Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Ἐγκώμιον εἰς τὸν οἶνον Οὐκ οἶδα πότερον ὡς ἀνθοσμίαν ἐπαινέσω τὸν οἶνον ἢ ὡς ἡδύν (ἄριστος γὰρ κατ' ἀμφότερα), πλὴν ἀλλ' ἄνωθεν, ὡς ἐγκωμίων νόμος, καὶ καθόλου χρὴ προδιαλαβεῖν καὶ μὴ παρέργως μηδ' ἐπὶ μέρους μόνον τὸν περὶ τηλικούτων λόγον ἐνστήσασθαι. ἄξιον δὲ προσέχειν τοῖς ὅσοι μὴ ποτοῖς μόνον ἀλλὰ καὶ λόγοις χαίρουσιν, ἵν' ὡς αὐτῷ τῷ οἴνῳ τὴν γεῦσιν μόνον οὕτω καὶ τοῖς ὑπὲρ αὐτοῦ λόγοις τὴν ἀκοὴν ἑστιάσωσιν· οὕτω γὰρ καὶ ἡμῖν οὐκ εἰς κενὸν ἔσται τὸ σπουδαζόμενον παιζόντων ὠσὶν ἐνηχούμενον, ὃ πᾶσα παθεῖν ἀνάγκη μὴ προσεχόντων τυχοῦσιν ἀκροατῶν. ἐν οἷς γὰρ τὰ παρὰ τῶν ἀκουόντων ἀνθίσταται, Δημοσθένης φησίν, ἡ τοῦ λέγοντος διακόπτεται δύναμις, ὀρθῶς ὁ ῥήτωρ εἰπὼν καὶ τῆς ἑαυτοῦ διανοίας ἀξίως· ἐπὶ γὰρ ἀσυνέτων ἀκροατῶν ἀργεῖν συμβαίνει τὴν τῶν λόγων ἐνέργειαν καὶ τὸν πάνυ δεινὸν εἰπεῖν περιττὸν εἶναι καὶ μάταιον. Ἐγὼ μὲν οὖν οἶμαι μέγιστον ἀνθρώποις εἶναι τῶν πρὸς τροφὴν εὑρημένων τὸ χρειῶδες ὂν μάλιστα, καὶ ὃ μόνοις ἰδίως ἡ φύσις ἡμῖν ἀπεκλήρωσεν (ἢ θεὸς μᾶλλον ὃς καὶ τὴν φύσιν ἐδημιούργησεν). εἰ δέ τι τοῦ οἴνου μεῖζον ἢ χρειωδέστερον μετὰ τὸν ἄρτον ἔσται, θαυμάζοιμ' ἄν· οὐδὲ γὰρ ἰδιαίτε ρον· ὡς γὰρ τῷ λογικῷ διαφέρομεν τῶν ἀλόγων ζῴων κατὰ ψυχήν, οὕτω καὶ τῷ οἴνῳ κατὰ τὴν δίαιταν. εἰ δὲ καὶ τὸ γενέσει προέχον, ὥς πού τις εἶπεν, αἰδέσιμον, πῶς οὐ σεμνὸν οὗτος καὶ τίμιον χρῆμα καὶ πᾶσιν ἐπαινετόν, μηδενὸς τῶν κατὰ τὴν δευτέραν ἀρχὴν μεταγενέστερος ὤν, ἣν δεῖ καὶ πρώτην διὰ τοῦτον καλεῖν τῶν ὄντων οὐσίωσιν καὶ ἀληθῶς κόσμου γένεσιν; οὐδὲ γὰρ τοῖς πρὸ ταύτης ἐδόθη τουτὶ τὸ δῶρον, ἀναξίοις οὖσιν ὡς πονηροῖς ἐσομένοις καὶ κατακλύζεσθαι μέλλουσι. διὰ τοῦτον Διόνυσος τιμᾶται θεὸς τοῖς Ἕλλησι, καὶ παρ' ἡμῖν ἀοίδιμος Νῶε δι' αὐτὸν οὐχ ἧττον ἢ τὸ πιστευθῆναι τὴν κιβωτὸν τοῦ παντὸς γένους σῴζουσαν ζώπυρον, ὃν κἂν τῷ προπάτορι φαίη τις τῶν πρωτείων ἀμφισβητεῖν, ἢ μᾶλλον οὐχὶ παραχωρεῖν· ἀμφότεροι γὰρ ξύλον ἡμῖν ἐφεῦρον, ἀλλ' ὁ μὲν ἐπιβλαβὲς καὶ θανάσιμον, ὁ δ' ἐπωφελὲς καὶ φυσίζῳον. Οἶδα μὲν ὡς οὐκ ἀναγκαῖον μακρολογεῖν ἐφ' οἷς ἡ πεῖρα τὸ πρᾶγμα παρίστησιν· οὐ γὰρ ποικίλων ἑρμηνευμάτων δεῖται τὰ ἔνδικα καὶ σαφῆ, κατὰ τὸν τραγικόν, ἀλλ' ἐπὶ τῶν αἰσθήσει καταληπτῶν οἱ λόγοι παρέλ κουσιν. ὅπως δ' ἐκ περιουσίας ὁ λόγος ἔχῃ τὸ πιθανὸν καὶ μὴ πολλῷ τοῦ πράγματος ἀποδέοι, μικρὸν ἐπεξεργασώμεθα. Ὁ οἶνος πάντοτε καὶ πᾶσι καλόν, εὐθυμοῦσι συνεργὸν εἰς εὐφροσύνης ἐπίτασιν, εὐεκτοῦσιν ἀγαθὸν εἰς ὑγείας συντήρησιν, ἀθυμοῦσι παράκλησις, ἀρρωστοῦσιν ἴασις. οὐ γὰρ ἂν ὁ σοφὸς ἐκκλησιαστὴς οἶνον διδόναι τοῖς ἐν λύπαις ἐκέλευσεν, ἵνα μὴ λέγω τὸν Ἡρακλέα τὸν τοῖς ἥρωσι θαυμαστὸν τὴν ἀνδρείαν ἢ τὴν σοφίαν, ὃς ἀχθομένοις παρῄνει τοῖς ἑαυτοῦ πίνειν φίλοις πάσης αὐτοὺς λύπης λέγων μεθορμιεῖν τοῦ σκύφου τὸν πίτυλον. οὐδ' ἂν Παῦλος ὁ μέγας τὸν μαθητὴν τούτῳ χρῆσθαι προέτρεπε πονήρως ἔχοντα τοῦ στομάχου καὶ ἀσθενοῦντα πυκνῶς· οἴκοθεν γὰρ ἐκεῖνος ἐπιβουλευόμενος ἦν τῶν ἔνδον αὐτῷ στασιαζόντων τῷ μὴ παρεῖναι τὸν ἁρμοστὴν καὶ τῆς ὑγείας ὑπασπιστὴν καὶ τῶν νόσων ἀντίπαλον. Ἐν εἰρήνῃ συντελεῖ, ἐν πολέμοις συμμαχεῖ· οὐδὲν γὰρ τούτου χωρίς, οὐ γάμος οὐκ εἰλαπίνη οὐκ ἔρανος οὐχ ἑορτή τις οὐδὲ πανήγυρις· ὃ γὰρ οἱ ἅλες ἐν βρώμασι τοῦτο οἶνος καὶ αὐτοῖς ἁλσὶ καὶ τοῖς ἄλλοις ἐδέσμασιν. οὗτος εὐφραίνει καρδίαν, οὗτος διεγείρει πρὸς εὐχαριστίαν καὶ πρὸς ὕμνους ἐρεθίζει καὶ κατάνυξιν ἐμποιεῖ καὶ δάκρυον ἐκκαλεῖται τὸ θεῖον ἐξιλεούμενον, συμβάλλεται δὲ κἀν τοῖς πολέμοις τὰ καίρια. ὃς γὰρ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς, ἡ ποίησίς φησι, πανημέριος πολεμίζει, καταγωνίζεται δηλαδὴ τοὺς ἐχθροὺς καὶ τρόπαιον ἵστησι. τοῦ γὰρ Ἕκτορος καταγελαστέον παραιτουμένου τὸν ἀπαραίτητον καὶ μητρικὴν συμβουλὴν ἀθετοῦντος καὶ ἀγνοοῦντος τὴν ἐμπειρίαν ἔχουσαν ὄντως εἰπεῖν τι τῶν νέων σοφώτερον. διὸ καὶ τῆς ἀπειθείας παρὰ πόδας ἐδρέψατο τὸν καρπὸν καὶ τῆς ἀκαίρου ἐγκρατείας ἀπώνατο· μονομαχίας γὰρ κηρυχθείσης Αἴας μὲν ἐπῄει βλοσυροῖσι προσώποισι μειδιῶν, αὐτῷ δὲ θυμὸς ἐνὶ στήθεσσι πάτασσε, καὶ συμβολῆς γενομένης ἡ μὲν ἀσπὶς κατ άγνυται, ὁ αὐχὴν δὲ τιτρώσκεται καὶ τὰ γόνατα τελευταῖον βληθεὶς ὕπτιος ἐκτανύεται, ὅπερ οὐκ ἂν καὶ μεθύων ἕτερος ἴσως ἔπαθεν. ἄλλο σαφέστερον δεῖγμα τῆς τοῦ ἀνδρὸς ἀβουλίας· διωκόμενος ὑπ' Ἀχιλλέως παρὰ τὸ τεῖχος ὡς ὑπὸ σκύμνου νεβρός, ἐξὸν εἰσιέναι πάντων αὐτῷ παραινούντων ἠμέ λησεν, εἴθ' ὑπὸ δέους καὶ τὸ φρονεῖν συληθείς, εἴτε τὸν πρὸς τὸ μέλλον ἀγῶνα διαφυγεῖν βουληθείς· ἀμέλει καὶ κτείνεται ὁ ἄθλιος οὔθ' ἑαυτῷ συνε τῶς ἐκεῖνος οὔτε τῇ πατρίδι βουλευσάμενος ἀσφαλῶς, ἣν ἔσωσεν ἂν περι ὼν ἴσως, ἀστρατήγητον ἀπολιπὼν καὶ τοῖς πολιορκοῦσιν ἁλώσιμον. ὁ δὲ Νέστωρ οὐχ οὕτως, οὐδ' Ὀδυσσεύς, ὧν βουλῇ πόλις ἥλω Πριάμοιο ἄνακτος, ἀλλὰ γὰρ καὶ ἄλλοις παρακελεύονται πίνειν αἴθοπα οἶνον καὶ αὐτοὶ τούτου μετέχουσι, καὶ γηραιὸς ὢν ὁ Πύλιος οὐδὲν ἐκ τούτου τὸν νοῦν παραβλάπτεται· οὐδὲ γὰρ ἡ τῆς μάχης αὐτὸν ἰαχή, κἂν ἔπινεν, ἔλαθεν. Ἐμοὶ μὲν οὕτω περὶ τοῦ οἴνου δοκεῖ καὶ πᾶσι πάντως οἷς λόγου μέτεστιν. εἰ δέ τις ὑδροποτῶν (ταὐτὸν δὲ εἰπεῖν ὑδεριῶν καὶ φρενιτιῶν) «ἔξεστι», λέγει, «καὶ δίχα τούτου βιοῦν», οὐδὲν διοισόμεθα πρὸς αὐτὸν οὐδ' ἀνθυπο φορᾶς δεησόμεθα τοῖς ἐναργέσι μαχόμενον καί, τὸ τοῦ Ἀριστοτέλους, αἰσθήσεως χρῄζοντα καὶ ζῆν ἶσα καὶ κτήνεσι δι' ἀπειροκαλίαν ἢ κενο δοξίαν αἱρούμενον. οὐδὲ γὰρ διὰ τὴν μέθην, ὡς ἄν τις εἴπῃ, καὶ τὸν οἶνον ἀτιμαστέον. ἦ γὰρ ἂν καὶ τὸ πῦρ, ὅτι δὴ τοὺς ἀμέτρως αὐτῷ πελάζοντας καὶ μὴ κατὰ χρείαν τῆς θερμότητος ἀπολαύοντας ὄλλυσι, καίτοι στοιχείων τὸ κάλλιστον ὄν, εἰς ὃ καὶ ἀναλύεσθαι τὸ πᾶν τοῖς ἀπὸ τῆς Στοᾶς ἐδόκει σοφοῖς, ὡς τῶν ἄλλων ἐπικρατέστερον. οὔκουν τὸν οἶνον παραιτητέον· ἀλλὰ τὴν ἀκρασίαν φευκτέον τὸ πᾶν μέτρον ἄριστον ἐπισταμένοις καὶ κάκιστον ὁμοίως ἐν ἅπασιν ὑπερβολήν τε καὶ ἔλλειψιν. Ἔδει μὲν ἀρκεσθέντας τοῖς εἰρημένοις μὴ πλείω συνείρειν μηδ' ἐπαίρειν πειρᾶσθαι τῇ πρὸς ἕτερα παραθέσει τὸ ἀπαράμιλλον καὶ ἀσύγκριτον, ἀλλά, τὸ τοῦ σοφοῦ Πλάτωνος, κατὰ καιρὸν εἰπόντας ἀπαλλαγῆναι. τοιοῦτο γὰρ ὄντως ἄλλο παρὰ θεοῦ ἀγαθὸν οὔτε ἧκε τοῖς ἀνθρώποις οὔθ' ἥξει πώποτε. ἐπεὶ δὲ τῇ τέχνῃ δοκεῖ, κἀκεῖνο προσθήσομεν· τί τῶν ἐκ γῆς ἀναδιδομένων τὸ κάλλιστον ὃ καὶ ἥδιστον ἅμα καὶ κράτιστον πρὸς θεραπείαν ἡμῖν τοῦ σώματος καὶ συγκρότησιν εἴποι τις ἄν; ὅτι δὲ ταῦτα ὁ οἶνος καὶ πάντων ταύτῃ τὸ κάλλιστον, οὐ χαλεπόν ἐστι συνιδεῖν ἐκ τοῦ τῶν ἄλλων μὲν ἕκαστον μιᾷ τῶν αἰσθήσεων λειτουργεῖν (τῶν γὰρ ὀπωρῶν οὐ πολὺς λόγος, ὧν ἡ ἀπόλαυσις πρὸς βραχὺ καὶ τῇ ὥρᾳ σχεδὸν συνεκλεί πουσα), τοῦτον δὲ δύο θεραπεύειν ὁμοῦ, καὶ τὰς ἀναγκαίας καὶ ὅλον δι' ἐκείνων τὸν ἄνθρωπον. εἰ γὰρ καὶ βασιλίδα φαμὲν τὴν ὄψιν, ἀλλ' οὐδὲν ἧττον χρειώδεις τὴν ὄσφρησιν εἶναι καὶ τὴν γεῦσιν, ὅτι μὴ καὶ μᾶλλον, ὁμολογήσαιμεν· καὶ τοῦτο δῆλον τῷ καὶ δίχα μὲν ἐκείνης ἐξεῖναι ζῆν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν εὐεκτεῖν, τὴν δὲ τούτων ἀργίαν νόσον ἀποτίκτειν καὶ θάνατον. «Ἁγίασόν μοι πᾶν πρωτότοκον» τῷ Μωυσεῖ φησιν ὁ θεός, τουτέστιν ἀφιέρωσον εἰς θυσίαν, ἐκ πάντων ἀπόκρινον, οὐ τὸ κατὰ χρόνον πάντως ἐνταῦθα τοῦ πρώτου (τῶν γὰρ ὁμωνύμων ἡ λέξις), ἀλλὰ τὸ κατ' ἀξίαν σημαίνοντος· οὐ γὰρ ὁ λέγων ἠγνόει τὰ πολλὰ τῶν πρωτογόνων ἀτελῆ ὄντα κυήματα καὶ ἀμβλώματα. καὶ ταῦτα μὲν πάλαι καὶ κατὰ νόμον· μετὰ δὲ ταῦτα τί; πρὸς ἱερουργίαν ἄρτος καὶ οἶνος λαμβάνεται, οὐκ ἄν, εἰ μὴ πρῶτα καὶ μείζω τῶν ἄλλων ἦν προκριθέντα, καὶ ταῦτα μετὰ σκιὰν καὶ τύπον ἐπὶ τῆς ἀληθοῦς λατρείας καὶ τελετῆς προσφερόμενα. τὸ δὲ προσάγεσθαι καὶ ἄρτον οὐδὲν τῷ οἴνῳ φέρει πρὸς ὕφεσιν· ἑκάτερον γὰρ ἐνταῦθα τοῦ ἑτέρου δεῖται, μᾶλλον δὲ καὶ ἐπὶ πάσης ἁπλῶς εἰπεῖν χρείας. εἴ τις τοῦ οἴνου τὸν ἄρτον διέλοι, σῶμα ψυχῆς ἀπεστέρησε. κἂν εἰ καί τισι δόξω καινότερόν τι καὶ σοφιστικώτερον λέγειν, ἔστιν ὅτε καὶ ἄρτου χωρὶς μόνος ὁ οἶνος ἀπόχρη πρὸς τὴν θυσίαν, καὶ ἡ ἀπόδειξις ὅτι τοῖς ἑαυτῶν οἱ ἔξω θεοῖς οἶνον μόνον ἔσπενδον. καὶ ὁ ἡμέτερος δὲ πατριάρχης στήλην ἤλειψε τῷ θεῷ δι' ἐλαίου, τὴν θυσίαν οἴνου μὴ παρόντος ἀφοσιούμενος. Ὅπως μὲν οὖν τῶν ἄλλων ὅσα χρήσιμα πρὸς τὸ ζῆν ὁ οἶνος ὑπερτερεῖ, καὶ ὅτι πανταχοῦ καὶ παρὰ πᾶσι λυσιτελεῖ, περιφανῶς ὁ λόγος ἀπέδειξεν. εἰ δ' ὁ παρὰ σοῦ δωρηθεὶς ἡμῖν παντὸς οὑτινοσοῦν κρατεῖ οἴνου, τοῦτο προσεξετάσωμεν. Τῶν οἴνων οἱ μὲν εὐώδεις, οἱ δ' ἡδεῖς μόνον, οἱ δὲ ἄμφω μὲν ἔχοντες, μέσως δὲ καὶ πολλῷ τοῦ τελείου λειπόμενοι· ὁ δὲ καὶ ἀμφότερα καὶ οὕτω καθ' ἑκάτερον ἄκρως ὡς οὐδὲ καθ' ἕτερον ἄλλος, τοὺς μὲν ἡδεῖς τῷ εὐώδει τῇ δὲ ἡδύτητι τοὺς εὐώδεις νικῶν, καὶ τῶν μετρίως ἀμφοῖν μετ εχόντων τῇ περὶ ἄμφω καθυπερτερῶν τελειότητι, πῶς οὖν οὐ προτιμητέος καὶ ὑπερεπαινετέος τῶν ἄλλων οὗτος καὶ θαυμάζεσθαι μᾶλλον ἄξιος; οὖ δὴ καὶ παρὰ τῇ θείᾳ φύσει τὰς ποιότητας δεκτὰς καὶ οὐκ ἀποβλήτους εὑρίσκομεν· καὶ γὰρ ὀσφραίνεται κύριος ὀσμὴν εὐωδίας κατὰ τὴν γραφήν, καὶ ὁ θεοπάτωρ Δαυὶδ ὡς θυμίαμα δυσωπεῖ κατευθυνθῆναι τὴν προσ ευχήν, ἀλλὰ καὶ ἡδυνθῆναι κυρίῳ τὴν αὐτοῦ πρὸς ἐκεῖνον διαλογὴν καὶ γλυκέα εἶναι αὐτῷ φησὶ τὰ τοῦ θεοῦ λόγια. Τί γάρ μοι νῦν παράγειν καὶ τὰ τῶν θύραθεν (βωμοὺς λέγω θυήεντας καὶ λιβανωτὸν καὶ ἀμβροσίαν καὶ νέκταρ), οἷς τοὺς ἑαυτῶν Ἑλλήνων παῖδες θεοὺς εὐωχοῦσι καὶ θεραπεύουσι; παραλείψειν δοκῶ μοι καὶ τὸν Ὁμήρου λωτόν, οὗ γευσάμενοι μόνον τινὲς δυσαποσπάστως εἶχον ὡς θρέμματα καὶ τῆς πατρίδος ἐπιλαθόμενοι. τί δὲ καὶ τὸ τῶν Ἐπικουρείων οἳ καὶ τέλος τοῦ παντὸς τὴν ἡδονὴν ἐδογμάτισαν, τὸν οἶνον τάχα κἀκεῖνοι παραδηλοῦντες ὡς ὄντα πάντων ἡδύτερόν τε καὶ χαριέστερον; ἓν ἐπὶ πᾶσιν ἐρῶ καὶ μέγιστον καὶ αὐτοῖς ἂν ἐφεκτικοῖς ἀναμφίλεκτον· οὐδὲν οἴνου καθάπαξ οὔτε μεῖζον οὔτ' ἰσοστάσιον, αἷμα τυποῦντος τὸ θεῖον ἐν ταῖς μυστικαῖς ἱερουργίαις, τὸ τῆς ἁμαρτίας καθάρσιον καὶ παντὸς τοῦ κόσμου σωτήριον. Ταῦτά σοι καὶ περὶ τοῦ οἴνου, τυχὸν μὲν καὶ γυμνασίας χάριν, τὸ πλέον δὲ πρὸς παράστασιν τῆς ἡμετέρας περὶ σὲ διαθέσεως, ὑφ' ἧς κἀκεῖνον ἐγκωμιάζειν εἰς δόξαν παρωρμήθημεν σήν· οἷς γὰρ τὸ δῶρον ἐπαινετὸν καὶ ὁ διδοὺς ἀξιέπαινος. εἰ δέ σοι μὴ ἐπαχθὴς ὁ λόγος ἀποκναι σθέντι τὴν ἀκοήν, οὐκ ἂν ὀκνήσαιμεν πρὸς τοῖς εἰρημένοις ἔτι μεῖζον εἰπεῖν, ἀστεῖον ὂν καὶ οὐκ ἄχαρι. Ἀνήρ τις τῶν οὐ πάνυ ἀσυνήθων οὔτε τὸν λόγον ἀηδὴς οὔτε πρὸς πότον ἀφυής, ἀλλὰ καὶ τὰ τοῦ Διονύσου τετελεσμένος, εἰ καί τις ἄλλος, ὡς ἔδειξε, χθὲς παρ' ἡμᾶς ἐφοίτησεν· ἐπεὶ δὲ δειπνοῦντας κατέλαβεν, «αὐτόματος δέ οἱ ἦλθε» (τὸ ποιητικόν) εἰπών, καὶ ὡς οὐ φαῦλος γνώμων εἴη τῆς ὥρας προσθείς, συνεδείπνει καὶ αὐτὸς καθεσθείς. ὡς δ' ἐπεδόθη αὐτῷ κύλιξ τοῦ οἴνου τοῦ σοῦ καὶ μόνον ἔπιεν, οὐκ ἦν ἔτι καθεκτός, ἀλλ' ἀναστὰς ὠρχεῖτο σατυρικῶς τὸ «εὐοῖ» βακχικῶς ἐκβοῶν καὶ τὸν Διὸς καὶ Σεμέλης ἀνευφημῶν. καὶ «πόθεν σοι τοῦτο», φησί, «τἀγαθόν, ὦ μακάριε; μήπου καὶ σύ, ὥς ποτέ τις, ἐξένισας τὸν θεόν, εἶτά σοι τοῦτο παρέσχε τῆς φιλοφροσύνης ἀντίδοσιν;» «εὐφήμησον», ἔφην, «ἄνθρωπε· φίλου μοι καὶ κυρίου τὸ δῶρον ἀνδρὸς εὐγενοῦς καὶ τὴν ἀξίαν περιφανοῦς καὶ μεγαλοπρεποῦς τὴν προαίρεσιν, ὃς δὴ καὶ ἄλλοις χαρίσμασιν δεξιού μενος ἡμᾶς πολλάκις καὶ τοῦτο νῦν ἐδωρήσατο τὸν ὀδόντα θεραπευθεὶς παρ' ἡμῶν, ὃν ἐξ αὐτοῦ δὴ τούτου μεταξὺ πίνων ὠδυνήθη σφοδρῶς· ὥστε καὶ σοὶ φυλακτέον μὴ πάθῃς τὰ παραπλήσια.» «ἀλλ' αἱροίμην ἄν», εἶπεν, «ἐγὼ καὶ πάντας ὁμοῦ τοὺς ὀδόντας ἀποβαλεῖν καὶ τοιούτου καλοῦ μὴ ἀποτυχεῖν. τί γὰρ καὶ δεῖ ἐνταῦθα ὀδόντων ἐπιπροσθούντων μᾶλλον τῇ χρείᾳ καὶ οὐκ ἐώντων ἀθρόον εἰσοχετευθῆναι τὸν φίλτατον; γένοιτο δ' οὖν ἐκεῖνον, ὃς ἂν ᾖ, τοὺς ὀδόντας ἀλγῆσαι καὶ πλέον, ὡς ἂν καὶ ἡμεῖς μᾶλλον πιόντες ἡσθείημεν.» Ταῦτα μὲν ἐκεῖνος. «ἐγὼ δὲ βουλοίμην ἂν οὐκ εἶναι τόδε», φησί πού τις, βαρεῖαν ἀποδιοπομπούμενος συμφοράν· οὐ γὰρ ἀγαπῶ φίλων ἀνιωμένων ἡδόμενος. τοῦτο δ' εἰπεῖν ἔχω μόνον, ὅτι δείξεις αὐτός, καὶ μετὰ τὴν ἀρρωστίαν, εἴτ' ἐκείνῃ προσήκει λογίζεσθαι τὴν τοῦ οἴνου χάριν εἴτε τῇ προαιρέσει σου.