὰ συγγενές ἐστιν ἀνθρώπῳ τὴν ζωὴν καὶ πάντα καιρὸν τὴν γένεσιν ἐκληρώσατο. ἀνθεῖ μὲν γὰρ μετὰ τοῦ ἔαρος καὶ συνηβάσκει τῷ θέρει καὶ τὸν χειμῶνα θαρρεῖ καὶ πρὸς τὰς τοῦ μετοπώρου τροπὰς ἄτρεπτον πέφυκεν. οὐ πάνυ δέ ἐστι πρόχειρον οὐδὲ δημοσιεύει τὴν φύσιν, ἀλλ' ὥσπερ αἱ βασιλίδες τῆς τῶν πολλῶν ὄψεως ἑαυτὰς ἀποκρύπτουσι, καὶ οὐκ ἂν ἐξ ἑτοίμου θεάσῃ τὸ γένος ποτέ. εἰ δέ ποτε καὶ προέλθοι, ἀψόφῳ βαδίζει ποδί, τὸ ἠρεμαῖον τῆς φύσεως ἐνδεικνύμενον. Εἶτα δὴ καὶ τροφὴν ποιεῖται τὰ ἡμέτερα σώματα, πλὴν ὅσον οὐκ ἀψύχοις ἐφάλλεται ἀλλ' ἐμψύχοις ἡμῖν πρόσεισι, καὶ δίαιταν ἔχει τὸν ἄνθρωπον. ὥσπερ γὰρ ὁ τροχίλος τῷ κροκοδείλῳ ἐφήδεται καὶ ἥδιστα τούτῳ συναναπαύεται καὶ τοῖς περιλείμμασιν ἐντρέφεται τῶν ἐκείνου τροφῶν, οὕτω δὴ καὶ τοῦτο ἡμῖν τὸ ζῷον συμβιοτεύει ὡς ἥδιστα καὶ βραχύ τι τοῦ σώματος ἐφαπτόμενον τροφὴν τὸ ληφθὲν ποιεῖται καὶ γέγηθεν. χάριτας δὲ ὥσπερ ἡμῖν τῆς διαίτης ὁμολογοῦν οὐκ ἀποφοιτᾷ κορεννύμενον, ἀλλὰ θυραυλεῖ καὶ συμπαραμένει καὶ δορυφόρος ἐστὶ καὶ σωματοφυλακεῖ κοιμωμένους καὶ τὴν ζωὴν ἡμῶν ἐμπεπίστευται. αὐτόθι γὰρ ἐπὶ τῆς κλίνης καταβιοῖ ὑπ' αὐτὸ δὴ τὸ ὑπαγκώνιον μέρος καὶ παρεδρεύει τῇ κεφαλῇ καὶ τὴν ἀντιμισθίαν τῆς τραπέζης ἀντιπρυτανεύει λαμπρῶς. Ἀλλ' οὐδὲ τὸ εἶδος τοῦ ζῴου κακίσαις· ἔστι γὰρ παρὰ βραχύ τι κύκλῳ ἀκριβεῖ ἐοικός, εἰ δὲ βούλει τοῖς ἴσοις σχήμασιν, ὧν τὰ μήκη οὐ πάνυ τι τοῖς πλάτεσιν ἀντιβέβηκε· κλέπτει γὰρ τὴν ὄψιν καὶ δοκεῖ ἑκάτερα εἶναι. βαδίζει δὲ μετ' αἰδοῦς ὥσπερ σχῆμα μεμιμημένος φιλόσοφον· οὐ γὰρ τῇδε κἀκεῖσε περιπλανᾶται οὐδὲ σοβεῖ ταῖς προόδοις, ἀλλά, κἂν κατόπιν ἐπιδιώκῃς, κἂν ἀντιπρόσωπον περιμένῃς, ὁ δὲ τὸν κανόνα τηρεῖ τῆς φύσεως καὶ οὔτε τετάρακται οὔτε ἀθετεῖ τὴν εὐθύτητα. ἐλέφας μὲν οὖν, τὸ μέγα τοῦτο θηρίον, φρίττει ἔστιν ὅτε τὸν ἐπιβάτην καὶ ὑποκλάζει τὼ πόδε κελεύοντι καὶ πρὸς τὴν ἀντιπρόσωπον αἰχμὴν τετάρακται καὶ παλινδρομεῖ· τοῦτο δὲ τὸ γένος ἐλεύθερον ἄγαν ἐστὶ καὶ οὐδὲν ὅ τι δειμαῖνον πέφυκεν. ἂν δ' ἐπιβάλῃς τὼ χεῖρε, αἰσθήσῃ τοῦ ζέοντος καὶ ἀφήσεις εὐθὺς ὥσπερ τινὰ πεπυρακτωμένον φοβηθεὶς σίδηρον. διὰ ταῦτα καὶ ἐς μακρὸν χρόνον καταβιοῖ καὶ ἀνεπισήμαντον αὐτῷ τὸ γῆρας καθ έστηκεν· ἡ γὰρ τῶν μελῶν πάντοθεν ἰσότης τὸ νεάζον τῇ φύσει χαρίζεται. ἄνθρωποι μὲν γὰρ γηρῶντες, καὶ μάλιστα οἱ χαρίεντες καὶ εὐμήκεις τῷ σώματι, χαλαρᾶς τε ῥυτίδος ἀναπεπλήρωνται καὶ ὁ νωτιαῖος τούτοις συγκέκαμπται καὶ τὸ στίλβον τοῦ χρωτὸς ἀπολείπουσι· τὸ δὲ ἐν παντὶ τῷ βίῳ ὁμόχρουν ἐστι καὶ οὐδέν τι τούτῳ παρακεκίνηται τῶν μελῶν, ἀλλὰ τὴν γῆν ὑπεισέρχεται, ὁποῖον ἐκείνη τὸ ζῷον ἀνέδωκε, καὶ οὐ καινοτομεῖ τὴν ζωήν, ἀλλ' ἡ τελευτὴ γενέσει τούτῳ παρόμοιος. Οὗτος ὁ λόγος ἐγκώμιον ἅμα καὶ ἐπιτάφιος προήχθη τῷ ζῴῳ, τὴν διπλῆν ἡμῶν τῶν ὑποθέσεων ἐν οὕτω βραχεῖ τῷ ὑποκειμένῳ τέχνην ἑρμηνεύων καὶ δύναμιν.

Intertext edge

Open linked passage

Note