Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Περὶ φιλίας πρὸς τοὺς ἀνεψιοὺς τοῦ πατριάρχου κῦρ Μιχαήλ Πολλάκις ἐθαύμασα ὅτι με τῶν ἄλλων ὑμεῖς ὀξύτερον διεγνώκατε καὶ τῶν γε πλείστων καταπεφρονηκότες τῶν ἐμῶν λόγων ἐξήρτησθε, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτιπερ αὐτὸς ἐξενέγκοιμι· καίτοι γε πολλοὶ καὶ σοφιστεύειν ἐπιχειροῦσι καὶ φιλοσοφεῖν ἐπαγγέλλονται, οἷς ὑμεῖς βραχὺ ἢ οὐδὲν προσνενεύκατε, τοῖς ἡμετέροις συνερρυηκότες συγγράμμασι. καὶ ὅ με μᾶλλον ἐκπλήττει ὅτι, καὶ τοῖς τῶν παλαιῶν ῥητόρων ὁμιλοῦντες σπουδάσμασι καὶ τοῖς τῶν ἄγαν φιλοσοφησάντων ἐν οἷς ηὐδοκίμησαν ὑπομνήμασιν, ὥσπερ κατὰ σύγκρισιν τοὺς ἐμοὺς προτιθέατε λόγους, οὐκ ἔλαττόν γε περὶ οὓς σπουδάζειν εἴωθα φιλοπονοῦντές τε καὶ συλλέγοντες ἢ οὓς αὐτοσχεδιάζειν προῄρημαι. Εἶτα δή μοι θαυμάζοντι ἔννοιά τις ἐγένετο ἐκ φιλοσοφίας μὲν εἰληφυῖα τὴν γένεσιν, ἐν καιρῷ δὲ παρεμπεσοῦσα πρὸς τὸ ἀπόρημα· ἐλογισάμην γὰρ μή ποτε συγγενής εἰμι ταῖς ὑμετέραις ψυχαῖς, καὶ διὰ τοῦτο τοῖς συγγενικοῖς γεννήμασιν ἐπαγάλλεσθε καὶ τὸ ἐμὸν ἀμβλωθρίδιον τῆς παρ' ἐνίοις γιγαντοφυΐας μᾶλλον ἀσπάζεσθε. εἶτα δὴ ἐθέμην τῷ λογισμῷ καὶ τῷ δόγματι οὕτω διαιτήσας τῷ πράγματι· οὔτε διαφοραῖς αἰτιῶν οὔτε οὐσιῶν ἑτερότησι τὰς ἡμετέρας ἐγὼ διασχίζω ψυχάς, ὡς οἵ γε πλείους τῶν ἐξ Ἑλλάδος σοφῶν εἰπεῖν τετολμήκασι, μίαν δὲ πάσαις τὴν φύσιν ὑποβαλλόμενος τοῖς ἰδιώμασι διαιρῶ, εἶθ' ὅσας μὲν κοινωνεῖν τῶν αὐτῶν ἔγνων ὑπείληφα συγγενεῖς, ὅσαι δὲ πρὸς ἀλλήλας ἑτερογνωμονοῦσι, ταύτας ἀλλοτρίας τε ἀπεφηνάμην καὶ γένεσιν ἑτέροις ἀπέκρινα. Μή τι κακῶς τὸ ὑμέτερον εἴκασα, μᾶλλον δὲ κοινὸν καὶ ἡμέτερον; ἀντιπέπονθα γὰρ καὶ αὐτὸς τοῖς ὑμετέροις κινήμασι τῶν ψυχῶν καὶ τῷ τε ἤθει συμφύομαι καὶ τῇ ἁρμονίᾳ τῶν λόγων συμβέβλημαι καὶ τῷ χαρακτῆρι τῶν τρόπων συνεξεικόνισμαι. ἐπεὶ οὖν ἶσα τὰ παρ' ἀλλήλων, καὶ ἀντιπαραλαμβάνομεν ὃ καὶ διδόαμεν, ἐγὼ μὲν καὶ αὖθις τὸν παρόντα δωροφορῶ λόγον ὑμῖν, τὴν συνήθη δεξίωσιν καὶ ὅ μοι τῶν πάντων ἐγκαταλέλειπται, ὑμεῖς δέ μοι προσέχοιτε τὸν νοῦν ὥσπερ εἰώθατε. ὁ δὲ λόγος οὔτε σοφιστείαν τινὰ καὶ περιεργίαν λόγων ὑμῖν ἐπαγγέλλεται οὔτε τῆς περιττῆς σοφίας ἐστὶ μαθημάτων κύκλον ἀνερευνώμενος, ἀλλ' ἠθικὸς μὲν καὶ τῷ ὄντι φιλόσοφος, οὔτε δὲ πολιτείαν ἁρμόζει οὔτε δήμῳ καὶ οἴκῳ προσήκει, ἀλλ' (εἴπω ὃ βούλομαι μὲν εἰπεῖν, ἀναβάλλομαι δέ) τὴν ἀδελφικὴν ὑμῖν φιλίαν χαρακτηρίζει, ἵνα ἡ πρὸς ἀλλήλους ὑμῶν κοινωνία μὴ ἐξ ἔθους ἐστὶ καὶ τῆς τῶν πολλῶν ὑπολήψεως, ἀλλ' ἐπιστήμην ἔχοι τὸν λόγον, καὶ τὸ τῆς φύσεως πεπλανημένον καὶ ἄτακτον τῷ ἐπιστη μονικῷ καὶ ἀμεταθέτῳ λόγῳ ὁρίζοιτο. εἰ γὰρ μόνῃ τῇ φύσει χρώμενοι οὕτως ἀκριβοῦτε τὸ σύμπνουν, τί οὐκ ἂν γένοισθε καὶ τὸν λόγον προσ ειληφότες; ὃ τοίνυν οἱ φυτηκόμοι ποιοῦσι, τοῦτο καὶ αὐτὸς τελεῖν ἔγνωκα· ἐκεῖνοί τε γάρ, ὅσα τῶν φυτῶν τὴν ὥραν ἐνδείκνυται, περὶ ταῦτα καὶ μᾶλλον φιλεργοῦσί τε καὶ διατίθενται. καὶ αὐτὸς δὲ τὴν ὑμετέραν ἀγασθεὶς συμφυΐαν ὁμόθεν ἐκ τῆς αὐτῆς ῥίζης ἀναβλαστήσασαν, ἀλλ' οὐκ ἐγκεκεντρισμένην οὐδὲ ἐπείσακτον, ἔτι γε μᾶλλον συνάπτειν ἐπιχειρῶ, ὅπως μὴ τὸ στέλεχος μόνον ὑμῶν συνημμένον εἴη ἀλλὰ καὶ τὸ σύμπαν ἐς κορυφήν. Τῆς τοίνυν τῶν ἀδελφῶν συναφῆς ἡ φύσις εὐθὺς ἐκ γενέσεως πολλὰς τὰς ἀφορμὰς παρῃνίξατο· τοῖς γὰρ αὐτοῖς ἐγκολπωσαμένη χωρίοις ἀπὸ τῶν αὐτῶν ὠδίνων ἐξήνεγκε. Σκύθαι μὲν γὰρ νομάδες τοῦ πολιτικοῦ γένους ἀπηλλοτρίωνται, καὶ τοῖς ἠπειρώταις οἱ νησιῶται οὐ πάνυ προσήκουσιν, αἵ τε διάφοροι τῶν κλιμάτων οἰκήσεις ἀλλοτρίας τῶν οἰκητόρων τὰς γνώμας ἀποδιδόασιν. ἀπὸ δέ γε τῆς Ἑλλάδος ἢ τῆς ἀποίκου Ἰωνίας ἢ τῶν ἑκασταχοῦ πόλεων οὐ πάνυ τι τὸ παραλλάττον εὑρήσεις ταῖς γνώμαις· ἥ τε γὰρ ταὐτότης τοῦ περιέχοντος καὶ ἡ τῶν πολιτευμάτων κοινότης εἰς βραχεῖαν διαφορὰν τὸ πλῆθος συνέστειλε τῶν ἠθῶν· καὶ κατ' ὀλίγον συστέλλων τὰς τῶν ὀνομάτων κοινότητας τὰς μὲν πόλεις εἰς δήμους, τὰς δὲ φυλὰς εἰς συγγένειαν καὶ τἆλλα οὕτως συναιρήσεις καὶ τὰς ψυχάς· εἶτα δὴ κορυφώσας εἰς τὴν ἀρχὴν καὶ τὴν αὐτὴν τῆς γενέσεως ἀφορμὴν ἆρ' οὐχὶ καὶ τὴν ἰδέαν διασώσεις ἴσην καὶ ἀδιάφορον; ἄτοπον γὰρ τοὺς μὲν Λίβυας πρὸς ἀλλήλους ὁμοφρονεῖν ὅτι μίαν οἴκησιν τὴν Λιβύην εἰλήχασιν, ἀδελφοὺς δὲ ἑτερογνωμονεῖν, ὥσπερ ἔνια τῶν καρπῶν ἐκ τῶν αὐτῶν περικαρπίων τῆς γενέσεως ἀπορρεύσαντα, καὶ τὰ μὲν ἐνοφθαλμιζό μενα τῶν φυτῶν τῆς αὐτῆς τῷ πρωτορρίζῳ μεταλαγχάνειν ποιότητος, τοὺς δὲ τῆς αὐτῆς κεκοινωνηκότας ῥίζης ἑτεροφυεῖς εἶναι καὶ διῃρῆσθαι εὐθύς. Θαυμάζω δὲ ὅπως οἱ πολλοὶ τῶν ἀνθρώπων οὕτως ἔχοντες οὐκ αἰσ χύνονται, καὶ ταῦτα τὴν μὲν ὕλην ὁρῶντες ἐς τὴν αὐτὴν πολλάκις μορ φωθεῖσαν ἰδέαν τοῖς ἀδελφοῖς, τὸ ἄτακτον καὶ ἀόριστον, τὰς δὲ ψυχὰς ἀντιδιῃρημένας καὶ ἑτερογνώμονας ἔχοντες. καὶ ψυχὴ μὲν φύσιν κοσμεῖ, φύσις δὲ σώματα, καὶ τὰ μὲν κοσμούμενα μένει πολλάκις ἀπαράλλακτα, τὸ δὲ πρώτως κοσμοῦν ὥσπερ τοὺς οἰκείους λόγους ἀγνοῆσαν παρήλλακ ται. τοῖς Μολιονίδαις τὸ πλάσμα φιλόσοφος λόγος ἐστὶ τὸ ἀδιαίρετον εἰσηγούμενος τῶν ψυχῶν· τὰ δέ γε διττὰ τῆς τοῦ ἑνὸς φύσεως ὄργανα τῆς τῶν δυεῖν ἢ πλειόνων ἀπαραλλαξίας ἀκριβῆ τυγχάνουσι παραδείγματα, ὀφθαλμοί, ῥῖνες, ὀφρύες, τἆλλα καὶ τὰ ἐπὶ τούτοις χεῖρες καὶ πόδες· τοῖν τε γὰρ ὀφθαλμοῖν ἶσον τὸ μέγεθος καὶ τὸ χρῶμα ὅμοιον, κατὰ ταὐτὸ δὲ καὶ τὰ ὦτα τοῖς κροτάφοις συμπέπλασται καὶ τὰ πτερύγια τῶν ῥινῶν ἀνεῴγασι καὶ οἱ ἀγκῶνες συνήρθρωνται καὶ αἱ βάσεις διῄρηνται, ἵνα, ὅπερ ἡ φύσις τοῖς διττοῖς ἀποδέδωκε σώμασι, τοῦτο ἡ γνώμη ταῖς αὐταῖς ἀποδοίη ψυχαῖς. καὶ μέντοι καὶ γελᾶν εἰώθαμεν ὅταν τῳ τὸν μὲν τῶν ὀφθαλμῶν ἴδωμεν χαροπόν, ὑπόγλαυκον δὲ τὸν ἄλλον ἢ μέλανα· κἂν εἴ τῳ ἡ μὲν τῶν ὀφρύων ἄνω που κάθηται, ἡ δ' ἐπὶ τὸ βλέφαρον τέταται, μετὰ τῶν τεράτων τοῦτο τιθέαμεν καὶ ἡμιγενεῖς τοὺς οὕτως ἔχοντας ὀνομάζομεν. καὶ τοὺς διεστηκότας δὲ τῶν ἀδελφῶν τί ἂν ἄλλο ἢ τοῦτο καλέσαιμεν; Θεωρήσωμεν δὲ καὶ οὕτως τὸν λόγον· πλάττει μὲν ἀπὸ τῶν σπερμάτων ὁ φυσικὸς λόγος τὰ σώματα, εἰσάγει δὲ τούτοις τὰς ψυχὰς ὁ νοερὸς ἔξωθεν, καὶ ὁ μὲν ὡς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς τὴν ὁμοίαν διάθεσιν τοῖς πλαττομένοις δημιουργεῖ παραλλάττων κατὰ τὸ σπάνιον, ὁ δὲ οὕτως ἐστὶ τῆς φύσεως ἀμαθέστερος ὅτι δυσὶν ὁμοίοις σώμασιν ἀκαταλλήλους προσήρμοσε τὰς ψυχάς; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ τὸ μὲν σῶμα οὐκ ἀντιπράττει τῷ σπερματικῷ λόγῳ (διὰ ταῦτα πρὸς ὃ ἐκεῖνος βούλεται πλάττεται), ἡ δὲ τῶν γνωμῶν ἡμῶν αἵρεσις ἀντιδιατιθεμένη τῷ ἁρμοστῇ τῶν ψυχῶν τὴν ἁρμονίαν ἠφάνισεν ὥσπερ τις ἐκμελὴς φθόγγος μὴ συνηχήσας ταῖς τάσεσι τῶν χορδῶν. Εἰ βούλεσθε, βραχύ τι τὴν γένεσιν ὑμῖν φυσιολογήσω τῆς φύσεως, ἵν' εἰδῆτε ἐκ ποίας ἑνώσεως οἱ πολλοὶ τῶν ἀδελφῶν διεστήκασι. σπέρμα πατρόθεν φερόμενον καὶ παρὰ τῆς πρώτης ἡμῶν καὶ μητρῴας θηλῆς αἱματηρὸς καταχέων χυμὸς ὥσπερ εἴς τι κοῖλον χωρίον τὸ τελευταῖον κύτος τοῦ μητρικοῦ σώματος καὶ ἀλλήλω συμβεβηκότε δημιουργεῖτον κοινῇ τὰ γεννώμενα· εἶτα τὸ σύμπαν γονούμενον καὶ θρομβούμενον καὶ οἷον σφαιρούμενον ἀρτήματί τινι, χορίῳ οὕτω λεγομένῳ, τῇ βάσει προσῆπται τοῦ περιέχοντος, ἑτέρῳ δέ τινι ἀγγείῳ ἐκ τῆς ὀμφαλίτιδος διατεινομένῳ μεσότητος ταῖς κοτυληδόσι τῆς μήτρας διαπλάττεται· εἶτα δή, ῥαγέντος τοῦ ἐπιπάγου καὶ τῶν ὀργάνων ὑγρῶς τὰ πρῶτα συμμορφουμένων, δυσὶν ὑμέσι λεπτοῖς ὁρᾶται περιεχόμενον τὸ τικτόμενον, ἵνα τὴν ἁρμονίαν ἡ φύσις φυλάξῃ τοῖς μέλεσι καὶ μὴ διαχυθῇ τὰ ὄργανα ταῖς ὑγρότησιν, ἀλλὰ συμφύηται ταῖς ἑνότησι. τὸ σύμπαν οὖν μυστήριον τῆς ἡμετέρας γενέσεως ἑνότης λόγου ἐστί, γενῶν συνάφεια, γονῶν ἀνάκρασις, διάπλασις σώματος καὶ τὸ παρὰ τοῦ παντὸς γένους ἀπαιτούμε νον τῆς κοινωνίας καὶ τῆς ὁμοφροσύνης ὄφλημα. ἔνιοι τῶν ἀδελφῶν διῃρήκασι καὶ τῆς φύσεως κατεψεύσαντο· ἀλλ' ὑμεῖς οἱ τῷ λόγῳ μᾶλλον τῶν ἄλλων κοσμούμενοι τὸ διαπεπτωκὸς ἐπανορθοῦτε τῆς φύσεως καὶ μετ' ἐπιστήμης ἀλλήλων ἐξαρτᾶσθε, ἵνα μείνῃ παρ' ὑμῖν τὸ συμφυὲς ἀδιάστατον. ἐκ τῆς αὐτῆς αὔλακος τὸν πυρὸν οἱ γεωργήσαντες κομιζόμενοι οὐ θαυμάζουσι τοῦ γένους τὴν ὁμοιότητα· τῆς τε γὰρ καταβολῆς τὸ ἀδιάφορον ἴσασι καὶ τὸ τῆς γεννησαμένης ἀπαράλλακτον γῆς. οἱ δὲ πλείους ἡμῶν ἐκπεπληγμένοις ἐοίκασιν, εἴ τινές εἰσιν ἀδελφοὶ ὁμοίαν ἐσχηκότες διάνοιαν· κἂν μὲν σωμάτων ἴδωσιν ὁμοιότητας, ἐπὶ τὴν φύσιν ἀνάγουσι τὸ φανὲν καὶ τῆς συμπλάσεως τὴν ἀρχὴν ᾐτιάσαντο τῆς γενέσεως, τὰς δὲ ὁμοίας γνώμας τῶν ὁμόθεν γεγεννημένων ὑπερεκπλήττονται· οὕτως εἰσὶν ἀμαθεῖς τῶν νοερωτέρων σπερμάτων τῆς ἀμιγοῦς φύσεως. σώματος μὲν γὰρ σῶμα προσεχὲς αἴτιον, οὐσίας δὲ ἀσωμάτου θεός· σῶμα δὲ καὶ θεός, ἵν' εἰκάσω τοσοῦτον καταβάς, ὃ τὰ πολλὰ καὶ τὸ ἕν. οὕτω δὲ τῶν αἰτίων διεστηκότων τὰ μὲν πολλὰ ἴσχει πολλάκις τὴν ὁμοιότητα, ἡμεῖς δὲ διαιρούμενοι ταῖς διαφοραῖς τῶν ψυχῶν καταψευδόμεθα τοῦ ἑνός. Αἰγυπτιάσας πάλαι ὁ Ἰσραὴλ ὥσπερ τινὸς Νειλῴου ῥεύματος ἐσπάσατο τῶν ὁμοδιαίτων ἠθῶν, ἀδελφοὶ δὲ ἐκ μιᾶς ἀπορραγέντες πηγῆς εἰς διαφόρους ὀχετοὺς ἐμερίσθησαν, οὔτε τὴν πρώτην αἰδεσθέντες καὶ κοινὴν τράπεζαν οὔτ' ἄλλο τι διευλαβηθέντες τῆς κοινῆς φύσεως. ἀλλ' ὑμεῖς (ὥσπερ οἱ τοῦ Νεμέτορος υἱεῖς τὸ γένος μεμαθηκότες, ὅτι βασι λικῆς τυγχάνουσιν ὄντες σπορᾶς, ἐφρόνησάν τι λαμπρότερόν τε καὶ ἀρχι κώτερον, καὶ ἅτερος τούτων τὴν παλαιὰν Ῥώμην ᾤκισε καὶ τὴν προσ ωνυμίαν ἀφῆκε τῇ πόλει) διαγνόντες ὅτι καὶ τὴν καταβολὴν θείου ἐσχή κατε σπέρματος ἐς ὁμοίαν τὴν γένεσιν διὰ τῶν αὐτῶν ἠθῶν πρὸς τὴν αὐτὴν αἰτίαν μοι ἀναδράμοιτε· οὐδὲν γὰρ οὕτω κοινωνίαν ψυχῶν ἀπεργάζε ται ὡς ἡ τῶν αὐτῶν ἐπιτηδευμάτων ἐκ συνθήματος μεταχείρισις. ὥσπερ γὰρ πάλαι διαιρεθεισῶν τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ἡ μέν τις Ἰωνικὴ ὠνομάζετο παίδευσις, ἡ δὲ Ἀκαδημαϊκή, ἡ δὲ Κυρηναϊκὴ καὶ ἄλλη Ἐπέχουσα, ἀπὸ τῶν τρόπων ἢ τῶν τόπων ἢ τῶν αἱρεσιαρχούντων τὰς ἐπωνυμίας λαμβάνοντες ἢ ἑτέρωθέν ποι, καὶ ἦν ἑκάστη ὁμόφωνος καὶ ὁμόδοξος ἑαυτῇ, οὕτω δὴ καὶ ὑμῖν τὸ αὐτὸ σπούδασμα τῶν ὁμοίων ἕξεων γενήσεται αἴτιον. Ἔγωγ' οὖν ὑμῖν ἥδιστ' ἂν τὸν ἅπαντα χρόνον συγκατεβίωσα τὰ γένη τῶν λόγων παρατιθεὶς καὶ ἐμφορῶν αὐτῶν τῆς γλυκύτητος καὶ μίαν ἀμφοῖν κρᾶσιν ἐργαζόμενος· ὥσπερ γὰρ τὰ ποτιμώτατα τῶν ὑδάτων καὶ οἱ εὐκραεῖς τῶν ἀέρων τὰ σώματα διατιθέασιν εὖ καὶ τὴν ὁμοίαν γεννῶσι διάθεσιν, οὕτω δὴ καὶ τῶν λόγων οἱ διαυγάζοντες τὸ ἰλυῶδες τῶν ψυχῶν ἀποσμήχοντες εἰλικρινῆ αὐταῖς καὶ αἰθέριον τὴν φύσιν ἐργάζονται. εἰ γάρ τινες περὶ τῶν μεγίστων ὁμοδοξεῖν ἄρχονται καὶ συμφέρεσθαι, οὗτοι τάχιστ' ἂν καὶ ἐν τοῖς ἐλάττοσι τὸ διαφέρον ἀνέλοιεν. κοινῇ γοῦν τὸν λόγον ἑλόμενοι ἀσφαλεστάτην κρηπῖδα τῆς ὁμονοίας ποιήσετε, εἰ δὲ ὁ μὲν ὀξύτερον εἶδε τὸ σπουδαζόμενον, ὁ δὲ ἀμβλύτερον, μήθ' ὁ εὐφυέστε ρος κατεπαιρέσθω θατέρου, μήθ' ὁ μαλακώτερος βασκαινέτω τῷ ταχυτέρῳ· οὐ γὰρ διῄρησθε, εἰσηγεῖται γὰρ ἡ ἀδελφότης τὴν ἕνωσιν. ἡνωμένων δὲ ἀμιγῶς φύσεων τὰ πάθη κοινά· ἢν δὲ μή, ὁ λόγος καὶ τὸν ἀμβλύτερον παραμυθείσθω καὶ σωφρονιζέτω τὸν ἀγχινούστερον. ὁ μὲν γὰρ ἀπραγματεύτως εὑρηκὼς τὸ ζητούμενον ἀποβαλεῖται τάχιστα ὥσπερ εὕρατο, ὁ δὲ πολλάκις διαιτήσας τοῖς λογισμοῖς τὸ ἀμφιγνοούμε νον, εἶτα δὴ προσκτησάμενος ὥσπερ ἐν πέδαις χαλκαῖς τὸν λόγον κατέ δησε. μή, καθάπερ οἱ πονηρότεροι τῶν προσχώρων ἢ ἀγρογειτόνων ὄρεσιν ἀπ' ἀλλήλων ἢ ποταμοῖς μέσοις ἀπείργοντες ἑαυτοὺς τῆς παρ' ἑκα τέρων ὠφελείας ἀμέτοχοι καθεστήκασιν, οὕτω δὴ καὶ ὑμεῖς τὰ ἑαυτῶν περιγράφοντες τῆς κοινῆς καταψεύδεσθε κλήσεως. τὸ γάρ τοι ὁμωρόφιον τοῦτο καὶ ὁμοδίαιτον καὶ τὸ ἀδιάφορον τῆς ἐσθῆτος καὶ τοῦ ὀχήματος καὶ τὸ κοινὸν τῆς δορυφορίας τὰς διαστάσεις ἀναιρεῖ τῶν ἠθῶν· οἱ δέ γε διανενεμημένοι τῶν ὁμογενῶν πρὸς διάφορον θεραπείαν καὶ οἰκειότητα ἀλλοτρίοις τε ἤθεσι προσεκύρησαν καὶ τὰς γνώμας ἀπ' ἀλλήλων συνδιῃρή κασιν. εὐδαιμονίαν μοι ἐπίστασθε τὴν κτῆσιν τῶν ἀρετῶν· αὗται γὰρ συνάπτουσιν ἡμᾶς τῷ θεῷ, ὃ δὴ τὸ πρῶτον μακαριστὸν πέφυκε. τὴν δὲ λεγομένην τῆς εὐδοξίας μακαριότητα προσοῦσαν μὲν ὅσον εἰκὸς ἀγαπήσατε, ἀπούσης δὲ μὴ μάλα τι δυσχεράνητε· οὐ γὰρ θαρρῶ τι πλέον εἰπεῖν τῆς συγκλήτου βουλῆς γεγονόσι καὶ τῆς λαμπροτέρας ζωῆς. καὶ ὥσπερ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἰδιοῦται τὸ τοῦ προλαβόντος εὐδόκιμον ὁ κατόπιν ἐλθὼν καὶ συστεφανοῦται ὁ ἀπολελειμμένος, ἂν οὕτω τύχῃ, τῷ προ δραμόντι, οὕτω δὴ καὶ ὑμῖν τὸ περιττεῦσαν θατέρῳ κέρδος τῷ λοιπῷ καθεστάτω. καὶ τὴν ὁμοιότητα ἐν τοῖς κατὰ προαίρεσιν ἔχοντες μὴ χαλεπαίνητε, εἰ ἐν τοῖς κατὰ περίστασιν παραλλάττοιτε· χρὴ γάρ, εἰ μὲν τὴν ἴσην ἀμφοτέρων τοῖς βίοις τὸ κρεῖττον τηρεῖ, ἀσμενίζειν, εἰ δὲ διαλλάττοι τὰ πράγματα, μὴ τὸ τῶν ἔξω διάφορον βιάζεσθαι κἀπὶ τῶν γνωμῶν. Τὰς διατριβὰς μὴ χωρὶς ἀπ' ἀλλήλων ποιεῖτε, ἀλλ' ἥ τε πρόοδος ὑμῖν καὶ ἡ ἔξοδος καὶ τἆλλα κοινὰ ἔστωσαν. θῶπας ἀνθρώπους μὴ παρα δέχεσθε μηδὲ φθάσῃ παρεισφθαρεῖσα κολακεία ταῖς ὑμετέραις ψυχαῖς, ἵνα μὴ τὸ φιλότιμον κατ' ἀλλήλων αὐξάνοντες ἐν ταῖς ὑπεροχαῖς ἀλλήλοις διαφθονῆτε. εἰ μέν τις τὸν ἕτερον ἐξισοῖ θατέρῳ ἢ ἀληθεύων ἢ πρὸς τοῦτο παρακινῶν καὶ ζῆλον ἐμποιῶν τῆς ἰσότητος, τοῦτον ἡγεῖσθε τὸν μάλιστα πεφιληκότα ὑμᾶς· ὃς δὲ τὸ ὑπερέχον λεληθότως τῷ ἑτέρῳ χαρίζεται, φθορέα τοῦτον ψυχῶν ἡγούμενοι ἀποπέμποισθε. μὴ θᾶττον μεταμορφοῦσθε οἷς ἂν συγγένοισθε ἐκ πρώτης ἐντεύξεως, ἀλλὰ τοὺς ψυχικοὺς χαρακτῆρας παραθεωροῦντες ἑκάστων, οἷς μὲν ἂν ὁμοιότητα συνειδῆτε, τούτοις συνδεῖσθε· τὸ δὲ παραλλάττον, εἰ μὲν κρεῖττον εἴη, μιμεῖσθε, εἰ δὲ χεῖρον, μωμεῖσθε. κοινῇ δὲ ποιεῖτε καὶ τὴν φυγὴν καὶ τὴν πρόσληψιν ἀλλήλοις ἀποτυποῦσθε· καὶ πρόσωπον ἅτερος θατέρῳ γινέσθω καὶ ἔνοπτρον, ἵν' ἑαυτοῖς ἀντιπεριιστάμενοι τὴν ἑαυτοῦ τις φροντίδα τοῦ ἑτέρου ποιοῖτο καὶ μηδεμία διάστασις ᾖ ἐφ' ἑκατέρου τῶν βουλευμάτων. εἴ τις ὑμῶν ἀλγοίη τὸ σῶμα, συνοδυνάσθω ἕτερος τῇ ψυχῇ· ἡ γὰρ ὁμοιοπάθεια μέγιστον ὁμοφροσύνης τεκμήριον. ἐγκαλλωπι ζέσθω ἑκάτερος τοῖς ἑτέρου πλεονεκτήμασι καὶ σπουδαζέτω μὲν ἐφικνεῖ σθαι τούτων καὶ μηδὲν παραλλάττειν τοῦ ἀδελφοῦ, ἀποτυγχάνων δὲ σεμνυνέσθω ὅτι κρείττων αὐτοῦ τυγχάνει ὁ ἀδελφός. Ἀγησίλαος τὰ πρῶτα τῶν Λακεδαιμονίων καὶ πρὸ τῆς ἡγεμονίας ἐτύγχανεν ὤν, ἤνδρωτο γὰρ ὡς οὐκ ἄλλος καὶ βουλευμάτων ἦρχε στρα τηγικῶν. πολέμου δὲ κηρυχθέντος ὑπερορίου τοῖς Λάκωσι, δόξαν οὕτω τοῖς τέλεσιν, ἑτέρους στρατηγεῖν εἵλοντο, τοῦ δὲ καταπεφρονήκεσαν· καὶ τῆς ἀρχαιρεσίας λυθείσης σεμνότερος οὗτος τῶν ἄλλων ἐφαίνετο καὶ ἱλαρώτερος τοῖς ἀπαντῶσιν ἐδείκνυτο, καί τινος ἠρωτηκότος τὴν αἰτίαν τῆς διαχύσεως, «τῇ ἐνεγκούσῃ», φησί, «τῆς εὐδαιμονίας συνεπαγάλλομαι· οὔπω γὰρ τηλικοῦτος ὢν μετὰ τριακοσίων λογάδων ἠρίθμημαι». τὸν δέ γε Ῥωμύλον φονέα τοῦ ἀδελφοῦ πεποίηκε τὸ φιλότιμον, καὶ μικροῦ δεῖν καὶ αὐτὸς συναπώλετο, εἰ μὴ ταῖς τοῦ μητροπάτορος παρακλήσεσιν ἀνεκαλέσατο τὴν ψυχήν. Καὶ τί δεῖ τῶν ἔξω παραδειγμάτων ὑμῖν; ἀγάλματα γὰρ ὑμῖν ἀνεστᾶσι τῆς ὁμογενοῦς συμφυΐας ἡ θεία καὶ ἱερὰ συζυγία, τὸν πατέρα καὶ τὸν θεῖόν φημι, ὧν ἑκάτερος ζῇ τε ἅμα καὶ τέθνηκεν· ὅ τε γὰρ ἀπελθὼν ἐκεῖσέ τέ ἐστιν οἷ ἀπελήλυθε καὶ ταῖς τοῦ ἀδελφοῦ μνήμαις καὶ πρὸς ἐκεῖνον ἀπαραλλάκτοις ἰσότησιν οὔπω ἀπηλλάχθαι· δοκεῖ· ὅ τε σὺν ἡμῖν οὗτος τῆς ἀρχιερωσύνης ὁ διαυγὴς ἥλιος τό τε λαχὸν τοῦ αἰῶνος μέρος πορεύεται καὶ ταῖς τοῦ ἀδελφοῦ μοναῖς τῷ φαντάσματι συναυλίζεται. οἶδ' ὅτι μέγα φρονεῖτε τῷ θείῳ· καὶ πῶς γὰρ οὔ, ὃν οἱ πλείους, εἰ καὶ πόρρω θεάσαιντο, εὐτύχημα τοῦτο μέγιστον ἥγηνται; ἀλλὰ πῶς ἂν ὑμᾶς ἀποδύρωμαι ὅτι μὴ τελείῳ τέλειοι συνωμιλήκατε τῷ πατρί; ἔγωγ' οὖν πολλάκις ἐκείνῳ παραγενόμενος τό τε εἶδος ἐθαύμασα καὶ τὸ ἦθος ὑπερηγάσθην καὶ τὸ ἱλαρὸν ὑπερηγάπησα τῆς ψυχῆς βαθεῖ φρονήματι σεμνυνόμενον. ὁ μὲν γὰρ θεῖος (ἀλλὰ μή μου κατείπητε πρὸς αὐτόν) ἐκ πρώτης ἡλικίας εὐθὺς τοῖς τε πολλοῖς ἀπέξεστο καὶ τοῦ πολιτικοῦ φρονήματος κρείττων ἐτύγχανε καὶ τὸ ἐσόμενον ὑπεσήμαινεν. οὗτος μὲν οὖν ἔσω τὰ ἴχνη τῶν ἠθῶν ἔστρεφεν, ὁ δέ– ἀλλὰ τίς ἐκείνῳ ἢ τὴν σύνεσιν ὅμοιος ἢ τὴν γλῶτταν ῥητορικώτερος; ἔθυε δὲ καὶ Μούσαις καὶ Χάρισιν, εὐπαιδευσίας τε μὴ ἀπολειπόμενος συμπάσης καὶ ταῖς ὁμιλίαις πᾶσαν καταγοητεύων ψυχήν· τὸ δὲ πρόσωπον– ἀλλ' ὁμοῦ τις ἐκεῖνον εἶδε καὶ χορεύουσαν ἔνδον εἴκασε τὴν ψυχήν. τοὺς ἄλλους οὖν ἄμφω νικῶντες ἑκάτερος ἑκατέρου ἥττητό τε καὶ ἀπεκρέματο, καὶ τοσοῦτον ἦν τὸ ἀδιάστατον ἐπ' ἀμφοῖν, ὥσθ' ὅ φησιν ὁ λόγος περὶ Φωκίωνος (Ῥωμαῖος δὲ οὗτος ἦν καὶ ἥρως ἄντικρυς καὶ κρείττων ὡρῶν καὶ φιλό σοφος καθαρῶς)· αἰσχυνόμενος ὅτιπερ ἐν σώματι εἴη, διὰ ταῦτα ὑπὸ τὴν περιβολὴν εἶχε τὰς χεῖρας ἀεί, ὁπότε δέ τι καὶ μέρος οὗτος γυμνώσειεν, ὥσπερ τοὺς κομήτας οἱ ἀστρολόγοι, οὕτω δὴ καὶ οἱ τοῦτο θεασάμενοι σημεῖον ὑπερβολῆς ἐτίθεσαν καύματος. κατὰ ταῦτα δὴ τέρας ἦν ἰδεῖν, εἴ τις τῶν ἀδελφῶν θατέρου βαδίζοι χωρίς, ἑκάτερος δὲ τὸν ἕτερον ἀπεσέμνυ νεν· εἰ δέ τις ἐπαινεῖν εἵλετο τὸν ὁρώμενον, τὰς γνάθους οὗτος εὐθὺς ἠρυθαίνετο, αἰδούμενος ὅτι μὴ συγκοινωνοίη τούτῳ τῆς εὐφημίας ὁ ἀδελφός. Ἄμφω μὲν οὖν ὑπηρετησάτην τῷ πατρί, ἄμφω δὲ τὰς πατρικὰς ἐκληρονο μησάτην εὐχάς, καὶ τῶν μὲν ἄλλων κρείττους ἐγενέσθην, τοῦ δὲ φθόνου ἥττους παρὰ πολύ. οἱ δὲ κοινῇ μὲν καὶ τῆς εὐδοξίας, κοινῇ δὲ καὶ τοῦ συμπεσόντος χειμῶνος συμμετεσχήκασι, καὶ τότε πρῶτον κακῶς διῃρέθησαν ἀπ' ἀλλήλων οἱ ἀλλήλοις ἐναπομείναντες· ἀλλ' ἡ ἐπιμανεῖσα τούτοις Ἐριννύς (δότε γάρ μοι παθητιᾶν κἀν τοῖς ῥήμασι) τῷ μὲν ἀθρόον ἐπέβαλε θάνατον, τῷ δὲ ἀφωνίαν καὶ ἔκπληξιν. Ἀλλ' ὑμῖν τὰ πρῶτα ἀπόχρη πρὸς μίμησιν, τὰ δὲ τελευταῖα μὴ ἐπενέγκοι θεός. ὁ μὲν οὖν Ἀχιλλεύς, ἵνα τὴν ὁπλιτικὴν παιδευθῇ, τὸν μιξάνθρωπον ἐκεῖνον Χείρωνα οὐ παρῃτεῖτο παιδευτήν τε ὁμοῦ καὶ σωφρονιστήν· ὑμῖν δὲ ἀρκεῖ τὸ βούλημα πρὸς τὴν καλλίονα τῶν ἠθῶν μεταρρύθμισιν καί, ὃ τοῖς γραφεῦσιν ὁ ἀρχέτυπος πίναξ καθέστηκε, τοῦτο ὑμῖν τὰ πατρικὰ ἔστωσαν διηγήματα. καὶ ἵνα τὸ πᾶν τῆς ὑποθήκης κεφαλαιώσωμεν, ἀρετῇ καὶ λόγῳ καὶ τοῖς πατρῴοις καλοῖς, τρισὶ τούτοις πρὸς τὰ κάλλιστα χρώμενοι, οὐδενὶ μέρει τῆς ἀειζωίας ἀπολειφθήσεσθε.