Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Ἔκφρασις ἢ ἀλληγορία Βούλεται μὲν ἡ Κίρκη καὶ τὸν Ὀδυσσέα μεταμορφοῦν καὶ εἰσελαύνειν εἰς συφεόν· εὐτρέπισται γὰρ αὐτῇ ὁ κυκεὼν καὶ ὅσα ἐς τὴν τῆς μετα ποιήσεως δύναμιν πάντα συγκέκραται. ἀποτυγχάνει δὲ τοῦ βουλήματος, σπασαμένου ἐπ' αὐτὴν τὸ ξίφος τοῦ ἥρωος, ὅθεν μικροῦ δεῖν καὶ ἀποπε πνεύκει· ἠλλοίωται γάρ, ὡς ὁρᾷς, τὴν μορφήν, ὁ δὲ ἔτι μᾶλλον θαρσεῖ καὶ φοβερῷ βλέπει τῷ βλέμματι. περὶ δὲ τῶν ἑταίρων οὔπω τούτῳ μέλει· ὑπὲρ ἑαυτοῦ γὰρ παρεσκεύασται, οἱ δὲ ἑστᾶσιν. ἀλλὰ βαβαὶ τῶν προσ ώπων· ἐκαλλωπίσατο δὲ ἐπ' αὐτοῖς ἡ τέχνη. τὸν μὲν γὰρ ἤδη μεταποιη θέντα πεποίηκε, τὸν δὲ ἔτι μεταμορφούμενον, τὸν δὲ μέλλοντα· ὅθεν τούτῳ μὲν ὁ μυκτὴρ ἀπομεμήκυται καὶ ὕειος αὐτῷ ἀτεχνῶς ἡ μορφή, ὁ δὲ τοὺς ὀφθαλμοὺς μὲν διήλλακται καὶ βραχύ τι τοῦ προσώπου κεχάλα σται, οὔπω δὲ ἡ ῥὶς κατέληξεν εἰς ὀξύ, τῷ δὲ ἐξῴδηκεν ἤδη τὸ πρόσωπον καὶ ἦρκται τοῦ μετασχηματισμοῦ. Τί ποτ' οὖν ὁ κρατὴρ τῶν μὲν κεκράτηκεν, ὁ δὲ ὑπερίσχυσε; φιλόσοφον, ὦ παῖ, λόγον ἀκούσῃ καὶ οὐ πάνυ τὴν περιβολὴν τοῦ μύθου μέμψῃ· ποιητικὸν γὰρ ὑφ' ἑτέρᾳ μορφῇ τὰ τῆς φιλοσοφίας κρύπτειν ἀπόρρητα. τὴν γάρ τοι Κίρκην ἡδονὴν ἄντικρυς νόησον μεταποιοῦσαν ψυχὰς πρὸς ὃ ἑκάστη πάθος κεκίνητο. ὁ δὲ κυκεὼν σύγκρατόν ἐστι πόμα καὶ ἀτεχνῶς λήθης ποτήριον· ἐπιλανθάνονται γοῦν αἱ ψυχαὶ τῆς οἰκείας ἀξίας πιοῦσαι τοῦ νάματος, ὅθεν τὸν ἔμφυτον ἀλογώσασαι λόγον εἰς τὴν κτηνώδη μετακεκίνηνται μόρφωσιν. δύναται γοῦν κατὰ τῶν τοιούτων ἡ Κίρκη ψυχῶν καὶ δοκεῖ φοβερά τις εἶναι καὶ μετὰ τοῦ κάλλους βλοσυρά τε καὶ σοβαρά. αἱ δὲ ἡμίθεοι τῶν ψυχῶν, ἐν μέσῳ θνητοῦ τε σαλεύουσαι σώματος καὶ τῆς ἀκηράτου φύσεως, οὐ πάνυ δεδίασι τὴν τῆς Κίρκης μεταβολὴν οὐδὲ ἁλίσκονται τῆς μορφῆς, ἀλλὰ γενναιότερον ἀντιβλέψασαι τὴν μὲν καταδειμαίνουσιν, ἐκεῖναι δὲ τὴν εἰς τὰ πάθη ἀποφυγγάνουσι μετα ποίησιν. 34 Ἔκφρασις εἰς Ἔρωτα ἐγγεγλυμμένον λίθῳ Μὴ θαυμάσῃς, ὦ μειράκιον, ὁρῶν τὸν ἐν τῷ λίθῳ Ἔρωτα πρὸς βαθὺν ὕπνον ἤδη κατενεχθέντα, ὡς ἐπαναπαύεσθαι μὲν αὐτῷ τὰς πτέρυγας, τὴν δὲ γωρυτὸν τῶν βελῶν ἄπρακτον θατέρᾳ παρῃω̣ ρ̣ η῀̣ σ̣ θαι τῶν χειρῶν. ὁ γάρ τοι πλάσας τὸν λίθον καὶ εἰς ἰδέαν τεχνιτεύσας Ἔρωτος [οὔ] μοι δοκεῖ τὴν ὑψηλοτέραν ἠγνοηκέναι φιλοσοφίαν οὐδὲ τὴν διάκρισιν τῶν ψυχῶν καὶ ὡς τι̣ ν̣ ε`̣ ς̣ μὲν αὐτ [ῶν] η᾿̣ κ̣ χα... ὑπὸ γένεσιν, αἷς ο̣ υ᾿̣ [κ ἄ] γρυπν [ος] ὁ Ἔρως [δεσυντ φερε 10 λιττ.], τινὲς δὲ ὑπ [ερ] βεβήκασι τὸ ἐκείνου πτερόν, ὑφ' αἷς ὁ κ̣ α̣ ι`̣ θε´̣ αν.. τ.../ [..] το [ῦ] δ̣ [δεσυντ φερε 10 λιττ.], ὥστε τὴν μέση [ν χ] ω´̣ ραν τακτέον ἡμῖν τὸν Ἔρωτα, ἵνα τοῖς μὲν.... ω̣ τιφ.. γ̣· [δεσυντ φερε 11 λιττ.]. καὶ μὴ πάνυ δειλιῶμεν τὸ τού του πτερὸν μηδὲ φοβώμεθα τὸν ὀιστόν· οὐ γὰρ ἐ [δεσυντ φερε 11 λιττ.] πτερύσσεται οὐδ' ἐπὶ πᾶσιν εὔσ̣ [τοχ] α βάλλει, ἀλλὰ καὶ ὧν ἂν καταστοχῇ [δεσυντ φερε 12 λιττ.] μ̣ η̣ ται. Εἰ δέ γε τῶν Ἐρώτων τὸν ἥτ [τω] ἐν λίθῳ γλύφειν ὁ πλάστης ἠδύνατο νήφο̣ ντ̣ [α δεσυντ φερε 7 λιττ.] σπουδάζοντα ἐπὶ ταῖς κρείττοσιν ὑπέδειξε τῶν ψυχῶν. ἐστὶ γάρ τι καὶ γένος ἕτε̣ ρ̣ [ον] ὑψηλοτέρου κ̣ α̣ ι`̣ ἐγρηγορότος ἐσαεὶ Ἔρωτος ὃς οὐ κατάγει ψυχὰς ἐς σωμάτων μορφάς, ἀλλ' α᾿̣ ν̣ [ά] γει νοῦς ἐς εἶδος θεοῦ· πλὴν μηδὲ τὸν χθαμαλώτερον ἀποδιοπομπησώμεθα Ἔρωτα, εἰ δεῖ πεπεῖσθαι τῷ θαυμασίῳ φιλοσόφῳ (φημὶ δὴ τῷ Πλάτωνι). ἑτοιμάζει καὶ οὗτος τὰς ψυχὰς ἀπὸ τοῦ ἐμφανοῦς κάλλους πρὸς τὴν ἀναγωγὸν ἡδονὴν καί, ἐπεὶ μὴ δύναται τὸ νοερὸν καὶ ἀπόθετον κάλλος ἐπὶ τῆς ἰδίας ὑποστήσασθαι φύσεως, ἀπηχήματά τινα καὶ ἐμφάσεις εἰδωλο ποιεῖ ἐν τοῖς σώμασιν, ἅπερ ἰδοῦσα ψυχὴ φιλόκαλος οἰστρεῖ ἀτεχνῶς καὶ ἀνακηκίει θερμῶς, ἐπιγνοῦσα ἐν ταῖς ἐμφάσεσι τὸ ἴχνος τῆς νοερᾶς ἐκείνης ψυχῆς. οὕτω δὲ διατακτέον ὡς εἰ μέν τις ἰδὼν κάλλος ἐν σώματι ἐναπομείνοι τῷ ὑποκειμένῳ καὶ τὸ εἴδωλον μόνον ἐναγκαλίσαιτο, φιλοσώ ματος οὗτος ἀλλ' οὐ φιλόκαλος· εἰ δ' ἐκεῖθεν ἐπιστραφείη πρὸς τὸ ἀναγωγὸν εἶδος, οὗτός ἐστιν ὁ Πλατωνικὸς ἐραστὴς οὗ τὸν λόγον οἱ ἀγνοήσαντες βάλλουσι σκώμμασιν. Ἀλλὰ περὶ μὲν τοῦ κρείττονος Ἔρωτος ἕτερος ταμιευέσθω καιρός, τοῦ δὲ γεγλυμμένου τούτου παραπολαυέτω καὶ ὁ πλάστης τῷ λόγῳ· ὅρα γὰρ ὡς πρὸς τὴν φύσιν τὰ μέλη ἐνήρμοσται. μᾶλλον δὲ καὶ ἀπὸ τῆς λίθου τὸν τεχνίτην θαυμάσομαι· οὐ γὰρ τὸν ποικίλον ὑπέθετο τῇ αὐτοῦ τέχνῃ (οὐ τὸν ἐκ Προικονήσου οὐδὲ τὸν ἐκ Πεντέληθεν), ἀλλὰ τὸν ἐς ἄκρον λευκό τατον, ἵνα αὐτόθεν τὸ χρῶμα ἔχῃ τοῦ Ἔρωτος καὶ μὴ παρὰ τῆς τέχνης τοῦτο βιάζοιτο· γάλακτι γοῦν ἀτεχνῶς παγέντι ἔοικεν ἢ χιόνι ἤδη συμφορηθείσῃ καὶ ἀναβαλλομένῃ τὸν κρύσταλλον. ἐπιφρίσσει δὲ αὐτῷ ἡ θρὶξ περὶ τὴν κεφαλὴν οἷον ἐγρηγορός τι καὶ τηλεφανὲς δεικνῦσα τὸ πρόσωπον· ὁ δὲ κ̣ ε̣ χα´̣ λασται μὲν εἰς ὕπνον καὶ τὰ βλέφαρα ἐπιμέμυκεν, οὔπω δὲ οὐδ' οὗτος ἀκρατής ἐστιν οὐδ' ἀκριβῶς κατεχόμενος· αἱ γὰρ χεῖρες αὐτῷ πράττουσί τι καθεύδοντι, ἡ μὲν τὴν κεφαλὴν ὑπερείδουσα, ἡ δὲ μέρους τινὸς ἐπιδεδραγμένη. ἀνακαλύπτει δὲ αὐτὸν ἡ τέχνη καὶ γυμνοῖ τὸ σῶμα τῆς συνήθους περιβολῆς. ὅρα γοῦν ὡς ὅλος εὐάγκαλόν ἐστι ἄγαλμα· ἔκκειται γάρ σοι θατέρα τῶν πλευρῶν, εἰ δ' ἐλλιπὴς αὕτη καὶ ἄσαρκος, μὴ θαυμάσῃς, μᾶλλον δὲ θαύμασον τὸ σοφὸν τῆς τέχνης. ὑποχαλάσασα̣ δ̣ ε`̣ κ̣ α̣ ι`̣ ἡ γαστὴρ πρὸς τὸ κάταντες μέρος, ἐφ' ᾧ δὴ ὁ Ἔρως ὑφήπλωται, συνείληφε τὴν ἐπιδερμίδα καὶ ἧττον σαρκώδη πεποίηκε τὴν πλευράν, ὅθεν ὃ μὴ ἠνάγκασται μέρος (σὺν τῷ μηρῷ ὁ γλουτός) δαψι λεῖ περικέχυται τῇ σαρκί. τοὺς δὲ πόδας οὐχ ὥσπερ εἰς κανόνα ἐνήρμο [σε....] γὰρ ἴσασι [.....]· τ̣ α̣ τα οἱ κο [..] ούμενοι, [ἀλλ] ὰ τὸν μ̣ [ὲν ἕτ] ερον ὑφ' ἑτέρῳ πεποίηκεν. τὸ δὲ πτερὸν ὄπισθεν ἀφῆκε με̣ τ̣ α̣ [δεσυντ φερε