Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Ἐγκώμιον εἰς τὸν μοναχὸν Ἰωάννην τὸν Κρουστουλᾶν ἀναγνόντα ἐν τῇ Ἁγίᾳ Σορῷ ί τοῦτο; εὐθὺς γὰρ εἰσδεδυκότα με τὸν νεὼν ἀπορία κατέσχηκε ξένον τι τοῦ συνήθους ἰδόντα καὶ οἷον οὔπω τεθέαμαι. ἐπάγην γὰρ αὐτίκα τὸν νοῦν καὶ πρὸς ἔκπληξιν ἀφικόμενος τοιαῦτα τοὺς παρόντας ἐπανηρόμην, «ἡ τῆς Παρθένου», λέγων, «Σορὸς πλήθους μὲν εὐμοιρεῖ πάντοτε, οὐδέπω δὲ ὡς νῦν τοσοῦτον ἑώρακα· ἡ χάρις μὲν ἄπειρος, ἀλλὰ τὸ πλῆθος ὑπὲρ κατάληψιν· συνήθης μὲν ἡ ἀντίληψις, ἀλλ' ὁ δῆμος ψάμμῳ παρόμοιος· ἡ δόσις μὲν πολλαπλάσιος, ἀλλ' ἡ συνέλευσις ὑπὲρ αἴσθησιν, ὁ θροῦς, ἡ βοή, ὁ πρὸς ἀλλήλους ἀντωθισμός, τὰ συντρίμματα, τὰ πιέσματα, τὰ ἐγκλήματα, ἡ τῶν ἑστώτων σύντηξίς τε καὶ σύνθλιψις καὶ φόβου τί μοι σημεῖον παρέχουσι. μήποτέ τι συμβέβηκεν ἄτοπον; μήποτέ τις ἄσεμνα πέπραχε καὶ τὴν συναγωγὴν τοῦ πλήθους εἰς ἐκδίκησιν ἤγαγε; μήποτέ τις ἀντεῖπέ τινι καὶ τὴν τοσαύτην συνδρομὴν ἀπειργάσατο (φιλοῦσι γὰρ ἐν τούτοις τὰ πλήθη συνέρχεσθαι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια καὶ δικασταὶ τῶν πραγμάτων καθίστασθαι καὶ τὰ τῶν ξένων ὡς οἰκεῖα μεταχειρίζεσθαι); μὴ βασιλεὺς παραγέγονε, μὴ βασίλισσα, μή τις τῶν ἄλλων καταβεβήκει δι' ὃν ὁ πλεῖστος ὄχλος συνέδραμε;» τοιαῦτα γοῦν με διαποροῦντα τὴν αἰτίαν ἀνεδίδασκον ἕτεροι· ἡ δὲ ἦν οὐδὲν ἕτερον ἀλλ' ἢ ὡς ὁ μέγας καὶ τὴν κλῆσιν καὶ τὴν πρᾶξιν καὶ τὴν προαίρεσιν Ἰωάννης, ὃν δὴ καὶ χαρτουλάριον ἔλεγον, τὴν ἀνάγνωσιν ὀφείλει ποιήσα σθαι. «δι' αὐτὸν οὖν καὶ τὸ πλῆθος συνέδραμε καὶ ἡ συναγωγὴ τοῦ δήμου γεγένηται καὶ ὁ πλεῖστος ὄχλος ἀφίκετο. σὺ δὲ ἀλλ' ἀγνοεῖν ἴσως τὸν ἄνδρα ἔοικας ὁποῖος δὴ καὶ τὴν σύνεσιν πέφυκε καὶ τὴν φρόνησιν καὶ τὴν ψυχήν. εἰ δέ γε γνοίης, εἰ δέ γε πρὸς λόγους ἔλθῃς, εἰ πρὸς ὁμιλίαν ἐλεύσῃ, εἰ πρὸς διάλεξιν, εἰ πρὸς μόνην συνάντησιν, τήν γε γεννήσασαν μακαρίσεις καὶ τὸν πατέρα κατεκθειάσεις καὶ τοῦτον αὐτὸν ἐγκωμίων καταξιώσεις· ἐστὶ γάρ, ὡς ἔπος εἰπεῖν, τὸ ἦθος γενναῖος, τὴν ὄψιν ὡραῖος, τὸν λόγον πολύς, τὴν φρόνησιν, τὴν εὐγένειαν, τὴν εὐπρέπειαν, τὴν ψυχὴν εὐθής, τὴν γνώμην σεμνός, τὴν γλῶσσαν χαρίεις, εὐπροσήγορος, εὐσυμπάθητος, εὐμετάδοτος (λεγέσθω γὰρ καὶ τοῦτο μετὰ τῶν ἄλλων τοῦ ἀνδρὸς ἀγαθῶν), τἆλλα πάντα κεκτημένος ὁμοῦ. ἀλλὰ τί», φησι, «ταῦτα λέγω; μεῖνον μικρὸν καὶ ὄψει τὰ μαρτυρούμενα.» Ἐβουλόμην μὲν οὖν, ὦ ἄνδρες, παλινῳδίαν τε ᾆσαι καὶ τοῦ στίφους ἐκφυγεῖν τὴν συνέλευσιν, ἢ μᾶλλον ὥσπερ τι ῥεῦμα κυκλικῶς ποιοῦν τὴν διέξοδον ἀφ' οὗ προσῆλθον παλίνορσος ἀπελεύσεσθαι· οὐδὲ γὰρ ἦν που τόπος κενὸς εἰς ὃν ἂν παραγεγονὼς ἴσως ἔστην τοῖς πολλοῖς συνᾴσων καὶ τὴν συνήθη ποιησόμενος εὐαρέστησιν, ἀλλ' ἦσαν πάντα πάντων μεστά– ἡ πρώτη σκηνή, τὸ ἱλαστήριον, τὸ καταπέτασμα, ὁ ναός, τὰ παρασκήνια, οἱ πρόνεῳ, τὰ ἐκτός, τἆλλα σύμπαντα. πεισθεὶς οὖν μᾶλλον ἢ πείσας αὐτὸς τὴν καλὴν ἐκείνην πειθὼ καὶ σωτήριον, ἣ δή μοι καὶ τὸν ἄνδρα ἐγνώρισε καὶ ἱστόρησε τελεώτερον καὶ εἰς φιλίαν συνέδησεν ἄφατον, ὠθῶν {τὸν ἄνδρα καὶ παραγκωνιζόμενος εἰσελήλυθα. Ἦν μὲν οὖν δέον καὶ περὶ τῶν ἄλλων εἰπεῖν καὶ κατὰ μέρος ποιήσασθαι τὴν ἀφήγησιν, τά τε λεχθέντα διασημᾶναι, τά τε σύμβαντα παραδηλῶσαι, τὰ προτεθέντα διαναμνῆσαι, τὰ γεγονότα μὴ παραλεῖψαι, τὴν εὐρυθμίαν, τὴν εὐφροσύνην, τὴν χαρμονήν, τὰ σεμνὰ μειδιάματα, εἶθ' οὕτως τὸν λόγον καὶ πρὸς τὸν ἄνδρα μεταγαγεῖν. ἀλλὰ τὸ φιλοσύντομον ἀσπαζόμενος (τοῦτο γάρ με καὶ ὁ φιλόσοφος Ἀριστοτέλης φιλεῖν ὑποτίθησι) τὰ πλεῖστα τῶν συμβάντων ἐῶ, μᾶλλον δὲ τοὺς γεωμέτρας μιμούμενος τὰ μὲν ἐκτὸς καταλιμπάνω, πρὸς μόνον δὲ τοῦ πράγματος τὸν σκοπὸν ἀφορῶ· εἰώθασι γὰρ κἀκεῖνοι† περὶ μόνων προσλαμβάνειν† τῶν συμβαλλομένων αὐτοῖς ἐν τοῖς προκειμένοις βιβλίοις ἢ θεωρήμασι, τῶν δ' ἄλλων πάντων ὀλιγωρεῖν. Οἱ μὲν οὖν προανεγνωκότες ἀπῄεσαν, περὶ ὧν μοι λόγος οὐδεὶς λόγου μηδὲν ἐν αὐτοῖς κατοπτεύσαντι. ἐπεὶ δὲ οὗτος εἰσεληλύθει μετὰ τοῦ θαυμασίου ἐκείνου βαδίσματος, μετὰ τῆς συνήθους καὶ παγκοσμίου σεμνότητος, μετὰ τοῦ κάτω βλέποντος ὄμματος, βαβαὶ τῆς χάριτος ἐκείνης καὶ τῆς ἁπλότητος, βαβαὶ τοῦ τῆς ὑπογελώσης παρειᾶς μειδιάμα τος, βαβαὶ τῶν ὀμμάτων ἐκείνων τῶν γαληνὸν ὁρώντων καὶ καθαρώτατον, βαβαὶ τῆς ὁράσεως, τῆς προσβλέψεως, τῆς ἐντεύξεως, τῶν ἄλλων ἅπερ λέγειν οὐκ ἔξεστιν. εὐθὺς γὰρ τὸν ἄνδρα καὶ παραυτίκα διέγνωκα καὶ τὸ βραχὺ σημεῖον τὴν ὅλην μοι μαρτυρίαν παρέσχηκεν· οὐδὲ γὰρ τοιοῦτος ἦν ὁποῖος εἰσέδυ τὸν τόπον πατήσας τῆς ἀναγνώσεως, οὐδὲ μετὰ τοῦ σεμνοῦ παρέμενε σχήματος καὶ τοῦ συνεσταλμένου πρὸς πάντα φρονήμα τος, ἀλλὰ θηρὸς ὥσπερ μεταμφιασάμενος γενναιότητα τό τε ῥάκος τῆς χειρὸς ἐπανέστρεψεν, ὃ δὴ συνήθως περιαυχένιον ὀνομάζομεν, καὶ τὸν κηρὸν λαβὼν σταθηρὸς τὴν γνώμην ἐδέδεικτο, μονονουχὶ διὰ τοῦ σχήματος προσφθεγγόμενος καὶ τυπῶν ὁποῖον δεῖ πάντως τὸν ἀναγινώσκειν ὀφείλοντα γίγνεσθαι· οὔπω γὰρ τοῦ λόγου τὴν ἐπιγραφὴν εἴρηκε καὶ τοῦ παντὸς ἐδεδώκει τὴν δήλωσιν. καὶ ὥσπερ ἡμῖν τὰς τῶν πραγμάτων φύσεις παριστῶσιν οἱ ὁρισμοὶ ἐκ γένους ὄντες καὶ τῶν συστατικῶν διαφορῶν, οὕτω δὴ καὶ οὗτος ἀπ' αὐτῆς τῆς ἐκφωνήσεως τοῦ προγράμμα τος τὸ πᾶν ἡμῖν παρέστησε καὶ ἐγνώρισε. Τινὲς μὲν οὖν τοῦτο δεῖγμα τῶν ἀναγινωσκόντων ἔχουσι καὶ μαρτύριον ἀψευδές, τἆλλα παρορῶντες ἢ μὴ εἰδότες ἐξ ἀμαθίας ἴσως ἢ ἀναλόγου φρονήματος. ἢν γάρ τις μέγα βοᾶν ἐπίσταται, ὥστε θῆρας μεταδιώκειν ἢ τοὺς καθεύδοντας ἀνιστᾶν, εὐθὺς τὰ πρῶτα τῶν ἀναγινωσκόντων διδόασι καὶ τιμητικῶς ὥσπερ ἔχουσι καὶ κορυφαῖον τῆς χορείας λογίζονται, κακῶς εἰδότες καὶ λίαν ἐπικινδύνως· ὡσπερεὶ τὸ μὲν ὄργανον ἐπαινεῖ τις καὶ τῆς μελῳδίας κατεκθειάζει καὶ τέρπεται τοῖς φορμίσμασι καὶ ἐπαγάλλεται ταῖς ᾠδαῖς, τὸν δὲ κινοῦντα τοῦτο τοῦ μακαρισμοῦ πόρρω τίθησι, δέον πρὸς τοῦτον τὸ πᾶν ἀνάγειν τῆς χάριτος καὶ πάσης ὕπερθεν εὐφημίας λογίζεσθαι. ἀλλ' αὐτὸς οὐχ οὕτω κρίνω καὶ διακρίνω τὰ πράγματα· οὐδὲ γὰρ κατὰ τοὺς πολλοὺς ἶσός εἰμι, οὐδὲ πρὸς χάριν οἶδα βλέπειν τὰ προτιθέμενα, οὐδ' αὔραις φέρομαι καὶ ῥιπίζομαι, οὐδὲ πολλὰ μὲν λέγειν ἐπόθησα, ἥττων δὲ τῶν ἔργων εὑρίσκεσθαι, ἀλλὰ καὶ λόγου σύντροφος πέφυκα καὶ τὴν παιδείαν ὡς οὐκ ἄλλο τετίμηκα καὶ λόγοις καθ' ἡμέραν προστίθεμαι καὶ τούτοις τρέφω τὴν ψυχὴν πρὸ τοῦ σώματος. καὶ μαρτυρήσουσιν ἴσως μοι τῷ σκοπῷ πολλοὶ καὶ ἄλλοι τούτῳ συνᾴδον τες· τοῦτο δέ μοι πάντως ἡ ἐπιμέλεια δείκνυσι καὶ ἡ πρὸς τούτους σχέσις, ἵν' οὕτως εἴποιμι. Ἢ γὰρ κἀκεῖνον θαυμάσειέ τις τὸν τοῦτο μόνον διαγινώσκοντα ὅτι τοι ζῷον ὁ ἄνθρωπος, τὸ ὁποῖον ἠγνοηκότα καὶ ὅσα τούτῳ πρόσεστιν ἕτερα, ἵνα μὴ πλέον παραδειγματίσω τοὺς ἄφρονας, ἢ καὶ τὸν μὴ κατὰ σκοποῦ τὸ τόξον ἐντείνοντα, ὥσπερ νόμος ἐστὶ τοῖς βάλλουσι, μηδὲ τὸ βέλος πέμπειν πρὸς τοῦτον σπεύδοντα, ἀλλ' ὧδε κἀκεῖ τὰς ἀφέσεις ποιούμενον καὶ τοῦ εἰκότος διαμαρτάνοντα. ἔγωγ' οὖν ἐκεῖνον ἀναγινώσκειν εἴποιμι ἂν τὸν καὶ τὰ μέρη τοῦ λόγου διακριβώσαντα καὶ τὸ ὅλον σῶμα λεπτομερῶς ἐπιστάμενον (ἐπεὶ καὶ ζῴῳ τὸν λόγον Πλάτων παρείκασε· κεφαλήν τε καὶ χεῖρας τούτῳ προσέθετο καὶ τἆλλα πάντα σοφῶς ἐχαρίσατο. ἃ δὴ προοίμια καὶ διηγήσεις, κατασκευάς τε καὶ βάσεις καὶ ἐπιλόγους, διασκευὰς καὶ οἰκονομίας οἱ λόγου τρόφιμοι συνήθως ἐπονομάζουσιν), ἐκεῖνον τὸν προτροπῆς μὲν εἰδότα καιρόν, τὸν συμβουλῆς, τὸν ἀποτροπῆς, τὸν ἀντιθέσεως, τὸν ἐπιλύσεως, τὸν πανηγυρίσαι μὲν εἰκότως γινώσκοντα, δικανικῶς δὲ ἀντειπεῖν ἱκανὸν καὶ διαστεῖλαι δεόντως καὶ περιόδους στρέψαι καὶ μακρῦναι τὸ κῶλον καὶ διπλῶσαι τὸ ὄνομα καὶ τὴν περι βολὴν δεῖξαι καὶ τὰς ἐνεργείας τῶν προοιμίων καὶ τὰς ἀναφορὰς δηλῶσαι, τὰ ἰσοκατάληκτά τε τυπῶσαι καὶ τὰ γοργὰ καὶ τὰ κομματικὰ καὶ ἀσύνδετα, ἐκεῖνον τὸν καθ' ἑαυτὸ στῆσαι τὸ κόμμα γινώσκοντα† διὰ τοῦ λόγου ἴσως ἐλλείμματα† καὶ τὰ ὑπαρκτικὰ ῥήματα καὶ τὰ πολλάκις ἔξωθεν συνεξακουόμενα τὰ τέλη τε τῶν λόγων ἐπαναπαῦσαι καὶ στῆσαι τὰς ὑποκρίσεις δεόντως καὶ προσφόρως ἐπισφραγίσαι τὴν ἔννοιαν. ὁποῖον δὴ τὸν ἄνδρα τοῦτον τεθέαμαι, νῦν μὲν τὴν λέξιν ἐπαίροντα καὶ τὴν ἔννοιαν ἐπανάγοντα, νῦν δὲ τὸν λόγον διερμηνεύοντα καὶ συντιθέντα μὲν τὰ ὀνόματα, τὰς περιόδους δὲ λύοντα καὶ τὰ κῶλα διαναπαύοντα καὶ τὰ λοιπὰ πρεπόντως ποιοῦντα καὶ ἐργαζόμενον, ἐπεὶ καὶ ὁ πολὺς ἄνθρωπος, ὁ παρὰ πᾶσιν ἀγελαῖος ὀνομαζόμενος, εἴρειν μὲν λόγον μακρὸν δεδύνηται, τοῦτον δὲ ἀναλῦσαι εἰς ῥῆμα καὶ ὄνομα καὶ ταῦτα εἰς συλλαβὰς κἀκείνας εἰς στοιχεῖα πάντως ἀδυνατεῖ. Ὡς δ' οὖν ἐγὼ τὸν ἄνδρα τοῦτον ἀποσκοπεύσας τηνικαῦτα τεθέαμαι, οὐχ ὁ αὐτός μοι πολλάκις, κἂν αὐτός, κατεφαίνετο, ἀλλ' οἷά τι Λιβυκὸν θηρίον τεχνικῶς μετεμορφοῦτο καὶ διεπλάττετο καὶ τὸ πρόσωπον εἰς ἰδέας ἀνομοίους μετήλλαττεν, ὥσπερ καὶ τὸν Πρωτέα λόγος εἰς εἴδη πολλὰ καὶ παντοδαπὰ διαλλάττεσθαι, κἂν οὐχ ὁμοία τούτοις ἡ μεταμόρ φωσις οὐδὲ τοῦ σχήματος ἡ μετάπλασις καὶ ἡ ἀνομοιότης τοῦ πράγματος· τοῦτο δὲ πάντως ψυχῆς εὐτυπώτου πέφυκεν ἀποτέλεσμα καὶ γνώμης εὐείκτου πρὸς πάντα τὰ κάλλιστα. ὁ γάρ τοι νοῦς (δότε γάρ μοι καὶ φιλοσοφῆσαι μικρόν) θείας οὐσίας μέτοχος ὢν κηρὸς ὥσπερ τις λελειωμέ νος ἐστί, καὶ ὅ γε μὴ τῇ σωματικῇ πέδῃ καταληφθεὶς καὶ ὑπὸ ταύτῃ δεσμευθεὶς ἄφυκτα μηδὲ δοῦλον ἑαυτὸν ποιήσας καὶ ὑποχείριον, ἀλλὰ τὸ δεσποτικὸν τηρήσας ἀξίωμα ὅπερ ἄνωθεν εἴληφε (τὸ ἀναφὲς φημὶ καὶ τὸ ἀπερίγραπτον καὶ τὸ πανταχοῦ καὶ διὰ πάντων διήκειν καὶ ὅσα λόγος φέρει φιλόσοφος), πρὸς πᾶν καλόν ἐστιν ἐπιτήδειος καὶ ἀπομάττειν ὃ βεβούληται δύναται. τοῦτον γοῦν καὶ πηγὴν τροπικῶς ὁ Φίλων ἐπονο μάζει κάτωθεν μὲν ἀναβαίνουσαν καὶ τὸ πρόσωπον ἅπαν τῆς γῆς καταρ δεύουσαν· καὶ φυτὸν οὐράνιον εἶναι λέγει καὶ οἰκήτορα τοῦ παραδείσου καλεῖ καὶ τοῦτον μόνον τῇ ἐμπνεύσει τιμᾷ. εἰ δὲ τοῦτο τῇ ψυχῇ δέδωκα (λέγω δὴ τὸ εὐμίμητον) καὶ ὡς ἐξαιρετόν τι ταύτῃ παρέσχηκα, ἀλλ' οὐδὲ τοῦτο λόγου χωρίς· ἡ γὰρ ἡμετέρα φύσις τὸ σῶμα μὲν κινεῖ πρώτως, αὕτη δὲ κεκίνηται παρὰ τῆς ψυχῆς καὶ αὕτη παρὰ τοῦ νοῦ καὶ τοῦτον ἄγει θεός· ἃ γοῦν ὁ νοῦς ἐμελέτησε ταῦτα πλαξὶ κατέγραψε ψυχικαῖς. ὥσπερ δὲ τὸ πρώτως κινοῦν ἀκίνητον λέγουσιν οἱ φιλόσοφοι, οὕτω δὴ καὶ οὗτος (ὁ θαυμαστός φημι καὶ σεβάσμιος ἄνθρωπος) ἀμίμητός ἐστιν ἐν ἅπασι καὶ ἀσύγκριτος. Ἀλλ' ἐπανιτέον αὖθις ὅθεν ἐξέβημεν· εἰ γὰρ καὶ ἡ τοῦ λόγου ῥύμη ἑτέρωθί που παρήγαγεν, ἀλλ' ἐπαναστρέφω πάλιν πρὸς τὸ προκείμενον. ἑώρων γοῦν αὐτὸν ἀτενῶς καὶ πάντοθεν λεπτολογούμενος ἀνηρεύνων εἰς τὰς ἐκτάσεις, εἰς τὰς ἀφέσεις, τὰς ὑποκρίσεις, τὰς μεταβάσεις, τὰς ἐκτοπίσεις, καὶ πάντοθέν μοι διέσῳζε τὸ ἀκέραιον. νῦν μὲν γὰρ λεῖος ὥσπερ ἐφαίνετο, νῦν δέ τις αὔρα νενόμιστο· πνεῦμά τε γὰρ παρεῖχε τῷ λόγῳ, καὶ ἐποίει τόνους ἐτραχύνετό τε πολλάκις καὶ τὴν φωνὴν ἐπτέρου καὶ τοῖς εὐήχοις ῥυθμοῖς τοὺς παρόντας κατέτερπε· καὶ τὰ μὲν κατὰ συμπλοκήν πως προῆγε, τὰ δὲ κατὰ μονομέρειαν, τὰ δ' ἄλλα συμβολῆς ἄτερ, τὰς δὲ πτώσεις πάντων τῶν λόγων, ἅσπερ δὴ πέρατα λέξεων ἢ συλλαβῶν ἀναλόγως ὀνομάζουσιν οἱ φιλόσοφοι, κατὰ τοὺς εἰκότας λόγους παρείχετο. Οὐκ ἔστιν οὖν ὅστις ἐκεῖσε παραγενόμενος καὶ τοῦ ἀνδρὸς ἀκούσας οὐκ εὐθὺς τὴν ψυχὴν ἠλλάγη καὶ πρὸς εὐθυμίαν μετεληλύθει, κἂν λίθος ἦν, κἂν πέτρα, κἂν σίδηρος, κἂν θὴρ αἱμοβόρος καὶ ἀκατάσχετος. τοσαύτη γὰρ χάρις τῶν τούτου χειλέων ἀπέσταζε καὶ τοιοῦτος ὑπῆρχε τὴν φωνὴν ἐναρμόνιος καὶ οὕτως κατέθελγε τοὺς ἀκούοντας καὶ κατεκήλει τοὺς εὔφρονας, ὥστε, κἂν εἴ ποτέ τις (δότε γάρ μοι καὶ βραχύ τι καυχήσασθαι περὶ τοῦ ἀνδρός) τὰς τοῦ Ὀδυσσέως εἶχε κακότητας ἀπολαβεῖν, αὐτὰς αὐτίκα καὶ θυμηδίας ἐμπλῆσαι τὴν ψυχὴν ἅπασαν. ὑπερενίκα γὰρ τῇ τῆς φωνῆς εὐμολπίᾳ τὰς καλουμένας ἐκεῖσε οὐπίγγας, ἃς δὴ τῆς Ἀρτέμιδος ὕμνον εἶναι καὶ τοῦ Ἱππολύτου φασί, καὶ τὰ τοῦ Θρᾳκὸς Ὀρφέως ἐμμελῆ κρούματα καὶ τὰς Κολοφωνείους ᾠδὰς καὶ Σειρηναῖα μέλη καὶ κη λητήρια· οἱονεὶ γὰρ φλεγμαινουσῶν ψυχῶν φάρμακα παιώνεια† ἐπίμπλη ὥς τινα καταιονήματα μέλη†. εἰ μὲν οὖν Αἰλιανὸς ἀληθεύει περί τινος Πολυμνάστου λέγων ὅτι καὶ ἀνέμους σκληρὸν πνέοντας κηλεῖσθαί τε καὶ πραΰνεσθαι τὴν ὁρμὴν τῇ ᾠδῇ θελγομένους ἐποίει καὶ τὴν θάλασσαν πολ λάκις οἰδαίνουσαν καταστρώννυσθαι, ἄδηλον ἴσως ἢ μᾶλλον ἄπιστον· ὃ δ' οὖν αὐτὸς καθεώρακα καὶ ὃ πολυπραγμονήσας ἀνεύρηκα (οὐδὲ γὰρ ψευ δὴς ἐγὼ τῶν τοιούτων κριτής· μὴ τοῦτό τις οἰηθείη ποτέ), τοῦτο δὴ καὶ τεθαύμακα καὶ τοῖς φιλολόγοις εἰς θαῦμα παρέπεμψα. Ὁ μὲν οὖν λόγος ὅρους καὶ κανόνας τιθεὶς τοῖς ἀναγινώσκουσιν, οἷον αὐτοῖς τὰς τρίβους καταλεαίνων καὶ ποδηγῶν ἢ καθοδηγῶν ἐπὶ προσήκοντα καταλύματα, «τὴν μὲν τραγῳδίαν ἡρωικῶς», φησίν, «ἀναγνώσεις, τὴν δὲ κωμῳδίαν Βοιωτικῶς, τὰ δὲ ἐλεγεῖα λιγυρῶς, τὸ δὲ ἔπος εὐτόνως, τὴν λυρικὴν ποίησιν ἐμμελῶς, τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς· τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα», φησί, «παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταρριπτεῖ καὶ» μετὰ τῶν ἄλλων «καταγελάστους τὰς ἕξεις τῶν ἀναγινωσκόντων ἐργάζεται.» εἰ δὲ τοῦτο παραστατικόν ἐστι τελειότητος καὶ δεῖγμα συνετωτέρων καὶ λογιωτέρων ἀνδρῶν, ὥσπερ ἑτέρωθεν ἀντιπνεύσας αὐτὸς τἀναντία ἐπαναφθέγγομαι. ὁ δὲ ταῦτα πάντα συλλεξάμενος καὶ τηρήσας, ὡς οὐκ ἄλλος ἐν ἅπασι, καὶ τοῖς ἄλλοις ἀγνοοῦσιν ὁσημέραι διεξηγούμενος καὶ τρόπους ἑτέρους εὑρηκὼς λόγου κρείττονας, οὗ καὶ μᾶλλον αἱ παρατροπαὶ περιπόθητοι καὶ τὰ καινὰ τοῦ λόγου παρὰ πᾶσι φιλούμενα καὶ αἱ συμπλοκαὶ τῶν λόγων τῶν ἀσυμπλόκων ἐρασμιώτεραι, τίνος ἂν εἴη καὶ πόσου λόγου κατάξιος; Ἄλλοι μὲν οὖν ἄλλα λεγέτωσαν τοῦ ἀνδρός, κἂν εἰ πάντων λεγόντων ἀδύνατον τὰ ἐκείνου καθαρῶς ἐξειπεῖν καὶ παραστῆσαι τὸ ἀκριβὲς ἀληθέστατον· ἐγὼ δὲ πολλοὺς ἐκεῖσε τηνικαῦτα ὁρῶν ἀκλινὲς πρὸς αὐτὸν βλέποντας ἄνδρας λογίους καὶ τῶν λογάδων ὑπάρχοντας, ὅσους τε σύνοδος ἔχει καὶ ὅσους τῆς γερουσίας κικλήσκουσιν, εἶτα δὴ καὶ τὴν αἰτίαν πυθόμενος καὶ τὸν τρόπον τὸν ἐναγώνιον καὶ ἐπιθυμίαν ἐκείνην τὴν ἄφατον (οἱονεὶ γὰρ ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἐπ' ἐκείνῳ ζῆν ἐνόμιζον ἅπαντες), παρ' αὐτῶν ἐκείνων τὸ ἀληθὲς ἐπανείληφα. ἔφασαν γὰρ ὡς «εἰ τὸ ἀκριβὲς ζητεῖς καὶ τὴν πᾶσαν τοῦ πράγματος ὁμολόγησιν καὶ τὴν ἄμεσον ὄντως ἀλήθειαν καὶ μὴ πλανᾶν εἰδυῖαν τὴν αἴσθησιν, οὐδεὶς ἐνταῦθα διὰ χάριν, εἰ καὶ τολμηρὸν φάναι, τῶν παρόντων ἐλήλυθεν, οὐδὲ καρποὺς δρεψόμενος ψυχικοὺς παραγέγονεν, ἀλλ' ἢ διὰ τοῦτον ὃν ὁρᾷς ἡδέως ἀναγινώσκοντα· ὥσπερ γάρ τις εἰς λειμῶνα παραγενόμενος πάμφορον καὶ πολλὰ καὶ ποικίλα τὰ ἐκεῖ θεασάμενος τέρπεται μὲν τὴν ψυχήν, σκιρτᾷ δὲ πολλάκις καὶ δρέπεται τούτων ἄττα, οὕτω δὴ καὶ ἡμεῖς ὡς ἐπί τινα παράδεισον λογικὸν τουτονὶ τὸν ἄνδρα παραγιγνόμενοι, οἱ μὲν αὐτοῦ τὴν ἐξήγησιν, οἱ δὲ τὴν καθ' ὑπόκρισιν μέθοδον, οἱ δὲ τῆς φωνῆς τὴν ὑποστολὴν καὶ ἄλλος τὸ παρὰ δόκησιν καί τις τὴν αὐτομάτησιν, ὁ μὲν τὸ καινόν, ὁ δὲ τὸ ἀσύνηθες, ὁ δὲ τὸ ἦθος καὶ τὴν μεταλλαγὴν τοῦ λόγου ὥσπερ πλοῦτον ἄσυλον λαβὼν ἐπανέρχεται. ὥσπερ γὰρ ἡ μετὰ τὴν φυσικὴν ἐπιστήμη (λέγω δὴ τὴν πρώτην καὶ θεολογικήν) οἷά τις ἡγεμὼν τῶν κατὰ μέρος μεθόδων καὶ ἐπιστημῶν πέφυκε καὶ διανέμει καταλλήλως ἑκάστῃ τὰ προσήκοντα ἀξιώματα (φυσικῇ μὲν τὸ μηδὲν τῶν γινομένων ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, ἰατρικῇ δὲ τὸ τῶν ἐναντίων τὰ ἐναντία εἶναι ἰάματα, διαλεκτικῇ δὲ τὸ μὴ δυνατὸν εἶναι τὸ αὐτὸ ἅμα φάναι τε καὶ ἀποφάναι, καὶ ἀριθμητικῇ ἄλλο καὶ γεωμετρίᾳ ἕτερον), δίδωσι δέ ποτε καὶ πάσαις ὁμοῦ κοινὸν ἀξίωμα ἕν, οἷον ὅτι τὸ ἀγαθὸν πᾶσίν ἐστιν ἐφετόν (τούτῳ γὰρ καὶ ὁ γεωμέτρης καὶ ὁ ἀριθμητικὸς καὶ πᾶς ὁστισοῦν τῶν ἁπάντων ἡντιναοῦν ἐξακριβούμενος τῶν ἐπιστημῶν ὡς ἰδίῳ χρήσαιτο ἀξιώματι), οὕτω δὴ καὶ ὁ μονάζων οὗτος ἀνήρ (εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν ἐπιθέτων σημᾶναι τὸν ἄνδρα, ὁ Ἀγγουριώτης οὕτω λεγόμενος) πᾶσι τοῖς ἐνταῦθα καὶ ἑτέρως διαγινώσκουσιν αὐτὸς καὶ τὰς αἰτίας καὶ τοὺς ῥυθμοὺς τῶν λόγων καὶ τὰς ἐπαναφορὰς τῶν τρόπων καὶ τοὺς κατ' ἀναλο γίαν ἐκλογισμοὺς καὶ τἆλλα δίδωσι σύμπαντα· φεύγω γὰρ τὸν ὁρμαθὸν τῶν τούτου καλῶν, ἵνα μὴ ὥσπερ ποταμίοις ῥεύμασιν ὑπὸ τούτων κατακλυσθῶ. καὶ καθάπερ τὸ εἶδος συμπληρωτικὸν τῆς ἑκάστου οὐσίας ἐστὶ καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸν αὐτὸν λόγον καὶ οὓς ὁρᾷς τούτου μὴ καθηγουμένου τούτοις πρὸς τὸ προκείμενον διολώλασι ξύμπαντες.» Πλάτων μὲν οὖν τὴν διαιρετικὴν μέθοδον ἐξυμνεῖ τὴν κατ' ἀντίφασιν γινομένην καὶ οὐδέν, φησί, τῶν ὄντων καυχήσεται ἐνταῦθα ἐκφυγεῖν αὐτήν. οὐχὶ καὶ τοῦτο διαίρεσις πέφυκεν, ἥ γε καλλίστη τῶν ἄλλων καὶ πρέπουσα, τὸ τὰ μέρη τοῦ λόγου διαχωρίζειν καὶ συνάπτειν πάλιν δεόντως, καὶ τοῦ μὲν δεικνύειν τὸ θράσος, τοῦ δὲ τὴν εὐτολμοτάτην ἀπόκρισιν, καὶ πῇ μὲν τὸ ὑφειμένον, πῇ δὲ τὸ μὴ τοιοῦτον προστίθεσθαι; οὐδὲ τοῦτο φεύξεταί τί ποτε τῶν τοιούτων ἀλογοθέτητον· ἀλλὰ νῦν μὲν τὴν ὕλην τῆς θυμοειδοῦς ἐνεργείας ἀνακινήσει, ἣν δὴ καὶ ζέσιν τοῦ περικαρδίου λέγουσιν αἵματος, καὶ ἀπελέγξει τοὺς τυραννεύσαντας καὶ καταργήσει τὴν ἐκείνων ἰσχὺν καὶ τὴν δύναμιν ἀφανίσει καὶ παραστήσει τὸ ἀσθενὲς καὶ γνωρίσει τὸ ἀναιδὲς καὶ τὴν ἧτταν ἀναδιδάξει καὶ τῶν πιστῶν κατευφρανεῖ τὰς ψυχάς, νῦν δὲ τὰς θανατηφόρους ψήφους ἐνέγκοι καὶ τὸν νενομισμένον τόπον δηλώσει καὶ τὴν τελείωσιν διαγράψει. αὖθίς τε πρὸς τὸ ὄρος τὸν ἀσκούμενον ἐπανάξει καὶ εἰσοικίσει τοῦτον καὶ θρέψει σχεδίως καὶ τὴν πενιχρὰν παραθήσεται τράπεζαν καὶ τὴν τελευταίαν ᾠδὴν μετὰ ταῦτα τέλος ποιήσεται, τάς τε περὶ τοὺς ψόφους ὀξύτητας καὶ βαρύτητας εὐκαίρως ἐπαποδώσει καὶ τὰ ἰσότονα καὶ μὴ ἰσότονα ὑποδείξει καὶ τὰ τῆς ἁρμονίας μέρη διασημανεῖ καὶ τὰ συστήματα καὶ τὰ γένη παραδηλώσει καὶ τὰ διαστήματα τοῖς σχήμασι παραστήσεται. ὥσπερ γὰρ εἴ τις τῶν ἀρχῶν τοῦ λόγου τὰ μὲν εἶναι λέγοι στοιχεῖα, τὰ δὲ συλλαβάς, τὰ δὲ λέξεις, τὰ δὲ ὀνόματα, τὰ δὲ ῥήματα, καὶ ὁ φυσικὸς τῶν ἀρχῶν τῶν ἀσυνθέτων σωμάτων τὸ μὲν εἶναι ὕλην, τὸ δὲ εἶδος, τὸ δὲ ἄποιον σῶμα, τὰ δὲ τέσσερα στοιχεῖα, τοῦτον δὴ τὸν τρόπον καὶ οὗτος τὸ μὲν ὡς ἐξήγησιν λέγει, τὸ δὲ ὡς παραποίησιν, καὶ τὸ μὲν ποιεῖ θράσος, τὸ δὲ δείκνυσι μετριότητα, τὸ εὔτολμον, τὴν πραότητα, τὴν ἐπιείκειαν, τὴν ἀπαγόρευσιν, τὴν προσαγόρευσιν, ἰδίᾳ ἕκαστον ἀπομερίζων καὶ διαιρῶν τἆλλα, ἵνα μὴ λέγω καθ' ἕκαστον. Τίς σου τὴν ἐπὶ τοῦ στήθους μαγάδα διεξηγήσεται καὶ τὰ ἐπὶ τῆς γλώτ της ᾄσματα καὶ τερετίσματα, τὸ μέλος ἐκεῖνο τὸ παναρμόνιον, τὴν ἡδονὴν τὴν κόρον οὐκ ἔχουσαν, τὴν ἄφατον κἀνυπέρβλητον μέθοδον; ἐρρέτωσαν Αἰσχύλοι καὶ Στησίχοροι αὐλοῖς μέν, ὡς λόγος, εἰδότες ἴσως {δὲ καταθέλγειν τοὺς πλείονας, κακῶς δὲ τὸ ζῆν ἀπολωλεκότες καὶ πάρεργον χειρὸς γενόμενοι λῃστρικῆς, Καφισίας καὶ Νεοπτόλεμος καὶ Ῥηγῖνος, οὗ ῥαγείσης, ὥς φασι, τῆς χορδῆς τέττιξ ἐπιπτὰς ἐξήχει τὸ μέλος· ἥττονες γὰρ τούτου σύμπαντες τῆς μελῳδίας, τῆς εὐφωνίας, τοῦ κεχαλασμένου μέλους, τοῦ συντόνου, τοῦ μέσου, τῶν ἄλλων ὁμοῦ (οἶδε γὰρ καὶ ταῦτα σαφῶς ὁ ἀνὴρ καὶ ὡς ὁ τόνος μὲν τόπος ἐστὶ τῆς φωνῆς ἀπαλατής, ἡ δέ γε ὑπάτη ἡ πρώτη καὶ μεγίστη τῶν ἐν τῇ κιθάρᾳ χορδῶν, ἡ μέση δὲ καὶ αὐτὸ τοῦτο μέση· τέταται γὰρ οἱονεὶ κέντρου λόγον ἐπέχουσα ταῖς τε ὑπάταις καὶ ταῖς ὁμωνύμως λεγομέναις μέσαις ταῖς τε νήταις καὶ ταῖς ὑπερβολαῖς αὐταῖς)· πόσον; ὅσῳ καὶ τὰ παρ' ἑκατέρων φωνούμενα τὰ μὲν θεῖα, τὰ δὲ ἀνθρώπινα, καὶ τὰ μὲν λιγυρά, τὰ δὲ κεκλασμένα, καὶ τὰ μὲν σῶμα, τὰ δὲ ψυχὴν κατευφραίνοντα. Ἆρ' οὖν οὐ θαῦμα καὶ τοῦτο τῶν ᾀδομένων ἐκείνων παραδοξότερον; τοὺς μὲν γὰρ ἐπὶ τούτοις ἐποίει θρηνεῖν καὶ δεινὰ τῶν ὀφθαλμῶν καταρ ρέειν τὰ δάκρυα, ἃ ψυχῆς μηνύματα λέγουσι καὶ λίαν εἰκότως ἅπαντες, τοὺς δὲ γελᾶν καὶ ἐκκεχύσθαι ταῖς ἡδοναῖς, τοὺς δὲ παντάπασιν ἐδίδου κλαυθμῷ. εἷς δέ τις τούτων, ἁψαμένων αὐτοῦ τῆς ψυχῆς τῶν ῥημάτων, τὸν χιτῶνα ἀποδυσάμενος τῷ πένητι δέδωκεν (οὐδὲ τούτων γὰρ ὁ νεὼς ἠμοίρει) καὶ γυμνιτεύειν προείλετο διὰ Χριστὸν καὶ τὴν ἐκεῖθεν ἀντίδοσιν, ἣ δὴ πολλαπλασίους ἀντιπαρέχει τὰς χάριτας καὶ ζωὴν πρυτανεύει τὴν ἀεὶ διαμένουσαν. καὶ γάρ, ὡς αὐτὸς ὁρῶ, ὀρθὸν μέν τι πρᾶγμα καὶ ὁ ἁπλοῦς λόγος ἐστίν, ἀλλ' ἧττον τοῦ πλαγίου δεδύνηται, ἐναντίως ἤπερ ἡ διὰ τοῦ δόρατος ἔχει πληγή· ἐκεῖνο γὰρ εὐθὺ μὲν ὠσθὲν ἔπληξε, παρεκκλῖναν δὲ παρέξεσεν, ὁ δέ γε λόγος τέχνῃ μὲν χρωσθεὶς εἰς τὴν καρδίαν αὐτὴν βληθεὶς ἐνεπάγη, ἀτεχνῶς δὲ εἰσχεθεὶς παρὰ τὸ οὖς ἐθυραύλησε. Καὶ ποῖος γὰρ ἂν ἦν ἐκεῖνος ὁ τὰς τυραννικὰς αὐτοῦ κατιδὼν ὑποκρίσεις καὶ τὰς φωνὰς τῶν ἀντιπιπτόντων καὶ τὰ μιμήματα τούτων, ὁ μὴ αὐτίκα προσμειδιάσας ἢ θαυμάσας, εἰπεῖν κάλλιον, καὶ τὸν ἄνδρα τοῦτον κατ εκθειάσας; διαλέκτους δὲ προσμιμούμενον καὶ βαρβαριζόντων γλῶσσαν ὑποδυόμενον καὶ Ἀρμενίους λέξεις συμπλέκοντα καὶ οὕτως ἀντιπαρατιθέ μενον πρὸς τὸν τύραννον εἴ τις ἤκουσεν, οὐ δεῖται τῆς ἀναμνήσεως· οἱ γοῦν μὴ πρὸς πεῖραν ἐληλυθότες ἴστε μεγάλου διαπεπτωκέναι καλοῦ. Ἔγωγ' οὖν αὐτοῦ μετὰ ταῦτα καὶ μετά τινος λογίου ἀναγινώσκοντος ἤκουσα προσθήκην μεγάλην ἐπὶ τῷ πράγματι θήσαντος· ἀλλὰ τί κοινὸν βοῒ καὶ δελφῖνι; τί δὲ ἀποφάσει καὶ καταφάσει; τί ἀναιρέσει τε καὶ γενέ σει; τί αἰσθητοῖς καὶ ἐπιστητοῖς; τί σοφίᾳ καὶ σοφιστείᾳ, ἵνα μηδὲ πλέον αἰδοῖ φήσω τῆς λογιότητος; ἴσασιν οἱ παρατυχόντες καὶ ὁ τῆς Παρθένου τῶν Κύρου νεώς. Τηνικαῦτά μοι καὶ τὸ σύνηθες τοῦτό́ τινες ἐπηρώτων καὶ διαπορούμενοι τὴν αἰτίαν ἐζήτουν, ἀλλ' εὗρον διδάσκαλον ἐκείνοις παρόμοιον. «τί ποτε γάρ, φησιν», οὗτοι ἔλεγον πρός με, «ὁ ἄνθρωπος οὗτός ἐστιν ὁ φωνὴν μὲν ἡδυτέραν κεκτημένος παντός, πᾶσαν δὲ λύραν ὑπερνικῶν καὶ μέλη τεττίγων ὑπερβάλλων πολὺ καὶ ἀηδόνων καὶ χελιδόνων καὶ σαλπίγγων, ἵν' οὕτως φήσαιμι, ὁ ἦθος εὔπλαστον ἔχων εἰς ἅπαντα καὶ γλῶσσαν εὔμουσον καὶ ὡς ἀληθῶς καλλικέλαδον καὶ τέχνην ἣν εἰπεῖν οὐδεὶς ἱκανός;» κἀγὼ δὲ πάλιν τοῦ Πλατωνικοῦ κατὰ καιρὸν ἐμεμνήμην ῥητοῦ· Σωκρά τους γὰρ ἐρωτῶντος τὸν Τίμαιον τί ποτέ ἐστιν ὁ θεὸς λέγει ἐκεῖνος· «ὅτι μὲν ἔστιν οἶδα, τί δέ ἐστιν οὐκ οἶδα· ὅτι μὲν γὰρ οὔτε σῶμά ἐστιν οὔτε χρῶμα οὔτε ἄγγελος οὔτε τι τῶν τοιούτων, κρείττων δὲ ἢ κατὰ ταῦτα οἶδα, τί δέ ἐστιν οὐκ ἐπίσταμαι». «ὅτι μὲν γάρ», καὶ αὐτὸς ἔλεγον, «ἄνθρωπος οὗτός ἐστι τῷ αὐτῷ πᾶσιν ὑποκείμενος ὁρισμῷ οἶδα πάντως καὐτός, ὁποῖα δὲ τὰ λοιπὰ ἀγνοῶ. σχῆμά τε γὰρ ὁρῶ ἀνθρωπίνης ὕπερθε φύσεως, καὶ βλέμμα πῃ μὲν χερουβικόν, πῃ δὲ λεόντειον, πῃ δὲ πιθήκειον, πῃ δὲ παρόμοιον καὶ ἱέρακι· καί πῃ μὲν ὥσπερ σκιρτᾷ, πῃ δὲ γέγηθε, πῃ δὲ μειδιᾷ, πῃ δὲ καὶ ἀνορχεῖται· φωνὴν εὐτυπωτέραν κηροῦ καὶ τὰς τοῦ Ναυῆ σάλπιγγας καθυπερηχοῦσαν ἐνίοτε. ὅθεν δὲ ταῦτα καὶ ὅπως καὶ παρὰ τίνος ἐπαπορῶ, καὶ ὃ περὶ τῆς μερικῆς ψυχῆς λέγουσιν, ὅτι πεσοῦσα μὲν εἰς γῆν καὶ λήθῃ κατασχεθεῖσα, εἶτα εἰς ἀνάμνησιν τῶν προτέρων ἐπειγομένη, γίνεται ὑποκείμενον ποτὲ μὲν γραμματικῇ, ποτὲ δὲ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως (μέσην γὰρ ἔχουσα τάξιν πρός τε τὰ πάντῃ ἔνυλα καὶ τὰ μὴ τοιαῦτα, ὅταν μὲν ἐξῄρηται τῶν σωμάτων οὐκ ἐφαρμόσει αὐτῇ ὁρισμός, ὅταν δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνηται τηνι καῦτα ἐφαρμόσει· καὶ οὐδὲν ἄτοπον), τοῦτο νῦν τολμήσας ἐρῶ καὶ αὐτός. ἕως μὲν γὰρ μεθ' ἡμῶν ἐστιν οὗτος καὶ συνομιλεῖ τὰ φίλα καὶ τὰ συνήθη προσδιαλέγεται καὶ χαρμοσύνης λόγους κινεῖ καὶ τὰ τῶν ἄλλων ἐπισκώπτει, εἴ ποτέ τινος ληροῦντος ἀκούσειε (καὶ γὰρ μετὰ τῶν ἄλλων καὶ τὸν μισόκαλον ἀποστρέφεται), αὐτὸς ἡμῖν εἶναι δοκεῖ καὶ οὐκ ἄλλος· ὁπηνίκα δὲ εἰς νεὼν εἰσέλθοι καὶ τῇ βίβλῳ προσπλησιάσει καὶ τὸν κηρὸν λαβὼν τῆς θείας ἀπάρξεται διηγήσεως, ἑτέρα τις φύσις δοκεῖ τῆς ἀνθρω πίνης ἀλλότριος· γένη τε γὰρ διηγούμενος καὶ γεννήτορας καταλέγων καὶ πατρίδος θέσιν διεπιγράφων καὶ ἀναστροφὰς τῶν ὁσίως βιοτευσάντων παραβολάς τε τιθεὶς καὶ ἐρωτήσεις ποιῶν καὶ παροιμίας τῷ λόγῳ καὶ μύθους διεφαρμόζων εὐστρόφως τε στωμυλλόμενος καὶ ἀνακαλύπτων τὰ σύμβολα καὶ πολλάκις σαφηνίζων τὰ ἀσαφῆ, οὐκ ἔστιν εἰπεῖν ὁποῖός ἐστιν οὐδ' ὅ τι καλέσει τις τοῦτον εὑρήσει ποτέ· πᾶν γὰρ ὑπεραίρει καλὸν καὶ συγκρίσεως ἐπέκεινα κατοπτεύεται.» Ἔθος δέ μοι τοῖς λογίοις ἀνδράσι συνομιλεῖν καὶ μηδέποτε τῆς τούτων ἀφίστασθαι διαλέξεως· καὶ γὰρ ᾔδεισαν τὰ ἐμὰ κἀκεῖνοι, καθάπερ τὰ ἐκείνων ἐγώ, καὶ πολλάκις μοι προσίενται καὶ περί τινων ἐρωτῶσι καὶ παρ' ἐμοῦ τὰ ὅμοια δέχονται. ἀνδρὶ τινι ἐντυγχάνω σοφίας πάσης εἰδήμονι· οὐδὲ γὰρ τόδε μὲν ᾔδει καὶ τόδε, τόδε δὲ οὔ, οὐδ' ὥσπερ ἑνὶ ποδὶ τὴν λογικὴν τρίβον ἐβάδιζεν, ἀλλ' ἄρτιος ἐν πᾶσι καὶ διὰ πάντων ἐφαίνετο καὶ οἶδε κάλλιον ἅπαντα ἤπερ ἓν οἱ πολλοί· ὁ μὲν γὰρ θάτερον τῶν μερῶν εἰδώς, θάτερον δὲ ἀγνοῶν (ἵνα τι καὶ περιττολογήσω, μᾶλλον δὲ ἀληθεύσω) οὐκ ἂν εἴη πάντως σοφός, ἀλλ' ὡς φυσικὸς τὴν οὐσίαν μὲν ἴσως τοῦ ὑποκειμένου γνώσεται, ἀγνοήσει δὲ τὸ σχῆμα καὶ τὰς ἀρχὰς τῆς ὑπάρξεως καὶ οὐδ' ὑπεραναβαίη τὰ σώματα. εἰ δέ τις ἀριθμητικὴν μετίοι τῶν ἄλλων κατολιγωρήσας, οὐ τὴν ἀκριβῆ μεσότητα τῶν ἀνα λογιῶν γνώσεται οὐδὲ τοὺς ἀριθμοὺς εἰς ἐπίπεδα καὶ στερεὰ θέμενος ὅποι ταῦτα κυριώνυμα πέφυκε γνοίη ἄν ποτε· οὕτω δὲ καὶ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς καὶ ὁ περὶ τὰ σχήματα τῶν ἄστρων ἐσπουδακὼς καὶ ὁ τὴν ἠθικὴν φιλοσοφίαν ἐξακριβούμενος· ὁ δέ γε κατοπτρικὸς καὶ μηχανι κός, ἢ ὅστις ἕτερος ὑπὸ τὰ τέσσερα τελοίη μαθήματα, πολλοῦ γε δεήσει γνῶναι τὰ ὑποκείμενα μὴ χρησάμενος εἰς ἀπόδειξιν ταῖς ὑπερκειμέναις ἀρχαῖς. ὁ δὲ ἀνὴρ οὗτος, ἐστὶ δὲ ὁ δεῖνα, διὰ πάσης τρίβου βεβάδικεν, ὡς αὐτὸς ἐξανιχνεύσας τηνικαῦτα τοῦτον διέγνωκα. εὐθὺς γὰρ στωμυλευόμε νον θεασάμενος καὶ κάλλιον μᾶλλον τὰ προστυχόντα διερμηνεύοντα καὶ τὴν λέξιν εἰς ὕψος ἀνάγοντα καὶ μεγεθύνοντα τὰ νοήματα ἢ ταῦτα ξυγγράφοντες ἕτεροι, ἀνέστηκα τῇ ψυχῇ καὶ φιλοσόφους ἐρωτήσεις ἐπῆγον καὶ τῶν ὑψηλοτέρων λεληθότως ἡπτόμην καὶ πάντοθεν κατέτρεχον τοῦ ἀνδρός, ποῖαι, λέγων, αἱ τοῦ ὄντος ἀρχαί, τίνες αἱ τῶν πρώτων προτάσεων καὶ τῶν λεγομένων ἀμέσων ἀξιωμάτων, ποία ἡ τῆς νοητῆς οὐσίας διαίρεσις, καὶ πῶς τὸ μὲν αὐτῆς οὐσιῶδες, τὸ δὲ νοερόν, τὸ δὲ φανταστόν, τὸ δὲ δοξαστόν, καὶ εἰ ὁρίζεται πάντα, εἰ ἀποδεικνύεται, εἰ διαιρεῖται, εἰ ἀναλύεται, καὶ πῶς τὰ μέρη σύμπαντα τοῦ παντὸς ὁμονοεῖ πρὸς ἄλληλα κατὰ συμπάθειαν ἄρρητον καὶ αὖθις ἀντιπαθεῖ ὡς ἑνὸς ζῴου τοῦ κόσμου τυγχάνοντος, καὶ πῶς ὁ Πλάτων εὐθὺς γραμμικὰ τὰ στοιχεῖα θέμενος καὶ τὴν γῆν κύβῳ εἰκάσας, τὸ δὲ ὕδωρ τῷ εἰκοσαέδρῳ, τὸν δὲ ἀέρα τῷ ὀκταέδρῳ, καὶ τὴν πυραμίδα μὲν τῷ πυρί, τὸ δὲ δωδεκάεδ ρον τῷ αἰθερίῳ κόσμῳ ἤ, ὡς ἔνιοί φασι, τῷ παντί, εἶτα ὥσπερ ἐπιλαθόμενος σφαιρικὰς ξυμπάσας τὰς ὁλότητας αὐτῶν ἀναγράφεται· καὶ ἄλλα τούτων δυσληπτότερα προσεπέφερον. ἀλλ' ὅ φασιν οἱ πολλοὶ πρὸς ἐνίους διαφερό μενοι καὶ περί τινος ἐγκαυχώμενοι, τοῦτο δὴ καὶ αὐτὸς ἐπ' αὐτοῦ ἑώρων· κάλλιον γὰρ ἐγίνωσκεν ἅπαντα ἢ τὸ οἰκεῖον ἕκαστος ὄνομα. ἀλλ' ἀφείσθω ταῦτα. Ἔτι γοῦν συνομιλούντων ἡμῶν ἕτερός τις διακόψας τὸν σύλλογον ἐπὶ τὸν προκείμενον ἄνδρα τὸν σκοπὸν ἐπανέστρεψε, καὶ μετ' ἐνίους τῶν λόγων ἐπίσκοπός τις διεδέξατο τὸν διάλογον (Ταυρηνὸν τοῦτον ὁ δῆμος οἶδε καλεῖν, τὴν αἰτίαν δὲ σιγῶ νῦν)· ἔνιοι γὰρ τῶν παρεστώτων ἐκεῖ «μέγας μέν», ἔφασαν, «καὶ ὁ μονάζων οὗτος ἀνήρ, ἀλλ' ἡ τούτου φήμη τὰς πάντων κατέλαβεν ἀκοάς». ἡμεῖς γοῦν πρὸς τοῦτο διεμαχόμεθα καὶ «οὐδ' ἂν ὅστις καὶ εἴη», διανιστάμεθα, «ὁ τοῦτον ὑπερβαλλόμενος εὑρεθή σεται· ἔστι μὲν γὰρ καὶ τοῦ καλοῦ κάλλιον, ἀλλὰ τούτου τί ποτε κρεῖττον ἀναφανήσεται;» ἦν μὲν οὖν ὁ λόγος ἀμφιβαλλόμενος πρότερον καὶ πολλὰς διδοὺς λαβὰς καὶ ἀντιλαβὰς καὶ μηδαμόθεν πῆξιν δεχόμενος· ἐγὼ μὲν γὰρ οὔπω τοῦ ἀνδρὸς ἤμην ἀκηκοώς, ἀλλ' οἱ πεῖραν εἰληφότες τούτου ἰσχυρῶς ἀπεμάχοντο. τέως γοῦν ἀμφοτέροις τηνικαῦτα τὰ βραβεῖα διεβραβεύθησαν (ἐν τοῖς ἀμφιβόλοις γάρ, φησί, χρὴ νεύειν πρὸς τὸ φιλάν θρωπον), καὶ καλῶς ἡττᾶσθαι μαθόντες οὐδέν τι πλέον ἀντείπομεν ἀλλ' ἢ ὡς παρόντων τούτων οὐδεὶς ἄλλος γε χώραν λήψεται πρὸς ἀνάγνωσιν. καὶ μεταξὺ μὲν λευκοῦ καὶ μέλανος πολλὰ ἂν παρρησιάσαιντο χρώματα, τὸ φαιόν, τὸ ἐρυθρόν, πάντα τἆλλα, καὶ ὑγείας καὶ νόσου τὸ παρὰ τοῖς ἰατροῖς οὐδέτερον τόπον κτήσαιτο (τὰς γὰρ ἐκ νόσου· ἀναλήψεις οὔτε ὑγείας φασὶν οὗτοι οὔτε τὰ ὑγιαινόντων διενεργούσας), μέσον δὲ τούτων οὐδεὶς τῶν ἄλλων αὐτομολήσειεν οὐδ' ἆραι στόμα δυνήσεταί ποτε. ἀλλὰ κἀνταῦθα καταλιμπάνω τὰ πλείονα. Τὴν γοῦν ἐπιοῦσαν ἡμέραν (λέγω δὲ τὴν μετὰ ταύτην παρασκευήν) κἀκείνου ἀναγινώσκοντος ἤκουσα· ἔρρει γὰρ ὁ λόγος πρὸς πάντας ὡς ὁ ἐπίσκοπος τὴν ἀνάγνωσιν εἴληφε. παραγεγονὼς οὖν τὰς ὑπολήψεις κατῄσχυνα καὶ τῷ παρεστὼς παρεστῶτι τὸ προδραμὸν ἐπανέλυσα. ἄναρθρός τε γὰρ τὴν φωνὴν ὑπῆρχεν ὁ γέρων καὶ κορώνῃ παμφάγῳ παρόμοιος, ἔν τισι δέ (ἀλλὰ μηδείς μοι κἀν τούτῳ μέμψοιτο μὴ λοίδορον ἴσως καλέσοι καὶ φιλοσκώμμονα) οὐδὲ τὸν εἱρμὸν τῶν λόγων διέσῳζεν, ἀλλ' ἐπλαγίαζε μᾶλλον ἐνιαχοῦ, εἴ τι κάλλιον προσεξεύρισκε· καὶ ἵνα μὴ τὸν ἄνδρα χαρακτηρίζω τὸν κακὸν χαρακτῆρα καὶ ἀτοπώτατον, τοσοῦτον διήλλαττε τοῦ προτέρου ὅσῳ καὶ τὰ καθόλου τῶν μερικῶν καὶ τὰ ἀίδια τῶν φθαρτῶν καὶ ἡ ἐπιστήμη τῆς αἰσθήσεως. εἰ δέ τινες ἀνθίστανται λέγοντες ὡς οὐχ οὕτως ἐστὶ τὰ τῆς κρίσεως οὐδ' ἀκριβῶς τὸν ἄνδρα ἐγνώκαμεν, ληρείτωσαν ὅσα βούλονται· παρὰ γὰρ τοῖς ἀπαιδεύτοις καὶ τὸ θράσος μὲν δεξιόν, ἡ δειλία δὲ τὴν λαιὰν μερίδα λελάχηκεν· εἰ δ' ὅτι πρῶτος οὗτος ἀναγνώστης ἐστὶ καὶ πολὺν ἔσχε λόγον παρὰ πολλοῖς, ἀλλὰ καὶ φωτὸς μὴ παρόντος ἡ σκιὰ περιπόθητον· δεδόσθω δ' ἴσως καὶ τὸ λεγόμενον καὶ παρρησίαν ὁ λόγος ἐχέτω. ἀλλ' ἤκμασέ ποτε καὶ ἡ Ἑλλάς, ὡς ἀκούομεν, Μακεδόνες δ' αὐτῆς τὴν πᾶσαν ἰσχὺν ἀφείλαντο· καὶ τὰ Περσῶν εὐτυχῶς εἶχεν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν ἐκείνην βασιλείαν καθεῖλεν· ἔπνευσέ ποτε λαμπρὸν ἡ Αἴγυπτος, ἀλλ' ὡς νέφος αὐτῆς ἡ εὐπραγία παρῆλθε. τί γοῦν θαυμαστὸν εἰ κἀκείνου πρότερον εὐτυχοῦντος νῦν ἄλλος τὴν εὐτυχίαν ἀνέλαβεν; Ἔγωγ' οὖν κἀκεῖνο θαυμάζω τοῦ ἀνδρὸς μάλιστα ὅτι τοιοῦτος ὢν καὶ τοσαῦτα κεκτημένος τὰ χαρίσματα, ὡς μικροῦ καὶ πάντας ὑπεραίρειν βροτούς, οὐδέποτέ τι κομπαστικὸν ἔφησεν οὐδὲ κατεξανέστη τινὸς οὐδὲ μεγαλαυχοῦντος τὸν ὅλον χρόνον ἀκήκοα, ἀλλ' ὥσπερ φασὶ τοὺς πολυ μαθεῖς ἀμαθίαν δεινὴν κατηγορεῖν ἑαυτῶν, οὕτω καὶ οὗτος καθ' ἡμέραν ποιεῖ καὶ τὸ ταπεινὸν ἀσκεῖ μᾶλλον ἢ ἕτεροι τὸ μεγάλαυχον. οὐδὲ γὰρ τὸ Αἰγυπτιακὸν φῦλον μιμεῖται, ἀλλὰ τοῦ πράου Χριστοῦ τὸ ταπεινόν τε καὶ ἥμερον, οὐδὲ τὸ τοῦ Ἀλεξάνδρου καὶ οὗτος ἐφθέγξατό ποτε· φασὶ γὰρ ἐκεῖνον, ἡνίκα Εὐρώπης καὶ Ἀσίας τὸ κράτος ἀνήψατο, ἐν ἐπικαίρῳ στάντα χωρίῳ καὶ πάντα περιαθρήσαντα πρὸς τοὺς παρόντας εἰπεῖν· «τὰ τῇδε καὶ τὰ τῇδε πάντα ἐμά». οἶδε γὰρ ὅτι τὸ εἶναι δοκεῖν ἄπρακτόν ἐστι μέγιστον, ἔργοις γὰρ οὗτος οὐ λόγοις ἀπατηλοῖς τοὺς ἀκούοντας πείθει τὰ πάναγρα λίνα τείνων καὶ πάντας κατέχων τοῖς ἐνοῦσι καλοῖς. Ἀλλὰ μηδεὶς ἀπείπῃ τῷ ἀγαθῷ, μηδ' ὥσπερ ἄπελπις γένηται τοῦ καλοῦ, ὡς οὐκ ἀφίξεται πρὸς μέτρον τοιοῦτον, οἷα τοῦ ἀνδρὸς ὑπερνικήσαν τος ἅπαντας· πόνος ἐστὶν ἀρχὴ παντὸς ἀγαθοῦ, μᾶλλον δὲ ῥίζα τῶν ἀγαθῶν ὁ πόνος ἐστί. μηδεὶς οὖν ἡμῶν καθευδέτω, μηδεὶς ῥαθυμείτω, μηδεὶς ἀμελείτω τοῦ ἀγαθοῦ· κἀγὼ πάροχος καὶ ὀφειλέτης τοῦ πράγματος. τὸ γὰρ γένος ἡμῶν οὐδέποτε τῶν τοῦ θεοῦ καλῶν ἀμοιρεῖ, ἀλλὰ φέρειν ἡμῶν τὴν πολλὴν ῥᾳθυμίαν ἀδυνατῶν πρὸς τὴν τῶν λαμβανόντων ἰσχὺν σταθμᾶται καὶ τὰ διδόμενα. κἂν μὴ πάντες τῶν πρωτείων κατευμοιρή σωμεν, μηδ' οὕτως ἀσχάλλωμεν· σπάνιον γὰρ τὸ καλόν, τὸ δὲ τῶν ἐναντίων πλῆθος ὑπὲρ κατάληψιν. τριττὸν δὲ καὶ τὸ γένος τῶν ἀνθρώπων ἐστίν· οἱ μὲν γάρ εἰσι γῆς ἄνθρωποι, οἱ δὲ οὐρανοῦ, οἱ δὲ τοῦ θεοῦ· καὶ οἱ μὲν θηρευτικοὶ τῶν σωμάτων εἰσί, οἱ δὲ τεχνῖται καὶ ἐπιστήμονες, οἱ δὲ προφῆται καὶ ἱερεῖς. καὶ τὸ πέρας δὲ τῆς τοῦ Σὴθ ἐπιστήμης οὐ πολλῶν ἀρχὴ γέγονε, ἀλλὰ τοῦ δικαίου Νῶε, τούτου δὲ τὴν τελείωσιν Ἀβραὰμ μόνος παιδεύεται, ἡ δὲ ἀκροτάτη τούτου σοφία Μωσέως ἄσκησις γέγονεν. οὔκουν πολλῶν τὸ καλόν, μᾶλλον δὲ τὸ μὴ καλὸν πολλῶν, εἷς δὲ τυγχάνει τούτου καὶ δυσχερῶς. Ἀλλὰ δέον καταπαῦσαι τὸν λόγον πολλὰ καὶ ἄλλα λέγειν βουλόμενον· ὁ γὰρ φίλτατός μοι τῶν φίλων καὶ κάλλιστος, ὁ πάντας ἐν φρονήσει καὶ συνέσει καὶ λόγων ἰσχύι ὑπερβάλλων καὶ ὑπὲρ πάντα μοι περιπόθητος ἕτερον, ὁ δεῖνα, τῆς πρόσω με γραφῆς διεκώλυσε, ἀρκετὰ φάμενος τὰ πάροντα καὶ πρὸς Ἡρακλέας πολλούς. ἐγὼ δὲ χάριτας ἔχω τῇ κεχαριτω μένῃ Μητρὶ καὶ ὕμνους ταύτῃ προσκομίσω καὶ ᾄσματα τὰ εἰκότα ὅτι δυσὶν ἀνδράσι τοιούτοις με συνηρμόσατο. χαῖρέ μοι οὖν, ὦ ὁ δεῖνα, ἡ λογικὴ λύρα, ἡ καλλίφθογγος σάλπιγξ, ὁ κρατὴρ τῶν λόγων, τὸ ἀνεξάντλη τον πέλαγος· χαῖρέ μοι, ὦ μονάζων, καὶ σύ, τὸ πνευματικὸν ὄργανον, ὁ μουσικὸς τέττιξ, ὁ μὴ σιγῶν μέν ποτε, ἀπενιαυτίζων δέ πως τὸ μέλος μοι· χαίρω νυνὶ καὶ αὐτὸς ὅτι χαρᾶς ἑταίρους προξένους εὕρηκα.