Oratoria minora
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Oratoria minora Σελέντιον ἐκφωνηθὲν ἐπὶ τῶν ἡμερῶν τῆς βασιλίσσης κυρᾶς Θεοδώρας Ἡ τῶν ἀρετῶν βασιλὶς μετὰ τῆς τῶν ὡρῶν βασιλίδος ἄνωθεν ἡμῖν συνήθως καὶ κατὰ προθεσμίαν ἐφέστηκεν, ὦ σύλλογος ἱερὸς ἐμοὶ καὶ συνειλεγμένος θεῷ. καὶ μὴ θαυμάσητε εἰ κρεῖττόν τι τῆς τοῦ θήλεος φύσεως καὶ ὑψηλότερον φθέγξομαι· ἐκ βασιλείου γάρ, ὡς ἴστε, ἀνθήσασα αἵματος οὐ μᾶλλον τὴν ἁλουργίδα ἢ τὰς τῶν θείων λόγων φωνὰς ὑπερ ηγάπησα καὶ συνήγαγον εἰς ταὐτὸ μαργάρων λαμπρότητας καὶ κανόνων εὐθύτητας, πνευματικὴν βουλὴν καὶ νουθέτησιν καὶ βασιλικὴν στολὴν καὶ συγκόσμησιν. ἐκεῖθεν οὖν μοι συνηράνισται ἃ πρὸς ὑμᾶς διαλέξομαι σήμερον· πλὴν ἀλλὰ κἀμοὶ τὴν ἀκοὴν βραχύ τι χαρίσασθε. Διττὴν οἶδεν ὁ λόγος τροφήν, τὴν μὲν ψυχικήν, τὴν δὲ ἁρμόζουσαν σώματι· ἀλλ' ἡ μὲν ἄνω φέρει τὸν νοῦν, ἡ δὲ κάτω βαρύνει τὸν χοῦν. σῶμα δὲ ἡμεῖς καὶ ψυχὴ καὶ οἷόν τι μίγμα μεθόριον τῆς κρείττονος καὶ τῆς χείρονος φύσεως. εἰ μὲν οὖν οἷόν τε, μόνῃ ζήσωμεν τῇ ψυχῇ καὶ καθαρῶς γενώμεθα τοῦ θεοῦ· καὶ τῆς θείας ἐμφορηθῶμεν τροφῆς, ἥτις ἐστὶν αὐτὸς ὁ θεός, ὁ τῆς ζωῆς ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ τὸ ἡμέτερον προσλαβόμενος, ἵνα τοῦ ὑπὲρ ἡμᾶς ἡμῖν μεταδῷ. εἰ δὲ τοῖς πολλοῖς ὁ λόγος προσάντης, δικάσωμεν δικαίως τῷ πράγματι, δῶμεν τῇ ψυχῇ μερίδα καὶ τῇ σαρκί, λεπτύνωμεν τὸ σῶμα δι' ἐγκρατείας, ἵνα συναναχθῇ πρὸς οὐρανὸν τῇ ψυχῇ, λύσωμεν τὸν νοῦν ἀπὸ τοῦ δεσμοῦ, ἵνα μὴ πρὸς γῆν βαρύνηται ἀλλὰ πρὸς οὐρανὸν ἀνάγηται. Πάλιν οὖν ἐντολὴ καὶ βρώσεως ἀποχὴ καὶ ὄφις πειρώμενος τῆς αἰσ θήσεως καὶ ἡ ταύτης μετὰ θελγήτρων πειθώ· ἀλλ' ἡμῖν μέχρι τῆς πρώτης πείρας ἡ πάλη, μηδὲ δὶς ὑποπέσοιμεν τῷ πειράζοντι. τῷ μὲν γὰρ προπάτορι οὐκ ἔχοντι πρὸς ἕτερον βλέπειν παράδειγμα ἀπολογία πρὸς τὸν ἐγκαλοῦντα ἐπινενόηται· ἡμεῖς δὲ τίνα τῶν πάντων αἰτιασόμεθα, εἰδότες ὡς ψεύδεται μὲν ὁ ἐνεδρεύων ὄφις ἡμῖν, ἡ δὲ θῆλυς αἴσθησις ἀπατᾷ καὶ ὁ νοῦς πάσης κατεξουσιάζει δυνάμεως; νηστεύσωμεν οὖν αὖθις ἀπὸ τοῦ ξύλου τῆς ἐπαμφοτεριζούσης νοήσεως, ἵνα κατατρυφήσωμεν γνώσεως, τὴν λίχνον αἴσθησιν τῷ τῆς νηστείας παιδαγωγήσωμεν χαλινῷ, τὰς ὀσφῦς περιζώσωμεν, τὸν τῆς ψυχῆς λύχνον σταγόσιν ἐλέους ἐκκαύσωμεν, ἵνα συνεισέλθωμεν τῷ λόγῳ εἰς τὸν νυμφῶνα τὸν ἄδυτον. ἐὰν γὰρ παχύνῃς τὸ σῶμα τῇ πολυτελείᾳ τῶν ἐδεσμάτων, ὠχύρωσας τὴν εἰρκτὴν καὶ τὴν ψυχὴν τοῦ φωτὸς ἀπεστέρησας· ἂν δὲ τὴν τούτου παχύτητα οἷον ἐκχοΐσῃς διὰ νηστείας, διῄρηκας τὸν εἰργμόν, ἀνεπέτασας τὴν θύραν τῆς φυλακῆς καὶ δέδωκας ἐλευθερίαν τῷ νῷ πρὸς τὴν ἔξοδον. ὁ δὲ τί ποιεῖ ἐξιών; κουφίζει καὶ τὸ σῶμα μετάρσιον πρὸς θεὸν μετατίθεται. Ὁρᾶτε ταύτης τῆς ἀρετῆς τὴν ἰσχύν, ὁρᾶτε τῆς ἐγκρατείας τὴν δύναμιν; αὕτη καὶ πυρὸς πείθει κατατολμᾶν καὶ στόματα θηρῶν χαλινοῖ καὶ ὕδατι πῦρ ἐγείρει καὶ νέφεσιν ἐπιτάττει μὴ ὕειν καὶ αὖθις ἀνοίγει τὸν οὐρανὸν καὶ κατάρδει τὴν γῆν καὶ θάλασσαν διιστᾷ καὶ ποταμὸν διαιρεῖ καὶ διπλᾶ δίδωσι τὰ παράδοξα. νηστεία σώματος ἀποχή, πρὸς τὸν θεὸν πτεροῦσα ἐλπίς, πρὸς τὸν ἐχθρὸν φρουροῦσα ἀσπίς, σαρκὸς νέκρωσις, ψυχῆς ζώωσις, δαιμόνων πτῶσις, ἀγγέλων στάσις· νηστεία καὶ πρὸς τὰ κρείττονα ποδηγὸς καὶ πρὸς τὰ πράγματα συνεργός. πᾶσι γὰρ ὁ νοῦς ἀμιγὴς τοῖς ἀτμοῖς ἐφεστηκὼς καὶ ἀθόλωτος καὶ τῷ νομοθέτῃ δίδωσιν εὐκρινῶς, ὅπως ἂν καὶ τίσι νομοθετήσῃ, καὶ τῷ δικαστῇ κατὰ λόγον διαιρεῖ τὰ συμβαίνοντα. ὁ εἰσπράττων ἀγχινούστερος διὰ ταύτην, ὁ περὶ λόγους ἀκριβέστερος καὶ λεπτότερος, ὁ τὰς ψήφους τιθεὶς ἀκλινέστερος. προσθήσω δὲ καὶ ταῦτα· ὁ φαλαγγάρχης ἀνδρειότερος, ὁ τοῦ λόχου προηγούμενος στερρότερος, ὁ ὁπλίτης πρὸς τὰς ἐπὶ καιροῦ χρείας ἑτοιμότερος, ὁ ἐπὶ τῆς κούφης ὁπλίσεως ταχύτερός τε καὶ εὐσταλέστερος. Ἀλλὰ πῶς ἂν ἐπαινέσωμαι τὴν νηστείαν, πῶς δὲ ἀπλήστως ταύτης κατατρυφήσω; οἶδα πολλάκις ἀκούσασα τῶν θείων λογίων ὅτι τροφὴν ἀγγέλων ἔφαγεν ἄνθρωπος. ἀγγέλων δὲ τί ἄλλο ἂν εἴη ἐντρύφημα ἢ τῶν ὄντων καὶ γεγονότων οἱ λόγοι; εἰ γοῦν ταύτης μεταληψόμεθα τῆς τροφῆς, ὁμοδίαιτοι τῶν ἀγγέλων γεγόναμεν. τρυφήσωμεν οὖν τρυφὴν ἀδαπάνητον, τὴν τῶν κτισμάτων μεγαλοπρέπειαν, ἐρᾷς τοῦ ταώ; τρύφησον αὐτοῦ τὸ κάλλος· εἶτα ζήτησον πόθεν αὐτῷ ἡ τῶν χρωμάτων βαφή, τίς ὁ τὸν λειμῶνα φυτεύσας, πῶς ἀμιγὴς ὁμοῦ καὶ πολυμιγὴς ἡ χροιά, τίς ὁ γράψας τοὺς κύκλους ἄνευ κέντρου καὶ διαστήματος· ἀκήκοα γὰρ καὶ τοῦτο λεγόντων τινῶν. τοιαύτην τρυφὴν ἐπί τε ἀερίοις καὶ χερσαίοις καὶ εἰναλίοις ζῴοις τρύφησον. Εἴπω τι καὶ τῶν ἀπορρήτων; διὰ ταύτην ἐγὼ ὅπερ εἰμὶ γέγονα, ἢ μᾶλλον ὅπερ ἐγεγόνειν εἰμί. ἐτέθην μὲν γὰρ ἐξ ἀρχῆς ὑπὸ τοῦ λόγου ἐπὶ τὸν βασίλειον θρόνον, οἷά τις σελήνη πλήρης φωτός, ἀλλ' ὑποδραμόντα τὰ νέφη μικρὸν τὴν τοῦ κράτους αὐγὴν παρεσκίασαν· τῷ δὲ τῆς δικαιοσύνης δόξαν ἡλίῳ τῷ θεῷ μου καὶ σωτῆρί φημι, ἀπελήλαται μὲν τὰ ἐπιπροσ θοῦντα, ἐγὼ δὲ πλησιφαής, ὡς ὁρᾶτε, καὶ πανσέληνος γέγονα. τὸ δέ μοι φῶς οὐκ ἔξωθεν προσηράνισται, ἀλλὰ κατὰ κλῆρον πατρῷον ἐπιβέβληται. καὶ μόνη ἢ σὺν ὀλίγοις τῶν πάλαι βασιλείαν αὐχῶ ἔννομον, τυραννίδος ἀπηλλαγμένην· οὐ γὰρ ἐβιασάμην τὸ κράτος οὐδ' ἐκ τριόδων ἐπὶ τὴν βασιλικὴν ἡλλόμην ἀρχήν, ἀλλ' ἐκ προγόνων μοι ταύτην καταγομένην ἀπείληφα. αὐτουργῶ δὲ τὸ κράτος καὶ τῶν ὅλων προΐσταμαι κἀν ταῖς ψήφοις κἀν ταῖς ἀρχαιρεσίαις κἀν τοῖς δικαστικοῖς βήμασι. βίαιον δὲ ἢ τυραννικὸν οὐδεὶς ἄν μοι ἐπεγκαλέσειεν, ἀλλ' ἀπὸ τοῦ εὐθέος ἐπάγω τὰς κρίσεις, τὴν δὲ μεταβολὴν τετήρηκα ἀμετάβλητον· οὐ γὰρ τοῦ συνήθους ἀπέστην οὐδὲ τὸ ἦθος ἠλλοίωσα οὐδὲ σκηνὴν τὴν βασιλείαν ἐποιησάμην, προσαγγελέας ταύτης ἀδίκους εἰσάγουσα καὶ πράκτας ἀπηνεῖς τιθεῖσα καὶ ταμίας κερδοσυλλέκτας, ἀλλ' ἔννομον ἐπιστασίαν ἠγάπησα καὶ μετὰ λογισμοῦ κρίσιν τὸ συνοῖσον τοῖς πράγμασιν ἐπρυτάνευσα. Τοὺς δὲ περὶ ἐμὲ τί ἂν ἔχοι τις καὶ αἰτιάσασθαι; ὡς ὑπερόπτας; ὡς μὴ τῷ δικαίῳ προστετηκότας; ὡς ἀνατετακότας ὀφρύν; ὡς πολυτελεῖς τὴν στολήν; οὐμενοῦν. ταῦτα γὰρ ἐγὼ ἀπαρχὴν ὁμοῦ καὶ δεκάτας τῷ θεῷ ἀποδίδωμι. μιμεῖσθε δὲ καὶ ὑμεῖς τὸν τρόπον δι' ὃν καὶ βάρβαρος πεφό βηται τὴν ἡμετέραν ἀρχὴν καὶ Σκύθης ἐπτοήται καὶ πολεμίων χεὶρ πέφρικε καὶ τὰ ὑπόσπονδα τῶν ἐχθρῶν ἀγαπᾷ τε καὶ ἐθίζεται. ἐντεῦθεν ἡμῖν καὶ τὸ ἑῷον καὶ τὸ ἑσπέριον ἐξημέρωται καὶ δεδούλωται. ἢ πόθεν τὰ τῆς οἰκουμένης τμήματα τὴν δούλωσιν συνωμολόγησε καὶ βάρβαρος χεὶρ τὴν εἰρήνην ἠσπάσατο; ποίας αὐτοῖς προσπεσούσης φάλαγγος; τίνος συρραγέντος συνασπισμοῦ; τίνι συνεισβαλόντων ἱππέων; ἀλλ' ἀρκεῖ πᾶσιν ἀντὶ πάντων τῆς ἡγεμονίας τὸ δίκαιον. Ἀλλὰ τῆς μείζονος ἐπελαθόμην χειρός, τῆς νηστείας φημί. μή ποτε γὰρ αὕτη φλογίνου ἐπιβᾶσα ὀχήματος μετάρσιον τοὺς καθ' ἡμῶν ὑπὲρ ἡμῶν ἐκφοβεῖ. τιμήσωμεν οὖν αὐτὴν ὡς τροπαιοφόρον, ἀγαπήσωμεν ὡς ἡλικιῶτιν τῆς ἡμετέρας γεννήσεως, σεβασθῶμεν ὡς ἀθλοθέτιν καὶ δράμωμεν τὸν ταύτης δίαυλον, εἰ μὴ τὸν πολυήμερον ἀλλά γε τὸν τεσ σαρακονθήμερον, ἵνα καὶ συννεκρώσαντες τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς καὶ τὸ τῆς ταπεινώσεως σῶμα σταυρώσαντες κοινωνοὶ τῆς ἐκ νεκρῶν τοῦ Χριστοῦ ἀναστάσεως γενέσθαι ἀξιωθείημεν. Σελέντιον ὡς ἀπὸ τοῦ βασιλέως τοῦ Διογένους Εἰρήνης ὁ σύλλογος σύμβολον, ὦ σοφὸν ἐμοὶ καὶ φίλον ἀκροατήριον, καὶ μελλούσης εἰρήνης σὺν θεῷ φάναι χαρακτὴρ ἀκριβέστατος. ἔχει δὲ καὶ πολέμου τινὰ ὑποδείγματα· ὁ γὰρ καιρὸς ἀγῶνα λαμπρὸν ἡμῖν ἀνέῳξε κατὰ τῶν παθῶν. ἐγὼ δέ, ὥσπερ ἐπὶ τῶν αἰσθητῶν δυσμενῶν προκινδυνεύειν ὑμῶν ηὐτρέπισμαι καὶ ἡγεμὼν εἶναι τῆς παρατάξεως, οὕτω δὴ καὶ πρὸς τοὺς νοητοὺς ἐναντίους τῆς καλῆς ἡμῶν κατάρχω συντάξεως καὶ στρατηγὸς ὁμοῦ καὶ δημηγόρος ἐφέστηκα. λαμβάνω δὲ τὰς τῆς δημηγορίας ἀρχὰς ἀπὸ τῆς πολεμικῆς ἀγωνίας· κἀκεῖσε γὰρ εἰ διαγγελθῇ ἀγὼν ἐς τὴν αὔριον, ὑφαιρούμεθα τῶν συνήθων τροφῶν, οἵ γε πρὸς τοὺς βαρβάρους μέλλοντες παρατάξασθαι, καὶ κοῦφον τὸ σῶμα πρὸς πᾶσαν πρᾶξιν καὶ εὐάγωγον ἐργαζόμεθα. πολλῷ δὲ μᾶλλον χρεὼν οὕτω κατὰ τῶν τῆς πονηρίας πνευμάτων διαγωνίζεσθαι, εἴτε πρωτοστάται τῆς ἀγωνίας ἐσμὲν εἴτε ἡμιλοχῖται εἴτε συμπεφράγμεθα ὥσπερ ἐν συνασπισμῷ εἴτε κατὰ λόχους διῃρήμεθα. οὕτω γὰρ ἂν ῥᾳδίως κατὰ τῶν παθῶν τρόπαιον στήσαιμεν· δεῖ μὲν γὰρ εἰρηνικῶς ἔχειν ἀεὶ πρός τε ἀλλήλους καὶ ἑαυτοὺς καὶ μηδέποτε μάχης ἄρχειν διανοεῖσθαι, ἀλλ' ἔχειν ὑποκειμένους ἑαυτοῖς τοὺς ἐμπαθεῖς λογισμούς. ἐπεὶ δὲ οὐκ ἔστι τὴν τοῦ σώματος φύσιν μὴ ἀτακτεῖν, διὰ ταῦτα καὶ πολεμητέον ἡμῖν καὶ τὴν ἐκ διαστάσεως ποιητέον ὁμόνοιαν. Ἤκουσα δέ τινος τῶν σοφῶν ὅτι οὐ πάντα τὰ στίφη τῶν νοητῶν πολεμίων καταντικρὺ καὶ ἐξ ἰσοπέδου ἡμῖν προσίασιν· ἀλλ' οἱ μὲν ἐξ ἀέρος ἐπιτοξάζονται, οἱ δὲ βάλλουσιν ἀπὸ γῆς, οἱ δὲ καὶ ἀναισχυντοῦσι κατ' ὀφθαλμόν. δεῖ τοιγαροῦν καὶ ἡμᾶς περιεσκεμμένους εἶναι πρὸς τὰς παντοδαπὰς ἀντιθέσεις αὐτῶν καὶ τὸν μὲν ὀφθαλμὸν ἄνω ἔχειν πρὸς τὸν θεόν, ἵνα μὴ λάθωσιν οἱ ἀέριοι, συμπεφράχθαι δὲ τῇ πανοπλίᾳ τοῦ πνεύματος, ἵνα ἄτρωτοι ὦμεν τοῖς βάλλουσιν ἐξ ἰσότητος, ὑποδεδέσθαι δὲ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης, ἵνα πατῶμεν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ τὰς τῶν λεόντων καὶ δρακόντων συντρίβωμεν κεφαλάς. ἔστι καὶ ἡμῖν βέλος κατὰ τῶν ἐναντίων εὐστοχώτατον ἐξ ἀέρος εἰς οὐρανοὺς ἀναβαῖνον ἡ προσευχή, καὶ δόρυ μακρὸν ὁ κατὰ τῶν ἐπιθυμιῶν ἔμμονος λογισμός, καὶ ξίφος εὖ τεθηγμένον τῶν θυμικῶν κινήσεων ἡ τομή. Οὕτω τοιγαροῦν ἀνδριζοίμεθα καὶ στεφανοίμεθα καὶ κατὰ τῶν αἰσθητῶν ἐχθρῶν αὖθις ἀντιταττοίμεθα, ἐξ ἀγῶνος εἰς ἀγωνίαν καὶ ἀπὸ νίκης εἰς νίκην καὶ ἐξ εἰρήνης εἰς εἰρήνην παραπεμπόμενοι, ἵνα μὴ δεύτεροι φανῶμεν τῆς κοινῆς ἐλπίδος καὶ μάλιστα τῆς βασιλίδος ἡμῶν καὶ δεσπότιδος. οὐ γὰρ ἐφ' ἑτέροις ἀλλ' ἐπὶ τῷ μάχεσθαι νικᾶν τε καὶ εἰρήνην ἐκ πολέμου ποιεῖν ἢ καὶ προπολεμεῖν καὶ προκινδυνεύειν ὑμῶν καὶ τῶν ὅλων ἀντέχεσθαι ἐπὶ τὴν βασιλείαν ἀνήγαγε. καὶ τοῦτο μὲν προηγουμένως ἐσκέψατο· ἔπειτα, ἵνα καὶ τοῖς χρυσοῖς τούτοις κλάδοις καὶ συμβασιλεῦσι διαφυλάξω τὸ κράτος ἀπαρεγχείρητον. Μήτε γοῦν αὕτη τῶν παρ' ἡμῖν ἐλπίδων ψευσθείη μήθ' ἡμεῖς τῶν ἐπαγ γελιῶν ἐλάττους ὀφθείημεν. ὁ μὲν ἀγὼν μέγας (τί γὰρ δεῖ μὴ τἀληθῆ λέγειν;) καὶ οὐ πρὸς ἓν μέρος οὐδ' ἀφ' ἑνός (ἀνατολῇ γὰρ καὶ δύσει καὶ ἄρκτῳ καὶ μεσημβρίᾳ μαχόμεθα) καὶ οἱ μὲν ἐφεστήκασι τῶν ἐναντίων, οἱ δὲ μέλλουσιν αὐτίκα, οἱ δὲ ἤδη καὶ πρὸς τὸ πολεμεῖν ἀπηναισχυντήκασιν. ἱππάσασθαι μὲν οὖν πρὸς πάντα τὰ μέρη ἀμήχανον· διὰ ταῦτα τοιγαροῦν κατὰ μὲν τῶν δυνάμεις συντάξας ἐκπέπομφα, πρὸς δὲ τοὺς εἰρηνικοὺς λόγους συντέταχα καὶ ἄλλως ἄλλοις διαμεμηχάνημαι, πρὸς δὲ τοὺς μάλιστα ἰσχυροὺς καὶ αὐτὸς παρατέταγμαι, οὐχ ἁλουργίδι τὸ σῶμα κατακοσμήσας ἀλλ' ὅπλοις περιφράξας πολεμικοῖς, οὐδὲ διαδήματι καταγλαΐσας τὴν κεφαλὴν ἀλλὰ περικεφαλαίᾳ συσφίγξας καὶ θαρρήσας σὺν ὀλίγοις πολλοὺς καὶ τῆς φάλαγγος προϊών, ἵν' αὐτὸς μὲν βαλλοίμην, ὑμεῖς δ' εἰρνεύοιτε. Ὁ δὲ καταλλάξας τὰ διεστῶτα θεός, ὁ ἀκρογωνιαῖος λίθος τῶν πάλαι διῃρημένων λαῶν, ὁ τὸ μεσότοιχον ἀνελὼν τοῦ φραγμοῦ, αὐτὸς καὶ νῦν εἰρήνην ποιήσαι τοῖς πράγμασι καὶ τὰς ἀντικειμένας συντρίψαι δυνάμεις καὶ τοῖς ἀπόροις πόρον ἐφεύροι καὶ μηχανήν, ὁ τῇ ἀρρήτῳ αὐτοῦ σοφίᾳ τὰ πάντα διευθύνων καὶ κυβερνῶν καὶ ἐκ τῶν ἐναντίων πάλιν πολλάκις τὰ ἐναντία πανσόφως οἰκονομῶν. Σελέντιον δημηγορηθὲν παρὰ βασιλέως κῦρ Μιχαὴλ τοῦ Δούκα Εἰ καὶ πολλοῖς τῶν βασιλέων ἔθος ἐστὶν ἐξ ὑψηλοτέρου φρονήματος τὰς ὁμιλίας ποιεῖσθαι πρὸς τὸ ὑπήκοον, ὅπως ἂν αὐτοῖς ἐντεῦθεν σῴζοιτο τὸ ἀξίωμα, ἀλλ' ἐμοὶ τοσοῦτον πρὸς ἐκείνους τὸ διαλλάττον, ὥσθ' ἑλοίμην ἂν ἡδέως πατρικὴν ἔχειν πρὸς ὑμᾶς εὔνοιαν ἢ βασιλικὴν μεγαλόνοιαν· εἰ δέ μοι πρὸς τὴν τοιαύτην σχέσιν ὁ τῆς ἡλικίας ἀπαντᾷ χρόνος, ἀλλ' ἐγὼ οὐκ ἂν ὀκνήσαιμι μεταβαλεῖν τὰ ὀνόματα. ἀσμένως οὖν ὡς ὁ υἱὸς πατράσιν ὁμιλήσω καὶ διαλέξομαι. ὦ πατέρες οὖν καὶ παῖδες ἐμοὶ καὶ εἴ τι ἄλλο τῶν ὀνομάτων ὁμοψυχίαν καὶ σύμπνοιαν δεικνύμενον, δέξασθε τὸν παρόντα λόγον, οὐ ῥητορικῶς συγκεκροτημένον ἀλλ' ἁπλοϊκῶς συντεθει μένον, οὐδὲ μεγαλοπρεπῶς συνεξυφασμένον ἀλλ' ἀφελῶς ἐκπεφωνημένον καὶ τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Τίς δὲ ὁ τοῦ λόγου σκοπὸς οὐκ ἀγνοεῖτε μέν, ἀλλ' ὅμως εἰδόσιν ἐρῶ· ἀδύτων μυστηρίων παρασκευή. πεπροοιμίασται δὲ ἡμῖν παρὰ τοῦ θεοῦ· τὰ μὲν οὖν ἄδυτα ἡ θεία καὶ μακαρία μετοχὴ τοῦ θείου σώματός τε καὶ αἵματος, ἡ δὲ πρὸς τοῦτο ἑτοιμασία ἡ τῆς ψυχῆς κάθαρσις καὶ ἡ τοῦ σώματος κένωσις. νηστεύσωμεν οὖν, ἵν' ὑφέλωμέν τι τῆς σαρκὸς καὶ προσθῶμεν τῷ πνεύματι· ἐγκράτειαν ἀσπασώμεθα, ἵνα τὴν τῶν παθῶν συντονίαν χαλάσαντες εὔλυτοι πρὸς τοὺς ἀκλύστους λιμένας κατάρωμεν· λεπτύνωμεν τοῦ σώματος τὸν δεσμόν, ἵν' ἐλευθερώσωμεν τῆς ψυχῆς τὸ πτερόν· καθάρωμεν ἑαυτούς, ἵνα κοῦφοι καὶ εὐσταλεῖς πρὸς τὴν ἄνω πορείαν γενώμεθα. σκοπὸς ἡμῖν, μᾶλλον δὲ δόγμα θεοῦ, ἀναβῆναι πρὸς οὐρανὸν οὐ ψυχῇ μόνῃ ἀλλὰ καὶ σώματι. πῶς οὖν ἀναβῶμεν τῷ τῆς σαρκὸς ἄχθει βαρυνόμενοί τε καὶ πιεζόμενοι; πῶς ὑψηλοὶ γενοίμεθα καὶ πορρωτέρω νεφῶν τοσοῦτον ἄχθος ἐπισυρόμενοι; λεπτύνωμεν οὖν διὰ νηστείας τὸ πάχος τοῦ σώματος, ὅπως ἂν ὁμόστολον τοῦτο τῇ ψυχῇ ποιησώμεθα καὶ πρὸς τὴν ὑπερνεφῆ πορείαν ὁμόδρομον. εἰ γὰρ ἀντίθετόν τι χρῆμα πρὸς ἀσιτίαν τρυφή, καὶ τὰ ἔργα ἀντίρροπα· εἰ γοῦν βαρύνει ἐκεῖνο, λεπτύνει αὕτη· καὶ εἰ πιέζει τρυφὴ καὶ συναρμόττει τῷ σώματι τὴν ψυχήν, ἐλευθεροῖ νηστεία καὶ θαυμασίαν διάθεσιν ἀπεργάζεται. οὐ γὰρ ζωογονεῖ μὲν ψυχήν, ἀναιρεῖ δὲ σῶμα, ἀλλὰ κἀκείνην συνάγει πρὸς ἑαυτὴν καὶ τοῦτο μᾶλλον ζωοποιεῖ τῶν περιττῶν ἐκκαθαίρουσα καὶ ὑγιὲς αὐταρκείᾳ καὶ λιτότητι διασῴζουσα. Ἦν ὅτε, φίλτατόν μοι ἀκροατήριον, ἀπροσδεεῖς τοιαύτης ἦμεν νηστείας, ἀλλὰ καὶ τρυφᾶν ἐξῆν ἐν τῷ παραδείσῳ καὶ παντοδαπῶν ἀπολαύειν καρπῶν καὶ μὴ δεῖσθαι καθαρσίων. ἀλλὰ τί σοι, γέρον Ἀδὰμ καὶ τοῦ γένους ὅλου πρωταίτιε (ὡς γὰρ ζῶντι καὶ παρόντι σοι διαλέξομαι), τὸ ἀπερίσκεπτον ἐκεῖνο ὅρμημά τε καὶ βούλημα; ἵλεως δὲ ἡμῖν εἴης, ὅποι ποτ' ἂν εἴης, καὶ μὴ μέμφοιο λέγουσι· τίς ἡ ἕτοιμος τῶν τῆς Εὔας λόγων παραδοχή; πῶς ὁ χερσὶ θεοῦ διαπεπλασμένος καὶ πρῶτος εἰκόνι τετιμημένος τῇ κρείττονι καὶ νομοθεσίαν δεδεγμένος ἴσως ἀπόρρητον οὕτως εὐθὺς μετηλλοίωσαι καὶ τῷ θανατηφόρῳ ξύλῳ τὴν χεῖρα ἐπέ βαλες, δέον φυλάξασθαι καὶ οὕτω τοῦ ζωηφόρου ἐφάψασθαι; ἀλλὰ σὺ μὲν ἴσως ἔχοις ἂν εἴ τι ἀπολογήσῃ, εἰ καὶ μὴ ἀναπόδραστά σοι τὰ τῆς ἐπιτιμήσεως. ἡ γὰρ τῆς γυναικὸς πειθὼ καὶ τὸ φαινόμενον κάλλος τοῦ ἀπηγορευμένου φυτοῦ καὶ ὁ ὑπονοούμενος γλυκασμὸς πρὸς τὴν γεῦσιν ἠπάτησάν σε καὶ ἐφειλκύσαντο. τῷ δὲ πονηρῷ ἐπαρῶμαι ὄφει ἐκείνῳ δι' οὗ ἡ φθορὰ ταῖς ἡμετέραις εἰσεφθάρη ψυχαῖς. ἀλλ' οὐδὲ σοὶ τὰ τῆς βασκανίας ἐλεύθερα· ἐπὶ τῷ στήθει γὰρ καὶ τῇ κοιλίᾳ πεπόρευσαι καὶ τὸν τῆς γῆς ἀπολιχμάζῃ χοῦν, καὶ τὴν ἡμετέραν πτῶσιν τηρῶν καὶ δάκνων ἐφ' ὁδοῦ τὴν κεφαλὴν συντέθλασαι καὶ συντέτριψαι. Πλὴν ἔδει μὲν μήτε ταῦτα γίνεσθαι μήτε τὰ πρῶτα γενέσθαι, ἀλλ' ἔχειν τὴν πρώτην καὶ μακαρίαν ζωὴν καὶ μὴ πραγματείας χρῄζειν καὶ περιόδων πολλῶν. ἐπεὶ δὲ γέγονεν, ὡς οὐκ ὤφελεν, ἀναλύσωμεν τὴν συνθήκην καὶ τὴν ἕνωσιν διέλωμεν καὶ θεοῦ μόνου κατατρυφήσωμεν· εἰ δὲ καὶ τῆς κάτω τρυφῆς ἐρῶμεν, φάγωμεν ἄρτον ἀγγέλων, πίωμεν νάματα ζωῆς. τί ποτε δὲ ταῦτα; αἱ θεωρίαι τῶν ὄντων, ἡ τῆς φύσεως κατάληψις, ἡ τῶν στοιχείων κατανόησις, πῶς ἥνωνται, πῶς διῄρηνται, πῶς παράλληλά τέ εἰσι καὶ συνάλληλα. κατατρυφήσωμεν κινήσεως οὐρανοῦ, χύσεως ἀέρος, στάσεως γῆς, ὑδάτων ῥύσεως. ἀλλὰ χαλεπὰ ταῦτα πρὸς γνῶσιν καὶ ὄντως ὑπερφυῆ; ἔστι τις καὶ μικρολογίας ἀπόλαυσις, τὰ μὲν τὸν ὀφθαλμὸν θέλγουσα, τὰ δὲ τὴν ἀκοὴν καθηδύνουσα. τρύφησον τὸ τοῦ ταὼ κάλλος, τὴν ἐν τῷ στήθει τῶν χρωμάτων μῖξιν, πῶς ἐπάλληλοι καὶ διάλληλοι αἱ βαφαί, τίς ἡ ἐν τῇ κορυφῇ τιάρα εὐδαιμονεστέρα τῆς Περσικῆς, ποταποὶ οἱ ἐν τῷ πτερώματι κύκλοι καὶ πῶς τοῖς ἄστρασι τὸ χθαμαλὸν τοῦτο ζῷον ἠγλάισται. οὐ φθονῶ σοι τῆς τῶν τεττίγων ᾠδῆς οὐδὲ βασκαίνω σοι τῶν τῆς ἀηδόνος τερετισμάτων. ἀλλ' εἰ μὴ βούλοιο μόνου κατα τρυφᾶν, προκείσθωσάν σοι τὰ παντοδαπὰ ταῦτα γένη τῶν ἀπολαύσεων· ἔστι σοι καὶ μεγέθους τράπεζα καὶ κάλλους ἀπόλαυσις καὶ πανδαισία ἠθῶν ἁπλουστέρων καὶ ποικιλωτέρων, αἱ δὲ τῶν ἀνθῶν χροιαί, αἱ δὲ τῆς γῆς πιότητες, αἱ δὲ τῶν φυτῶν χάριτες, τἆλλα, ἵνα μὴ καθεξῆς λέξω, ποταπόν τι χρῆμα τρυφῶν τε καὶ ἀπολαύσεων. Εἰ δὲ μὴ ταῦτα τοῖς πολλοῖς ἥδιστα εἰς ἀπόλαυσιν, ἀλλὰ δυσχερὴς ὁ λόγος, ἀντιτρυφήσωμεν ἀλλήλους. οὐ γὰρ φθονῶ ὑμῖν τῆς ἐνταῦθα ἰσότητος· ἀρκετὸν γάρ μοι ἡ χρυσοϋφὴς στολὴ καὶ ἡ χρυσόδετος περὶ τὴν κεφαλὴν στεφάνη καὶ ἡ περιπόρφυρος ἐσθὴς καὶ τἆλλα, ὁπόσα τῆς βασιλείας ἐξαίρετα. ἐμοὶ δὲ καὶ τούτων τὰ πρὸς ὑμᾶς καὶ τὰ παρ' ὑμῶν προτετίμηται. καί, ἵνα πάντῃ τὸ νέφος διάσχωμαι καὶ τὸ τῆς ψυχῆς φῶς ἀνακαλύψω ὑμῖν, πατρῴα μοι πρὸς ὑμᾶς φιλία ἐστὶ καὶ σῴζω ἀκραιφνῆ τὴν διάθεσιν καὶ τὰ τοῦ πατρὸς ἤθη μεμίμημαι· καὶ ὡς φίλοις ὑμῖν πατρικοῖς διαλέγομαι. ἀκούοι θεὸς ἄνωθεν καὶ συμμαρτυροῖεν αἱ περὶ ἐκεῖνον δυνάμεις ὡς, εἰ μή μοι τὸ βασιλικὸν ἀξίωμα ἔπιπτεν, οὐδὲν ἂν ὑμῶν εἶχον πλέον, οὔτε τῆς συνδιαγωγῆς οὔτε τῆς διαλέξεως. οὕτως ἐκδεδαπάνημαι τῷ ἔρωτι πρὸς ὑμᾶς, οὕτως ἀντείλημμαι τῶν ὑμετέρων ψυχῶν. καὶ βουλοίμην μέν, εἴ γε δυναίμην, πᾶσαν μὲν χάριν, πάντα δὲ κόσμον ἑκάστῳ ὑμῶν τῆς κεφαλῆς καταχέαι. ἀλλ' οἱ καιροί, ἀλλ' αἱ τῶν πραγμάτων ἐπὶ τὸ ἧττον μεταβολαὶ στενοχωροῦσί μοι τὸ πλατὺ τῆς ψυχῆς καὶ φιλότιμον. οὐ μήν γε τοσοῦτον ἐστενοχώρησαν, ἀλλ' ὁρᾶτε ὅτι μοι τῶν πηγῶν πανταχοῦ πίδακες ἀναβλύζουσι· ἐπέχω δέ, μὴ ἔκρουν τὸ νᾶμά μοι γένηται καὶ ὄνομά τι κενὸν ἡ πηγὴ καθεστήκοι. Οὕτως ἠρέμα, ἵν' ἐφ' ἑτέραν μεταβαίην τροπήν, τῆς βασιλικῆς ἡνι οχήσεως ἅπτομαι· καὶ τὰ μὲν ἀνασειράζω τοὺς ἵππους, τὰ δὲ εὐθυδρομεῖν καὶ ταχυδρομεῖν δίδωμι. δεῖ δὲ μὴ τὸν κυβερνήτην ἐμὲ μόνον, ἀλλὰ καὶ τοὺς πλωτῆρας ὑμᾶς συνιθύνειν τὸ σκάφος καὶ μὴ ἀντιπίπτειν τῷ ἰθυντῆρι μηδὲ ἀντικωπηλατεῖν πρὸς τὸν οἴακα, ἀλλὰ συμπνεῖν καὶ ἰσοζυγεῖν καὶ τὴν μεγάλην τοῦ κράτους περισῴζειν ὁλκάδα. εἰ δὲ νῦν μὲν ἀπαρκτίαι πολλοὶ καὶ βορέαι καὶ Ἑλλησποντίαι λαμπροὶ μέγα κῦμα κυλίνδουσι καὶ τὴν θάλασσαν ἐξοιδαίνουσιν, ἀλλ' οὐ πολύς ἐστι χρόνος καὶ ἐμπνεύσειαν ἡμῖν νότοι καὶ ζέφυροι καὶ στορεσθήσεται μὲν τὸ κλυδώνιον, λειοκυμονήσει δὲ θάλασσα καὶ πράγματα ἡμῖν εἰς εὐφροσύνας καὶ χάριτας καταστήσεται. καὶ εἰ χειμῶνος ἔτι κρατοῦντος περιανθῶ πᾶσιν ὑμῖν καὶ περιανθίζω καὶ οὐδεὶς ὑμῶν κρινωνιᾶς καὶ ῥοδωνιᾶς ἀμέτοχος οὐδὲ τῆς ἄλλης εὐπνοίας, τίνων οὐκ ἂν ἀπολαύσοιτο χαρίτων ἐπιδημήσαντος ἔαρος; Ἀλλ' ἐπειδὴ τὰ μὲν τῶν τρυφῶν μέλλει, τὰ δὲ τῆς νηστείας ἐφέστηκε, νῦν μὲν στενώσωμεν τὴν τράπεζαν ἑαυτοῖς καὶ πτερορρυείτω μὲν τὸ σῶμα, ἐπτερώσθω δὲ πρὸς τὸν θεὸν ἡ ψυχή. ὁπηνίκα δὲ ὁ κατὰ προ θεσμίαν ἀπαντήσει χρόνος καὶ ὁ τῆς πανδαισίας ἐπανέλθῃ καιρός, κοινῇ τῆς δημοθοινίας συνεφαψώμεθα καὶ ἀνταπολαύωμεν ἀλλήλων, ὑμεῖς μὲν τῆς ἐμῆς εὐμενείας, ἐγὼ δὲ τῆς ὑμετέρας εὐνοίας κατατρυφῶν.